Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Μακάριος Ἱεροσολύμων σὺν Εὐσεβίῳ τῷ Παμφίλου ἐπισκόπῳ Καισαρείας ταῖς κατὰ Παλαιστίνην καὶ Ἀραβίαν καὶ Φοινίκην.

Εὐστάθιος Ἀντιοχείας τῆς μεγάλης ταῖς κατὰ Συρίαν κοίλην καὶ Μεσοποταμίαν πᾶσαν καὶ Κιλικίαν ἑκατέραν.

Ἰωάννης Πέρσης ταῖς έν Περσίδι πάσῃ καὶ τῇ μεγάλῃ ἰνδίᾳ.

Λεόντιος Καισαρείας Καππαδοκίας, τὸ τῆς ἐκκλησίας τοῦ κυρίου καλλώπισμα, ταῖς κατ’ αὐτὴν Καππαδοκίαν Γαλατίαν Πόντον Διοσπόντου Παφλαγονίαν Πόντον Πτολεμαϊκὸν Ἀρμενίαν μικρὰν καὶ μεγάλην.

Θεωνᾶς Κυζίκου ταῖς κατὰ τὴν Ἀσίαν καὶ Ἑλλήσποντον Λυδίαν τε καὶ Καρίαν διὰ τῶν ὑπ’ αὐτὸν ἐπισκόπων Εὐτυχίου Σμύρνης καὶ Μαρίνου Τρωάδος.

Ἀλέξανδρος Θεσσαλονίκης διὰ τῶν ὑπ᾿ αὐτὸν τελούντων ταῖς κατὰ Μακεδονίαν πρώτην καὶ δευτέραν σὺν ὅλῃ Ἐλλάδι τήν τε Εὐρώπην πᾶσαν Σκυθίαν ἑκατέραν καὶ ταῖς κατὰ τὸ Ἰλλυρικὸν ἁπάσαις Θεσσαλίαν τε καὶ Ἀχαΐαν.

Νουνέχιος Λαοδικείας ταῖς κατὰ τὴν Φρυγίαν πρώτην καὶ δευτεραν.

Πρωτογένης ὁ θαυμάσιος πόλεως Σαρδικῆς ταῖς ἐν Δακίᾳ Καλαβρίᾳ βρίᾳ Δαρδανίᾳ καὶ ταῖς ὁμόροις τούτοις.

Κεκιλιανὸς πόλεως Καρθαγένης ταῖς κατὰ πάσας τὰς ἐπαρχίας τάς τε Ἀφρικὰς καὶ τὰς Νουμηδίας καὶ Μαυριτανίας ἀμφοτέρας οὔσαις ἀγίαις τοῦ θεοῦ ἐκκλησίαις.

Πιστὸς Μαρκιανουπόλεως ταῖς κατὰ τὴν Μυσίαν καὶ τὰ τῶν Ἀθηνῶν καὶ Γάλλων ἔθνη καὶ ταῖς πλησιοχώροις τούτων πόλεσιν.

Ἀλέξανδρος Κωνσταντινουπόλεως τότε πρεσβύτερος ἔτι ὢν εἰς [*](Α1Η V1P3 M2P1P2) [*](1 Μακάριος an siebenter Stelle Gel.1 2. 3. 5. 19 ταῖς] τῆς HSS 2 ἀρραβίαν HP1M2 5 ἰωݲς Ρ3 6 λέοντος aber d. Corrector am Rand λεόντιος 7 f διοσπόντον M2P1P2 | πόντον παφλαγονίαν διοσπόντον H 8 πόντου πτολεμαϊκοῦ A1V1P3 | πολεμαϊκὸν H | ἀρμενίαν + πο Α1 10 ἑλλήσποντον Α1 ἑλήσποντον V1 ἑλλήσποντον P3 11 αὐτῶν P2 14 ὁλῃ]τῇ Gel.1 15 κατὰ + φρυγίαν αݲ καὶ βݲ, aber nachträglich wieder gestrichen ersetzt H | ἰλυρικὸν P3 17 τὴν > HM2P1P2 19 ταῖς > P2 19 f καλαυρίᾳ Α1 καλαβρίαν V1 καλαβρι α P3 20 τοῖς HM2P1P2 21 πόλεως > Gel.1 | καθαργαίνης Α1 καθαργένης Μ2 (aber am Rand von späterer Hd. P1V1P3 καρθαγένης corr. aus καθαργένης P2 22 ἀμφοτέραις Α1 vgl. S. 105, 23 25 Μηνῶν von späterer Hd. gestrichen Pa | γάλων HSS vgl. das zu S. 105 Angemerkte 26 κωνσταντινουπόλεως + (24) ταῖς κατὰ τὴν μυσίαν — (26) κωνσταντινουπόλεως wiederholt A1, + ταῖς κατὰ τὴν μυσίαν aber wieder gestrichen P2)

137
ὕστερον δὲ καὶ τῆς ἐπισκοπικῆς ἰερατείας τῆς αὐτόθι ἐκκλησίας λαχὼν σὺν Παύλῳ ἔτι τότε ἀναγνώστῃ ὄντι καὶ νοταρίῳ αὐτοῦ ταῖς ἐν ταῖς νήσοις πάσαις Κυκλάσιν.

Οὗτοι πάντες οἱ ἅγιοι καὶ ἀποστολικοὶ ἄνδρες πάσαις ταῖς ὑπὸ τὸν οὐρανὸν ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις τὰ έν τῇ Νικαίεων ἁγίᾳ μεγάλῃ καὶ οἰκουμενικῇ συνόδῳ κεκριμένα διαπορθμεύσαντες, πανταχοῦ γῆς παρέδωκαν, καθὰ ἀρτίως ὁ λόγος ἀπέδειξεν.

[*](A1H V1P3 M2P1P2 (bis Z. 3 Κυκλάσιν))[*](1 τῆς ἐπισκοπῆς ἱερατείας corr. in τὴν ἐπισκοπὴν ἱερατείαν Α1 2 f ἐν ταῖς M2P1P2 4 ff und der Anfang des in der HS folgenden Briefes (= Bch. III 19) fehlen, doch sind anderthalb Seiten frei gelassen und am Rand steht von 1. Hd. λει π/: P2 5 ἁγίᾳ + καὶ R 6 οἰκουμένῃ Μ2 (aber am Rand von späterer Hd. οἰκουμενικῇ) 1 κεκριμμένα Α1 7 κατὰ (aber vonspäterer Hd. corr. in καθὰ) Μ2 | καθὰ —ἀπέδειφεν > Gel.1 | ἀρτίως: d. h. S. 135, 10 ff | ἀπέδειξεν + ἐπληρώθη λόγος ݲ τῆς ἐκκλησιαστικῆς ἱστορίας A1V1P3 (in V1P3 ist δεύτερος ausgeschrieben) + τέλος τοῦ βݲ λόγου τῆς ἐκκλησιαστικῆς ἰστορίας H)
138

Τάδε ἔνεστιν ἐν τῷ τρίτῳ λόγῳ τῆς ἐκκλησιαστικῆς ἱστορίας·

α΄ Περὶ τῶν μετὰ τὴν μεγάλην σύνοδον πραγματευθέντων.

β΄ Περὶ τῆς ἀνενδότου τοῦ θεοφιλεστάτου βασιλέως Kωνσταντίνου περὶ τὰ θεῖα σπουδῆς.

γ΄ Ἐπιστολὴ τοῦ βασιλέως πρὸς Εὐσέβιον τὸν Παμφίλου περὶ τῆς τῶν ἐκκλησιῶν οἰκοδομῆς.

δ΄ Ἐπιστολὴ τοῦ αὐτοῦ περὶ τῆς τῶν ἱερῶν βίβλων κατασκευῆς.

ε΄ Ἐπιστολὴ τοῦ αὐτοῦ πρὸς Μακάριον ἐπίσκοπον Ἱεροσολύμων περὶ τοῦ σωτηρίου τάφου.

ς΄ Περὶ τῆς ἐπὶ τὰ Ἱεροσόλυμα ὁδοιπορίας τῆς μακαρίας Ἑλένης.

ζ΄ Περὶ τῆς εὑρέσεως τοῦ ἁγίου σταυροῦ τοῦ Χριστοῦ.

η΄ Περὶ τοῦ φόρου τοῦ εὐσεβοῦς Κωνσταντίνου.

θ΄ Περὶ τοῦ Φρουμεντίου καὶ Αἰδεσίου καὶ τῶν ἐν τῇ ἐνδοτάτῃ Ἰνδία.

ι΄ Περὶ Ἰβήρων καὶ Λαζῶν καὶ τῆς ἐν αὐτοῖς αἰχμαλώτου ἁγίας γυναικος.

ια΄ Ἐπιστολὴ τοῦ βασιλέως Κωνσταντίνου πρὸς Σαβώριον τὸν τῶν Περσῶν βασιλέα περὶ τῆς τοῦ λαοῦ τοῦ θεοῦ προνοίας.

A2

[*](1 — S. 139, 24 Das dritte Buch des Gelasius ist nur in A2, aber auch hier nicht ändig überliefert. Der Capitelindes ist erhalten, die Capitelzahlen stehen innerhalb des Textes am Rand. Der Schreiber bricht nach ιη΄ ab und verweist durch ein Randzeichen auf den Brief ιθ΄ , der in den HSS zusammen mit zwei weiteren Konstantinbriefen (s. Anhang) hinter Buch II folgt. Hingegen ist in A2 hinter ιη΄ die Konstantinrede S. 46 ff, die an ihrer Stelle in A1 fehlt, nachgetragen. Die letzten drei im Index aufgeführten Capitel sind nirgends Die editio princeps des dritten Buches nach dem Ambrosianus gab Ceriani (Cer.) im ersten Band der Monumenta sacra et profana (1861) S. ff.)[*](19 Mit περὶ fälschlich Anfang eines neuen Capitels bezeichnet A2 corr. Cer.)
139

ιβ΄ Περὶ Κωνσταντίας τῆς ἀδελφῆς τοῦ πανευφήμου βασιλέως Κωνσταντίνου καὶ τοῦ παρατεθέντος αὐτῷ παρ᾿ αὐτῆς Ἀρειανοῦ πρεσβυτέρου.

ιγ΄ Βιβλίον ἐπιπλάστου μετανοίας Εὐσεβίου τοῦ Νικομηδείας καὶ Θεογνίου Νικαίας.

ιδ΄ Μέρος τῆς πρὸς Ἀθανάσιον ἐπιστολῆς τοῦ βασιλέως Κωνσταντίνου.

ιε΄ Ἐπιστολὴ τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου πρὸς Ἀλέξανδρον ἐπίσκοπον Ἀλεξανδρείας.

ις΄ Τέλος ἐπιστολῆς τοῦ βασιλέως Κωνσταντίνου ὑπὲρ Ἀθανασίου γραφείσης τῇ ἐκκλησίᾳ Ἀλεξανδρέων.

ιζ΄ Ἐπιστολὴ τοῦ βασιλέως Κωνσταντίνου πρὸς τὴν ἐν Τύρῳ συναθροισθεῖσαν σύνοδον.

ιη΄ Ἐπιστολὴ τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου πρὸς τοὺς ἐν Τύρῳ ἀπὸ τῆς Αἰλίας ἀναζεύξαντας ἐπισκόπους.

ιθ΄ Ἐπιστολὴ τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου πρὸς Ἄρειον καὶ Ἀρειανούς.

κ΄ Προσευχὴ τοῦ νικηφόρου καὶ θεοφιλοῦς βασιλέως Κωνσταντίνου περὶ τῆς αἰσχίστης τελευτῆς Ἀρείου. κα Ἐπιστολὴ Κωνσταντίνου βασιλέως πρὸς Πίστον ἐπίσκοπον Μαρκιανουπόλεως.

κβ΄ Ἄλλη ἐπιστολὴ τοῦ βασιλέως Κωνσταντίνου πρὸς τὸν αὐτὸν ἐπίσκοπον. λόγος τῆς ἐκκλησιαστικῆς ἱστορίας τρίτος· τὰ μετὰ τὴν μεγάλην σύνοδον τὴν ἐν Νικαίᾳ σπουδασθέντα τῷ εὐσεβεῖ βασιλεῖ Κωνσταντίνῳ.

A2

[*](2 αὐτῇ (corr. aus αὐτῷ) παρ᾿ αὐτοῦ Α2, die Verbesserung nach der Überschrift im Text Cer. 10 γραφεῖσα Α2 corr. A. Mai 14 Αἰλίας corr. Cer.] Ἰταλίας 2)
140

Τὸν μὲν πρῶτον καὶ δεύτρον λόγον τῆς ἐκκλησιαστικῆς ἱστορίας καθεξῆς ὁ λόγος ἡμῖν ἐποιήσατο, ἀρξάμενος μὲν ἀπὸ τῶν 〈πρώτων〉 χρόνων τῆς βασιλείας τοῦ χριστοφόρου καὶ νικηφόρου του] βασιλέως Κωνσταντίνου, διοδεύσας δὲ τὰ πάντα, τὰ ἐν τῷ μέσῳ ἕως τοῦ παντὸς συμπεράσματος τῆς πραγματείας τῆς κατὰ τὴν Νικαέων ἁγίας συνόδου ὡς εἰκόνα τῶν γεγενημένων παρέστησε τῶν τε ἐκκλησιῶν τοῦ Μοῦ τὴν ὑπὸ τῶν θεομισῶν τυράννων κινηθεῖσαν κατ᾿ αὐτῶν πολιορκίαν τήν τε τῶν αὐτῶν ἀσεβῶν τυράννων αἰσχίστην καταστροφήν,

καὶ ὅπως ὁ τῆς ἐκκλησίας νυμφίος Χριστὸς τὸν αὐτοῦ ἄξιον θεράποντα Κωνσταντῖνον τοῖς τοῦ τιμίου <σταυροῦ> αὐτοῦ ὅπλοις φράξας κατ’ αὐτῶν τῶν ἀσεβῶν ἐξεγήγερκε,

κοὶ ὡς τὰ τρόπαια τῆς νίκης αὐτῷ κατ’ αὐτῶν τῶν τυράννων ἐχαρίσατο, πάντας αὐτοὺς παγγενῆ κτείνας ὑπὸ τοῖς Κωνσταντίνου τοῦ θεοφιλεστάτου ποσί, βαθεῖαν εἰρήνην ἄνωθεν δι᾿ αὐτῶν ταῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην αὐτῶν ἐκκλησίαις πρυτανεύσας,

καὶ τὴν μετὰ ταῦτα πάλιν κατ᾿ αὐτῆς ὑπὸ τοῦ μισαγάθου ἐχθροῦ δαίμονος διὰ τοῦ παμμιάρου Ἀρείου κινηθεῖσαν μηχανήν,

καὶ ὡς αὐτοῦ ἕνεκα καὶ τῶν ἀσεβῶν αὐτοῦ βλασφημιῶν, ὧν κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ ἐβλασφήμησεν, ἡ ἐν Νικαίᾳ ἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ σύνοδος ἐκ κελεύσεως τοῦ θεοῦ διὰ τοῦ αὐτοῦ θεράποντος τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου γεγένηται· τά τε ἐν αὐτῇ

ὑπὸ τοῦ ἁγίου πνεύματος διὰ τῶν ἐκεῖσε ἁγίων ἀρχιερέων τριακοσίων τὸν ἀριθμὸν ὀρθοδόξων ὑπὲρ τῆς ἀποστολικῆς καὶ ὀρθοδόξου πίστεως πραγματευθέντα ὁ λόγος ἡμῖν κατὰ δύναμιν Χριστοῦ τοῦ θεοῦ ἡμῶν χάριτι τρανῶς παρέδωκε.

Βαδιῶ δὲ ἐντεῦθεν ἑξῆς ἐπὶ τὴν τῆς βασιλικῆς εὐσεβείας διήγησιν, καὶ ὅπως ἄληκτον εἶχε τὴν ὑπὲρ τῶν ἐκκλησιῶν τοῦ θεοῦ μέριμναν.

Περὶ τῆς ἀνενδότου τοῦ βασιλέως περὶ τὰ θρῖσ σπουδῆς. Πολὺς καὶ ἄφατος ἐνῆν αὐτῷ ὁ περὶ τὸν χριστιανισμὸν πυρσὸς πάντας ἄγειν καὶ τοὺς ἔξω ἐπὶ τὴν ἀληθῆ τοῦ θεοῦ τοῦ ζῶντος [*](22 vgl. S. 45, 9) [*](A2) [*](2 τῶν 〈πρώτων〉 Hei. 3 τοῦ] Hei. 4 τὰ 1 wieder getilgt Α2 10 corr. A. Mai)

141
ἐπίγνωσιν. πᾶσι γὰρ τοῖς ὑπὸ τὴν Ῥωμαίων τελοῦσιν ἡγεμονίαν ἐπέστελλε δήμοις, τῆς μὲν προτέρας αὐτοὺς ἀπαλλαγῆναι ἀπάτης παρεγγυῶν, ἐπὶ δὲ τὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ διδασκαλίαν ἑαυτοὺς μεταθεῖναι προτρέπων καὶ ἐπὶ ταύτην ἅπαντας τὴν ἀλήθειαν ἀπιέναι παρεκάλει, ἀποστολικῷ μᾶλλον ἢ βασιλικῷ χρώμενος σκοπῷ.