Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

καὶ ὥσπερ ὁ θεὸς καὶ πατὴρ εἶπε τὸ ποιήσωμεν καὶ ὁ υἱὸς ἐδημιούργησε, θεὸς ὢν ἐκ θεοῦ, ὁ αὐτὸς πάλιν βουλῇ πατρικῇ ἀνασῶσαι ἐν ἑαυτῷ ἠβουλήθη τὸν ἄνθρωπον.

ἐπερώτησις τοῦ φιλοσόφου περὶ τοῦ αὐτοῦ· καὶ πῶς ἐπὶ τῆς γῆς ὤφθη καὶ συνανεστράφη ὡς ἄνθρωπος τοῖς ἀνθρώποις θεὸς ὢν ἀναλλοίωτος; ἀπόκρισις παρὰ τῶν ἁγίων πατέρων διὰ Μακαρίου ἐπισκόπου Ἱεροσολύμων·

κατὰ τὴν φωνὴν τοῦ θεσπεσίου Παύλου »μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον, θεὸς ἐφανερώθη ἐν σαρκί‘, τοῦτ’ ἔστιν ὁ τοῦ θεοῦ τότε τότε αὐτὸς ὤφθη καὶ ἀγγέλοις· οὐδὲ γὰρ ἀγγέλοις ἢ ἀρχαγγέλοις ἤ τισι τῶν ἐπουρανίων δυνάμεων θεατὸς ὁ μονογενής, ἐπείπερ θεὸν οὐδεὶς [*](6 f 24 vgl. Baruch 3,38 — 16 Gen. 1, 26 f — 27 1 Tim. 3, 16 — 30 vgl. Joh. 1, 18) [*](A1HR V1P3 M2P1P2) [*](1 8] ὦ R 2 εὐμαρῶς + ὡς P2 | σου > R 3 λαμφθέντος Pi P2 4 κυρίου + ἡμῶν R 5 δὲ] δὲ P2 6 τῆς > R 9 f πρὸς τὸν > R 10 τοῦ + αὐτοῦ Μ2Ρ1 11 τῆς Μ2Ρ1Ρ2 14 ἐγυμνώθησαν] V1P3 ἐγυμνώθη R 22 πατρικῆ βουλῆ ~ Η | αὐτῶ Ρ2 23 ἀπερώτησις 2 24 τῆς > Μ2Ρ1Ρ2 | καὶ + τοῖς ἀνθρώποις ~ Ρ2 25 παρὰ > Μ2Ρ1Ρ2 28 Holl] ὃς HSS ὅς P3 Balf.) | ὁ υἱὸς τοῦ θεοῦ ~ H 29 ὤφθη <ἀνθρώποις> Holl ἢ ἀρχαγγέλοις > P2 30 οὐδεὶς θεὸν ~ H)

98
ἑώρακε πώποτε.

οὑπερ τὴν ἐξ οὐρανῶν καταφοίτησιν ἀκούων μὴ τοπικὴν μετάστασιν τῆς ἀχωρήτου αὐτοῦ ὑποπτεύσῃς θεότητος, οἰδονομίαν δὲ νόει τὸ ὅλον τοῦτο τὸ μέγα ὡς ἀληθῶς τῆς εὐσεβείας μυστήριον, ἐν ᾧ ἐνεκαινίσθημεν.

ἀνακαίνισις γὰρ γέγονε καινότητος ἐπανάληψις· διὰ δὴ τοῦτο ἀποδιδοὺς ἡμῖν τὴν πρὸς ἑαυτὸν ὁμοίωσιν ὁ αὐτὸς τοῦ θεοῦ λόγος εἰς ὁμοίωσιν ἡμῶν κατῆθεν.

ἀδύνατον δὲ ἦν θεὸν ὁμοιωθῆναι ἡμῖν μὴ σαρκωθέντα — οὐ γὰρ ἀσώματον εἶδος αὐτῷ ἀσωμάτου οὐσίας προσεγίνετο, ὅπερ ἦν αὐτός, αὐτός, ἀλλὰ τὸ σωματικόν — σωματικὴ δὲ οὐσία ἄνευ προσλήψεως οὐκ ἐγίνετο· διὰ τοῦτο σῶμα ἀληθῶς προσέλαβεν, ἵνα οἱ τῆς ἐξ ἀρχῆς ἀδελφότητος ἐκπεσόντες διὰ τὴν τοῦ ἀσωμάτου εἴδους ἀλλαγήν, τοῦτ ἔστι τῆς τοῦ πνεύματος χάριτος, ἧς διὰ τῶν πρώτων ἀνθρώπων τοῦ τε Ἀδὰμ καὶ τῆς Εὔας ἀπωλέσαμεν, εἰς ἐδελφότητα εἰσαχθῶμεν διὰ τῆς σωματικῆς προσλήψεως καὶ πάλιν τὸ ἀσώματον τὸ τὸ θεῖον ἀπολάβωμεν.

λαμβάνει δὲ σάρκα ἐκ γυναικός· οὕτως γὰρ καὶ ὁμογενὴς ἡμῖν καθίσταται, ἴνα καὶ ὡς ὁμογενέσιν ἡμῖν μεταδῷ τῆς δόξης τῆς ἑαυτοῦ, ἵνα καὶ τὴν γυναῖκα διὰ τῆς γεννήσεως ἀνασώσῃ·

»ἀνασωθήσεται γάρ, φησίν, ἡ γυνὴ διὰ τῆς τεκνογονίας«. σὰρξ δὲ προσείληπτο τὸ κατὰ φύσιν ἔχουσα ζωτικόν· οὐδεμία γὰρ σὰρξ ἄνευ τοῦ ζωοποιοῦ, ὃ καὶ ψυχὴν ἰδίως ἡ γραφὴ καλεῖ.

ὁ φιλόσοφος· τίς οὐκ ἂν ἐκπλαγῇ ἐπὶ τοῖς μεγαλείοις τοῦ θεοῦ τούτοις, ὡς ἔφατε; πλὴν πῶς λαμβάνει σάρκα ἐκ γυναικός, καθὼς ἀρτίως εἰρήκατε; ἀπόκρισις τῶν ἁγίων πατέρων διὰ τοῦ αὐτοῦ Μακαρίου ἐπισκόπου Ἱεροσολύμων·

ἤδη εἰρήκαμέν σοι, ὠ βέλτιστε, μηδαμῶς ἐπὶ τῶν τοῦ θεοῦ μυστηρίων λέγειν τὸ ὅπως· ἀπόρρητα γάρ εἰσι καὶ ἀνεπιλόγιστα· ὡς δὲ ἐκ τῶν ἱερῶν λόγων ἐδιδάχθημεν, ἐροῦμεν ὅσον ὁ λόγος παραστῆσαι δυνήσεται.

τὸ γὰρ παντελῶς καταληπτικὸν τοῦ μυστηρίου ἐκείνου, τῆς τοῦ κυρίου ἐνσάρκου οἰκονομίας, πῶς γέγονεν, οἶδεν ἀνθρώπων οὐδὲ ἀγγέλων οὐδείς, οὐδὲ αὐτὸς Γαβριὴλ ὁ διακονησάμενος τῷ μυστηρίῳ ἐκείνῳ, οὐδὲ ἡ πάναγνος καὶ καθαρὰ καὶ ἁγία παρθένος Μαρία παραστῆσαι δυνήσεται τὴν ὅλην τῆς αὐτῆς [*](3 f I Tim. 3, 16 — 18 I Tim. 2, 15) [*](A1HR V1P3 M2P1P2) [*](9 ἄνευ + R | προσλήψεως + τε A1 11 ἀλλαγή[ν] Α1 12 τὸν πρῶ- τον ἄνθρωπον Ρ2 15 σάρκα) σῶμα V1 16 ὁ μονογενὴς Ρ3, ὁμογενὴς corr. aus ὁμονογενὴς HR 17 τῆς ἑαυτοῦ δόξης Α1R | ἀνασώσῃ H > d. übr. 20 ζωοποιοῦ Α1ΗR ζωτικοῦ d. übr. HSS 21 ἐκπλαγείη Μ2Ρ1Ρ2 | φατὲ R 30 τὸ μυστήριον ἐκεῖνο Α1R)

99
τοῦ θεοῦ λόγου σαρκώσεως κατάληψιν — αὐτὸς γὰρ μόνος ὁ μονογενὴς τοῦ θεοῦ υἱὸς τὸ ἀκριβὲς οἶδε τῆς ἑαυτοῦ δι᾿ ἡμᾶς ἐνανθρωπήσεως —

εἰ γὰρ καὶ »παρέδοσαν ἡμῖν οἱ ἀπ᾿ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου« καθά φησιν ὁ Λουκᾶς, Περὶ τῆς ἐνσάρκου αὐτοῦ οἰκονομίας ὅτι »ἐκ σπέρματος Δαυῒδ καὶ Ἀβραὰμ τὸ κατὰ σάρκα« καὶ τὸ »ἐξ ἧς ἐγεννήθη Ἰησοῦς«, τοῦτ’ ἔστιν ἐκ τῆς παρθένου, »ὁ λεγόμενος Χριστός«, καὶ ὅτι »ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα«, καὶ ὅτι »οὐκ ἀγγέλων, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπελάβετο«, καὶ ὅτι »κατὰ πάντα ὡμοιώθη ἡμῖν, πλὴν τῆς ἁμαρτίας«.

ταῦτα ἔσμεν· ὁ ὁ τρόπος, πῶς ταῦτα γεγένηται, πάσης λογικῆς φύσεως ὑπερβαίνει διάνοιαν. λέγει γὰρ καὶ περὶ τούτου Ἱερεμίας ὁ προφήτης »καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν αὐτόν«;

Θαυμάζοντος δὲ τοῦ φιλοσόφου καὶ Παντὸς τοῦ συναθροισθέντος πλήθους εἰς τὴν ἀκρόασιν προσθέντες οἱ ἅγιοι πατέρες διὰ Μακαρίου ἐπισκόπου Ἱεροσολύμων εἶπον·

ἤδη διὰ πλείστων ὅσων ἀπεδείξαμεν, ὅτι θεὸς ὢν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ γέγονεν ἄνθρωπος διὰ φιλανθρωπίαν, σαρκωθεὶς καὶ γεννηθεὶς ἐκ τῆς παρθένου θένου Μαρίας ἀπορρήτῳ γεννήσει.

ἐπειδὴ γὰρ ἠβουλήθη, ὡς προαπέδειξεν ὁ λόγος, ἀνακαινίσαι τὰ διὰ τὴν ἀπόπτωσιν τῶν πρωτοπλάστων Μέντα, γέγονεν ἐν τοῖς ἡμετέροις, ἵνα ἡμᾶς ποιήσῃ ἐν τοῖς ἑαυτοῦ, συγκαταβὰς ὡς ἰατρὸς ἄριστος τῇ ἀσθενείᾳ ἡμῶν.

πάλιν ἐροῦμεν τὸ συγκαταβῆναι καὶ τὸ κατελθεῖν καὶ τὸ ἀπεστάλθαι κατὰ τὸν τῆς ἐναθρωπήσεως αὐτοῦ τρόπον διαληπτέον, ὡς προαπεδείξαμεν· τῇ γὰρ θεότητι αὐτοῦ τὰ πάντα σὺν τῷ πατρὶ πληροῖ ἀεὶ κατὰ τὰς προαποδοθείσας ἐννοίας.

ἄκουε τοίνυν· γεννώμεθα ἐκ γυναικός· [*](3 Luk. 1, 2 — 5 Röm. 1, 3 — 6 Matth. 1, 16 — 7 Rom. 9, 5 — 8 Hebr. 2, 16 — Hebr. 4, 15 — 12 Jerem. 17, 9) [*](Α1ΗR V1P3 M2P1P2) [*](2 δι᾿ ἡμᾶς ἑαυτοῦ ~ R 4 γενομένου Ρ3 | ὁ > R 6 σάρκα etwas getilgt R | τὸ ἐξ ἧ V1P3 ὅτι ἐξ ἧς ΗΜ2Ρ1Ρ2 καὶ τὰ ἑξῆς Α1R 11 γένηται von 2. Hd. corr. in γεγένηται M2 | πάσης — 12 διάνοιαν > mit dem Unterschied, daß Ai am Rand u. schwerlich von 1. Hd. einfügt H im Text einfügt ἀγνοεῖται, R auch noch die vorhergehenden zavia γεγένηται äßt und statt dessen ἀκατάληπτος im Text hat 14 f πλήθους τοῦ συναθροισθέντος ~ Μ2Ρ1Ρ2 15 f διὰ Μακαρίου ἐπισκόπου scheint schon in alter Zeit von 2. Hd. wiederholt zu sein (unleserlich) Ai 16 ἤ]δ[η] Α1 17 ὤν] ἦν V1P3 | θεοῦ + καὶ V1 20 ἀπόστασιν A1H 23 συγκαταβὰν Α1ΗRV1P3 συγκαταβῆναι M2P1P2 | ἀπεστάλθαι] ἀπελθεῖν R)

100
ἦλθε διὰ φιλανθρωπίαν εἰς τοῦτο, ἀλλ’ ἡμεῖς μὲν ἐξ ἡδονῆς ὕπνου καὶ σπέρματος ἀνδρός, αὐτὸς δὲ μόνος ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου. γαλακτοτροφούμεθα· ἠλθε καὶ εἰς τοῦτο σαρκὶ ὁ τῇ θεότητι αὐτοῦ διδοὺς τροφὴν πάσῃ σαρκί. γινόμεθα εἰς προκοπὴν καὶ αὔξησιν ἡλικίας· οὐκ ἀπηξίωσε γενέσθαι καὶ αὐτὸς τοῦτο σωματικῶς, καθὼς γέγραπται ὅτι »Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις«·

καὶ ἕως τρικοστοετοῦς χρόνου διανύσας, ἵνα πᾶσαν ἡλικίαν εὐλογήσῃ, τότε ἐπὶ τὸ βάπτισμα ἔρχεται, κηρύσσοντος Ἰωάννου υἱοῦ Ζαχαρίου τῷ λαῷ βάπτισμα μετανοίας, οὐκ ἀφέσεως ἁμαρτιῶν οὔτε υἱοθεσίας δῶρον διδόντος· οὐ γὰρ ἦν Ἰωάννου ταῦτα δοῦναι άκκ᾿ ] οὔτε ἀγγέλου, ἀλλ’ αὐτοῦ τοῦ σαρκωθέντος καὶ ἐνανθρωπήσαντος θεοῦ λόγου.

καὶ ἀνέχεται τὸ ὑπὲρ ἡμῶν βάπτισμα, καὶ θεὸς ὤν ἀναμάρτητος ἐβαπτίσθη σωματικῶς ὡς ἄνθρωπος, οὐκ αὐτὸς δεόμενος βαπτίσματος, ἀλλ’ ἀλλ᾿ τὸ ἡμέτερον βάπτισμα δοξάσῃ, ἵνα πιστεύσωμεν, ὅτι ὥσπερ ἐπ’ αὐτὸν κατῆλθε τὸ πνεῦμα τὸ ἅγιον, οὕτως καὶ ἐφ ἡμᾶς τοὺς εἰς αὐτὸν βαπτιζομένους.

εἰτα συναναστραφεὶς τοῖς ἀνθρώποις τάς τε τῶν θείων αὐτοῦ ἐντολῶν παραδοὺς ἐκδόσεις τάς τε τῶν σημείων ἐργασάμενος θαυματουργίας, ἐπὶ τριετῆ χρόνον καὶ τετάρτου ἀρξάμενος οὕτως ἐπὶ τὸ ὑπὲρ ἡμῶν ἑκούσιον αὐτοῦ σωματικὸν ἔρχεται πάθος· πάθος· ἡμῖν γὰρ κεχρεώστητο τιμωρία σταυροῦ· ἀλλ εἰ πάντες ἐσταυρώθημεν, οὔτε ἑαυτοὺς ἐκ τοῦ θανάτου ὰρπάσαι ἰσχύσαμεν.