Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

καθικετεύω τὴν ὑμετέραν ἱερὰν γερουσίαν, βοηθήσατέ μοι διὰ τῶν ὑπὲρ ἐμοῦ πρὸς τὸν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ ἱκεσιῶν ὑμῶν ὑμῶν ἀκολουθοῦντι μάλιστα τοῖς δι’ ὑμῶν ὑπὸ τοῦ ἁγίου πνεύματος ἐκτεθεῖσι καὶ ὁρι- [*](11 Dan. 5, 6 (Th.) — 15 f vgl. S. 17, 27 — 26 vgl. I Joh. 2, 23) [*](A1HR V1P2 M3P1P2) [*](3 σοι > M2P2 | γε] AI 4 ἡ2 > Μ2Ρ1Ρ2 6 ἁπλοῦν ΗΜ2Ρ1Ρ2 9 ört die ählung auf in M2 13 σου > H 16 ἅπερ] a ἅ | ταῖς] τοῖς 18 ἐκείνων ῥημάτων ~ Α1R 18 f ἀπέφηκα (aber a. Rand ἀπέφηνα) M2 19 τῇ ἀσεβεῖ αὐτοῦ συμμορίᾳ Α1R 21 ὁ υἱὸς — 22 οὐσίας] καὶ οὐχ R 24 πάντοτε + τὸν H | αὐτοῦ ~ Ρ2 24 f τὰ αὐτὰ Α1Μ2Ρ1Ρ2 26 καὶ κατὰ] κατά τε 29 ἱερὰν > Μ2Ρ1Ρ2 | βοηθήσατέ μοι > R 31 f διοριζομένοις A1R)

94
ζομένοις, κοὶ ὁμολογῶ ταῦτα ἀληθῆ εἶναι καὶ βέβαια.

τοῦτο γὰρ πιστεύω εἶναι ὅπερ ὁ ἱεροφάντης εἶπε Παῦλος »τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, ὃ νῦν ἀπεκαλύφθη, καθὼς εἴρηται τοῖς ἁγίοις αὐτοῦ ἀποστόλοις καὶ προφήταις‘ καὶ ὑμῖν, ἐν πνεύματι ἀεὶ ὄντα καὶ συνυπάρχοντα καὶ συνδιαμένοντα τῷ θεῷ καὶ πατρὶ τὸν υἱὸν αὐτοῦ καὶ τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον.

Προσθέντες οἱ ἅγιοι πατέρες εἶπον πρὸς τὸν φιλόσοφον [*](ξγ΄) περὶ πηγῆς καὶ ποταμοῦ καὶ ὕδατος διὰ τοῦ ἐπισκόπου Λεοντίου·

κἀκεῖνο δὲ νοητέον ὦ φίλε λοιπὸν τῆς ἀληθείας, φιλόσοφε. πηγὴν νοήσωμεν γεννῶσαν ποταμὸν ὕδατος· πᾶς γὰρ ποταμός, ὡς οἶσθα, πηγὴν ἔχει γεννήτορα, εἶτα προέρχεται μὲν ὁ ποταμὸς ἐκ τῆς πηγῆς τοῦ ὕδατος, ἀλλ’ οὐδεὶς καλεῖ τὸν ποταμὸν πηγὴν ἢ τὴν πηγὴν ποταμόν, ἀλλ’ ἡ πηγὴ πηγὴ καλεῖται καὶ ὁ ποταμὸς ποταμὸς καὶ ἀμφότερα ἓν ὕδωρ.

ἐπὰν δέ τις ἐθέλοι ἀρύσασθαι ἐκ τοῦ ποταμοῦ ἢ τῆς πηγῆς ὕδωρ μεταβάλλει τὴν προσηγορίαν. οὐκ ἐρεῖ γὰρ ἄπελθε, πορευθεὶς ἄντλησον καὶ φέρε μοι τὴν πηγὴν ἢ τὸν ποταμὸν‘ ἀλλ᾿ ὕδωρ. καὶ μία μὲν ἡ φύσις, τρία δὲ πρόσωπα λεκτέα πηγὴ ποταμὸς ὕδωρ.

ἀλλὰ καὶ ἡ θεία γραφὴ ταῦτα φράζουσα δείκνυται — οὐ γὰρ ἀλλότρια ταύτης ἡμεῖς σοι φθεγγόμεθα, γνήσιον λοιπὸν τέκνον τῆς χάριτος, εἰ καὶ ὡς ἐν ὑποδείγμασι καὶ τύποις καὶ εἰκόσι τῆς ἀληείας τὸν λόγον εἰσηγησάμεθα —

λέγει οὐν περὶ τοῦ υἱοῦ ἡ θεία γραφή· κλινεῖ, φησίν, ἐπ’ αὐτοὺς ὡς ποταμὸς εἰρή νης« ἐκπορευόμενος δηλονότι ἐκ τῆς ἀληθοῦς πηγῆς τῆς ζωῆς τῆς τοῦ πατρὸς θεότητος, Μά φησιν αὐτὸς ὁ κύριος ἐν εὐαγγελίοις βοῶν ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω«, κἀκεῖνο δὲ ὅπερ ἴφη λευκότατα »ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμεν‘, καὶ τὸ »ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοὶ« καὶ τὸ πνεῦμα δὲ τὸ ἅγιον,

ὅτι ἐξ αὐτοῦ λαμβάνομεν ἅπαντες οἱ πιστοί, τῆς αὐτῆς ὂν οὐσίας ἡς ὁ [*](2 Kol. 1, 26 — 23 Jes. 66, 12 — 20 Joh. 8, 42 — 27 Joh. 10, 30 — 27 f Joh. 14, 10) [*](A1HR V1P3 M2P1P2) [*](2 πιστεύων P3 | εἶπε] ἔφη R 3 τῶν2 > V1 5 ἐν + τῷ 212 ὄντα] ὂν M2 9 καὶ > H | τοῦ + αὐτοῦ V1 9 f λεοντίου ~ 10 λοιπὸν ὦ φίλε ~ R 12 γεννήτειραν R γεννητρ Ρ3 12 f ἐκ τῆς πηγῆς > V1P3 15 ἐπὰν] ἐὰν R | ἀρρύσασθαι RM2P1 20 σοι > M2P1P2 χάριτος > V1 23 υἱοῦ + τοῦ θεοῦ M2P1P2 | φησίν > R 24 2 26 βοῶν A1R βοᾶ V1P3 > HM2P1P2 29 ἅπαντες > A1R)

95
πατὴρ καὶ ὁ υἱός, ἐκπορευόμενον μὲν ἐκ τοῦ πατρὸς ἴδιον δὲ ὂν τοῦ υἱοῦ, καθάπερ ἀνωτέρω ἀπεδείξαμεν, ὅτι δὲ ἐξ αὐτοῦ ἡμῖν ἀναβλύζον ἐστί, σαφέστατα ἐν εὐαγγελίοις ἐδίδαξεν αὐτὸς ὁ κύριος εἰπών· »ἐάν τις διψᾷ, ἐρχέσθω πρὸς μὲ καὶ πινέτω· ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος«, οἷς ὁ εὐαγγελιστὴς θεόθεν ἐμπνευσεὶς τὸ ῥηθὲν ἑρμηνεύων ἐπιφέρει λέγων· »τοῦτο δὲ ἔλεγε περὶ τοῦ πνεύματος οὗ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν«.

καὶ ὁ προφήτης δὲ Δαυὶδ ὅρα τί περὶ ταύτης τῆς πηγῆς τῆς ὄντως ζωῆς, τῆς ἁγίας τριάδος βοᾷ ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς«, πηγὴν ζωῆς τὸν θεὸν καὶ πατέρα καλῶν πρὸς τὸν υἱὸν λέγων, ἐπείπερ ὁ πατὴρ ἐν τῷ υἱῷ καὶ ὁ υἱὸς ἐν τῷ πατρί· φῶς δὲ τὸν υἱὸν προσαγορεύει, ἐν ᾧ φωτὶ λέγει ὅψεσθαι φῶς τὸ πνεῦμα τὸ ἅγιον. »ἐν γὰρ τῷ φωτί σου, φησίν, ὀψόμεθα φῶς«.

πηγὴ γὰρ ὄντως τῆς ζωῆς καὶ φωτὸς ὁ πατήρ, φῶς καὶ ὁ υἱὸς ἐκ φωτὸς τοῦ πατρός, φῶς καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐξ αὐτοῦ τοῦ φωτός.

ἐπείπερ, ὡς πολλάκις ἡμῖν λεκτέον, μία θεότης τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, καθὰ αὐτὸς βοᾷ διὰ τῶν προφητικῶν λόγων ἐγώ εἰμι θεός, οὐκ οὐκ ἄλλος· καὶ ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ εἰς τὸν αἰῶνα ἐγώ εἰμι« καὶ πάλιν »ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι καὶ τὸν αἰῶνα ἐγώ εἰμι« καὶ τὰ ἑξῆς καὶ κατὰ τὰ προαποδειχθέντα.

ἀταγκαῖον γὰρ οἶμαι ἐπαναλαβεῖν τὰς ῥήσεις, εἰ καὶ μὴ πάσας διὰ τὸ πλῆθος, ἀλλ᾿ οὐν τὰς σαφεστέρας πρὸς τὸ βεβαιοτέραν τὴν σύστασιν ἔχειν τὰ εἰρημένα.

τὰ οὖν ἐκ στόματος Ἱερεμίου τοῦ προφήτου παραθήσομεν· ὁ κατασκευάσας, φησί, τὴν γῆν εἰς τὸν αἰῶνα [*](2 vgl. S. 88, 31 — 3 Joh. 7, 37 f — 7 Joh. 7, 39 — 10 Psal. 35, 10 — 12 vgl. Joh. 14, 10 —14 Psal. 35, 10 — 19 Jes. 41, 4; 45, 21 — 21 Mal. 3, 6 — 26 Baruch 3, 32 ff vgl. S. 69, 13 ff) [*](A1HR V1P3 M2P1P2) [*](1 ὁ > P3 2 ἡμῖν > P2 | ἀναβλύζον ἡμῖν ~ V1 3 αὐτὸς 7 τὸ ῥηθὲν] τἀληθὲς Α1 τἀληθῆ R | ἔλεγε] ἔλεγον R εἶπε V1 9 δὲ > H ταύτης + τῆς γραφῆς ἠ ὡς καὶ?) περὶ Ρ2 10 σοὶ + 7] Α1R 12 λέγει R 13 ὑπαγορεύει V1P3 | ᾡ] τω H 11 φῶς > R 11 14 f ἐν τῷ σου γὰρ ἀψόμεθα φησὶ φῶς ~ R | ὀψόμεθα φησὶ φῶς ~ Α1 15 πηγὴν H 18 καθὼς R 19 προφητικῶν + ἀ////οῦ R | λέγων V1 | θεὸς + καὶ M2P1P2 21 καὶ πάλιν ἐγώ εἰμι auf d. Rand nachgeti-agen V1 | καὶ — 22 εἰμὶ > 22 ἀποδειχθέντα V ἀπροαποδειχθέντα Ρ3 26 παραθήσομαι P2)

96
χρόνον ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων. ὁ ἀποστέλλων τὸ φῶς καὶ πορεύεται, ἐκάλεσεν αὐτὸ καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ· οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν καὶ ηὐφράνθησαν· ἐκάλεσεν αὐτοὺς καὶ εἶπαν· πάρεσμεν· ἔλαμψαν μετ᾿ εὐφροσύνης τῷ ποιήσαντι αὐτούς. οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτὸν« καὶ τὰ ἑξῆς.

ἀναγκαῖον οὖν, θεοφιλέστατε φιλόσοφε, ἐπιστῆσαι ὧδε τὸν νοῦν καὶ ἀναπτύξαι τῆς γραφῆς τὴν διάνοιαν. ἔδειξε γάρ, καθὰ καὶ αὐτὸς συνωμολόγησας, ὅτι περὶ τοῦ υἱοῦ ταῦτα προείρηται. »μετὰ ταῦτα γάρ, φησίν, ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη«.

εἰ οὖν κατὰ τὴν ἀσεβῆ μοχθηρίαν Ἀρείου ἄλλη τις οὐσία κτιστή ἐστι τοῦ υἱοῦ καὶ μεταγενέστερος τοῦ πατρὸς θεός, λέγει δὲ περὶ αὐτοῦ ἡ γραφή· »οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν«, οὐ θεὸς ὁ πατὴρ κατὰ τὴν Ἀρείου ἀσέβειαν, ἐπείπερ λέγει περὶ τοῦ υἱοῦ »οὐ λογισθήσεται ἕτερος πρὸς αὐτὸν«, καὶ ἐλέγχονται οἱ ἀσεβεῖς Ἀρειομανῖται σὺν τῷ τῆς βλασφημίας αὐτῶν αὐθέντῃ πρὸ τῆς περὶ τοῦ υἱοῦ ἀρνήσεως αὐτὸν τὸν πατέρα ἐκβαλόντες τῆς θεότητος, καὶ ἄθεοι παντελῶς εὑρίσκονται οἱ τῆς ἀληθείας πολέμιοι.

ὁ γὰρ τὸν υἱὸν μὴ ἔχων, καθά φησιν ἐν καθολικαῖς, »οὐδὲ τὸν πατέρα ἔχει«, ἡ δὲ καθολικὴ πίστις μίαν θεότητα οἶδε καὶ ταύτην πρεσβεύει τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, παρ᾿ ἣν οὐ λογισθήσεται ἑτέρα. τὸ δὲ μυστήριον τοῦτο τῆς ἁγίας κοὶ προσκυνητῆς καὶ ὁμοουσίου τριάδος ἀπερινόητον καὶ ἀνέκφραστον καὶ πάντη ἀκατάληπτον ὑπάρχει πίστει μόνῃ νοεῖσθαι δυνάμενον.

Καὶ ὁ φιλόσοφος· θεῖα ὡς ἀληθῶς καὶ φωτὸς ἔμπλεα τὰ παρὰ [*](ξδ΄) τοῦ ἁγίου πνεύματος δέ ὑμῶν ἐκφωνηθέντα. δέομαι δὲ ὑμῶν, ἐρασμίων μοι ὄντων τῶν ἱερῶν τῆς διδασκαλίας ὑμῶν λόγων, ὑπόσχετέ μοι τὰς εὐαγεῖς ὑμῶν ἀκοὰς καὶ πρὸς ἃ ἐπερωτῶ διδάξατε, ἵνα πληρεστάτην λήψεσθε παρὰ τοῦ θεοῦ τὴν ὑπὲρ τῆς ἐμῆς σωτηρίας ἀμοιβήν. ἀπόκρισις τῶν ἁγίων πατέρων διὰ τοῦ αὐτοῦ ἐπισκόπου [*](9 Baruch 3, 38—13 Baruch 3, 36—20 IJoh. 2, 23) [*](Α1ΗR V1P3 M2P1P2) [*](2 αὐτὸ] τὸ φῶς R 4 εἶπον R 7 ἀναγκαῖον H ἀναγκαίως d. übr. HSS | οὖν + ὦ V1P3 | φιλόσοφε > H | ἐπίστησον H 8 καθὼς R 9 ὅτι] ἔτι R 14 οὐ — 16 > A1R, καὶ scheint durch Rasur getilgt Α1 18 ἐκβάλλοντες HR 22 παρ᾿] καθ᾿ R 26 Mit ξδ΄ hört die Zählung in P2 und damit überhaupt i. d. HSS auf 29 εὐαγεῖς ὑμῶν > R 30 λήψησθε HM2P1 31 ἁγιωτάτων Α1Μ2Ρ1V1)

97
Λεοντίου·

εἰπὲ ὃ βούλει, ἐπιθυμητὸν γὰρ ἡμῖν πληροφορῆσαί σε, ἐν πᾶσιν εὐμαρῶς δυναμένου σου νῦν μάλιστα δέχεσθαι τὰς ἀποδείξεις τῶν ῥήσεων ἐλλαμφθέντος σου ὑπὸ τοῦ ἁγίου πνεύματος. εὐΧαριστία τοῦ φιλοσόφου καὶ ἐπερώτησις περὶ τῆς τοῦ κυρίου ἐνανθρωπήσεως·

χάρις ὑμῶν τῇ ἱερᾷ κεφαλῇ. φατὲ δέ μοι, ώ ἱερώτατοι, πῶς νοητέον τὸ τὸν θεὸν λόγον τὸν τοῦ θεοῦ υἱὸν ἐπὶ τῆς γῆς ὠφθαι καὶ τοῖς ἀνθρώποις συνανεστράφθαι ἀθέατον ὄντα πάσῃ κτιστῇ φύσει ὁρωμένῃ τε καὶ νοουμένῃ, καὶ τίς ἡ αἰτία, δι᾿ ἥν ταῦτα ἐπραγματεύσατο, διδάξατε, παρακαλῶ. ἀπόκρισις τῶν ἁγίων πατέρων πρὸς τὸν φιλόσοφον διὰ τοῦ ἐπισκόπου Λεοντίου·

ἡ μὲν αἰτία τῆς αὐτοῦ παρουσίας ᾠκονομήθη ὑπ’ αὐτοῦ διὰ τὴν ἐν τῷ παραδείσῳ τῶν πρωτοκτίστων ἀνθρώπων τοῦ τε Ἀδὰμ καὶ τῆς Εὔας γεγενημένην ἀπόπτωσιν, ἥτις ἅπαν τὸ αὐτῶν ἐπενέμετο γένος.

ἐπεὶ οὐν παραβάντες τὴν ἐντολὴν τοῦ θείου χαρίσματος ἐγυμνώθησαν, τοῦτο ἀποδοῦναι ἠθέλησεν ὁ δημιουργὸς τῷ τῶν ἀνθρώπων γένει. καὶ νοντέον ἐνταῦθα, ὅτι ὥσπερ εἶπεν ὁ θεὸς »ποιήσωμεν ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν· καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον‘ κατὰ τὰς προρρηθείσας ἀποδείξεις, ὁ αὐτὸς πάλιν εἶπε, σώσωμεν τὸν ἀπολωλότα ἄνθρωπον, ὃν κατ΄ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν ἐποιήσαμεν.