Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

[*](νδ΄) ὁ ἐπίσκοπος· ἐν τῇ βίβλῳ Ἰὼβ Ἐλιοὺμ ὁ Βουζανίτης λέγει πρὸς Ἰὼβ »πνεῦμα θεῖον τὸ ποιῆσάν με«. εἰ οὖν θεός ἐστιν ὁ ποιήσας τὸν Ἀδάμ, τί εἴποις τὸν ποιήσαντα τὸν Ἐλιούμ; ἢ ἑτεροούσιος δοκεῖ σοι εἶναι ὁ Ἐλιοὺμ τοῦ Ἀδάμ; τῶν γὰρ δημιουργῶν ἐπὶ τῆς ἴσης ἐπιστήμης τὸ ἰσοσχέδιον τοῦ συμπεράσματος φανεροῦσθαι πέφυκεν ἐπὶ τὸ τοῦ ἀνθρώπου πρόσωπον.

τί οὖν λέξεις, φιλόσοφε, τὸν ποιήσαντα τὸν Ἐλιούμ; ἆρα οὐχὶ θεὸν καὶ ποιητὴν ἀνθρώπου; ὡς γὰρ ἴφη περὶ τοῦ ποιήσαντος τὸν Ἀδὰμ »καὶ ἐποίησεν ὁ θεὸς τὸν Ἀδάμ«, οὕτως ἡμᾶς ἡμᾶς δίκαιον καὶ περὶ τοῦ ποιήσαντος τὸν Ἐλιούμ, ὅτι θεὸς τὸ ἅγιον πνεῦμα· ὡν γὰρ ἴση τῆς δημιουργίας ἡ πλάσις, ἴση καὶ ἡ τῶν δημιουργῶν προσηγορία, εἴπερ μία θεότης τῆς ἁγίας τριάδος ἐν τρισὶν ὑποστάσεσι τελείαις καὶ ἴσαις νοουμένη.

ἐν βίβλῳ δὲ ἀναλήψεως Μωσέως Μιχαὴλ ὁ ἀρχάγγελος διαλεγόμενος τῷ διαβόλῳ λέγει »ἀπὸ γὰρ πνεύματος ἁγίου αὐτοῦ πάντες ἐκτίσθημεν« κοὶ πάλιν λέγει »ἀπὸ προσώπου τοῦ θεοῦ ἐξῆλθε τὸ πνεῦμα αὐτοῦ, καὶ ὁ κόσμος ἐγένετο«· ἴσον ἐστὶ τοῦτο τοῦ »πάντα δἰ αὐτοῦ ἐγένετο«.

ἀχώριστος γὰρ ἀεὶ ἡ θεία καὶ ἄρρητος τριάς, ὅ τε πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, δημιουργήσασα ἅμα πᾶσαν τὴν κτίσιν τήν τε νοητὴν καὶ αἰσθητήν.

λέγει γὰρ καὶ ἐν τῷ λβ΄ ψαλμῷ· λόγῳ κυρίου κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν«. ἄκουε δὴ τοῦ θεοῦ ἐν Ἠσαίᾳ λέγοντος ἐγὼ κύριος ὁ θεός σου, ἐπακούσομαί σου θεὸς Ἰσραήλ«.

εἰπὼν δὲ περὶ τῶν εὐεργεσιῶν τὰ πρὸς τὸν λαὸν ἐπάγει λέγων »ἵνα ἴδωσι καὶ νοήσωσι καὶ ἐπίστωνται ἅμα, ὅτι χεὶρ κυρίου ἐποίησε πάντα ταῦτα, καὶ ὁ ἅγιος τοῦ Ἰσραὴλ κατέδειξεν αὐτά«, χεῖρα φήσας τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ, ἅγιον δὲ τοῦ Ἰσραὴλ τὸν υἱὸν αὐτοῦ, [*](3 Hiob 33, 4 — 9 Gen. 1, 27 — 14 vgl. Lueken, Michael 120 ff — 18 Joh. 1, 3 — 21 Psal. 32, 6 — 23 Jes. 61, 14 — 25 ebd. 20) [*](A1HR V1P3 M2P1P2) [*](2 Ἐλιοὺβ Α1R | Ἐλιοὺμ — 3 Η 4 ἢ — 5 Ἐλιούμ > Ρ3 | P3(Balf.) 5 τὸν γὰρ δημιουργὸν Ρ2 11 ῶν] ὃν V1P3 | γὰρ M2P1P2 > d. übr. HSS | ἴση — 13 > R 13 νοουμένη + τὸ ὅτι »καὶ ἐποίησεν θεὸς τὸν ἄνθρωπον« καὶ »τὸ θεῖον πνεῦμα τὸ ποιῆσαν τὸν Ἐλιούμ« V1P3M2P1P2 15 τῷ διαβόλῳ > R | ἔλεγεν R 17 ἴσον — 18 ἐγένετο > 3 > Α1R 20 καὶ + τὴν V1P3 21 λβ΄] τριακοστῷ δευτέρῳ Μ2Ρ1Ρ2 24 δὲ + τὰ 25 τὰ > R 26 ἐπίστανται H 26 f ταῦτα πάντα ~ A1M2P1P2 πάντα > R)

87

καὶ πάλιν πρὸς Ἰακὼβ εἶπεν > ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν«, καθὰ καὶ Ἰεζεκιὴλ λέγει »ἐγένετο χεὶρ κυρίου ἐπ’ ἐμέ''. εἴωθεν ἡ γραφή.

ὦ φιλόσοφε, ἢ χεῖρα ἢ βραχίονα καλεῖν τὸ πνεῦμα τὸ ἃγιον τοῦ θεοῦ, δεξιὰν δὲ τὸν υἱὸν αὐτοῦ. ἔτι οἱ ἅγιοι πατέρες εἶπον διὰ Λεονπερὶ [*](νε΄) ἐπισκόπου Καισαρείας Καππαδοκίας·

ἱκανὰ μὲν τὰ λεχθέντα περὶ τῶν ἐνεργειῶν τοῦ ἁγίου πνεύματος πεῖσαί σε, φιλόσοφε, ὅτι συνδημιουργὸν τῷ πατρὶ καὶ τῷ υἱῷ πασῶν τῶν κτιστῶν φύσεων καὶ τῆς αὐτῆς θεότητος καὶ οὐσίας, ἡς ὁ πατὴρ καὶ ὁ υἱός.

ἐπιστήσας οὖν τὸν νοῦν σου ἐκ τῶν προλεχθέντων σοι ἄκουε καὶ νῦν σαφεστέρας ἀποδείξεις περὶ αὐτοῦ ἐκ τῶν ἱερῶν γραφῶν. λέγει ὁ προφήτης Δαυὶδ ἐν τῷ ζ΄ ψαλμῷ ᾄσατε τῷ κυρίῳ ᾆσμα και- νόν«. διὰ τί; »ὅτι θαυμαστὰ ἐποίησεν ὁ κύριος, ἴσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ‘ — ἀντὶ τοῦ ὁ υἱὸς αὐτοῦ — καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ« — τὸ πνεῦμα λέγων τὸ ἅγιον.

καὶ ἐν καθολικαῖς δὲ Ἰωάννης ὁ εὐαγγελιστὴς βοᾷ περὶ τοῦ πνεύματος τοῦ ἁγίου θεολογῶν· αὐτὸ καὶ αὐτὸς καθὰ καὶ πάντες τὸ πνεῦμά ἐστι τὸ μαρτυροῦν, ὅτι τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια« καὶ μετ’ ὀλίγα ὁ πιστεύων, φησίν, εἰς τὸν υἱὸν τοῦ θεοῦ ἔχει τὴν μαρτυρίαν τοῦ θεοῦ ἐν ἑαυτῷ« — ἀντὶ τοῦ τὸ πνεῦμα τοῦ θεοῦ — »ὁ δὲ μὴ πιστεύων τῷ υἱῷ ψεύστην πεποίηκεν αὐτόν«.

καὶ ὁ μέγας δὲ τῶν ἀποστόλων πρόβολος ὁ θεῖος Πέτρος φησὶ πρὸς Ἀνανίαν »εἰς τί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον«; καὶ μετ’ ὀλίγα »οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ θεῷ« καὶ ἐν τῇ παλαιᾷ πάλαι »τὸν οὐρανόν, φησί, καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος«. καὶ ὁ Σολομὼν δὲ δεικνύς, τίς ὁ πληρῶν, λέγει »πνεῦμα κυρίου [*](1 Jes. 48, 12 f — 3 Ezech. 3, 22 — 12 ff Psal. 97, 1 — 17 ff I Joh. 5, 6. 10 — 23 f Act. 5, 3. 4 — 26 Jerem. 23, 24 — 27 Weish. Sal. 1, 7) [*](A1HR V1P3 M2P1P2) [*](3 εἴὥ + γὰρ Α1R 4 ἢ1 > Α1R 5 υἱὸν + τοῦ υἱοῦ Ρ3 | ἔτι] ὅτι 3 εἶπον Α1ΗR εἶπαν d. übr. HSS 5 f λένοτο (= Λέοντος) R 7 σε + ὦ ΗΜ2Ρ1Ρ2 8 υἱῷ + τὸ ἅγιον πνεῦμα R 11 > R 12 ζ΄ Α1Η ἐνενηκοστῷ ἑβδόμῳ d. HSS 15 λέγει R 16 καθολικαῖς] καθαρῷ R 17 τοῦ + αὐτοῦ τὸ πνεῦμα λέγων τὸ ἅγιον aber wieder gestrichen H | καὶ αὐτὸς > Μ2Ρ1Ρ2 18 τὸ1 > τὸ1 — ἐστιν2 > V1 19 τοῦ θεοῦ > R 20 αὐτῷ Μ2Ρ1Ρ2 | τὸ > P2 H | ἀποστόλων + ὁ Α1R 23 εἰς > HM2P1P2 26 φησὶ > R, nach γῆν V1)

88
πεπλήρωκε τὴν οἰκουμένην«.

τοίνυν καὶ περὶ τῆς τοῦ ἁγίου πνεύματος δεποτείας καὶ δέχου καὶ τὰς περὶ αὐτοῦ μαρτυρίας, πιστεύων ὅτι τῆς αὐτῆς θεότητος καὶ οὐσίας καὶ τοῦ αὐτοῦ χρήματος τὸ πνεῦμα τὸ ἅγιον, οὑπερ ὁ πατὴρ κοὶ ὁ υἱός, συνυπάρχον ἀεὶ τῷ πατρὶ καὶ τῷ υἱῷ. ἀκούεις, φιλόσοφε; ἀπόκρισις τοῦ φιλοσόφου [*](νς΄) πρὸς τοὺς ἁγίους ἡμῶν πατέρας·

οὐκοῦν, καθώς φατε καὶ αἱ μαρτυρίαι δὲ τῶν γραφῶν ὡν παρηγάγετε δηλοῦσι, θεολογεῖν δεῖ καὶ τὸ πνεῦμα τὸ ἅγιον· καί μοι δοκεῖ βεβιασμένην εἶναι τὴν ἔννοιαν, εἰ μὴ τὰ τῶν γραφῶν ὑφ᾿ ὑμῶν παρήχθη.

πλὴν τὸ μὲν περὶ Ἐλιοὺμ τοῦ Βουζανίτου σαφὴς ἡ ἀπόδειξις, περὶ δὲ τῆς ῥηθείσης ἀναλήψεως Μωσέως περὶ ἡς ἀρτίως εἰρήκατε οὐδὲ ἀκηκόειν ποτὲ εἰ μὴ νῦν· ὅθεν αἰτῶ ὑμᾶς σαφεστέραν μοι τῶν λεχθέντων παραστῆσαι τὴν σύστασιν.

οὐδὲ γάρ μοι αὐτάρκη τὰ ἤδη παρ’ ὑμῶν λεχθέντα πρὸς ἐντελεστάτην πληροφορίαν περὶ τοῦ πνεύματος, λευκοτέρας <δὲ> φράσεως καὶ γενναιοτέρας ἡ ὑπόθεσις. οὐ γὰρ περὶ τῶν τυχόν- των ἡ ζήτησις. ἀπόκρισις τῶν ἁγίων ἡμῶν πατέρων διὰ τοῦ νζ΄ αὐτοῦ ἐπισκόπου Λεοντίου πρὸς τὸν φιλόσοφον·

πολλῆς οὔσης τῆς τῶν εἰσηγηθέντων σοι ἀποδείξεως καὶ ἐναργεστάτων τῶν μαρτυριῶν τῶν ἐκ τῶν θείων γραφῶν πεῖσαί σε δυναμένων περὶ τῆς προκειμένης ὑποθέσεως, ὠ φιλόσοφε, θαυμάζομεν, πῶς τοσαύτης συνέσεως δοκῶν ἔμπλεως εἶναι ἔτι ἀμφιβάλλεις.

ἀλλ᾿ ἐπειδή σε πρὸς τὴν ἀλήθειαν βλέπειν ἐθέλομεν καὶ τοῦτο εὐχόμεθα, παραινοῦμέν σου τῇ συνέσει ἄρξασθαι πίστει νοεῖν τὴν ἄκτιστον φύσιν ἐκείνην καὶ ἄτρεπτον, καὶ μὴ ἀνθρωπίνοις λογισμοῖς, ὡς πολλάκις εἰρήκαμεν, πολυπραγμονεῖν κατατόλμα τὰ ὑπὲρ νοῦν, μηδὲ ταῖς κακοδόξοις καὶ ἀσεβέσιν ἐννοίαις Ἀρείου συμφύρεσθαι ἐπὶ πλεῖστον ὅσον ἀνέχου φιλόσοφος ὤν, ὡς φής, φιλόσοφε, ἀλλὰ δέχου πιστῶς, ὡς ἀτρίως εἰρήκαμεν, τά τε νῦν ῥηθέντα σοι τά τε μέλλοντα ῥηθήσεσθαι.

δέχου μίαν θεότητα τοῦ πατρὸς τοῦ γεννήσαντος τὸν υἱὸν ἀνεκφράστως στως καὶ τοῦ υἱοῦ τοῦ γεγεννημένου ἐξ αὐτοῦ καὶ τοῦ ἁγίου πνεύματος τοῦ ἐκπορευομένου ἐξ αὐτοῦ τοῦ πατρός, ἰδίου δὲ ὄντος τοῦ [*](Α1ΗR V1P3 M2P1P2) [*](1 f τοῦ ἁγίου πνεύματος τῆς δεσποτείας ~ H 3 f καὶ — χρήματος > 4 συνυπάρχει R συνυπάρχων Ρ2 6 ἡμῶν > R 7 καὶ > R RV1P3 | τὸ corr. in τοῦ Ai τοῦ R 11 ἠκηκόειν ΗRM2P1P2 12 μοι nach λεχθέντων Μ2Ρ1Ρ2 13 — 14 πρὸς ἐντελεστάτην γὰρ πληροφορίαν περὶ τοῦ πνεύματος οὐκ αὐτάρκη τὰ — λεχθέντα ~ V1P3 14 λευκοτέρας] λεπτοτέρας R | λευκοτέρας + γὰρ V1P3 16 ἡμῶν > Ρ3 17 λέοντος R 25 μηδὲ] μὴ 26 συμφύρεσθαι V1M2P1P2 συμφύεσθαι Α1HR συμφέρεσθαι Ρ3 | > M2P1P2)

89
υἱοῦ.

καθά φησιν ὁ θεῖος ἀπόστολος Παῦλος »εἴ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὑτος οὐκ ἔστιν αὐτοῦ‘ καὶ ἀλλαχου ὁ αὐτὸς ὁ δὲ κύριος τὸ πνεῦμά ἐστι« καὶ πάλιν »διαιρέσεις δὲ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι« καὶ μετ΄ οὐ πολλὰ πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα.