Ἀλλ᾿ ἐπανακτέον τὸν λόγον αὖθις ὅθεν ἀπερρύη καὶ καθ’ εἱρμὸν ἑκτέον τῆς διηγήσεως. ὁ μὲν οὖν αὐτοκράτωρ τοῖς λογισμοῖς ἀνατρέχων, ἐξ οὗπερ τὴν καθ᾿ ἑαυτοῦ τοῦ Διογένους μελέτην ἐπέγνωκεν, καὶ ὅπως ἐξ αὐτῆς ἀρχῆς τῆς αὐτοῦ ἀναρρήσεως ἀμφοῖν ἐχρήσατο τοῖν ἀδελφοῖν ὁπόσης τε φιλοφροσύνης καὶ κηδεμονίας ἐπὶ τοσούτοις ἔτεσιν αὐτοὺς ἠξίου, κἀν οὐδὲν τούτων τὴν τοῦ Νικηφόρου γνώμην ἐπὶ [*](Β) τὸ βέλτιον μετηλλοίωσεν, εἰς ἀμηχανίαν ἐνέπιπτε. ταῦτ’ οὖν ὁ βασιλεὺς ἀναλογιζόμενος πάντα καὶ ὅπως μετὰ τὸ σφαλῆναι αὖθις εἰσῄει, ὅπως ἀπώσθη παρὰ τοῦ Τατικίου, καὶ γνοὺς ὡς τὸ φονουργὸν σιδήριον θήγων κατ’ αὐτοῦ αἵμασιν ἀναιτίοις σπεύδει χρᾶναι τὰς χεῖρας καὶ ὁ τέως ἐφεδρεύων καὶ [*](1 ἀπονενεύκασι 8 οὗ] οὖν (s) 13 πέμποντα, εἰ 23 ἀνέγνωκεν ἀρχῆς αὐτῆς 27 ἐνέπιπτεν 80 ὅπως)
45
νυκτὸς ἐπιτηρῶν τὸν φόνον τελέσαι ἀπαρακαλύπτως τοῦτον ἤδη ἐπισπεύδει, πολλοῖς ἐκυμαίνετο λογισμοῖς. ἤθελε μὲν οὖν οὐδαμῶς τὸν Διογένην μετελεύσεσθαι δι’ ὃν πρὸς αὐτὸν ἐγκάρδιον ἐκέκτητο πόθον ἐξόχως τὸν ἄνδρα φιλῶν· ἁπαξαπῶς
[*](C) δὲ ἅπαντα συνελὼν ὅπη τε προβήσεται τὸ δεινὸν ἐννοῶν, ἐπεὶ τὸν περὶ ψυχῆς κίνδυνον αὐτῷ ἐφιστάμενον ἔγνω, πλήττεται τὴν καρδίαν. καὶ εἰς ἓν τὸ πᾶν συναγαγὼν δεῖν ἔκρινεν κατασχεῖν τὸν Νικηφόρον. ἐκεῖνος δὲ τὸν μελετώμενον ἐπισπεύδων δρασμὸν καὶ βουλόμενος νυκτὸς τῆς πρὸς Χριστούπολιν φερούσης ἅψασθαι ἑσπέρας ἀποστείλας εἰς τὸν Πορφυρογέννητον Κωνσταντῖνον τὸν δοθέντα αὐτῷ παρὰ τοῦ βασιλέως ταχυδρόμον ἵππον ᾐτεῖτο ἀποχαρίσασθαί οἱ. ὁ δὲ ἀνένευε λέγων μὴ δύνασθαι δῶρον τοιοῦτον αὐθήμερον
[*](D) τοῦ βασιλέως ἀποποιήσασθαι. ἐπεὶ δὲ πρωΐας ὁ βασιλεὺς τῆς προκειμένης ὁδοῦ ἥψατο, συνείπετο τούτῳ καὶ ὁ Διογένης τοῦ διασκεδάζοντος βουλὰς καὶ λογισμοὺς ἀθετοῦντος λαῶν θεοῦ τοῦτον σφήλαντος γνωσιμαχοῦντα μὲν τὸν δρασμόν, ὑπερτιθέμενον δὲ ὥραν ἐξ ὥρας, ὁποῖα τὰ τοῦ θεοῦ κρίματα. κατασκηνώσας οὖν ἀγχοῦ τῶν Σερρῶν, ὅπου καὶ ὁ βασιλεύς, αὐτὸς μὲν τῶν συνήθων εἴχετο λογισμῶν ὡς πεφωραμένος ἤδη καὶ δεδιὼς τὸ μέλλον. ὁ δὲ βασιλεὺς
[*](P. 259) μετακαλεῖται τηνικαῦτα τὸν ἴδιον ἀδελφὸν Ἀδριανὸν καὶ μέγαν δομέστικον κατ’ αὐτὴν τὴν ἑσπέραν, ἐν ᾗ καὶ ἡ τοῦ μεγαλομάρτυρος Θεοδώρου ἐτελεῖτο μνήμη. καὶ κοινοῦται αὖθις τούτῳ τὰ τοῦ Διογένους μηδὲ πρότερον ἀγνοοῦντι, ὡς ξιφήρης εἰσῄει, ὡς ἀπώσθη τῆς θύρας, ὡς τὸ πάλαι βεβουλευμένον εἰ δυνατὸν ἵσταται σπεύδων τελέσαι. τηνικαῦτα οὖν ἐπισκήπτει τῷ δομεστίκῳ ὁ βασιλεὺς τὸν Διογένην εἰς
[*](V. 205) τὴν ἰδίαν μετακαλέσασθαι σκηνὴν καὶ διὰ μειλιχίων λόγων καὶ παντοίων ὑποσχέσεων πεῖσαι ἀνακαλύψαι ἅπαντα τὰ βεβουλευμένα ἀπάθειαν αὐτῷ ὑπισχνουμένῳ καὶ ἀμνηστίαν τοῦ λοιποῦ τῶν κακῶν, εἰ μηδ’ ὁτιοῦν ἀποκρύψειεν, ἀλλὰ
[*](1 τὸν φόνον ἐπιτηρῶν 10 Χριστουπόλεως 13 δὲ καὶ ἀνένευσε 25 τὸ πράτερον 29 σκηνὴν add m al in F) 46
καὶ τοὺς συνίστορας ἐξείποι ἅπαντας. ὁ δὲ ἀθυμίας πλήρης
[*](Β) γενόμενος ὅμως ἐπλήρου τὸ κελευσθέν. ποτὲ μὲν οὖν ἀπειλῶν, ὁτὲ δὲ ὑπισχνούμενος, ὁτὲ δὲ καὶ συμβουλεύων οὐκ ἔπειθε τὸν Διογένην ὅλως οὐδ’ ὁτιοῦν τῶν βεβουλευμένων ἀνακαλύψαι. τί τὸ ἐπὶ τούτοις; ἤχθετο μὲν ὁ μέγας δομέστικος καὶ ἠνιᾶτο, οὗ κακῶν φέρεται ὁ Διογένης, στοχαζόμενος. ἴσχε γὰρ τοῦτον προφθάσας ὁ Διογένης γαμβρὸν ἐπὶ τῇ ὑστάτῃ τῶν ἑτεροθαλῶν αὐτοῦ ἀδελφῶν. ἔνθεν τοι καὶ μετὰ δακρύων ἐκλιπαρῶν αὐτὸν οὐκ οὐκ ἔπειθε δὲ οὐδαμῶς, κἀν αὐτὸς ἐνέκειτο ἀναμιμνήσκων ἅμα καὶ τῶν ὄπισθεν. σφαιρίζοντι γάρ ποτε τῷ αὐτοκράτορι κατὰ τὸ ὲν
[*](C) τῷ μεγάλῳ παλατίῳ ἱππηλάσιον ἀνήρ τις βάρβαρος ἐξ Ἀρμενίων καὶ Τούρκων φὺς ξίφος ἔσωθεν τῶν ἀμφίων φέρων, ἐπὰν τὸν αὐτοκράτορα τῶν συσφαιριζόντων ἀνασειράσαντα τὸν χαλινὸν ἀπολειφθέντα ἐθεάσατο ἐφ’ ᾧ πνευστιῶντα τὸν ἵππον ἀναψῦξαι, πρόσεισι μὲν τῷ αὐτοκράτορι γονυπετῶν ἅμα καὶ αἰτεῖσθαι ὑποκρινόμενος. ὁ δὲ ἀνασειράζει τὸν εὐθὺς εὐθὺς καὶ ἐπιστραφεὶς ἐπυνθάνετο, τί ἂν τὸ αἰτούμενον εἴη. ὁ δὲ φονεὺς μᾶλλον ἢ προσαίτης ὢν τὴν χεῖρα ὑποβαλὼν καὶ τοῦ ξίφους ἁψάμενος εἷλκε τοῦ κουλεοῦ. τὸ
[*](D) δ’ οὐ συνείπετο τῇ χειρί. ἅπαξ οὖν καὶ δὶς τοῦ μὲν ξίφους ἀποπειρώμενος, τοῖς δὲ χείλεσι ψευδεῖς αἰτήσεις συνείρων ἀπογνοὺς καὶ προσουδίσας ἑαυτὸν τῇ γῇ ἔκειτο συγγνώμην
[*](P. 2) ἐξαιτούμενος. ὁ δὲ πρὸς αὐτὸν στρέψας τὸν χαλινὸν ἠρώτα ὅτου χάριν συγγνώμην αἰτεῖ. καὶ ὃς τὸ ξίφος σὺν αὐτῶ κουλεῷ ἐδείκνυ· στερνοτυπῶν δ’ ἅμα καὶ ἐκθαμβούμενος καὶ βοῶν ἔλεγε “νῦν σε δοῦλον τοῦ θεοῦ γνήσιον ἔγνωκα, νῦν τὸν μέγαν θεὸν σκέποντά σε ἐν ὀφθαλμοῖς τεθέαμαι. ἐπὶ τῇ σφαγῇ γὰρ τῇ σῇ τουτὶ τὸ ξίφος κατασκευάσας καὶ λαβὼν οἴκοθεν ἐνταῦθα πάρειμι ἐφ’ ᾧ κατὰ τῶν σῶν ὠθῆσαι σπλάγχνων. ἅπαξ δὲ καὶ δὶς καὶ τρὶς τοῦτο σπασάμενος οὐδαμῶς ὑπεῖκον ἔσχον τῇ βίᾳ τῆς ἐμῆς χειρός.” ὁ μὲν
[*](6 οἱ s 30 ὠθήσω) 47
[*](Β) οὖν βασιλεὺςκαθαπερεὶ μηδέν τι τοιοῦτον ἀκηκοὼς ἐπὶ ταὐτοῦ σχήματος θαρσαλέος εἱστήκει· συνέδραμον δὲ πρὸς αὐτὸν παραχρῆμα ἅπαντες, οἱ μὲν ἀκροαςόμενοι τῶν λεγομένων, οἱ δὲ ἐκθαμβούμενοι ἐπὶ τούτοις. Οἱ δὲ εὐνούστερον πρὸς τὸν αὐτοκράτορα διακείμενοι καὶ διασπαράττειν αὐτὸν ἐπεχείρουν, κἂν αὐτὸς νεύματί τε καὶ χειρὶ καὶ συχνοῖς ἐμβριμήμασιν ἀπεῖργε τῆς ἐγχειρήσεως. τί τὸ ἐπὶ τούτοις; παντελοῦς ἀφέσεως ὁ φονεὺς ἐκεῖνος παραχρῆμα τυγχάνει στρατιώτης, οὐκ ἀφέσεως δὲ μόνον, ἀλλὰ καὶ μεγιστων
[*](C) δωρεῶν· ἐπὶ τούτοις καὶ ἐλευθερίας παραπολαύει. πολλοὶ μὲν οὖν τούτων καὶ ὀχλοῦντες ἐνέκειντο τῆς βασιλευούσης ἀπελαθῆναι τὸν φονέα ἐκεῖνον· ὁ θ’ οὐκ ἐπείθετο λέγων “ἐὰν μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἀγρύπνησαν οἱ φυλάσσοντες. λοπὸν θεῷ ἐπεύχεσθαι δεῖ τὴν ἡμετέραν ἐκεῖθεν ἐξαιτουμένους διαμονὴν καὶ φρουράν.” ὑπεψιθήριζον οὖν τινες μετὰ τῆς τοῦ Διογένους γνώμης τῷ τοῦ αὐτοκράτορος φόνῳ ἐπικεχειρηκέναι τὸν ἄνδρα ἐκεῖνον, κἂν ὁ βασιλεὺς οὐδ’ ὅλως ὑπεῖχε τούτοις τοῖς λόγοις τὰ ὦτα, ἀλλὰ μᾶλλον ἐβαρυμηνία κατ’ αὐτῶν τοσοῦτον αὐτοῦ ἀνεχόμενος, ὡς μέχρις αὐτοῦ λαιμοῦ τῆς ἀκωκῆς τοῦ ξίφους φθανούσης
[*](D) τὸν ἀγνοοῦντα ὑποκρίνεσθαι. ἀλλὰ ταῦτα μὲν οὕτω. τούτων οὖν ἀναμνήσας αὐτὸν ὁ μέγας δομέστικος καὶ μηδαμως πείθων προσελθὼν ἀπαγγέλλει τῷ βασιλεῖ τὴν τοῦ Διογένους ἔνστασιν καὶ ὅτι ἔχαρνος παντάπασιν ὁ Διογένης ἐστί, καίτοι πολλὰ παρακληθεῖς παρ’ αὐτοῦ, ὡς ἔλεγε.
Μεταπέμπεται τοίνυν τὸν Μουζάκην καὶ ἐπισκήπτει ἔνοπλον μεθ’ ἑτέρων παραγενόμενον ἀναλαβέσθαι τοῦτον τῆς τοῦ μεγάλου δομεστίκου σκηνῆς καὶ εἰς τὴν ἰδίαν ἀπαγαγεῖν κάκεῖσε μετὰ ἀσφαλείας τηρεῖν δεσμῶν ἄτερ καὶ ἑτέρας κακώσεως. ὁ δ’ εὐθὺς τὸ κελευσθὲν ἐπλήρου. καὶ παραλαβὼν τοῦτον εἰς τὴν ἰδίαν ἀπάγει σκηνήν. ἐπεὶ δὲ [*](1 οὖν] γὰρ (S) 8 παντελῶν 12 δὲ 13 psalm. 126, 1 ἠγρύπνησεν ὁ φυλάσσων 25 ὡς ἔλεγε, παρ’ αὐτοῦ 26 παραπέμπεται)
48
δι’ ὅλης νυκτὸς παρακαλῶν αὐτὸν καὶ ξυμβουλεύων οὐ μόνον οὐκ ἔπειθεν, ἀλλὰ καὶ ἀναισχύντως αὐτῷ προσφερόμενον ἑώρα, θυμοῦ πλησθεὶς καὶ ὁ μὴ προστέτακτο ἐπιχειρεῖν ἠπείγετο. δοκιμάσας οὖν ἐτάσαι αὐτόν, ἤδη δὲ καὶ ἐτάζων, ἐπεὶ οὐδὲ πρὸς τὴν πρώτην προσβολὴν ὁ Διογένης ἀντισχὼν ἅπαντα ἀνομολογῆσαι διεβεβαιοῦτο, τῶν μὲν δεσμῶν λύει παραχρῆμα, καὶ γραφεὺς τηνικαῦτα προκαλεῖται γραφίδα κατέχων· Γρηγόριος δὲ ἦν ὁ καματηρὸς νεωστὶ προσληφθεὶς καὶ ὑπογραμματεύων τῷ αὐτοκράτορι. καὶ ὁ Διογένης ἅπαντα ἀπαγγέλλων οὐδὲ τὸν φόνον παρεσιώπα. ἀναλαβόμενος
[*](Β) δὲ πρωΐας ὁ Μουζάκης τάς τε ἐγγράφους αὐτοῦ ὁμολογίας καὶ ἃς ἀναζητήσας εὗρε παρά τινων πρὸς αὐτὸν πεμπομένας γραφάς, δι’ ὧν ἐφαίνετο καὶ ἡ βασιλὶς Μαρία τὴν μὲν ἀποστασίαν τοῦ Διογένους εἰδέναι, τὸν δὲ φόνον μηδαμῶς συγχωρεῖν ἀλλὰ καὶ μετ᾿ ἐπιμελείας ἀπείργειν αὐτὸν οὐκ ἀπὸ τοῦ φόνου μόνον, ἀλλὰ καὶ ἐξ αὐτῆς ψιλῆς ἐννοίας, κομίζει τῷ βασιλεῖ. ὁ δὲ ταύτας ὑπαναγνοὺς καὶ πλείονας τῶν ὑποπτευομένων ἐγγεγραμμένους εὑρηκὼς καὶ τούτους ἐκκρίτους ἅπαντας ἐν ἀμηχανίᾳ ἦν. οὐδὲ γὰρ ἔμελε τῷ Διογένει τοσοῦτον τῆς κοινότητος· εἶχε γὰρ αὐτοὺς πάλαι ὅλῃ ψυχῇ κεχηνότας καὶ πρὸς αὐτὸν ἀπονενευκότας· ἀλλὰ
[*](C) πᾶν τὸ τὰ πρῶτα φέρον τοῦ στρατιωτικοῦ τε καὶ πολιτικοῦ συντάγματος ἔσπευδεν ὑποποιήσασθαι. ὁ μὲν οὖν αὐτοκράτωρ τὰ τῆς βασιλίδος Μαρίας ἀνέκφορα μένειν ἠβούλετο. καὶ μέντοι καὶ διετήρησε τὸν ἀγνοοῦντα ὑποκριθεὶς δι᾿ ἣν πρὸς αὐτὴν εἶχε πίστιν καὶ ὁμολογίαν καὶ πρὸ τοῦ τὰ τῆς βασιλείας ἀναδέξασθαι σκῆπτρα. διεδίδοτο δὲ πανταχοῦ τὴν τοῦ Διογένους βουλὴν παρὰ τοῦ Πορφυρογεννήτου Κωνσταντίνου τοῦ βασιλέως καὶ υἱοῦ αὐτῆς διαμηνυθῆναι τῷ βασιλεῖ, κἀν ἄλλως εἶχε τὸ πρᾶγμα. ἐξ αὐτῶν γὰρ τῶν ἐξυπηρετουμένων τῷ Διογένει τὰ τῆς βουλῆς ἠρέμα διεπορθσυβουλεύων
[*](D) [*](1 3 ἃ 7 ῾ an προσκαλεῖται?᾿ 8 9 ὁ οm 11 ἐπαναγνοὺς 18 πλείων (s) ἐγγεγραμμένοις (s) 19 ἔμελε S : ἔμελλε F ἔμελλεν 21 κεχ. πρὸς αὐτὸν καὶ 8 30 γὰρ s : δὲ) 49
μεύετο. ἐπεὶ δ’ ὁ Διογένης πεφώρατο καὶ δέσμιος ἤδη καὶ ὑπερόριος καθίστατο, καὶ οἱ τῆς αὐτοῦ βουλῆς ἔκκριτοι οἱ μὴ φθάσαντες ἁλῶναι ὑπόπτους ἑαυτοὺς ἤδη γεγενημένους διαγνόντες περίφοβοι τε ἐφαίνοντο καὶ σκεπτόμενοι ὅ τι καὶ δράσαιεν, τούτους οἱ ἀμφὶ τὸν βασιλέα οὕτω κυμαινομένους κατανοοῦντες ἐν ἀμηχάνοις ἑστάναι ἐδόκουν ἐν στενῷ κομιδῆ τὰ κατ’ αὐτὸν ὁρῶντες ὡς εἰς ῥητούς τινας περιγραφείσης ἤδη τῆς τοῦ αὐτοκράτορος ἀρωγῆς τὸν κίνδυνον ὑπὲρ κεφαλῆς
[*](262) ἐφιστάμενον ἤδη ἔχοντος. ὁ δὲ βασιλεὺς τοῖς λογισμοῖς ἀλύων ἐς τὰ ἐξ ἀρχῆς καὶ ποσάκις κατ᾿ αὐτοῦ ὁ Διογένης ὁρμήσας καὶ σφαλεὶς ἐκ θείας δυνάμεως αὐτὸς αὐτόχειρ τούτου φονεὺς ἤδη ἐφίστατο, πολλοῖς ἐκυμαίνετο λογισμοῖς. καὶ πολλὰς νοημάτων λαμβάνων μεταβολὰς καὶ τροπὰς παρ’ ἑαυτῷ, ἐπεὶ ἅπαν τοῦ τε πολιτικοῦ καὶ στρατιωτικοῦ συντάγματος διεφθορὸς ταῖς τοῦ Διογένους θωπείαις ἐπέγνω, ἀποχρῶσαν μὴ ἔχων δύναμιν, ὥστε φρουρὰν πρὸς τοσούτους ἐπιστῆσαι, μήτε μὴν ἀκρωτηριάσαι λαὸν παμπληθῆ ἐθέλων τὸν μὲν Διογένην καὶ κεκαυμένον τὸν
[*](Β) Κατακαλὼν τοὺς πρωταιτίους ἐς Καισαρόπολιν ἐξέπεμψεν, ἐφ’ ᾧ ἐμφρούρους καὶ δεσμώτας εἶναι μόνον, μηδὲν ἄλλο δεινὸν τέως κατ᾿ αὐτῶν βουλευσάμενος, κἂν πάντες ἀκρωτηριάσαι τούτους αὐτῷ ξυνεβούλευον ἠγάπα γὰρ τὸν Διογένην διαφερόντως καὶ τῆς προτέρας ἔτι περὶ αὐτὸν εἴχετο κηδεμονίας), ὑπερόριον δὲ καὶ τὸν ἐπ’ ἀδελφῇ γαμβρὸν αὐτοῦ Μιχαὴλ τὸν Ταρωνίτην καὶ τὸν * καὶ τὰς περιουσίας αὐτῶν ἀφελόμενος. τὰ δέ γε κατὰ τοὺς λοιποὺς ἀσφαλὲς ἐλογίσατο μηδὲ εἰς ἐξέτασιν ἀγαγεῖν ὅλως, ἀλλὰ διὰ συμπαθείας τούτους μᾶλλον καταμαλθάξαι. κατὰ μὲν οὖν τὴν ἑσπέραν ἕκαστος τῶν ὑπερορίων τὴν λαχοῦσαν αὐτῷ κατελάμβανε,
[*](C) καὶ ὁ Διογένης τὴν Καισρόπολιν· τῶν δ’ ἄλλων
[*](1 δὲ πεφώρατο r : περιωρᾶτο ῾ an ἐπεφωρᾶτο?᾿ S 2 sq. ὑπόπτους ἑαυτοὺς οἱ μὴ φθάσαντες ἁλῶναι: corr s 8 ἀγωγῆς (s) 10 ἀλύων r: ἀναλύων εἰς 25 lacuna fere triginta quattuor litterarum in F 29 κατελάμβανεν) 50
οὐδεὶς τῆς οἰκείας μεθίστατο καταστάσεως, ἀλλ’ ἐπὶ ταὐτοῦ ἅπαντες μεμενήκεσαν.
Ἐν τούτοις δὲ τοῖς δεινοῖς ὄντων τῇ μετ᾿ αὐτην βουλομένου τοῦ αὐτοκράτορος μετακαλέσασθαι πάντας καὶ τὸ δοκοῦν αὐτῷ διαπράξασθαι, ὁπόσοι εἰς τὸν αὐτοκράτορα πόθον ἐγκάρδιον ἔτρεφον τῶν τε ἐξ αἵματος καὶ ἀγχιστείας αὐτῷ προσηκόντων καὶ ὁπόσοι πατρῷοι θεράποντες τότε παρῆσαν, ἀμβριμοεργοὶ καὶ ταχεῖς μὲν συνιδεῖν τὸ μέλλον, ἀγχίνοι δὲ τὸ συνοῖσον ἐν ἀσκέπτῳ καταπράξασθαι χρόνῳ, δεδιότες μή πως τῇ μετ’ αὐτὴν τοῦ πλήθους συρρεύσαντος ἐφορμήσαντές τινες διαμελίσωσιν αὐτὸν ἐπὶ τοῦ θρόνου [*](D) πολλάκις ξίφη ὑπὸ τὰ ἀμφία φέροντες ὥσπερ ποτὲ ἐκεῖνος ὁ σφαιρίζοντι τούτῳ ἐν σχήματι προσαίτου προσελθών (τὸ δὲ οὐκ ἄλλην εἶχε τὴν θεραπείαν ἢ τὸ τὰς πρὸς τὸν Διογένην ἁπάντων περιελεῖν ἐλπίδας, τὴν τῶν τούτου ὀμμάτων ὡς ἐν παραβύστῳ διαφημισάντων ἐκτύφλωσιν) μεταπεμψάμενοί τινας διαπέμπονται τοὺς τοῦτο πρὸς πάντας διακηρυκεύσοντας ἐν ἀπορρήτοις, κἀν μηδ’ εἰς νοῦν οὔπω τοῦτο τοῦ αὐτοκράτορος ὅλως ἀνῄει. ὁ δὲ λόγος οὗτος κἀν ψιλὸς [*](Ρ.) τότ’ ἦν, εἰς ἔργον ὅμως προὐβέβηκε, καθὼς ὁ λόγος διατρανώσειεν. ἐπὰν δὲ ὁ ἥλιος τοῦ ὁρίζοντος ὑπερκύψας [*](v.) λαμπρὸς ἀνέθορεν, ὁπόσοι τῶν περὶ τὸν αὐτοκράτορα μὴ τῆς τοῦ Διογένους λύμης μετειλήχασι καὶ αὐτοὶ δὲ οἱ πάλαι τῶν βασιλικῶν σωμάτων τεταγμένοι φύλακες, πρῶτοι πρὸς τὴν βασιλικὴν ἐχώρουν σκηνὴν οἱ μὲν ξίφη περιεξωσμένοι, οἱ δὲ δόρατα φέροντες, οἱ δὲ τὰς βαρυσιδήρους ῥομφαίας ἐπὶ τῶν ὤμων ἔχοντες, ἐκ διαστήματός τινος τοῦ βασιλικοῦ θρόνου εἰς μηνοειδὲς σχῆμα ἑαυτοὺς ἰλαδὸν καταστήσαντες καὶ οἷον ἐναγκαλισάμενοι τὸν αὐτοκράτορα, θυμῷ [*](Β) στρατηγούμενοι πάντες καὶ θήγοντες κἀν μὴ τὰ ξίφη, ἀλλὰ τὰς καρδίας. ὅσον δὲ συγγενὲς ἐξ αἵματός τε καὶ ἀγχιστείας τούτῳ προσῆκον, ἀγχοῦ τοῦ βασιλικοῦ θρόνου ἐφ’ ἑκάτερα [*](1 ἀλλὰ 7 πατρῷα (s) 8 ὀβριμοεργοὶ 9 ἀγχίνοοι 11 ἐφορμήσαντό 13 προελθών (s) 23 δὴ 8)
51
ἵσταντο. δεξιόθεν δὲ καὶ ἐξ εὐωνύμων ἕτεροι καθίσταντο ὑπασπισταί. ὁ δὲ βασιλεὺς ἐπὶ θώκου φοβερὸς προὐκάθητο, οὐ βασιλικῶς ἐσταλμένος μᾶλλον ἢ στρατιωτικῶς οὐδὲ πολὺ μετέωρος, ὁποῖα τὰ ἐκείνου μὴ ἐπηρμένα. χρυσὸς δὲ ὅμως τὸν θρόνον ὑπήλειφεν ὑπερανεστήκει τε τὴν κεφαλήν. συνέσταλτο
[*](C) δὲ τούτου τὸ ἐπισκύνιον, τὴν δὲ παρειὰν ἐπίπλεον τότε ὁ ἀγὼν κατεφοίνισσε, τὰ δὲ ὄμματα πεπηγότα ἐπὶ συννοίας καὶ πλήρη ἐνθυμημάτων ὑπεμφαίνοντα τὴν ψυχήν. συνέθεον δὲ ἅπαντες ὁμοῦ πεφοβημένοι καὶ τὰς ψυχὰς μικροῦ ἐς ἀέρα ἐξερεύξασθαι ὑπὸ φόβου ἐκβιαζόμενοι, τῶν μὲν ὀξύτερον βέλους ὑπὸ τῆς σφῶν συνειδήσεως κεντουμένων, τῶν δὲ τὴν κενὴν ὑποψίαν δεδιότων. φωνὴ δέ τις παρ’ οὐδενὸς ἐξηκούετο, ἀλλ’ ἀτενὲς πρὸς τὸν ἐφεστηκότα τῇ πύλῃ τῆς σκηνῆς ἀπονεύοντες ἐπτοημένοι ἑστήκεσαν. ἀνὴρ δὲ οὗτος καὶ εἰπεῖν συνετὸς καὶ καταπράξασθαι δυνατός· Τατίκιος τούτῳ τὸ ὄνομα. τούτῳ ὁ βασιλεὺς ἐνατενίσας δοῦναι
[*](D) τοῖς ἔξωθεν τὴν εἴσοδον διὰ τοῦ βλέμματος ἐνέφηνεν. ὁ δὲ παραχρῆμα τῆς εἰσόδου τούτοις παραχωρεῖ. οἱ δὲ καίπερ δεδιότες, ἀλλ’ ὅμως εἰσῄεσαν τετραμμένοι τε τὰς ὄψεις καὶ βραδεῖ ποδὶ στείχοντες. κατὰ στοίχους δὲ τὴν στάσιν λαχόντες ἐκαραδόκουν τὸ μέλλον ἕκαστος δεδιὼς ὡς τὸν περὶ ψυχῆς λοίσθιον δρόμον δραμούμενος. ἀλλ’ οὐδὲ αὐτὸς ὁ αὐτοκράτωρ ἐθάρρει παντάπασι (κατ' ἄνθρωπον λέγω, εἰ μὴ ὅσον εἰς θεὸν ἀναφέρων τὸ πᾶν) δεδιὼς τὸ σύμμικτον τῶν παρεστώτων, μὴ ἄλλο τι ὀξὺ καὶ δεινὸν κατ’ αὐτοῦ μελετήσαιεν. στερροτέροις δὲ λογισμοῖς ἑαυτὸν ἔδρασας καὶ
[*](264) ἅπαξ τοῖς ἀγῶσιν ἐγκαταστὰς τῆς πρὸς αὐτοὺς δημηγορίας ἤρχετο οἱ δὲ καὶ αὐτῶν ἰχθύων ἀφωνότεροι ἑστήκεσαν καθαπερεὶ τὰς γλώττας ἐκκεκομμένοι) “οἴδατε” λέγων “ὡς οὐδὲν δεινὸν παρ’ ἐμοῦ ὁ Διογένης ἐπεπόνθει ποτέ. οὔτε γὰρ τὴν ἀρχὴν ταυτησὶ τῆς βασιλείας ἐκ τοῦ πατρὸς αὐτοῦ ἀφειλόμην
[*](5 ὑπείληφεν s ὑπερανεστήκοι F 10 ὑπὸ φόβου ἐξερεύξασθαι 12 καινὴν 19 τετραμμένοι s: τετρεμμένοι 21 ἐκαροδόκουν 23 παντάπασιν 29 ἐκκεκομμένοι r: ἐγκεκομμένοι) 52
ἐγώ, ἀλλ’ ἕτερος, οὔτε τι δεινὸν ἢ λυπηρὸν τὸ παράπαν εἰς αὐτὸν πέπραχά. καὶ τῆς βασιλείας εἰς ἐμὲ θεοῦ πάντως νεύσει μεταβιβασθείσης οὐ μόνον αὐτὸν καὶ τὸν αὐτοῦ ἀδελφὸν Λέοντα ἐπὶ ταὐτοῦ διεφύλαξα, ἀλλ’ ὡς οἰκείους παῖδας καὶ ἐπόθησα καὶ ἐχρησάμην. τὸν δὲ Νικηφόρον καὶ πολλάκις κατ' ἐμοῦ βουλευόμενον φωράσας τοσαυτάκις συμπαθείας
[*](B) ἠξίωσα. καὶ μηδὲ πάλιν διορθουμένου ἠνειχόμην ἐπικρύπτων τὰ πολλὰ τῶν αὐτοῦ μηνιμάτων κατανοῶν τὴν
[*](V.) τῶν ἁπάντων πρὸς αὐτοὺς δυσμένειαν, κἀν μηδὲν τῶν παρ’ ἐμοῦ εἰς αὐτὸν γενομένων ἀγαθῶν τὸ δολερὸν τῆς αὐτοῦ γνώμης ἠλλοίωσεν. ἀλλ' αὐτὸς ἀντὶ πάντων θάνατόν μοι ἐπεψηφίαστο.” ἐπεβόησαν δ' ἐπὶ τούτοις ἅπαντες, ὡς οὐ βούλοιντ' ἄν ἕτερον προεστηκότα ἐν βασιλείῳ ἰδεῖν σχήματι, οὐ τοῦτο οἱ πλείους βουλόμενοι, ἀλλ’ ἦσαν θῶπες αὐτῶν οἱ λόγοι τὸν ὑπόγυον διαδρᾶναι κίνδυνον ἐντεῦθεν μηχανωμένων.
[*](C) ὁ δὲ βασιλεὺς προαρπάσας τὸν καιρὸν συμπαθείας κοινῆς τοὺς πλείονας ἠξίου ὡς τῶν αἰτίων τῆς βουλῆς ὑπερορίαν πρότερον κατακριθέντων. ἐπὶ τούτοις θροῦς ἦρτο πολύς, οἷον οὐδείς πω τῶν τότε παρόντων * εἰς ἔτι καὶ νῦν τῶν ὤτων ὡς λέγουσιν ἐντὸς εἰσεδέξατο, τῶν μὲν ἀπαινούντων τὸν βασιλέα καὶ θαυμαζόντων τῆς ἀνεξικακίας καὶ πρᾳότητος, τῶν δὲ τοὺς ὑπερορίους διασυρόντων καὶ δθανάτου ἀξίους εἶναι διενισταμένων, ὁποῖα τὰ τῶν ἀνθρώπων. ὃν γὰρ τὴν σήμερον μακαρισμῶν ἀξιοῦσι προπέμπουσι τε καὶ διὰ τιμῆς ἄγουσιν, ἐπὰν περιτραπέντα τούτῳ τοῦ βίου τὸν
[*](D) κύβον θεάσοιντο, πᾶν τοὐναντίον εἰς αὐτὸν ἐνδεικνύμενοι οὐκ αἰσχύνονται. ὁ δὲ βασιλεὺς νεύματι τούτους κατασιγάσας αὖθις ἔφη “οὐ χρὴ θορυβεῖσθαι οὐδὲ συγχεῖν τὴν προκει- μένην ὑπόθεσιν. ἔγωγε γάρ, καθὼς ἔφην, ἅπαντας συμπαθείας ἀξιώσας πάλιν ὁποῖος τὸ πρότερον πρὸς ὑμᾶς ἔσοοὐδέ
[*](1 7 διορθούμενον ἠνειχόμην ἐπικρύπτειν (s) 12 δὲ Ε 15 μηχανώμενοι (s) 18 τοῦτον 19 lacunam signavi : καὶ εἰς ἔτι καὶ νῦν περιόντων τ. ὤ. s : immo καὶ περιόντων εἰς ἔτι καὶ νῦν τ. ὤ. 24 μακαρισμοῦ 30 τὰ πρότερα) 53
μαι.” ἐν ᾧ δὲ τούτους συμπαθείας ὁ βασιλεὺς ἀξιου, ἄτερ
[*](P. 265) τῆς αὐτοῦ γνώμης ἀποστείλαντες οἱ τὴν βουλὴν ἐκείνην βουλευσάμενοι τῶν ὀμμάτων τὸν Διογένην ἐστέρησαν. ταὐτὰ τούτῳ καὶ κατὰ τοῦ κεκαυμένου κατακαλῶν ὡς τῆς αὐτῆς βουλῆς κεκοινωνηκότος τῷ Διογένει κατεψηφίσαντο. ἡμέρα δὲ ἦν, ἐν ᾗ ἡ τῶν κορυφαίων ἀποστόλων μνήμη ἐτελεῖτο. ἀλλὰ ταῦτα μὲν ἔκτοτε καὶ μέχρι σήμερον λογοποιεῖται· εἰ δὲ καὶ ὁ βασιλεὺς περὶ τούτου παρ’ αὐτῶν εἰσηγηθεὶς ἐνδέδωκεν ἢ καὶ τὸ πᾶν τῆς ἐκείνου γνώμης ἦν, θεὸς ἂν εἰδείη· ἔγωγε τέως οὐ πάνυ τι γινώσκειν ἔχω βεβαίως.
Τοιαῦτα μὲν οὖν τὰ ἐκ τοῦ Διογένους συμπεσόντα τῷ αὐτοκράτορι, παραδόξως τῆς ἀμάχου τοῦ ὑψίστου χειρὸς [*](Β) ῥυσαμένης τοῦτον ἐξ ὑπογύου κινδύνου· αὐτὸς δὲ πρὸς οὐδὲν τῶν συμπιπτόντων ἐμαλακίξετο, ἀλλὰ καὶ ὡς κατευθὺ Δαλματίας ἤλαυνε. μεμαθηκὼς δὲ ὁ Βολκάνος τὴν εἰς τὸ Λιπένιον τοῦ αὐτοκράτορος ἔλευσιν καὶ ἐπικαταλαβόντα τοῦτον θεασάμενος καὶ πρὸς τὰς Ῥωμαϊκὰς παρατάξεις καὶ τὸν συ·νασπισμὸν ἐκεῖνον καὶ τὴν στρατηγικὴν πανοπλίαν μηδ’ ἀντωπῆσαι δυνάμενος ἀποστείλας παραχρῆμα τὰ περὶ εἰρήνης ἠρώτα ὑπισχνούμενος ἅμα καὶ αὐτοὺς τοὺς προὐποσχεθέντας ὁμήρους ἀποστεῖλαι καὶ μηδέν τι δεινὸν τοῦ λοιποῦ διαπράξασθαι. δέχεται τοίνυν τὸν βάρβαρον ἀσμένως ὁ αὐτοκράτωρ [*](C) ἀκηδιῶν οἷον καὶ ἀποστρεφόμενος τὴν ἐμφύλιον μάχην· κἀν γὰρ Δαλμάται ἦσαν, ἀλλ’ ὅμως Χριστιανοὶ. ἐκεῖνος δ’ εὐθὺς τεθαρρηκὼς προσεληλύθει συνεπαγόμενος τούς τε δυγγενεῖς καὶ ἐκκρίτους τῶν ζουπάνων καὶ προθύμως ὁμήρους τοὺς αὐτοῦ ἀνεψιαδεῖς τῷ αὐτοκράτορι παραδέδωκε, τόν τε οὔρεσιν καλούμενον καὶ Στέφανον τὸν Βολκάνον καὶ ἑτέρους τὸν εἴκοσιν ἀριθμὸν ἀποπληροῦντας. οὐ γὰρ ἐνὸν ἦν αὐτῷ [*](V. 210) ἄλλως πως τοῦ λοιποῦ διατεθήσεσθαι. ὁ δὲ αὐτοκράτωρ, [*](4 sq. αὐτοῦ βουλῆς κεκοινωνηκότα (s) 21 προὐπεσχεθέντας 30 εἴκοσι)
54
ὁπόσα διὰ μάχης καὶ σιδήρου ἀνύεσθαι πέφυκεν, εἰρηνικῶς διαλύσας πρὸς τὴν βασιλεύουσαν ἐπανέστρεψε. τοῦ μέντοι Διογένους ἐκήδετο πάνυ καὶ δακρύων ὡρᾶτο καὶ βύθιον
[*](D) στένων δι’ αὐτὸν ἐξηκούετο πολλήν τε τὴν περὶ αὐτὸν φιλοφροσύνην ἐπεδείκνυτο καὶ ἀνακτᾶσθαι τοῦτον ἔσπευδε κἀν τοῖς πλείοσι τῶν ἐξ αὐτοῦ ἀφαιρεθέντων αὖθις τοῦτον ἀποκατέστησεν. αὐτὸς δὲ κατακώχιμος ὑπὸ τῆς λύπης ὢν τὴν ἐν τῇ μεγαλοπόλει διατριβὴν ἀποστρεφόμενος τοῖς ἰδίοις ἀγροῖς ἐμφιλοχωρῶν ἦν ταῖς τῶν παλαιῶν προσανέχων διόλου
[*](Ρ.) βίβλοις ἄλλων ὑπαναγινωσκόντων αὐτῷ. στερούμενος γὰρ φωτὸς ἑτέρων ἐχρᾶτο πρὸς τὴν ἀνάγνωσιν ὄμμασιν. ἀνὴρ δὲ οὗτος τοσοῦτος τὴν φύσιν ὡς καὶ μὴ ὁρῶν τὰ τοῖς ὁρῶσι δυστέκμαρτα ῥᾳδίως καταλαμβάνειν. πᾶσαν μὲν δὴ ἔκτοτε παιδείαν διελθὼν καὶ αὐτὴν δὴ τὴν περικλυτόν γεωμετρίαν, τὸ καινότατον, φιλοσόφων τινὶ ἐντυχὼν διὰ στερεῶν τούτῳ τὰ σχήματα παρέχειν ἐπέταττεν· ὁ δὲ τῇ τῶν χειρῶν ψηλαφήσει ἁπάντων τῶν τῆς γεωμετρίας θεωρημάτων τε καὶ σχημάτων ἔσχε κατάληψιν καθάπερ ἐκεῖνος ὁ
[*](Β) Δίδυμος, ὃς δι᾿ ὀξύτητα νοῦ καὶ ἄνευ ὀμμάτων καὶ γεωμετρίας εἰς ἄκρον ἐλήλυθεν, εἰ καὶ μετὰ τὴν γνῶσιν τούτων εἰς αἵρεσιν ἄτοπον συνηλάθη τὸν νοῦν ἐκτυφλωθεὶς ὑπὸ κενοδοξίας καθάπερ ὑπὸ πάθους τὰ ὄμματα. θαυμάζει μὲν οὖν ἅπας ταῦτα ἀκούων· ἐγὼ δὲ καὶ τεθέαμαι τὸν ἄνδρα καὶ τεθαύμακα καὶ περὶ τοιούτων λαλοῦντος ἀκήκοα· μηδ’ αὐτὴ δὲ τῶν τοιούτων παντάπασιν ἀμελέτητος οὖσα ἐπεγίνωσκον
[*](C) τοῦτον ἀκριβῆ τῶν θεωρημάτων γνῶσιν ἔχοντα. εἰ δὲ καὶ περὶ λόγους ἠσχόλητο, τῆς παλαιᾶς ὅμως κατὰ τοῦ αὐτοκράτορος οὐκ ἀφίστατο μήνιδος, ἀλλὰ τὸν τῆς τυραννίδος λογισμὸν ὑποτυφόμενον εἶχε διόλου. καὶ μέντοι καί τισιν αὖθις τοῦ ἀπορρήτου τούτου κεκοινώνηκε λογισμοῦ, ἀφ’ ὧν εἷς τις τὰ βεβουλευμένα προσελθὼν προσαγγέλλει τῷ αὐτοἐπανέστρεψεν
[*](2 ἐπανέστρεψεν 5 ἔσπευδεν καὶ 8 τῇ om 13 καταλαμβάνειν S : καταλαμβάνων 31 ῾ αν ἀπαγγέλλει ?' s) 55
[*](D) κράτορι. μεταπεμψάμενος δὲ τὸν Διογένην ἐπυνθάνετο περὶ ὧν τε βεβούλευται καὶ περὶ τῶν τῆς βουλῆς αὐτῷ κεκοινωνηκότων. καὶ ὃς ἅπαντα θᾶττον ἀνομολογήσας παραχρῆμα συμπαθείας ἠξίωτο.
[*](2 βουβούλευται sic F 3 πάντα)56
Ἐπεὶ δὲ τὴν ἐκκλησίαν ὥσπερ τι ῥεῦμα κακίας ὁ [*](p. 26 v.2) Νεῖλος ἐκεῖνος ἀπικλύζων πολὺν τὸν σάλον ταῖς τῶν ἁπάντων ἐνεποίει Ψυχαῖς μετ’ οὐ πολὺ τῆς τῶν τοῦ Ἰταλοῦ δογμάτων καθαιρέσεως ἀναφανεὶς καὶ πολλοὺς ταῖς δίναις τῆς αὐτοῦ κακοδοξίας ἐβύθισεν (ἀνὴρ δὲ οὗτος δεξιὸς μὲν τὴν ἀρετὴν ὑποκρίνασθαι οὐκ οἶδα μὲν ὅθεν, τέως δ’ οὖν τῇ μεγαλοπόλει ἐφοίτησε καὶ ἐγγωνιάζων Θεῷ μόνῳ δῆθεν καὶ ἑαυτῷ προσανεῖχε διὰ παντὸς ταῖς ἱεραῖς βίβλοις ἐνασχολούμενος, ἀμύητος δὲ πάσης Ἑλληνικῆς παιδείας ὢν καὶ μηδὲ [*](Β) καθηγητήν τινα ἐσχηκὼς ἀρχῆθεν τὸν ὑφαπλοῦντα τούτῳ τὸ τῆς θείας γραφῆς βάθος ἐνεκεκύφει μὲν τοῖς τῶν ἁρίων συγγράμμασιν, ἄγευστος δὲ πάσης παιδείας λογικῆς ὢν ἐπεπλάνητο περὶ τὸν νοῦν τῶν γραφῶν, οὐκ ἀγεννῆ δέ τινα χορὸν ὑποσυρόμενος ἐν μεγάλαις οἰκίαις εἰσέδυ διδάσκαλος αὐτοχειροτόνητος, τὸ μέν τι διὰ τὴν ἐπιφαινομένην αὐτῷ ἀρετὴν καὶ τὸ κατεσκληκὸς ἐκεῖνο ἦθος, τὸ δὲ καὶ διὰ τὴν ὑποκεκρυμμένως ἐμφαινομένην αὐτῷ τάχα γνῶσιν· ἔνθεν τοι καὶ τὴν καθ’ ὑπόστασιν ἕνωσιν τοῦ καθ’ ἡμᾶς ἀγνοήσας [*](C) μυστηρίου καὶ μήθ’ ὅ τι ἐστὶν ἕνωσις ἁπλῶς συνιέναι δυνάμενος μήθ’ ὅ τι ἐστὶν ὅλως ὑπόστασις εἰδὼς οὔτε διακεκριμένως ὑπόστασιν ἢ ἕνωσιν νοεῖν δυνάμενος μήτ’ αὐθις ἡνωμένως καθ’ ὑπόστασιν ἕνωσιν μήθ’ ὅπως ἐθεώθη τὸ πρόσλημμα παρὰ τῶν ἁγίων διδασκόμενος, πόρρω τοῦ ὄντος ἐξενεχθεὶς φύσει τοῦτο θεωθῆναι ἐδόξαζεν ἀπατώμενος), οὐδὲ τοῦτο διέλαθε τὸν αὐτοκράτορα· ἀλλ’ ὡς ᾔσθετο τὰ
57
περὶ τούτου ὀξύρροπον ἐπινοεῖ τὴν βοήθειαν καὶ τὸν ἄνδρα [*](D) μετακαλεσάμενος πολλὰ τοῦ θράσους καὶ τῆς ἀμαθίας ἐμέμφετο καὶ πολλὰ τοῦτον ἐλέγξας τήν τε καθ’ ὑπόστασιν ἕνωσιν τοῦ θεανθρώπου λόγου τρανῶς ἐδίδασκε καὶ τὸν τῆς ἀντιδόσεως τρόπον παρίστα καὶ ὅπως ἐθεώθη τὸ πρόσλημμα [*](P. 270) μετὰ τῆς ἄνωθεν ἐδίδασκε χάριτος. ὁ δὲ τῆς ἰδίας ψευδοδοξίας ἀπρὶξ εἴχετο καὶ πρὸς πᾶσαν κάκωσιν, στρέβλας τε καὶ δεσμὰ καὶ ξεσμοὺς σαρκὸς ἑτοιμότατος ἦν ἢ ἀποστῆναι τοῦ μὴ θεωθῆναι φύσει διδάσκειν τὸ πρόσλημμα. εἶχε δὲ τότε καὶ πολλοὺς τῶν Ἀρμενίων ἡ μεγαλόπολις, οἷς τῆς ἀσεβείας ὑπέκκαυμα ὁ Νεῖλος ἐκεῖνος ἐγίνετο· ἐντεῦθεν διαλέξεις τε συχναὶ πρὸς τὸν Τικράνην ἐκεῖνον καὶ τὸν Ἀρσάκην, οὓς ἐπί πλέον τὰ τοῦ Νείλου δόγματα πρὸς ἀσέβειαν [*](V. 214) ἠρέθιζε. τί τὸ ἐντεῦθεν; τὴν ἀσέβειαν πολλῶν ἐπινεμομένην [*](Β) ψυχὰς ὁρῶν ὁ αὐτοκράτωρ καὶ ἀλλήλοις τὰ τοῦ Νείλου καὶ τῶν Ἀρμενίων ἐπιπλεκόμενα καὶ ἁπανταχῇ τὸ φύσει θεωθῆναι τὸ πρόσλημμα λαμπρᾷ φωνῇ κηρυττόμενον ἀθετουμένας τε τὰς τῶν ἁγίων πατέρων περὶ τούτου γραφὰς καὶ τὴν καθ’ ὑπόστασιν ἕνωσιν ἀγνοουμένην σχεδόν, στῆσαι τὴν σφοδρὰν τοῦ κακοῦ ῥύμην βουληθεὶς τοὺς τῆς ἐκκλησίας λογάδας συναγαγὼν σύνοδον περὶ τούτους γενέσθαι κοινῇ συνεσκέψατο. καὶ παρῆν τηνικαῦτα ἅπαν τὸ τῶν ἀρχιερέων πλήρωμα καὶ αὐτὸς ὁ πατριάρχης Νικόλαος. καὶ ὁ Νεῖλος εἰς τὸ μέσον μετὰ τῶν Ἀρμενίων ἵστατο, καὶ τὰ τούτου ἀνεκαλύπτοντο [*](c) δόγματα, καὶ ὃς λαμπρᾷ τῇ φωνῇ ταῦτα ἐδίδασκε καὶ ἰσχυρῶς αὐτῶν διὰ πλειόνων ἀντείχετο. τί τὸ ἐντεῦθεν; ἡ σύνοδος, ἵνα πολλῶν ἀπαλλάξῃ ψυχὰς τῆς αὐτοῦ διδαχῆς, αἰωνίῳ τοῦτον καθυπέβαλεν ἀναθέματι καὶ τὴν καθ’ ὑπόστασιν ἕνωσιν κατὰ τὰς τῶν ἁγίων παραδόσεις ἐμφανέστερον ἀνεκήρυξε. μετὰ τοῦτον ἢ μᾶλλον εἰπεῖν σὺν τούτῳ καὶ ὁ Βλαχερνίτης δεδημοσίευτο ἀσεβῆ καὶ ἔκφυλα τῆς ἐκκλησίας φρονῶν, κἂν ἱερώμενος ἦν. Ἐνθουστρέβλας [*](7 C στρεβλὰ F 12 Τιγράνην? 22 συνεσκέψατο C συνεσκέψαντο F)
58
σιασταῖς γὰρ ὁμιλήσας καὶ τῆς τούτων λύμης μετασχὼν πολλούς τε ἐξαπατῶν καὶ μεγάλας τῶν ἐν τῇ μεγαλοπόλει οἰκίας ὑπορύττων καὶ παραδιδοὺς τὰ τῆς ἀσεβείας δόγματα,
[*](D) ἐπεὶ πολλὰ πολλάκις μεταπεμπόμενος καὶ διδασκόμενος παρὰ τοῦ αὐτοκράτορος οὐδ’ ὅλως τῆς οἰκείας κακοδοξίας ἀφίστατο, τῇ ἐκκλησίᾳ καὶ τοῦτον ὁ αὐτοκράτωρ παρέπεμψεν. οἱ δὲ ἐπὶ πλέον τοῦτον έξετάσαντες, ὡς ἀμετάθετον καὶ αὐτοὶ ἐγνώκεσαν, αὐτόν τε αἰωνίῳ ἀναθέματι καὶ τὰ τούτου δόγματα
[*](P.) καθυπέβαλον.
Οὕτω μὲν οὖν ὥσπερ τις ἀγαθὸς κυβερνήτης ὁ αὐτοκράτωρ τὰς ἀλλεπαλλήλους τῶν κυμάτων ὥσπερ διανηξάμενος καὶ πολλὴν ἀποκλυσάμενος ἅλμην τῆς οἰκουμένης καὶ τὰ κατὰ τὴν ἐκκλησίαν εὖ διαθέμενος ἐπ’ ἄλλα τινὰ πάλιν πελάγη πολέμων καὶ θορύβων ἐπάγεται. ἀεὶ γὰρ ἕτερον ἐφ’ ἑτέρῳ προσίστατο καὶ θάλασσά φασιν ἐπὶ θαλάσσῃ καὶ ποταμὸς κακῶν ἐπὶ ποταμῷ, ὡς μηδ’ ἀναπνεῖν ἐᾶν τὸ τοῦ λόγου τὸν βασιλέα μηδ’ ἐπιμύσαι τὰ βλέφαρα. κἂν ἡμεῖς σταγόνα μικράν, εἶπεν ἄν τις εἰκότως, [*](B) ἐκ τοῦ Ἀδριαντικοῦ πελάγους ἀνιμησάμεθα ὀλίγα τῶν ἐκεῖνο καιροῦ πεπραγμένων τῷ βασιλεῖ περιγράψαντες μᾶλλον ἢ γράψαντες, ἀλλ’ ἐκεῖνος ἀντέσχε πρὸς ἅπαντα κύματά τε καὶ κλύδωνας, ἕως τὴν τῆς βασιλείας ναῦν εἰς λιμένας ἀκλύστους ὁρμίσειε. καὶ τίς ἂν ἢ Δημοσθένους ἠχὼ ἢ ῥοῖζος Πολέμωνος ἢ Ὁμηρικαὶ πᾶσαι Μοῦσαι τὰ ἐκείνῳ κατωρθωμένα πρὸς ἀξίαν ὑμνήσειαν; ἐγὼ δ’ ἂν φαίην, οὐδ’ ἂν αὐτὸς Πλάτων οὐδ’ ἂν ξύμπασα στοὰ ἀκαδημία εἰς ταὐτὸ ξυνεληλυθυῖαι προσῆκον τῆς ψυχῆς ἐφιλοσόφησαν. μήπω γὰρ παυσαμένων τῶν χειμώνων [*](C) ἐκείνων καὶ τῶν πολυπλόκων πολέμων μηδὲ τοῦ κλύδωνος [*](V.) ἀφυβρίσαντος ἕτερος χειμὼν οὐδενὸς τῶν εἰρημένων ἐλάττων αὐτῷ ἐπεγείρεται. καὶ γὰρ ἄνθρωπός τις οὐ τῶν ἐπιφανῶν, ἀλλὰ τῆς κάτω τύχης ἐκ τοῦ χάρακος ὁρμώμενος τὸν τοῦ [*](10 κυβερνίτης F 15 ἐφ’ r: ὑφ’ F 20 περιγράψαντες r: παραγράψαντες F)
59
Διογένους υἱὸν ἑαυτὸν εἶναι ἔλεγε, κἀν ἐκεῖνος φθάσας ἀνῃρέθη, ὁπηνίκα τὸν μετὰ τῶν Τούρκων κατὰ τὴν Ἀντιόχειαν πόλεμον ὁ Κομνηνὸς Ἰσαάκιος καὶ αὐτάδελφος τοῦ αὐτοκράτορος συνεκρότησεν· ὅπως δὲ τῷ λεπτομερέστερον ἐθέλοντι μανθάνειν ἐξέσται ἀπὸ τῶν τοῦ κλεινοῦ Καίσαρος συγγραμμάτων
[*](D) διεντυχεῖν. παρὰ πολλῶν μὲν οὖν ἐπιστομιζόμενος ὁ τοιοῦτος ἐπαύετο οὐδαμῶς. καὶ γὰρ ἦλθε μὲν οὗτος ἐξ ἀνατολῆς πένης τε καὶ σισυροφορῶν, πανουργότατος δὲ ὢν καὶ τὸ ἦθος πολύτροπος περιενόστει τὴν πόλιν κατ’ οἴκους τε καὶ ῥυμοτομίας περὶ ἑαυτοῦ ὑψηλά τινα διαγγέλλων καὶ ὡς εἴη τοῦ προβεβασιλευκότος Διογένους υἱὸς Λέων ἐκεῖνος, ὃς κατὰ τὴν Ἀντιόχειαν ὑπὸ βέλους, ὡς εἴρηται, πληγεὶς
[*](P. 272) ἐτετελευτήκει. ἀναβιώσκων τοίνυν τὸν τεθνηκότα οὗτος ὁ ἀλαζὼν τοὔνομά τε ἐκείνου ἑαυτῷ περιετίθει καὶ φανερῶς ἐβασιλεία καὶ τοὺς κουφοτέρους ὑπήγετο. καὶ ἦν ἄρα καὶ τοῦτο τὸ δεινὸν ἐπιθήκη τῶν τοῦ βασιλέως συμφορῶν, ὥσπερ τι δρᾶμα ἐπιτραγῳδούσης αὐτῷ τῆς Τύχης τοῦτον τὸν κακοδαίμονα· καὶ ὥσπερ, οἶμαι, οἱ τρυφῶντες μετὰ τὸν κόρον ἐπιτραγηματίζονται τῶν μελιπήκτων τινὰ προσφερόμενοι, οὕτω δῆτα καὶ ἡ τῶν Ῥωμαίων Τύχη πολλοῖς ἐπορχησαμένη κακοῖς καὶ διακορὴς γεγονυῖα τοῖς τοιούτοις ψευδοβασιλεῦσι τὸν βασιλέα προσέπαιζεν. ὁ μέντοι αὐτοκράτωρ κατεφρόνει τῶν
[*](Β) λεγομένων παντάπασιν. ἐπεὶ δ’ ὁ χαρακηνὸς κἀν ταῖς ἀγυιαῖς κἀν ταῖς ἀμφόδοις ἐν παντὶ καιρῷ τοιαῦτα ληρῶν οὐκ ἐπαύετο, ἦλθε ταῦτα εἰς ἀκοὰς τῆς Ἀλεξίου τοῦ κρατοῦντος ἀδελφῆς Θεοδώρας καὶ ὁμεύνου τοῦ ἀναιρεθέντος ἐκεῖνον υἱοῦ τοῦ Διογένους. ἡ δὲ τοὺς λήρους ἐκείνους μὴ φέρουσα ἤχθετο. ἐπὶ τῇ σφαγῇ γὰρ τἀνδρὸς τὸν μονήρη βίον ἠλλάξατο τὸν ἀσκητικὸν ἀκριβέστατα μετεληλυθυῖα βίον καὶ Θεῷ μόνῳ προσανέχουσα. ὁ δὲ αὐτοκράτωρ, ἐπεὶ μετὰ δευτέραν καὶ τρίτην παραίνεσιν ὁ λῆρος ἐκεῖνος οὐχ ἡσύχαζεν, ἐς Χερσῶνα τοῦτον ἀποστείλας ἔμφρουρον εἶναι παρεκελεύδιεντνχόντι?
[*](6 διεντυχόντο?) 60
σατο. ἐκεῖσε δὲ παραγενόμενος, νυκτὸς ἀνερχόμενος διὰ τοῦ
[*](C) τείχους καὶ προκύπτων, τοῖς συνήθως φοιτῶσι Κομάνοις ἐμπορίας χάριν καὶ τοῦ τὰ πρὸς χρείαν ἐκεῖθεν κομίζεσθαι ἅπαξ καὶ δὶς ὁμιλήσας καὶ πίστεις δοὺς καὶ λαβὼν διὰ καλῳδίων νυκτὸς ἑαυτὸν δεσμήσας ἐχαλάσθη τοῦ τείχους. συμπαραλαβόντες δὲ τοῦτον οἱ Κόμανοι πρὸς τὴν ἰδίαν ἀπῄεσαν χώραν. συναυλιζόμενος δὲ τούτοις ἐφ’ ἱκανὸν ἐς τοσοῦτον συνήλασεν, ὡς καὶ βασιλέα αὐτὸν κατονομάζειν ἤδη. οἱ δὲ αἵμασιν ἀνθρώπων λαφύξαι ἱμειρόμενοι καὶ κρεῶν ἀνθρωπείων ἐμφορηθῆναι καὶ λείαν πολλὴν ἐκ τῆς ἡμεδαπῆς ἐπισυνάξαι, Πάτροκλον εὑρηκότες τοῦτον πρόφασιν κατὰ τῆς
[*](D) Ῥωμαίων πανστρατιᾷ χωρῆσαι ἐβουλεύοντο, ὡς δῆθεν τῷ πατρῴῳ τοῦτον ἐγκαθιδρῦσαι θρόνῳ. καὶ ἀπαιωρουμένην εἶχον τέως ταυτηνὶ τὴν βουλήν. οὐκ ἔλαθε ταῦτα τὸν αὐτοκράτορα.
[*](V. 2) ἔνθεν τοι καὶ τὰς δυνάμεις ὡς δυνατὸν ἐξώπλιζέ τε καὶ πρὸς τὴν τῶν βαρβάρων μάχην ἡτοιμάζετο. τὰ γὰρ τέμπη, ἅπερ κλεισούρας ἡ ἰδιῶτις οἶδε γλῶττα καλεῖν, ὡς ἔφαμεν, φθάσας ἤδη κατωχυρώσατο. καιροῦ δὲ παρεληλυθότος
[*](Ρ. 2) ἐπεὶ τὸ Παρίστριον τοὺς Κομάνους μετὰ τοῦ ψευδωνύμου καταλαβεῖν μεμαθήκοι, τοὺς τὰ πρῶτα τοῦ στρατιωτικοῦ συντάγματος φέροντας καὶ αὐτοὺς δὴ τοὺς καθ’ αἷμα καὶ ἐξ ἀγχιστείας αὐτῷ προσήκοντας συναγαγών, εἰ χρὴ κατ’ αὐτῶν ἐξιέναι ἐβουλεύετο. πάντες ·δὲ πρὸς τοῦτο αὐτὸν ἀπεῖργον. τοίνυν αὐτὸς ἑαυτῷ πιστεύειν οὐκ εἶχεν οὔτε μὴν τοῖς οἰκείοις ἤθελε λογισμοῖς χρήσασθαι, ἀλλὰ τὸ πᾶν τῷ Θεῷ ἀναθέμενος ἐξ ἐκείνου τὴν κρίσιν ᾐτεῖτο. τοιγαγοῦν ἅπαντας μετακαλεσάμενος τοῦ ἱερατικοῦ καὶ στρατιωτικοῦ καταλόγου εἰς τὴν τοῦ Θεοῦ μεγάλην ἐκκλησίαν ἑσπέρας
[*](Β) φοιτᾷ καὶ αὐτοῦ δὴ τοῦ πατριάρχου Νικολάου παρόντος. ἔφθασε γὰρ εἰς τὸν πατριαρχικὸν ἀναβεβηκέναι θρόνον ἐπινεμήσεως παριππευούσης ἑβδόμης ἔτους ABBREV μετὰ τὴν Εὐστρατίου τοῦ Γαριδᾶ παραίτησιν. ἐν δυσὶ δὲ πυκτίοις
[*](12 πανστρατιᾷ C πανστρατὶ Α πανστρατιᾶς F 24 ἀπεῖργον. τοίνυν (cf. I 92, 3. 122, 9) r : ἀπειργόντων F) 61
τὴν ἐπερώτησιν περὶ τοῦ, εἰ δεῖ ἐξεληλυθότα τοῖς Κομάνοις ἐπιθέσθαι ἢ μή, ἐνσημηνάμενος τῷ κορυφαίῳ πάντων παρεκελεύσατο καταθέσθαι εἰς τὴν ἱερὰν τράπεζαν. παννύχου δὲ τῆς ὑμνῳδίας τελουμένης κατὰ τὸ περίορθρον εἴσεισιν ὁ τεθεικώς καὶ ἀναλαμβάνεται τὸν χάρτην καὶ ἐξαγαγὼν καὶ
[*](C) λύσας ἐνώπιον πάντων ὑπανεγίνωσκε. τὸ ἐνδόσιμον οὖν ἐκεῖθεν ὥσπερ ἐκ θείας ὀμφῆς ὁ αὐτοκράτωρ λαβὼν ὅλος ἐγεγόνει τῆς ἐκστρατείας καὶ διὰ γραφῶν ἁπανταχόθεν ἀνεκαλεῖτο τὸ στράτευμα. καλῶς τοίνυν παρασκευασάμενος τῆς κατὰ τῶν Κομάνων ὁδοῦ εἴχετο. ἅπαν οὖν τὸ στράτευμα μετακαλεσάμενος καὶ καταλαβὼν τὴν Ἀγχίαλον τὸν μὲν ἔδιον γαμβρὸν Καίσαρα Νικηφόρον τὸν Μελισσηνὸν καὶ τὸν Παλαιολόγον Γεώργιον καὶ τὸν ἀδελφιδοῦν αὐτοῦ Ἰωάννην τὸν Ταρωνίτην μεταπεμψάμενος εἰς Βερόην ἐκπέμπει, ἐφ’ ᾧ ἐπαγρυπνεῖν καὶ ἀσφάλειαν αὐτῆς τε καὶ τῶν παρακειμένων αὐτῇ ποιεῖσθαι. τοὺς δέ γε λοιποὺς τῶν ἐκκρίτων διελὼν τὰ στρατεύματα καὶ ἡγεμόνας τούτων αὐτοὺς καταστήσας
[*](D) τὸν Δαβατηνόν, τὸν Εὐφορβηνὸν Γεώργιον καὶ Κωνσταντῖνον τὸν Οὐμπερτόπουλον εἰς φυλακὴν τῶν περὶ τὸν Ζυγὸν διακειμένων κλεισουρῶν ἐκπέπομφεν. ἐκεῖθεν δὲ τὴν Χορταρέαν καταλαβών (κλείσουρα δὲ τοῦ Ζυγοῦ ὀνομαζομένη) τὸν ὅλον περιῄει Ζυγὸν κατασκεπτόμενος, εἰ πάντα τὰ πρῴην παρ’ αὐτοῦ ἐντεταλμένα οἱ τὴν τούτων οἰκονομίαν ἀναδεξάμενοι τετελέκασι καὶ εἴ τι ἡμιτελὲς ἢ ἐνδέον ἐστί, καὶ τοῦτο ἐπανορθώσασθαι, ὡς μὴ ῥᾳδίως διὰ τούτων ἐξεῖναι τοῖς Κομάνοις διελθεῖν. πάντα γοῦν οἰκονομήσας κᾆθ’ οὕτως ἐκεῖθεν ὑποστρέψας περὶ τὴν Ἱερὰν καλουμένην λίμνην τὸν χάρακα ἐπήξατο τῆς Ἀγχιάλου ἀγχοῦ
[*](Ρ. 274) διακειμένην. νυκτὸς δὲ καταλαβόντος Πουδίλου τινὸς ἐκκρίτου τῶν Βλάχων καὶ τὴν τῶν Κομάνων διὰ τοῦ Δανούβεως διαπεραίωσιν ἀπαγγείλαντος, δέον ἔκρινεν αὐγαζούσης τῆς ἡμέρας μετακαλεσάμενος τοὺς ἐκκρίτους τῶν συγγενῶν τε
[*](13 αὐτῶ F 25 καὶ] κελεύων?) 62
καὶ ἡγεμόνων βουλεύσασθαι ὅ τι δεῖ ποιεῖν. ἐπεὶ δὲ εἰς τὴν Ἀγχίαλον πάντες παραγενέσθαι δεῖν ἔλεγον, παραχρῆμα τὸν μὲν Καντακουζηνὸν καὶ τὸν Τατίκιον εἰς τὰ καλούμενα Θερμὰ ἐξαπέστειλε μετὰ καί τινων ἐθνικῶν, τοῦ τε Σκαλιαρίου τοῦ Ἐλχὰν καὶ ἑτέρων τῶν ἐκκρίτων, ἐφ’ ᾧ τὴν φυλακὴν τῶν ἐκεῖσε ποιεῖσθαι μερῶν. αὐτὸς δὲ ἀπέρχεται εἰς Ἀγχίαλον.
[*](V. 2) ἐπεὶ δὲ πρὸς Ἀδριανούπολιν τὸ ὅρμημα τῶν Κομάνων μεμαθήκοι, μεταπεμψάμενος τοὺς ἐκκρίτους τῶν Ἀδριανουπολιτῶν ἅπαντας, ὧν ὑπερέχοντες ὅ τε κατακαλῶν ὁ Ταρχανειώτης
[*](Β) λεγόμενος καὶ Νικηφόρος ὁ υἱὸς τοῦ πάλαι τυραννήσαντος Βρυεννίου, καὶ αὐτὸς τυραννήσας καὶ τῶν ὀφθαλμῶν στερηθείς, τούτοις πολλὴν τὴν τοῦ κάστρου φυλακὴν ἐνετείλατο ποιεῖσθαι καὶ τῶν Κομάνων καταλαβόντων μὴ μετὰ μικροψυχίας τὸν μετ’ αὐτῶν συναίρειν πόλεμον, ἀλλὰ μετὰ σκοποῦ καὶ ἐκ διαστήματος τὰς κατ’ ἐκείνων βολὰς ποιεῖσθαι, τὰ δὲ πλεῖστα κεκλεισμένας τὰς πύλας ἔχειν, πολλὰς ὑποσχόμενος εὐεργεσίας, εἰ τὰ προστεταγμένα τηρήσαιεν. ταῦτα μὲν οὖν πρὸς τὸν Βρυέννιον καὶ τοὺς ἄλλους ὁ αὐτοκράτωρ παρεγγυησάμενος οἷον μετὰ χρηστῶν τῶν ἐλπίδων
[*](C) πρὸς Ἀδριανούπολιν ἐκπέπομφε. τῷ δέ γε κατακαλῶν τῷ Εὐφορβηνῷ Κωνσταντίνῳ διὰ γραμμάτων προσέταξεν ἀναλαβέσθαι τὸν καλούμενον Μοναστρᾶν (μιξοβάρβαρος δὲ ἀνὴρ πολλὴν τὴν περὶ τὰ στρατιωτικὰ ἐμπειρίαν κεκτημένος) καὶ Μιχαὴλ τὸν Ἀνεμᾶν μετὰ τῶν ὑπ’ αὐτοὺς τεταγμένων στρατιωτῶν, καὶ ἐπὰν τοὺς Κομάνους τὰς κλεισούρας διελθόντας μάθοιεν, παρέσπεσθαι ὄπισθεν αὐτῶν καὶ ἀξυμφανῶς αὐτῶν ἀποπειρᾶσθαι.
Τῶν γοῦν Κομάνων παρὰ τῶν Βλάχων τὰς διὰ τῶν κλεισουρῶν ἀτραποὺς μεμαθηκότων καὶ οὕτω τὸν Ζυγὸν ῥᾳδίως διεληλυθότων ἅμα τῷ τῇ Γολόῃ προσπελάσαι εὐθὺς [*](D) οἱ ἔποικοι ταύτης δεσμήσαντες τὸν τὴν φυλακὴν τοῦ κάστρου πεπιστευμένον παραδεδώκασι τοῖς Κομάνοις, αὐτοὶ δὲ εὐφηκατακουζηνὸν [*](3 F semper 5 ἐκκρίτων] . . . . . . οὗτοι ἔκκριτοι F 10 ὁ om F 11 Βρυενίου F semper)
63
μήσαντες ἄσμενοι τούτους ὑπεδέξαντο. ὁ δὲ κατακαλῶν Κωνσταντῖνος ἐναύλους τὰς τοῦ βασιλέως ὑποθημοσύνας ἔχων Κομάνοις ἐντυχὼν εἰς προνομὴν ἐξερχομένοις καὶ προσβαλὼν θαρσαλέως ζωγρίαν εὐθὺς ἐκ τούτων ἄγει εἰς ἑκατὸν ποσουμένους. τοῦτον ὁ βασιλεὺς ὑποδεξάμενος εὐθὺς τῷ τοῦ νωβελλισίμου τιμᾷ ἀξιώματι. κατασχόντας δὲ τὴν Γολόην τοὺς Κομάνους θεασάμενοι οἱ τῶν παρακειμένων πόλεων ἔποικοι, Δαμπόλεώς τε καὶ τῶν λοιπῶν, προσεληλυθότες αὐτοὺς ἄσμενοι ὑπεδέχοντο καὶ παρεδίδουν τὰς πόλεις ἐπευφήμουν
[*](P. 275) τε τὸν ψευδώνυμον Διογένην. ὃς μετὰ τὸ πάντων ἐγκρατὴς γενέσθαι ἀναλαβόμενος ἅπαν τὸ Κομανικὸν στράτευμα καταλαμβάνει τὴν Ἀγχίαλον ἀποπειρᾶσθαι τάχα βουλόμενος τῶν ταύτης τειχῶν. ὁ δὲ βασιλεὺς ἐντὸς ὢν καὶ πολλὴν ἐμπειρίαν περὶ τὰ στρατιωτικὰ ἐκ νηπίου κεκτημένος, ἐπεὶ τὴν τοῦ τόπου θέσιν διέγνω τοὺς μὲν Κομάνους ἀπείργουσαν τῆς ὁρμῆς, ὀχύρωμα δὲ τοῦ τείχους οὖσαν, διελὼν τὰς δυνάμεις καὶ τὰς πύλας ἀναπετάσας τοῦ κάστρου ἔξωθεν τούτους συνησπικότας ἰλαδὸν κατέστησε, περὶ δὲ
[*](Β) τὸ ἄκρον τῆς Κομανικῆς παρατάξεως * ἐγκεκραγότος μέρους τῆς Ῥωμαϊκῆς φάλαγγος * ἐτρέψαντο μέχρις αὐτῆς θαλάττης διώξαντες. τοῦτο ὁ αὐτοκράτωρ θεασάμενος καὶ πρὸς τοσαῦτα πλήθη μὴ ἐξαρκούσας ἔχων δυνάμεις μήτε ἀντικαταστῆναι δυνάμενος ἐκέλευσε τοῦ λοιποῦ συνησπικότας ἅπαντας ἵστασθαι καὶ μηδένα προθέειν τῆς παρατάξεως. οἱ δὲ Κόμανοι παραταξάμενοι ἵσταντο καὶ αὐτοὶ προμετώπιοι τῆς Ῥωμαϊκῆς φάλαγγος, μὴ προσβάλλοντες δὲ ὅμως μηδὲ αὐτοί.
[*](V. 218) τοῦτο δὲ ἐτελεῖτο ἐπὶ τρισὶν ἡμέραις ἐκ πρωίας μέχρις ἑσπέρας,
[*](C) τῆς τε τοῦ τόπου θέσεως ἀπειργούσης τούτους ἐθέλοντας μάχεσθαι καὶ τοῦ μηδένα τῆς Ῥωμαϊκῆς φάλαγγος προεκτρέχειν κατ᾿ αὐτῶν. τὸ δὲ κάστρον ἡ Ἀγχίαλος τοιαύτης ἔτυχε θέσεως. δεξιόθεν μὲν τὴν Ποντηρὰν εἶχε θάλασσαν, ἐξ εὐωνύμου δὲ τραχύν τινα τόπον καὶ δύσβατον καὶ ὑπάμπελον
[*](3 Κομάνοις . . . ἐξερχομένοις r: κομάνους . . . ἐξερχομένους F 9 αὐτοὺς C αὐτὸν F 19 lacunas hic et postea signavi) 64
καὶ τοῖς ἱππόταις εὔοδον τὸν δρόμον μὴ παρέχοντα. τί τὸ ἐπὶ τούτοις; τὴν τοῦ βασιλέως θεασάμενοι καρτερίαν οἱ βάρβαροι καὶ τὰ βεβουλευμένα ἀπηλπικότες ἐφ᾿ ἑτέραν ἀτραπὸν τὴν πρὸς Ἀδριανούπολιν ἐτράποντο, ἐξαπατῶντος αὐτοὺς τοῦ ψευδωνύμου καὶ λέγοντος ὡς “ὁπηνίκα με τὴν Ἀδριανούπολιν καταλαβόντα ὁ Βρυέννιος Νικηφόρος ἀκούσει, ἀνοίξας τὰς
[*](D) πύλας μετὰ περιχαρείας ὑποδέξεται χρήματά τε παρέξει καὶ παντοίας φιλοφροσύνης ἀξιώσειε. κἀν γὰρ μὴ ἐκ φύσεως, ἀλλά γε ἐκ προαιρέσεως τὴν πρὸς τὸν ἐμὸν πατέρα ἀδελφικὴν ἔσχε διάθεσιν. ἐπὰν δὲ τὸ κάστρον ἡμῖν παραδοθῇ, οὕτω τῆς ἐπὶ τὰ ἔμπροσθεν καὶ πρὸς τὴν βασιλεύουσαν φερούσης ἁψόμεθα.” θεῖον δὲ τὸν Βρυέννιον ὠνόμαζε παράκουσμά τι ἔχων ἀληθοῦς ὑποθέσεως. καὶ γὰρ ὁ πάλαι βεβασιλευκὼς Ῥωμανὸς ὁ Διογένης ἄνδρα τουτονὶ τὸν Βρυέννιον γινώσκων φρονήσει τε ὑπερέχοντα ἁπάντων τῶν τότε εὐθῆ
[*](P.) τε τὴν γνώμην καὶ ἐπαληθεύοντα ὡς ἐπίπαν ἐν λόγοις καὶ πράξεσι τοῦτον ἀκριβῶς ἐπιστάμενος ἀδελφὸν εἰσποιήσασθαι ἠβουλήθη. καὶ δὴ καὶ τὸ ἔργον τετέλεστο ἀμφοῖν τούτου συνδόξαντος. ἀλλὰ ταῦτα μὲν ἀληθῆ καὶ παρὰ πάντων οὕτω γινώσκεται, ὁ δέ γε ψευδώνυμος τοσοῦτον ἀπηναισχύντησεν, ὡς καὶ θεῖον ἐπ’ ἀληθείας τοῦτον κατονομάζειν. οὕτω μὲν οὖν τὰ τοῦ ψευδωνύμου τεχνάσματα· οἱ δὲ Κόμανοι ὡς βάρβαροι τὸ κοῦφον καὶ εὐμετάβλητον ὡς φυσικόν τι παρακολούθημα κεκτημένοι πείθονται τοῖς αὐτοῦ λόγοις καὶ καταλαβόντες τὴν Ἀδριανούπολιν ἔξωθεν τῆς πόλεως ταύτης
[*](B) ηὐλίσαντο. ἐπὶ δὲ τεσσαράκοντα καὶ ὀκτὼ ἡμέραις καθ’ ἑκάστην πολέμων συγκροτουμένων (καὶ γὰρ οἱ πρὸς πόλεμον σφαδάζοντες καθ’ ἡμέραν ἐξερχόμενοι πολέμους συχνοὺς μετὰ τῶν βαρβάρων συνεκρότουν) Νικηφόρος ὁ Βρυέννιος, ἐπεὶ κάτωθεν παρὰ τοῦ ψευδωνύμου ἐζητεῖτο, πυργόθεν προκύψας, ὅσα γε ἀπὸ τῆς φωνῆς τοῦ ἀνδρὸς τεκμαιρόμενος ἔλεγε μήτε υἱὸν αὐτὸν ἐπιγινώσκειν Ῥωμανοῦ τοῦ Διογένους, τοῦ ἐκ προαιρέσεως ἀδελφοῦ αὐτοῦ χρηματίὡς
[*](C) [*](23 posterius om F) 65
σαντος, ὡς εἴρηται, ὁποῖα φιλεῖ πολλάκις γίνεσθαι, καὶ ὅτι ὁ ἐπ᾿ ἀληθείᾳ υἱὸς αὐτοῦ εἰς Ἀντιόχειαν ἀνῃρέθη. ταῦτα εἰπὼν μετ’ αἰσχύνης τὸν ὑποκριτὴν ἀπεπέμψατο. ἐπεὶ δὲ οἱ ἐντὸς παρεκτεινομένου τοῦ καιροῦ ἐστενοῦντο ἤδη, διὰ γραφῆς ᾐτήσαντο βοήθειαν παρὰ τοῦ αὐτοκράτορος. ὁ δὲ παρευθὺ παρακελεύεται Κωνσταντίνῳ τῷ Εὐφορβηνῷ ἀποχρῶσαν ἀποδιελέσθαι δύναμιν τῶν ὑπ’ αὐτὸν κομητῶν καὶ διὰ νυκτὸς μετ᾿ αὐτῶν εἰς Ἀδριανούπολιν διὰ τοῦ
[*](P. 219) τῶν Καλαθάδων εἰσελθεῖν. καὶ ὁ κατακαλῶν παραχρῆμα
[*](D) τῆς πρὸς τὴν Ὀρεστιάδα φερούσης εἴχετο μετ᾿ ἀγαθῶν τῶν ἐλπίδων λήσεσθαι τοὺς Κομάνους οἰόμενος. ἀλλὰ διημάρτανε τοῦ σκοποῦ. αἰσθόμενοι γὰρ τούτου πολλαπλάσιοι τηνικαῦτα ἐξιππασάμενοι καὶ προσβαλόντες ἀπώσαντο τε εἰς τοὐπίσω καὶ ὀξέως ἐδίωκον. ὁπηνίκα καὶ ὁ τούτου υἱὸς Νικηφόρος καὶ ἐμὸς ἐν ὑστέροις χρηματίσας γαμβρὸς ἐπὶ τῇ μετ’ ἐμὲ ἀδελφῇ τῇ πορφυρογεννήτῳ Μαρίᾳ δόρυ μακρὸν ἐναγκαλισάμενος καὶ συναντήσας ἐξ ὑποστροφῆς τὸν διώκοντα αὐτὸν Σκύθην πλήττει κατὰ τὸ στέρνον, ὁ δ’ εὐθὺς νεκρὸς ἔκειτο. οἶδε γὰρ ἐπ’ ἀληθείᾳ δόρυ κραδαίνειν καὶ ἀσπίδι περιφράττεσθαι·
[*](V. 277) καὶ ἱππαζόμενον ἄν τις αὐτὸν ἐθεάσατο, οὐ Ῥωμαῖον εἴκασεν εἶναι, ἀλλὰ Νορμανόθεν ἥκειν· θαῦμα γὰρ ἦν νεανίσκος ἐκεῖνος ἐξιππαζόμενος καὶ ὄντως φιλοτίμημα φύσεως· τὴν πρὸς Θεὸν εὐσέβειαν πολύς, τὰ πρὸς ἀνθρώπους ἡδὺς καὶ μειλίχιος. οὔπω τεσσαράκοντα πρὸς ταῖς ὀκτὼ διῆλθον ἡμέραι, καὶ παρακελευσαμένου Νικηφόρου τοῦ Βρυεννίου ἐν ἐκείνῳ γὰρ ἡ πᾶσα ἐξουσία τῆς Ἀδριανουπόλεως ἦν) τὰς πύλας ἀθρόον ἀναπετάσαντες ἐξῆλθον κατὰ τῶν Κομάνων γενναῖοι στρατιῶται. καὶ πολέμου καρτεροῦ συρραγέντος πίπτουσι μὲν ἱκανοὶ τῶν Ῥωμαίων γενναίως ἀγωνιζόμενοι
[*](Β) καὶ τῆς ἑαυτῶν ζωῆς ἀφειδήσαντες, πλείους δὲ κτείνουσιν. ὁπηνίκα καὶ Μαριανὸς ὁ Μαυροκατακαλὼν τοῦ Τογορτὰκ καταστοχασάμενος ἡγεμὼν δὲ οὗτος ὑπερέχων τῆς τῶν Κομάνων στρατιᾶς), δόρυ μακρὸν ἐναγκαλισάμενος ὅλας
[*](32 Τογορτὰκ r: τογορτὰν F τογορτοῦ C) 66
τε τῷ ἵππῳ δοὺς τάς ἡνίας εὐθὺ κατ’ αὐτοῦ ἤλαυνε καὶ μικροῦ ἂν τοῦτον ἀνεῖλεν, εἰ μὴ προφθάσαντες οἱ περὶ αὐτόν τυχόντες Κόμανοι τοῦτον ἐξείλοντο, μικροῦ καὶ τὸν Μαριανὸν ἀποκτείναντες. οὗτος δὲ ὁ Μαριανός, κἂν νέος τὴν ἡλικίαν ἦν καὶ ἐς μείρακας ἄρτι παραγγέλλων, ἀλλὰ πολλάκις τῶν τῆς Ὀρεστιάδος πυλῶν ἐξερχόμενος μετὰ τῶν Κομάνων ἐμάχετο καὶ τοσαυτάκις πλήττων ἢ καὶ κτείνων νικητὴς ἀνθυπέστρεφεν. ἦν γὰρ ὡς ἀληθῶς μαχητὴς γενναιότατος,
[*](C) καθάπερ τινὰ κλῆρον πατρῷον τὴν ἀνδρείαν κληρωσάμενος ἐκ γενναιοτάτων ἀνδρῶν γενναιότερος παῖς γεννηθείς. ἐξ ὑπογύου δὲ τοῦ θανάτου ῥυσθείς, ἀναζέσας τῷ θυμῷ κατὰ τοῦ Ψευδοδιογένους ἐχώρησε πέραθεν παρὰ τῷ χείλει τοῦ ποταμοῦ καὶ αὐτοῦ ἱσταμένου, ὅπου ὁ Μαριανὸς μετὰ τῶν βαρβάρων ἐμάχετο, καὶ θεασάμενος ἐρυθροφοροῦντα καὶ βασιλικῶς ἐσταλμένον καὶ τοὺς περὶ αὐτὸν σκεδασθέντας, ἀνατείνας τηνικαῦτα τὴν μάστιγα ἔπαιε τοῦτον κατὰ κεφαλῆς ἀφειδῶς ψευδώνυμον ἀποκαλῶν βασιλέα.
Ὁ δὲ βασιλεὺς τὴν περὶ τὴν Ἀδριανούπολιν καρτερίαν τῶν Κομάνων μανθάνων καὶ τοὺς συχνοὺς ἐκεῖσε πολέμους [*](D) δέον ἔκρινε καὶ αὐτὸς ἐξ Ἀγχιάλου κεῖθι παραγενέσθαι. μεταπεμψάμενος οὖν τοὺς ἐκκρίτους τῶν ἡγεμόνων καὶ προέχοντας τοῦ λαοῦ ἐβουλεύετο, τί ἂν ποιήσειεν. εἰσελθὼν δέ τις ἀνὴρ Ἀλακασεὺς ὀνομαζόμενος ἴφη “ὁ ἐμὸς πατὴρ συνήθης πάλαι τῷ τοῦ ψευδωνύμου πατρὶ ἔτυχεν ὤν. ἔγωγε τοίνυν ἀπελθὼν καὶ εἰς ‘ὲν τῶν πολιχνίων εἰσαγαγὼν αὐτὸν κατασχήσω.” ἐζητεῖτο οὖν τηνικαῦτα ὁ τρόπος τῆς τοῦ τοιούτου ἔργου μεταχειρίσεως. ὁ δὲ τὸν ἐπὶ Κύρου Ζώπυρον [*](v.) μιμησάμενος τὸν ἐκείνου τρόπον ὑπέθετο πρὸς τὸν [*](P. (??)) αὐτοκράτορα· αἰκίσασθαι γὰρ ἑαυτὸν ἐπηγγείλατο καὶ τὸν πώγωνα καὶ τὰς τρίχας ἀποκερεῖν καὶ εἰς ἐκεῖνον φοιτῆσαι ὡς δῆθεν ταῦτα παρὰ τοῦ αὐτοκράτορος πεπονθώς. ταῦτ’ οὐκ εἶπε μέν, οὐκ εἰργάσατο δέ, οὐδ’ ἐπηγγείλατο μέν, εἰς ἔργον δὲ τὴν ἐπαγγελίαν οὐκ ἤγαγεν, ἀλλ’ ἅμα τε ὁ βασιλεὺς [*](26 κατασχήσω r: κατάσχω F)
67
ἐπῄνει τὴν συμβουλὴν καὶ ὁ Ἀλακασεὺς ἐν χρῷ τε κουρίας ἐγίνετο καὶ τὰς σάρκας κατῄκιστο καὶ πρὸς τὸν ἐπίπλαστον Διογένην ἐκεῖνον ἐφοίτησε. καὶ τά τε ἄλλα καὶ τὴν παλαιὰν ὑπέμνησε φιλίαν καὶ ὡς “πολλὰ δεινὰ παρὰ τοῦ αὐτοκράτορος
[*](B) πεπονθὼς Ἀλεξίου ἥκω πρὸς σὲ θαρρήσας” ἔλεγεν “ἐπὶ τῇ πάλαι τοὐμοῦ πατρὸς πρὸς τὴν σὴν βασιλείαν γνησιότητι ἐφ’ ᾧ συνάρασθαί σοι πρὸς τὸ προκείμενον”. ἐχρῆτο γὰρ καὶ τοιούτοις ὀνόμασι κολακευτικοῖς, ἵνα πλέον αὐτὸν ἐφελκύσηται. καὶ ἵνα πλατύτερον τὰ κατ᾿ αὐτὸν διηγήσωμαι, λαβὼν τὸ ἐνδόσιμον παρὰ τοῦ αὐτοκράτορος Ἀλεξίου καὶ γραφὰς ὡσαύτως παραδηλούσας πρὸς τὸν τὴν φυλακὴν πολιχνίου τινὸς Πούτζης ὠνομασμένου πεπιστευμένον ὡς “πᾶν, ὅπερ ἂν ὁ παρών σοι ὑπόθηται, ποίησον ἀδιστάκτως ὑπακούσας αὐτοῦ” (ἐκεῖσε γὰρ ὁ βασιλεὺς καλῶς
[*](C) τοὺς Κομάνους καταλαβεῖν ἀπὸ Ἀδριανουπόλεως ἀπάραντας), τούτων οὕτως οἰκονομηθέντων προσηκάμενος ὁ Ἀλακασεύς, καθάπερ εἴπομεν, τὴν ἐν χρῷ κουρείαν πρόσεισι τῷ ψευδωνύμῳ λέγων “διὰ σὲ πολλὰ δεινὰ πέπονθα, διὰ σὲ ὑβρίσθην καὶ σιδηρόδετος γέγονα, διὰ σὲ καθείρχθην ἐπὶ πολλαῖς ἤδη ἡμέραις, ἐξ ὅτου τῶν Ῥωμαϊκῶν ὁρίων ἐπέβης, αὐτὸς ὕποπτος διὰ τὴν τοῦ ἐμοῦ πατρὸς πρὸς σὲ φιλίαν δόξας τῷ αὐτοκράτορι. λαθὼν οὖν αὐτὸς σοὶ τῷ ἐμῷ δεσπότῃ προσπέφευγα ἐμαυτόν τε τῶν δεσμῶν ἐλευθερώσας καὶ σοὶ τὰ συνοίσοντα ὑποθέμενος.” ὁ δὲ καλῶς τοῦτον ἀποδεξάμενος ἐπυνθάνετο, ὅ τι δεῖ ποιεῖν ἐφ’ ᾧ τὰ κατὰ σκοπὸν πληρῶσαι. καὶ ὃς “ὁρᾶς τουτὶ τὸ πολίχνιον καὶ τὴν εὐρεῖαν
[*](D) ταύτην πεδιάδα ἀποχρῶσαν πρὸς νομὰς τῶν ἵππων ἐφ’ ἡμέραις, ἐφ’ ὅσαις βούλει διαναπαῦσαι σαυτόν τε καὶ τὸ σὸν στράτευμα; χρὴ οὖν μὴ περαιτέρω τέως ἡμᾶς προβαίνειν, ἀλλ’ ἐνταῦθα προσκαρτερῆσαι μικρὸν ἐφ’ ᾧ καὶ σὲ ἀνακτήσασθαι τὸ πολίχνιον τοῦτο κατασχόντα καὶ τοὺς Κομάνους ἐξελθόντας τὰ πρὸς χρείαν κομίσασθαι καὶ οὕτω τῆς πρὸς τὴν βασιλεύουσαν ἅψασθαι. καὶ εἰ ἀρεστὸν δοκεῖ σοι, τὸν τοῦ πολιχνίου φύλακα πάλαι ὅλον ἐμὸν ὄντα θεάσομαι τε
68
καὶ ἀμαχητὶ παρασκευάσω παραδοῦναί σοι τοῦτο.’’ ἤρεσεν ὁ σκοπὸς οὑτοσὶ τῷ Διογένει. διὰ τῆς νυκτὸς δὲ τὴν βασιλικὴν δεσμήσας γραφὴν ὁ Ἀλακασεὺς πέμπει διὰ βέλους ἐντὸς τοῦ κάστρου· ἣν ὑπαναγνοὺς ὁ τοῦτο φυλάσσων παρεσκευάσθη πρὸς τὸ δοῦναι τὸ εἰρημένον πολίχνιον. πρωΐας δὲ ὁ μὲν Ἀλακασεὺς πρῶτος ταῖς πύλαις προσπελάσας ὁμιλεῖν
[*](P. 2) ὑπεκρίνατο τῷ φύλακι, πρότερον σημεῖον δοὺς τῷ Διογένει, ἵν᾿, ὁπηνίκα τοῦτο θεάσοιτο, εὐθὺ τοῦ κάστρου χωρήσειεν. ἐφ’ ἱκανὸν δὲ προσποιουμένου τὴν μετὰ τοῦ φύλακος ὁμιλίαν καὶ ὅπερ φθάσας δεδώκει τῷ ψευδωνύμῳ ποιήσαντος σημεῖον, καθὼς ὁ Διογένης τοῦτ᾿ ἐθεάσατο, τινὰς ἀναλαβόμενος στρατιώτας οὐ πάνυ πολλοὺς θαρσαλέως εἴσεισι. περιχαρῶς δὲ τῶν ἐντὸς ὑποδεξαμένων αὐτὸν καὶ τοῦ φρουροῦντος τὴν Ποῦτζαν ἐπὶ τὸ βαλανεῖον αὐτὸν προκαλουμένου συνωθούμενός τε ἐπὶ τοῦτο καὶ παρὰ τοῦ Ἀλακασέως πείθεται
[*](Β) τούτοις εὐθύς. εἶτα δαψιλῆ τράπεζαν αὐτῷ τε καἰ τοῖς μετ’
[*](V.) αὐτοῦ Κομάνοις παρέθεντο. οἱ δὲ πάντες ὁμοῦ ἱκανῶς εὐωχηθέντες πλησθέντες τε οἴνου, ὃν ἐξ ἐμπεπλησμένων ἀσκῶν ἀπερρόφησαν, ἔκειντο ῥέγχοντες. περιελθόντες δὲ εὐθὺς αὐτός τε ὁ Ἀλακασεὺς καὶ ὁ φύλαξ μετά τινων ἑτέρων τούς τε ἵππους ἀφελόμενοι καὶ τὰ ὅπλα αὐτὸν μὲν αὐτοῦ που καταλιμπάνουσι ῥέγχοντα, τοὺς δ᾿ ὑπ᾿ αὐτὸν ἀναιρήσαντες ἐν διώρυξι τισιν εὐθέως ἀπέρριψαν ὥσπερ εἴς τινας τάφους αὐτοφυεῖς. ο δὲ κατακαλῶν παρεπόμενος τῷ Κομανικῷ στρατεύματι κατὰ τὰς τοῦ βασιλέως ὑποθημοσύνας, ἐπεὶ ἐκεῖνον μὲν ἐντὸς εἰσελθόντα τοῦ κάστρου ἐθεάσατο, τοὺς
[*](C) δέ γε Κομάνους εἰς προνομὴν διασκεδασθέντας, ἀπελθὼν τὸν χάρακα ἐπήξατο ἀγχοῦ που τῆς πόλεως, ἣν φθάσαντες ὠνομάσαμεν. ὁ δὲ Ἀλακασεὺς τῶν Κομάνων ἁπανταχοῦ διασπαρέντων οὐκ ἐθάρρησε δηλῶσαι περὶ τούτου τῷ αὐτοκράτορι, ἀλλὰ ἀναλαβόμενος τοῦτον τὴν κατευθὺ Τζουρουλοῦ ἤλαυνεν ὡς πρὸς τὴν βασιλεύουσαν ἀπερχόμενος. μεμαθηκυῖα δὲ τοῦτο ἡ τοῦ βασιλέως μήτηρ καὶ δέσποινα περὶ τὰ βασίλεια ἐνδιατρίβουσα εὐθὺς τὸν δρουγγάριον τοῦ στόλου
69
Κυμινειανὸν τὸν ἐκτομίαν Εὐστάθιον διὰ τάχους ἀπέστειλεν ἐφ’ ᾧ τὸν τοιοῦτον παραλαβεῖν καὶ εἰσαγαγεῖν εἰς τὴν μεγαλόπλιν.
[*](D) ὁ δὲ ἔχων μεθ’ ἑαυτοῦ Τοῦρκόν τινα Καμύρην ὀνομαζόμενον εἰς τὴν τούτου ἐκτύφλωσιν τῷ τοιούτῳ ἐχρήσατο. ὁ δὲ αὐτοκράτωρ ἔτι εἰς Ἀγχίαλον ἐγκαρτερῶν, μεμαθηκὼς τὸν ἐπὶ τῇ προνομῇ τῶν παρακειμένων χωρῶν σκεδασμὸν τῶν Κομάνων, ἀπάρας ἐκεῖθεν καταλαμβάνει τὴν μικρὰν Νίκαιαν. ὡς δὲ μεμαθήκοι, ὅτι ὁ Κιτζῆς, ἡγεμὼν δὲ οὗτος εἰς τῶν τοῦ Κομανικοῦ στρατεύματος, ἀναλαβόμενος Κομάνους ποσουμένους εἰς δώδεκα χιλιάδας καὶ εἰς προνομὴν τούτους διασπείρας λείαν τε πολλὴν συναγαγὼν τὸν αὐχένα τοῦ Ταυροκώμου κατείληφε, τὰς ὑπ᾿ αὐτὸν ἀναλαβόμενος δυνάμεις κατελθὼν παρὰ τῷ χείλει εἱστήκει τοῦ ποταμοῦ τοῦ κατὰ τὴν πεδιάδα τὴν κάτωθεν τοῦ τοιούτου αὐχένος διακειμένην ῥέοντος. τόπος δὲ οὗτος πλήρης χαμαιδρύων
[*](280) καὶ ἀρτιφυῶν δένδρων. ἐκεῖσε γοῦν τὰς δυνάμεις καταστησάμενος ἀπόμοιραν Τούρκων ἱκανὴν ἀποτεμόμενος τῆς τοξείας ἐκκρίτους εἰδήμονας κατὰ τῶν Κομάνων ἐπαφίησιν, ὥστε τὸν μετ’ αὐτῶν συναραμένους πόλεμον καὶ ἱππασίας τινὰς ποιησαμένους ἐπισπάσασθαι τούτους πρὸς τὸ πρανές. οἱ δὲ Κόμανοι προσβαλόντες τούτοις ἐδίωκον ἀκρατῶς μέχρι τῆς Ῥωμαϊκῆς φάλαγγος· εἶτα μικρὸν τοὺς ἵππους ἀνασειράσαντες καὶ κατὰ τῆς Ῥωμαϊκῆς ἐξορμῆσαι φάλαγγος ἡτοιμάζοντο καθιστῶντες τὰς παρατάξεις. ἐπεὶ δὲ Κομανὸν τινα ἀγέρωχον ἱππότην τῆς φάλαγγος προπηδήσαντα ὁ αὐτοκράτωρ ἐθεάσατο καὶ τὰς παρατάξεις παραθέοντα καὶ μονονοὺ
[*](B) τὸν μετ’ αὐτοῦ μαχεσόμενον ἀναζητεῖν ἐοικότα, οὐκ ἔφερεν οὔτε τὸ δεξιὸν καρτερεῖν οὔτε τὸ εὐώνυμον κέρας, ἀλλ’ αὐτὸς πρὸ πάντων ὅλας τὰς ἡνίας χαλάσας τὸν ἀναζητοῦντα τὸν πόλεμον βάρβαρον πρώτως παίει διὰ τοῦ δόρατος καὶ ἀμφὶ στήθεσι διαμπερὲς ἐλάσας τὸ ξίφος τοῦ ἵππου κατέβαλε κατὰ ταυτηνὶ τὴν ἡμέραν στρατιώτην μᾶλλον
[*](1 κυμινιανὸν C 30 πρῶτος F) 70
ἢ στρατηγὸν ἑαυτὸν ἀποδείξας. μέγα τοίνυν ·ταῖς Ῥωμαϊκαῖς παραυτίκα θάρσος ἐμβαλὼν παρατάξεσιν, οὐχ ἥσσονα δὲ τοῖς Σκύθαις φόβον, ὡς πύργος τούτοις προσβαλὼν διεῖλε τὸ στράτευμα. οὕτω γοῦν τῆς ὁμαιχμίας τῶν βαρβάρων διασπασθείσης
[*](V. 2) διασπαρέντες ἁπανταχῇ ἔφευγον ἀκρατῶς. Κόμανοι
[*](C) μὲν οὖν τηνικαῦτα πίπτουσιν ὡσεὶ χιλιάδς ἑπτά, ἄγονται δὲ καὶ ζωγρίᾳ τρισχίλιοι. τὴν μέντοι λείαν ἅπασαν ἀφελόμενοι οἱ τοῦ Ῥωμαϊκοῦ στρατεύματος οὐ συνεχωρήθησαν παρὰ τοῦ αὐτοκράτορος κατὰ τὸ εἰωθὸς ταύτην ἐπιμοιράσασθαι, καθὸ ἐξ ὑπογύου τῶν παρακειμένων χωρῶν ἐσκυλεύθη, ἀλλὰ δοθῆναι τοῖς ἐποίκοις. τοῦ γοῦν βασιλικοῦ προστάγματος πτηνοῦ δίκην εἰς ἅπασαν τὴν περίχωρον διαδεδραμηκότος ἕκαστος τῶν σκυλευθέντων παραγενόμενος ἐπιγινώσκων τὸ ἴδιον ἀνελαμβάνετο. στερνοτυποῦντες οὖν καὶ χεῖρας ἱκέτιδας εἰς οὐρανὸν αἴροντες τῷ αὐτοκράτορι τὰ λῴονα ἐπηύχοντό. καὶ ἦν ἀκούειν φωνὴν σύμμικτον ἀνδρῶν
[*](D) τε καὶ γυναικῶν μέχρις αὐτῆς σεληνιακῆς σφαίρας φθάνουσαν. ἀλλὰ ταῦτα μὲν οὕτω· ὁ δέ γε αὐτοκράτωρ χαίρων τὰς δυνάμεις ἀνακτησάμενος εἰς τὴν εἰρημένην μικρὰν Νίκαιαν αὖθις ἐπαναζεύγνυσιν. ἐκεῖσε γοῦν ἐπὶ δυσὶν ἡμέραις ἐγκαρτερήσας τριταῖος ἐκεῖθεν ἐξελθὼν καταλαμβάνει τὴν Ἀδριανούπολιν περὶ τὴν οἰκίαν τοῦ Σιλβέστρου ἱκανὰς ἐνδιατρίψας ἡμέρας. τῶν γοῦν Κομάνων οἱ ΄λογάδες ἅπαντες ἀποκριθέντες τοῦ λοιποῦ στρατεύματος βουληθέντες τοῦτον ἀπατῆσαι προσέρχονται τούτῳ ὡς αὐτόμολοι σπείσασθαι τάχα
[*](P. 28) μετ᾿ αὐτοῦ προσποιούμενοι, ἵνα τριβομένου τοῦ μετ’ εἰρήνης καιροῦ προχωροίη τὸ Κομανικὸν στράτευμα τοῖς ἔμπροσθεν. ἐπὶ τρισὶν οὖν ἡμέραις ἐγκαρτερήσαντες μετὰ τὴν τρίτην ἡμέραν νυκτὸς τῆς πρὸς τὰ οἴκοι φερούσης ἥψαντο. αἰσθόμενος δὲ τῆς τῶν Κομάνων ἀπάτης ὁ αὐτοκράτωρ ὑποπτέρους ἀποστείλας δηλοῖ τοῦτο τοῖς πεπιστευμένοις τὴν φυλακὴν τῶν τοῦ Ζυγοῦ ἀτραπῶν ἐφ’ ᾧ μὴ ἀναπίπτειν, ἀλλ’ ἐγρηγορέναι διὰ παντός , εἴ που τούτους κατάσχοιεν. αὐτὸς δὲ τὸ ὅλον στράτευμα τῶν Κομάνων μεμαθηκὼς ἐπὶ τὰ πρόσω
71
τὴν πορείαν ποιούμενον εὐθὺς ἀναλαβόμενος τοὺς παρατυχόντας
[*](Β) τῶν στρατιωτῶν καταλαμβάνει τόπον τινὰ Σκουτάριον καλούμενον σταδίους τῆς Ἀδριανουπόλεως ἀπέχοντα ὀκτωκαίδεκα, τὴν δὲ μετ᾿ αὐτὴν εἰς Ἀγαθονίκην. ἐπεὶ δὲ μεμαθήκοι τὸ Κομανικὸν φοσσάτον ἔτι κατὰ τὸν Ἀβριλεβὼ διακείμενον τόπος δὲ οὗτος οὐ πορρωτέρω τῶν εἰρημένων πόλεων κείμενος) , ἐνταῦθα γενόμενος καὶ τὰ ἄπειρα ἅπερ ἀνῆψαν πυρὰ πόρρωθεν ἐξιδὼν καὶ κατασκεψάμενος ἀποστείλας μετεπέμψατο Νικόλαον τὸν Μαυροκατακαλὼν καὶ ἑτέρους τῶν ἐκκρίτων ἡγεμόνων τοῦ ὁπλιτικοῦ καὶ τί χρὴ ποιεῖν διεσκοπεῖτο. δέον οὖν τηνικαῦτα ἐκρίθη μεταπέμψασθαι τοὺς τῶν ἐθνικῶν ἀρχηγούς, τόν τε Οὐζᾶν ἐκ
[*](C) Σαυροματῶν δὲ οὗτος) καὶ Καρατζᾶν τὸν Σκύθην καὶ τὸν μιξοβάρβαρον Μοωαστρᾶν καὶ παρασκευάσασθαι, ἵνα ἀπελθόντες παρασκευάσωσιν ἐφ’ ἑκάστῃ σκηνῇ πεντεκαίδεκα καὶ πλείους ἀνάψαι πυρσούς, ὥστε τοὺς Κομάνους τοὺς τοσούτους πυρσοὺς θεασαμένους ἀπειροπληθὲς τὸ Ῥωμαϊκὸν ωομίσαι στράτευμα κἀντεῦθεν ἐκδειματωθέντες τοῦ λοιποῦ μὴ θαρσαλέως τούτοις προσβαλεῖν. τοῦτο δὲ γεγονὸς ταῖς τῶν Κομάνων ψυχαῖς φόβον μέγαν ἐνίησιν. ὁ δέ γε αὐτοκράτωρ πρωΐας ὁπλισάμενος καὶ τὰς ὑπ’ αὐτὸν δυνάμεις ἀναλαβόμενος ἴεται κατ’ αὐτῶν. πολέμου δὲ ἐξ ἑκατέρων συρραγέντος
[*](D) οἱ Κόμανοι τὰ νῶτα διδόασιν. ὁ δὲ βασιλεὺς διελὼν τὸ στράτευμα τοὺς μὲν ψιλοὺς ἔμπροσθεν διώκειν ἐκπέπομφεν, αὐτὸς δὲ φευγόντων ἀκρατῶς ἐλαύνων ἐδίωκε. τούτους δὲ περὶ τὴν Σιδηρᾶν Κλείσουραν καταλαβὼν πολλοὺς μὲν ἀναιρεῖ,
[*](V. 223) πλείστους δὲ καὶ ζωγρίαν ἄγει· οἱ δέ γε προπεμφθέντες τῶν Κομάνων τὴν λείαν πᾶσαν ἀναλαβόμενοι ὑπεχώρησαν. εχώρησαν. ὁ δὲ βασιλεὺς περὶ τὴν ἀκρολοφίαν τῆς Σιδηρᾶς Κλεισούρας παννύχιος διατελέσας χειμῶνος ὄντος σφοδροῦ, αὐγαζούσης ἤδη ἡμέρας τὴν Γολόην κατείληφεν· ἐκεῖσε δὲ · ἡμερονύχθιον ‘ὲν διακαρτερήσας ἐφ᾿ ᾧ τιμῆσαι πάντας τοὺς
[*](8 ἐξιδὼν r: ἐξελθὼν F) 72
ἀνδρικῶς ἀγωνισαμένους καὶ δωρεῶν μεγίστων ἀξιῶσαι καὶ τὸ βουλευθέν εἰς ἔργον ἀγαγὼν καὶ μετ’ εὐφροσύνης πάντας ἐκπέμψας οἴκαδε ἐν δυσὶ νυχθημέροις κατείληφε τὰ βασίλεια.
[*](Ρ. (??))Καὶ μικρὸν ἑαυτὸν ἀνακτησάμενος τῶν πολλῶν μόχθων, ἐπεὶ τοὺς Τούρκους τὰ ἐντὸς Βιθυνίας κατατρέχοντας εὗρε καὶ λῃζομένους ἅπαντα, τῶν δυτικῶν πραγμάτων ἐκ θατέρου μέρους πρὸς ἑαυτὰ ἐπισπωμένων τὸν αὐτοκράτορα, πλέον ἐν τούτοις ἢ ἐν ἐκείνοις κάμνων πρὸς γὰρ τὸ κατεπεῖγον μᾶλλον ὁ πόνος ἦν) ἐπίνοιαν ἐπινοεῖται μάλα μεγαλουργὸν καὶ ἀξίαν τῆς ἐκείνου ψυχῆς καὶ πρὸς ἀσφάλειαν Βιθυνίας Βιθυνίας ἀποταφρεύει τὰς ἐκείνων καταδρομὰς διὰ τοιαύτης κατασκευῆς. ἄξιον δὲ καὶ τὴν κατασκευὴν ἐκείνην διηγήσασθαι. ὁ γὰρ Σάγγαρις ποταμὸς καὶ ἡ παραλία ἡ [*](Β) μέχρι τοῦ χωρίου Χηλῆς ἰθυτενῶς καταφερομένη καὶ ἡ πρὸς βορρᾶν ἀνακάμπτουσα πολλὴν ἔνδον περικλείουσι χώραν. ταύτην τοίνυν τὴν χώραν πονηροὶ γείτονες γεγονότες ἡμῖν ἀνέκαθεν οἱ τοῦ Ἰσμαὴλ κατὰ πολλὴν ἐρημίαν τῶν κωλυόντων διά τε Μαρυανδηνῶν καὶ τῶν πέραν Σαγγάρεως ῥᾳδίως κατελῄζοντο καὶ μᾶλλον τὴν Νικομήδους ἐπέθλιβον τὸν ποταμὸν διαπεραιούμενοι. τὴν τοιαύτην τοίνυν ὁρμὴν ἀνακόπτων τῶν βαρβάρων ὁ βασιλεὺς καὶ τὴν τῆς χώρας καταδρομὴν καὶ μάλιστα τὴν Νικομήδους ἀσφαλιζόμενος κατωτέρω τῆς Βαάνης λίμνης μακρότατον ὄρυγμα κατιδὼν καὶ παρακολουθήσας αὐτῷ μέχρι πέρατος κατενόει ἀπό τε τῆς θέσεως [*](C) καὶ τοῦ σχήματος, ὡς ἄρα ὁ τόπος οὐκ ἐκ ταὐτομάτου διαβεβόθρωται οὐδὲ συσσεσηράγγωται φυσικῶς, ἀλλὰ χειρός τινος ὑπῆρχε μηχάνημα. πολυπραγμονήσας οὖν τὸ τοῦ τόπου μανθάνει παρά τινων, ὡς ἄρα τῆς τοιαύτης διώρυχος Ἀνα- στάσιος ὁ Δίκουρος ἐπεστάτησε. τί μὲν βουλόμενος, οὐκ εἶχον λέγειν· ἐφαίνετο δ’ οὖν τῷ βασιλεῖ ἀλεξίῳ, ὡς δὴ ὁ αὐτοκράτωρ ἐκεῖνος ἐβούλετο ἀπὸ τῆς λίμνης ὕδωρ μετοχετεύειν ἐς ταυτηνὶ τὴν χειροποίητον χαράδραν. πρὸς τοιαύμόθων [*](5 F 12 δὴ? 17 ἠρεμίαν F 18 μαριανδηνῶν C 26 συσσεσηράγγωται r: συ*σεσηράγγωται F)
73
την τοίνυν ἐνθύμησιν ἀναχθεὶς ὁ αὐτοκράτωρ Ἀλέξιος τήν τε τάφρον εἰς βάθος ἱκανώτατον διορύσσειν ἐκέλευε· δεδοικὼς
[*](D) δέ, μή ποτε καὶ πορεύσιμα γένοιτο τὰ τῶν ποταμῶν κατὰ τὰς συναφὰς τῶν ῥευμάτων, ἀνίστα φρούριον ἐρυμνότατον, πανταχόθεν τὸ ἀσφαλὲς καὶ τὸ ἀνεπιχείρητον ἔχον ἀπό τε τοῦ ποταμοῦ καὶ τῆς εἰς ὕψος καὶ πάχος τειχοποιίας· ὅθεν καὶ τὴν σιδηρᾶν ἀπηνέγκατο κλῆσιν. καὶ ἔστι νῦν τὸ σιδηροῦν τουτὶ πυργίον πόλις πρὸ πόλεως καὶ τείχους προτείχισμα. αὐτὸς δὲ ὁ αὐτοκράτωρ ἐφίστατο τῇ τοῦ πολιχνίου οἰκοδομῇ ἀπὸ πρωΐας μέχρις ἑσπέρας, καίτοι πολλῆς τῆς ἀλέας
[*](P. 283) οὔσης τὸν θερινὸν τροπικὸν τοῦ ἡλίου διαπορευομένου.) καὶ
[*](V. 224) καύσωνος ἠνείχετο καὶ κονίας καὶ πολλὴν τὴν δαπάνην κατεβάλλετο, ὡς ἐντεῦθεν ἐρυμνότατον γεγονέναι τὸ τεῖχος καὶ ἀπρόσμαχον, τοὺς σύροντας ἕκαστον τῶν λίθων, εἰ ἔτυχεν εἶναι πεντήκοντα ἢ ἑκατὸν ἄνδρας, δαψιλῶς ἐπιφιλοτιμούμενος. ἐντεῦθεν δὲ οὐ τῶν τυχόντων, ἀλλὰ καὶ στρατιώτης ἅπας καὶ ὑπηρέτης αὐτόχθων τε καὶ ἐξ ἀλλοδαπῆς ὁρμώμενος πρὸς τὴν τῶν τοιούτων λίθων ὁλκὴν ἐκεκίνητο δαψιλεῖς ὁρῶντες τοὺς μισθοὺς καὶ αὐτὸν τὸν αὐτοκράτορα καθάπερ ἀθλοθέτην τινὰ ἐφιστάμενον. τέχνη γὰρ ἦν καὶ τοῦτο, ἵνα πολλῶν συρρεόντων ῥᾷον ἡ ὁλκὴ τῶν παμμεγέθων ἐκείνων
[*](Β) λίθων γίνοιτο. οὕτως ἦν ἐκεῖνος καὶ ἐπινοῆσαι βαθύτατος καὶ καταπρᾶξαι μεγαλουργότατος. τὰ μὲν οὖν κατὰ τὸν αὐτοκράτορα μέχρι τῆς * ἐπινεμήσεως τοῦ * ἔτους κατὰ τὸν εἰρημένον τρόπον προβέβηκεν· οὔπω δὲ μικρὸν ἑαυτὸν ἐναπαύσας λογοποιουμένην ἠκηκόει ἀπείρων Φραγγικῶν ἐπέλευσιν. ἐδεδίει μὲν οὖν τὴν τούτων ἔφοδον γνωρίσας αὐτῶν τὸ ἀκατάσχετον τῆς ὁρμῆς, τὸ τῆς γνώμης ἄστατον καὶ εὐάγωγον καὶ τἆλλα ὁπόσα ἡ τῶν Κελτῶν φύσις
[*](C) ὡς ἴδια ἢ παρακολουθήματά τινα ἔχει διὰ παντὸς καὶ ὅπως ἐπὶ χρήμασι κεχηνότες ἀεὶ διὰ τὴν τυχοῦσαν αἰτίαν τὰς σφῶν συνθήκας εὐκόλως ἀνατρέποντες φαίνονται. εἶχε γὰρ ἀεὶ
[*](24 lacuna quattuor litterarum in F lacuna novem litterarum in F) 74
τοῦτο ᾀδόμενον καὶ πάνυ ἐπαληθεῦον. καὶ οὐκ ἀναπεπτώκει, ἀλλὰ παντοίως παρεσκευάζετο, ὥστε καιροῦ καλοῦντος ἕτοιμον πρὸς τὰς μάχας εἶναι. καὶ γὰρ καὶ πλέω καὶ φοβερώτερα τῶν φημιζομένων λόγων ἦσαν τὰ πράγματα. πᾶσα γὰρ ἡ ἑσπέρα καὶ ὁπόσον γένος βαρβάρων τὴν πέραθεν Ἀδρίου μέχρις Ἡρακλείων στηλῶν κατῴκει γῆν, ἅπαν ἀθρόον μεταναστεῦσαν ἐπὶ τὴν Ἀσίαν διὰ τῆς ἑξῆς Εὐρώπης ἐβάδιζε πανοικὶ τὴν πορείαν ποιούμενον. ἔσχε δὲ τὰ κατὰ τὴν τοιαύτην
[*](D) συγκίνησιν τὴν αἰτίαν ἐνθένδε ποθέν. Κελτός τις Πέτρος τοὔνομα, τὴν ἐπωνυμίαν Κουκούπετρος, εἰς προσκύνησιν τοῦ ἁγίου τάφου ἀπελθὼν καὶ πολλὰ δεινὰ πεπονθὼς παρὰ τῶν τὴν Ἀσίαν πᾶσαν λῃζομένων Τούρκων τε καὶ σαρακηνῶν μόγις ἐπανῆλθεν εἰς τὰ ἴδια. καὶ διαμαρτὼν
[*](p.) τοῦ σκοποῦ οὐκ ἔφερεν, ἀλλ’ αὖθις ἠβούλετο τῆς αὐτῆς ἅψασθαι ὁδοῦ. συνιδὼν δέ, ὡς οὐ χρὴ μόνον αὖθις τῆς πρὸς τὸν ἅγιον τάφον ὁδοιπορίας ἅψασθαι, ἵνα μὴ χεῖρόν τι γένηταί οἱ, βουλὴν βουλεύεται συνετὴν. ἡ δὲ ἦν διακηρυκεῦσαι εἰς ἁπάσας τὰς τῶν Λατίνων χώρας ὡς “ὀμφὴ θεία παρακελεύεται με πᾶσι τοῖς ἐν Φραγγίᾳ κόμησι κηρῦξαι, ἅπαντας τῶν ἰδίων ἀπᾶραι καὶ εἰς προσκύνησιν τοῦ ἁγίου τάφου ἀπελθεῖν καὶ σπεῦσαι ὅλῃ χειρὶ καὶ γνώμῃ τῆς τῶν Ἀγαρηνῶν τὰ Ἱεροσόλυμα λυτρώσασθαι χειρός”. καὶ μέντοι
[*](Β) καὶ κατώρθωκεν. ὥσπερ γάρ τινα θείαν ὀμφὴν ἐνθέμενος εἰς τὰς ἁπάντων ψυχὰς τοὺς ὁπουδήποτε Κελτοὺς ἄλλον ἀλλαχόθεν σὺν ὅπλοις καὶ ἵπποις καὶ τῇ λοιπῇ τοῦ πολέμου
[*](V.) παρασκευῇ συναθροίζεσθαι παρεσκεύαζε. κἀκεῖνοι μὲν οὕτως εἶχον προθυμίας τε καὶ ὁρμῆς καὶ πᾶσα λεωφόρος τούτους εἶχε· συνεπῄει δὲ τοῖς στρατιώταις ἐκείνοις Κελτοῖς καὶ ψιλὸν ὑπὲρ τὴν ἄμμον καὶ τὰ ἄστρα πλῆθος φοίνικας φέρον καὶ σταυροὺς ἐπ’ ὤμων, γύναιά τε καὶ τέκνα τῶν σφῶν ἐξεληλυθότα χωρῶν. καὶ ἦν ὁρᾶν αὐτοὺς καθάπερ τινὰς ποταμοὺς ἁπανταχόθεν συρρέοντας καὶ διὰ τῶν Δακῶν ὡς ἐπίπαν
[*](C) [*](17 ἥδε F) 75
πρὸς τὰς) πρὸς ἡμᾶς ἐπερχομένους πανστρατιᾷ. προηγήσατο δὲ τῆς τῶν τοσούτων λαῶν ἐλεύσεως ἀκρίς τῶν μὲν πυρῶν ἀπεχομένη, τοὺς δὲ ἀμπελῶνας δεινῶς κατεσθίουσα. ἦν δ’ ἄρα τοῦτο τὸ σύμβολον, ὡς οἱ τότε συμβολομάντεις ἀπεμαντεύοντο, ὡς ἡ ἔφοδος τοῦ τοσούτου Κελτικοῦ στρατεύματος τῶν μὲν Χριστιανικῶν πραγμάτων ἀπόσχηται, δεινῶς δ’ ἐπιβρίσειε κατὰ τῶν βαρβάρων Ἰσμαηλιτῶν μέθῃ καὶ οἴνῳ καὶ τῷ Διονύσῳ δεδουλευκότων. τοῦτο γὰρ τὸ γένος Διονύσῳ τε ὑπείκει καὶ Ἔρωτι καὶ πρὸς παντοίας μίξεις
[*](D) καταφορώτατον καὶ μὴ συμπεριτεμνόμενον τῇ σαρκὶ καὶ τὰ πάθη. καὶ ἔστιν οὐδὲν ἄλλο ἢ δοῦλον καὶ τρίδουλον τῶν τῆς Ἀφροδίτης κακῶν. ἔνθεν τοι καὶ τὴν Ἀστάρτην αὐτοὶ καὶ τὴν Ἀσταρὼθ προσκυνοῦσι καὶ σέβονται καὶ τοῦ ἄστρου τὸν τύπον περὶ πλείονος τίθενται καὶ τὴν χρυσῆν παρ’ ἐκείνοις Χοβάρ. ὁ μέντοι σῖτος εἰς τὸν Χριστιανισμὸν τοῖς συμ βολικοῖς τούτοις ἐξελαμβάνετο διὰ τὸ νηφάλιον τε καὶ τροφιμώτατον.
[*](285) οὕτω μὲν οὖν οἱ μάντεις τὰς ἀμπέλους καὶ τὸν πυρὸν ἐξεδέξαντο. ἀλλὰ τὰ μὲν περὶ τῶν μάντεων οὕτως ἐχέτω· τὰ δὲ κατὰ τὴν ἔφοδον τῶν βαρβάρων οὕτω παρηκολουθήκει καὶ καινόν τι κατανοεῖν τοῖς γε νοῦν ἔχουσιν ἐνῆν. τῆς γὰρ τῶν τοσούτων ἐλεύσεως οὐχ ὁμοῦ οὐδὲ κατὰ ταὐτὸν γινομένης καὶ πῶς γὰρ τοσαῦτα πλήθη ἐκ διαφόρων τόπων ἐξορμήσαντα ὅμαδόν τὸν τῆς Λογγιβαρδίας πορθμὸν διανήξασθαι ἐνῆν;) οἱ μὲν πρῶτοι, οἱ δὲ δεύτεροι, οἱ δὲ τούτων ὄπισθεν καὶ καθεξῆς οἱ ἅπαντες τὸν ἀπόπλουν οὕτω ποιούμενοι διὰ τῆς ἠπείρου διήρχοντο. προηγεῖτο δὲ ἑκάστου
[*](Β) στρατεύματος τούτων ἀκρίς ἀμύθητος, ὡς ἔφαμεν. ἅπαντες γοῦν ἅπαξ καὶ δὶς τοῦτο θεασάμενοι προδρόμους ταύτας τῶν Φραγγικῶν ταγμάτων ἐγνώρισαν. ὡς δὲ σποράδην τινὲς τὸν τῆς Λογγιβαρδίας διεπέρων ἤδη πορθμόν, ὁ αὐτοκράτωρ μετακαλεσάμενος τινας τῶν Ῥωμαϊκῶν δυνάμεων ἀρχηγοὺς ἐκπέμπει τούτους πρὸς τὰ μέρη Δυρραχίου καὶ Αὐλῶνος
[*](1 πρὸς τὰς seclusi πανστρατιὰ F) 76
ἐντειλάμενος δέχεσθαι μὲν προσηνῶς τοὺς διαπερῶντας πανηγύρεις τε δαψιλεῖς ἐξ ἁπασῶν τῶν χωρῶν κατὰ τὴν ὁδὸν ἐξάγειν, εἶτα ἐνεδρεύειν παρακολουθοῦντας διόλου καὶ ἐπὰν ἐκδρομὰς τινας τούτους θεάσοιντο ποιουμένους εἰς προνομὴν τῶν παρακειμένων χωρῶν ἐκτρέχοντας, ἀναστέλλειν διὰ
[*](C) μετρίων ἀκροβολισμῶν. συμπαρῆσαν δὲ τούτοις ν,αί τινες τῆς λατινικῆς διαλέκτου εἰδήμονες, ἴνα τὰς ἀναφυομένας μεταξὺ μάχας καταστέλλωσιν. ἀλλ’ ὅπως σαφέστερον ἀφηγησαίμην τὸ πρᾶγμα καὶ κατὰ μέρος, ταύτης τῆς φήμης διαδραμούσης
[*](V.) ἁπανταχοῦ πρῶτος ὁ Γοντοφρὲ τὴν ἰδίαν ἀπεμπολήσας χώραν τῆς προκειμένης ὁδοῦ εἴχετο· ἀνὴρ δὲ οὗτος πολυχρήματος καὶ ἐπὶ γενναιότητι καὶ ἀνδρείᾳ καὶ γένους περιφάνεια μεγάλως αὐχῶν· ἕκαστος γὰρ τῶν Κελτῶν ἔσπευδε προτρέχειν τῶν ἄλλων. καὶ γέγονε συγκίνησις οἵαν οὐδέπω τις μέμνηται ἀνδρῶν τε καὶ γυναικῶν, τῶν μὲν ἁπλουστέρων ὡς τὸν τοῦ κυρίου προσκυνῆσαι τάφον καὶ τὰ κατὰ τοὺς
[*](D) ἱεροὺς ἱστορῆσαι τόπους ἐπειγομένων ἐπ’ ἀληθείᾳ, τῶν δέ γε πονηροτέρων καὶ μᾶλλον ὁποῖος ὁ Βαϊμοῦντος καὶ οἱ τούτου ὁμόφρονες ἄλλον ἐνδομυχοῦντα λογισμὸν ἐχόντων, εἴ που ἐν τῷ διέρχεσθαι δυνηθεῖεν καὶ αὐτὴν τὴν βασιλεύουσαν κατασχεῖν καθάπερ πόρισμα τι ταύτην εὑρηκότες. ἐτάρασσε δὲ τὰς τῶν πλειόνων καὶ γενναιοτέρων ψυχὰς ὁ Βαϊμοῦντος ὡς παλαιὰν μῆνιν κατὰ τοῦ αὐτοκράτορος τρέφων. ὁ μὲν οὖν Πέτρος μετὰ τὸ ταῦτα διακηρυκεῦσαι πάντων προηγησάμενος τὸν τῆς Λογγιβαρδίας διεπέρασε πορθμὸν μετὰ πεζῶν μὲν χιλιάδων ὀγδοήκοντα, ἱππέων δὲ χιλιάδων ἀνδρῶν
[*](Ρ.) ἑκατὸν καὶ διὰ τῶν μερῶν τῆς Οὐγγρίας τὴν βασιλεύουσαν κατέλαβεν. ἔστι μὲν γὰρ τὸ τῶν Κελτῶν γένος, ὡς εἰκάσαι τινά, καὶ ἄλλως λίαν θερμότατον καὶ ὀξύ , ἐπὰν δὲ καὶ ἀφορμῆς δράξοιτο, ἀκόθεκτον.