Τοῦ δὲ βασιλέως ἅπερ ὁ Πέτρος προεπεπόνθει παρὰ τῶν Τούρκων γινώσκοντος καὶ συμβουλεύοντος αὐτῷ καὶ τὴν [*](32 τούργων F)
77
τόν λοιπῶν κομητῶν καρτερῆσαι ἔλευσιν, οὐκ ἐπείθετο θαρρῶν εἰς τὸ πλῆθος τῶν συνεπομένων αὐτῷ καὶ διαπεράσας ἐπήξατο τὸν χάρακα εἴς τι πολίχνιον Ἑλενούπολιν ὀνομαζόμενον. ἐπεὶ δὲ καἰ Νορμάνοι τούτῳ συνείποντο εἰς δέκα χιλιάδας ποσούμενοι, ἀποκριθέντες τοῦ λοιποῦ στρατεύματος
[*](Β) τά κατὰ τὴν Νίκαιαν ἐλῄζοντο πᾶσιν ὠμοτάτως χρησάμενοι. τῶν τε γὰρ βρεφῶν τὰ μὲν ἐμέλιζον, τὰ δὲ ξύλοις περιπείροντες ὤπτιζον ἐν πυρί, πρὸς δὲ τοὺς τῷ χρόνῳ προήκοντας πᾶν εἶδος ποινῆς ἐπεδείκνυντο. οἱ δὲ ἐντὸς τῶν γινομένων ἐν αἰσθήσει γεγονότες ἀναπετάσαντες τὰς πύλας κατ᾿ αὐτῶν ἐξῄεσαν. καρτεροῦ δὲ τηνικαῦτα συρραγέντος πολέμου παλίνορσοι εἴσω τοῦ κάστρου γεγόνασιν ἐκθύμως τῶν Νορμάνων ἀγωνισαμένων. καὶ ὣς τὴν λείαν ἅπασαν ἀναλαβόμενοι κατέλαβον αὖθις τὴν Ἑλενούπολιν. λόγου δὲ ἀναμεταξὺ αὐτῶν τε καὶ τῶν μὴ σὺν αὐτοῖς ἀπελθόντων κινηθέντος, ὁποῖα φιλεῖ ἐν τοῖς τοιούτοις γίνεσθαι, τοῦ φθόνου τὸν θυμὸν
[*](C) ἀναφλέγοντος τῶν ἀπολειφθέντων κἀντεῦθεν ἁψιμαχίας ἀμφοῖν γενομένης οἱ τολμητίαι Νορμάνοι ἀποκριθέντες αὖθις τὴν Ξερίγορδον καταλαβόντες ἐξ ἐφόδου κατέσχον. μαθὼν δὲ τὸ γεγονὸς ὁ σουλτὰν κατ’ αὐτῶν μετὰ ἀποχρώσης δυνάμεως ἐπέμπει τὸν Ἐλχάνην. ὁ δὲ καταλαβὼν αἱρεῖ μὲν τὴν Ξερίγορδον, τῶν δέ γε Νορμάνων τοὺς μὲν ξιφῶν παρανάλωμα ἐποιήσατο, τοὺς δὲ καὶ ζωγρίαν ἦγε μελετήσας ἅμα καὶ κατὰ τῶν συναπολειφθέντων τῷ Κουκουπέτρῳ. καὶ λόχους μὲν ἐν ἐπικαίροις καταστήσας τόποις, ὡς ἂν ἐν τῷ κατὰ τῆς Νικαίας ἀπιέναι τούτοις ἀπροόπτως ἐμπίπτοντες ἀναιρῶνται,
[*](D) γινώσκων δὲ καὶ τὸ τῶν Κελτῶν ἐρασιχρήματον δύο τινὰς δραστηρίους τὴν γνώμην μεταπεμψάμενος ἐνετείλατο ἀπελθεῖν πρὸς τὸ στράτευμα τοὺ Κουκουπέτρου διακηρυκεύοντας, ὡς οἱ Νορμάνοι κατασχόντες τὴν Νίκαιαν δασμὸν τῶν ἐνόντων ἐν αὐτῇ ποιοῦνται. αὕτη ἡ φήμη τοὺς μετὰ τοῦ Πέτρου
[*](V. 227) συνόντας καταλαβοῦσα δεινῶς συνετάραξε. δασμὸν γὰρ καὶ
[*](25 ἐν add r 26 ἀναιροῦνται F) 78
χρήματα ἀκηκοότες παραχρῆμα τῆς πρὸς τὴν Νίκαιαν φεφούσης ὁδοῦ ἀσυντάκτως ἥψαντο ἐπιλαθόμενοι μονονοὺ καὶ στρατιωτικῆς ἐμπειρίας καὶ τῆς τοῖς πρὸς μάχην ἀπιοῦσιν * εὐταξίας. ἔστι μὲν γὰρ καὶ ἄλλως τὸ τῶν Λατίνων γένος φιλοχρηματώτατον, ὥσπερ ἄνωθεν εἴρηται, ἐπὰν δὲ καὶ πρὸς
[*](P.) καταδρομὴν χώρας ἀπονεύσειε, καὶ λόγῳ μὴ χρώμενον ἀχαλιναγώγητον. μὴ κατὰ στοίχους δὲ μήτε ἰλαδὸν πορευόμενοι τοῖς περὶ τὸν Δράκοντα λοχῶσι Τούρκοις περιπίπτοντες οἰκτρῶς ἀνῃροῦντο. καὶ τοσοῦτον πλῆθος Κελτῶν τε καὶ Νορμάνων ἔργον μαχαίρας Ἰσμαηλιτικῆς ἐγεγόνει, ὥστε τὰ ἑκασταχοῦ κείμενα λείψανα τῶν ἀποσφαγέντων ἀνδρῶν συγκομίσαντες μέγιστον οὐ λόφον φημὶ οὐδὲ βουνὸν οὐδὲ σκοπιὰν ἐποιήσαντο, ἀλλ’ οἷον ὄρος ὑψηλὸν καὶ βάθος καὶ πλάτος ἀξιολογώτατον ἀπολαμβάνον· τοσοῦτος ἔκειτο ὁ τῶν ὀστῶν κολωνός. καί τινες ὕστερον τῶν ἐκ τοῦ αὐτοῦ γένους τῶν ἀποσφαγέντων βαρβάρων ἐν σχήματι πόλεως οἰκοδομήσαντες
[*](Β) τεῖχος μεσέμβολά τινα καθάπερ κάχληκας τὰ ὀστᾶ τῶν ἀπολωλότων ἐνέθεντο τρόπον τινὰ τάφον αὐτοῖς τὴν πόλιν ποιούμενοι. ἥτις καὶ εἰς τὴν τήμερον ἕσταται τετειχισμένη ὁμοῦ τε λίθοις καὶ ὀστοῖς ἀναμὶξ ἔχουσα τὸν περίβολον. πάντων οὖν ξιφῶν παρανάλωμα γεγονότων μόνος ὁ Πέτρος μετ’ ὀλίγων τινῶν εἰς Ἑλενούπολιν αὖθις ὑποστρέψας εἰσῄει. οἱ δὲ Τοῦρκοι αὖθις τοῦτον ἐνήδρευον ἑλεῖν ἐθέλοντες. ὁ δὲ αὐτοκράτωρ ἅπαντα ἀκηκοὼς καὶ τὴν τοσαύτην ἀνδροκτασίαν βεβαιωθεὶς ἐν δεινῷ ἐποιεῖτο, εἰ καὶ ὁ Πέτρος ἁλῴη. παραχρῆμα
[*](C) τοίνυν μεταπεμψάμενος τὸν κατακαλῶν Κωνδταντῖνον τὸν Εὐφορβηνόν, οὗ ὁ λόγος ἐν πολλοῖς ἤδη ἐμνήσθη, ἀποχρώσας δυνάμεις ἐν ναυσὶ πολεμικαῖς ἐμβαλὼν διαπόντιον εἰς ἀρωγὴν αὐτοῦ πέπομφε. θεασάμενοι δὲ τοῦτον οἱ Τοῦρκοι καταλαβόντα φυγαδείᾳ ἐχρήσαντο. ὁ δὲ μηδὲ μικρὸν ἀναμείνας ἀναλαβόμενος τὸν Πέτρον μετὰ τῶν σὺν αὐτῷ, ῥητοὶ γὰρ ἦσαν, διασῴζει πρὸς τὸν βασιλέα. τοῦ δὲ βασιλέως
[*](3 lac unam signavi 15 καί r: κἀν F) 79
ἀναμιμνήσκοντος αὐτὸν τῆς ἀρχῆθεν ἀβουλίας αὐτοῦ καὶ ὅπως ταῖς αὐτοῦ ὑποθημοσύναις μὴ πειθόμενος τοσούτοις
[*](D) ἐνεπεπτώκει δεινοῖς, ὁποῖα Λατῖνος ὑψαύχην οὐχὶ ἑαυτὸν αἴτιον τοῦ τοσούτου κακοῦ ἔλεγεν, ἀλλ’ ἐκείνους τοὺς μὴ αὐτῷ πειθομένους, ἀλλὰ τοῖς ἰδίοις θελήμασι χρωμένους, λῃστὰς ἀποκαλῶν τούτους καὶ ἅρπαγας καὶ μηδὲ παρὰ τοῦ σωτῆρος εἰς προσκύνησιν τοῦ ἁγίου τάφου διὰ ταῦτα δεκτούς. οἱ μὲν οὖν τῶν Λατίνων, ὁποῖος ὁ Βαϊμοῦντος καὶ οἱ τούτου ὁμόφρονες, ἔρωτα τῆς τῶν Ῥωμαίων ἀρχῆς ἐκ μακροῦ ἔχοντες καὶ ταύτην ἑαυτοῖς περιποιήσασθαι βουλόμενοι, πρόφασιν
[*](P. 288) τὴν τοῦ Πέτρου διακηρύκευσιν εὑρηκότες, ὡς εἴρηται, τὴν τοιαύτην συγκίνησιν ἐποιήσαντο ἀπατήσαντες τοὺς ἀκεραιοτέρους καὶ σχηματιζόμενοι κατὰ τῶν Τούρκων ἀπέρχεσθαι εἰς ἐκδίκησιν τοῦ ἁγίου τάφου τὰς ἰδίας ἐπίπρασκον χωρας.
Οὖβος δέ τις ὁ τοῦ ῥηγὸς Φραγγίας ἀδελφὸς φυσῶν τὰ Ναυάτου ἐπ᾿ εὐγενείᾳ καὶ πλούτῳ καὶ δυνάμει τῆς ἐνεγκαμένης μέλλων ἐξελθεῖν τάχα ὡς πρὸς τὸν ἅγιον τάφον [*](V. 228) ἀποστείλας ἀπονοίας ῥήματα ἐμήνυσε πρὸς τὸν αὐτοκράτορα προμηθευόμενος λαμπρὰν τὴν ὑπαντὴν αὐτῷ γενέσθαι “ἴσθι” [*](Β) λέγων “ὦ βασιλεῦ, ὡς ἐγὼ ὁ βασιλεὺς τῶν βασιλέων καὶ ὁ μείζων τῶν οὐρανόν· καὶ καταλαμβάνοντα με ἤδη ἐνδέχεται ὑπαντῆσαι τε καὶ δέξασθαι μεγαλοπρεπῶς καὶ ἀξίως τῆς ἐμῆς εὐγενείας”. ταῦτα ὁ βασιλεὺς ἀκούσας, ἐπεὶ δοὺξμὲν ἔτυχε Δυρραχίου Ἰωάννης ὁ υἱὸς Ἰσαακίου τοῦ σεβαστοκράτορος, περὶ οὗ ἄνωθεν εἴρηται, τοῦ δὲ στόλου Νικόλαος ὁ Μαυροκατακαλὼν περὶ τὸν λιμένα τοῦ Δυρραχίου ἐκ διαστημάτων ἐνορμίσας τὰς ναῦς κἀκεῖθεν αὖθις τὰς ἐκδρομὰς ποιούμενος καὶ τὰ πελάγη περισκοπῶν, ὡς μὴ λάθοιεν αὐτὸν [*](C) λῃστρικαὶ νῆες παραπλεύσασαι, ὁ αὐτοκράτωρ εὐθὺς γράμματα πρὸς ἀμφοτέρους ἐκπέμπει ἐντειλάμενος τὸν μὲν δοῦκα Δυρραχίου διὰ τῆς ἠπείρου καὶ τῆς παραλίας ἐφεδρεύειν [*](16 φυσσῶν F 22 πάντων τῶν C 24 ἀκούσας] ἐνθεσσαλονίκη add F; sed expunctum est)
80
τὴν τούτου ἔλευσιν καὶ παραυτίκα τῷ αὐτοκράτορι ταχεῖαν τῆς τούτου ἐλεύσεως δοῦναι γνῶσιν, αὐτὸν δὲ τὸν Οὖβον ὑποδέξασθαι μεγαλοπρεπῶς, τὸν δὲ δοῦκα τοῦ στόλον παρακελεύσασθαι μηδαμῶς ἀναπεπτωκέναι μηδὲ καταρρᾳθυμεῖν, ἀλλ’ ἐγρηγορέναι διὰ παντός. κατὰ τὴν παραλίαν δὲ τῆς Λογγιβαρδίας ὁ Οὖβος διασωθεὶς πρέσβεις τηνικαῦτα ἐκπέμπει πρὸς τὸν δοῦκα Δυρραχίου εἴκοσι πρὸς τοῖς τέσσαρσι τὸν ἀριθμόν, θώραξι χρυσέοις σὺν αὐταῖς κνημῖσι περιπεφραγμένους,
[*](D) μετὰ τοῦ κόμητος Τζερπεντηρίου καὶ Ἠλία τοῦ ἐκ Θεσσαλονίκης ἀποδράσαντος ἀπὸ τοῦ αὐτοκράτορος. οἱ δὲ πρὸς τὸν δοῦκα τοιαῦτα ἔλεγον “γνωστὸν ἔστω σοι, δούξ, ὅτι ὁ κύριος ἡμῶν Οὖβος ὅσον ἤδη καταλαμβάνει ἀναλαβόμενος ἀπὸ Ῥώμης τὴν χρυσῆν τοῦ ἁγίου Πέτρου σημαίαν. ἀρχηγὸν δὲ τοῦτον ἐπίστασο τοῦ Φραγγικοῦ ἅπαντος. ἑτοιμάσθητι γοῦν πρὸς τὴν τούτου καὶ τῶν ὑπ’ αὐτὸν δυνάμεων δοχὴν ἀξίαν τῆς αὐτοῦ ἐξουσίας καὶ τὴν πρὸς αὐτὸν ὑπαντὴν ποιησόμενος.” τούτων τοιαῦτα πρὸς τὸν δοῦκα λεγόντων ὁ Οὖβος διὰ τῆς Ῥώμης εἰς Λογγιβαρδίαν, ὡς εἴρηται, κατελθὼν καὶ διὰ τῆς βάρεως ὡς πρὸς τὸ Ἰλλυρικὸν τὸν ἀπόπλουν ποιούμενος κλύδωνι μεγίστῳ περιπεσὼν ἀπώλεσε τὰ πλείω τῶν αὐτοῦ πλοίων σὺν αὐτοῖς ἐρέταις καὶ ἐπιβάταις, ἑνὸς μόνου σκάφους, ἐν ᾧ αὐτὸς ἔτυχε,
[*](Ρ. 2) κατὰ τὴν μεσαίχμιον παραλίαν τοῦ τε Δυρραχίου καὶ τόπου τινὸς καλουμένου Πάλους ἀποπτυσθέντος οἷον παρὰ τῶν κυμάτων καὶ αὐτοῦ ἡμιθραύστου. παραδόξως δὲ τούτῳ σωθέντι περιτυχόντες δύο τινὲς τῶν περισκοπούντων τὴν τούτου ἔλευσιν μετεκαλοῦντο αὐτὸν λέγοντες ὡς “ὁ δούξ ἀπεκδέχεται σου τὴν ἄφιξιν ἐπιποθῶν σε θεάσασθαι”. ὁ δ’ εὐθὺς ἵππον ἐζήτει. ἅτερος δὲ τούτων ἀποβὰς τοῦ ἵππου τοῦτον αὐτῷ μάλα προθύμως δίδωσιν. οὕτω γοῦν τοῦτον ὁ δοὺξ σωθέντα θεασάμενος καὶ προσηγορίας ἀξιώσας, ὅπη
[*](Β) τε καὶ ὅθεν ἐπερωτήσας καὶ ὅπως αὐτῷ διαπλῳζομένῳ τὰ
[*](3 παρακελευσάμενος? 20 τὸν F) 81
δεινὰ ξυμβέβηκε μαθὼν καὶ ἐπανακτησάμενος χρησταῖς ὑποσχέσεσι τράπεζαν αὐτῷ δαψιλῆ τοῦ λοιποῦ παρατίθησιν. μετὰ δὲ τὴν εὐωχίαν ἄνετον μὲν οὔκ, ἐλεύθερον δὲ παντελῶς εἶχε. ταχὺ δὲ τῷ αὐτοκράτορι τὰ κατ’ αὐτὸν δηλώσας ἐκαρτἐρεο τὸ ποιητέον ἐκεῖθεν δέξασθαι. ἅπαντα δὲ μεμαθηκὼς ὁ αὐτοκράτωρ ὀξέως τὸν Βουτουμίτην πέμπει πρὸς τὴν Ἐπίδαμνον,
[*](P. 229) ἣν πολλάκις Δυρράχιον κατωνομάσαμεν, ἐφ’ ᾧ τὸν
[*](C) Οὖβον ἀναλαβέσθαι καὶ μὴ τὴν εὐθεῖαν βαδίσαι, ἀλλὰ παρεκκλῖναι καὶ διὰ τῆς Φιλιππουπόλεως αὐτὸν ἀγαγεῖν εἰς τὴν μεγαλόπολιν. ἐδεδίει γὰρ τὰ ὄπισθεν ἐρχόμενα Κελτικὰ πλήθη καὶ στρατεύματα. δεξάμενος δὲ τοῦτον ὁ βασιλεὺς ἐντίμως καὶ -παντοίας φιλοφροσύνης ἀξιώσας χρήματά τε ἱκανὰ ἐπι- δοὺς πείθει παραχρῆμα ἄνθρωπον αὐτοῦ γενέσθαι τὸν τοῖς Λατίνοις συνήθη ὅρκον ἐπομοσάμενον.
Ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τὸν Οὖβον ἐκ προοιμίων · ὁ δέ γε Βαϊμοῦντος, οὗ ἄνωθεν ὁ λόγος πολλάκις ἐμνήσθη, πεντεκαίδεκα ἡμερῶν οὔπω διελθουσῶν διεπέρασεν εἰς τὴν [*](D) ἀκτὴν τοῦ Καβαλίωνος μετὰ κομητῶν διαφόρων καὶ στρα- τεύματος ἀριθμὸν ὑπερβαίνοντος ἅπαντα. τόπος δὲ οὗτος ἐγγὺς τῆς Βοούσης · ὀνόματα δὲ ταῦτα τῶν ἐν τοῖς μέρεσιν ἐκείνοις τόπων. καὶ μεμφέσθω μηδεὶς ἡμῖν τοιούτοις χρωμένοις ὀνόμασι βαρβαρικοῖς καὶ ἀφ’ ὧν ἔστι τὸ ὕφος τῆς ἱστορίας καταμιαίνεσθαι· οὐδὲ γὰρ οὐδ’ Ὅμηρος ἀπηξίωσε Βοιωτοὺς ὀνομάζειν καί τινας βαρβαρώδεις νήσους διὰ τὴν τῆς ἱστορίας ἀκρίβειαν. κατὰ πόδας δὲ τούτου καὶ ὁ κόμης [*](V. 290) Πρεβέντξας ταῖς ἀκταῖς τοῦ πορθμοῦ Λογγιβαρδίας προσπελάσας, ἐπεὶ διαπερᾶν καὶ αὐτὸς ἐβούλετο, μυριοφόρον ναῦν λῃστρικὴν μισθωσάμενος τριάρμενον ἑξακισχιλίων χρυσίνων στατήρων, ἐν ᾗ ἐρέται μὲν διακόσιοι, ἐφόλκια δὲ τὰ συνεφεπόμενα ταύτῃ τρία. τὸν ἀπόπλουν οὐ πρὸς τὰ μέρη τοῦ Αὐλῶνος ἐπεποίητο καθὼς τὰ λοιπὰ τῶν Λατίνων δτρατεύματα, ἀλλὰ τὸν Ρωμαϊκὸν ὑφορώμενος στόλον λύσας τὰ πρυμνήσια μικρὸν παρεκκλίνας κατευθὺ Χιμάρας τὸν ἀπόπλουν ἐποιεῖτο οὐρίου τυχὼν πνεύματος. φεύγων δὲ τὸν
82
καπνὸν εἰς πῦρ ἐπεπτώκει. καὶ γὰρ οὐχὶ τοῖς σποράδην ἐνεδρεύιουσι
[*](Β) τὸν τῆς Λογγιβαρδίας πορθμὸν ναυτικοῖς περιέτυχεν, ἀλλ’ αὐτῷ τῷ δουκὶ τοῦ ὅλου Ῥωμαϊκοῦ στόλου Νικολάῳ τῷ Μαυροκατακαλών. ὃς πόρρω περὶ τῆς λῃστρικῆς ἐκείνης νηὸς μεμαθηκώς, τὰς τοῦ ὅλου στόλου διήρεις καὶ τριήρεις καί τινας δρομάδας ἀναλαβόμενος ναῦς ἀπελθὼν ἕστατο εἰς Καβαλίωνα ἀντικρὺ τοῦ Ἄσωνος, ἐξ οὗπερ ἐξεληλύθει τὸν μέγαν ἐκεῖσε στόλον καταλιπών, καὶ ἀπέστειλε τὸν καλούμενον δεύτερον κόμητα μετὰ τοῦ ἰδίου κατέργου ἐξκοσυσσάτου παρὰ τοῖς ναυτικοῖς καλουμένου ἐπισκήψας
[*](C) αὐτῷ, ἵν’ ὁπηνίκα τὰ πρυμνήσια τῆς ἤδη ῥηθείσης νηὸς οἱ ἐρέται λύσαντες εἰς κῦμα θαλάσσης ἐμβάλωσι, πυρσὸν ἀνάψῃ. ὁ δὲ ἀπελθὼν παραχρῆμα τὸ κελευσθὲν ἐποίει. ὁ δὲ δοὺξ Νικόλαος τοῦτο θεασάμενος τὰς μὲν τῶν νηῶν τοῖς ἱστίοις παραχρῆμα ἐπτέρου, τὰς δὲ καὶ οἷον πολύποδας ταῖς κώπαις ἀπεργασάμενος κατὰ τοῦ διαπερῶντος χωρεῖ κόμητος. οὔπω δὲ τρεῖς σταδίους ἀπὸ τῆς χέρσου διαπλῳσάμενον καταλαμτοῦτον πρὸς τὴν περαίαν Ἐπιδάμνου σπεύδοντα, ἐνόπλους
[*](D) μὲν στρατιώτας ἔχοντα χιλίους πρὸς τοῖς πεντακοσίοις, ἵππους δὲ τῶν ἐκκρίτων ὀγδοήκοντα. ὃν θεασάμενος ὁ πηδαλιοῦχος τῆς νεώς φησι πρὸς τὸν κόμητα Πρεβέντζας· “ἐκ Συρίας ὁ ἤδη καταλαμβάνων ἡμᾶς στόλος ἐστὶ καὶ κίνδυνος μαχαίρας καὶ ξιφῶν παρανάλωμα γενέσθαι.“ παραχρῆμα
[*](V.) γοῦν ὁ κόμης θωρήξασθαί τε ἐκέλευεν ἅπαντας καὶ καρτερῶς μάχεσθαι. κἀν δὲ μέσος χειμὼν ἠν, ὁπότε ἡ μνήμη τοῦ ἐν ἱεράρχαις μεγίστου Νικολάου τελεῖται, ἀλλ’ ὅμως νηνεμία ἔτυχε παντελὴς καὶ ἡ νὺξ πανσέληνος φαίνουσα τότε μᾶλλον ἢ ἐν ἔαρι. πεπαυμένων δὲ παντάπασι τῶν ἀνέμων οὐκέτι ἡ λῃστρικὴ ναῦς κινεῖσθαι πρὸς ἰσχύος εἶχε καὶ συνέβαινε ταύτην ἀτρεμεῖν ἐν τοῖς ὕδασιν. ἀλλ’ ἐνταυθοῖ τοῦ λόγου γενομένη βουλοίμην ἂν τὴν γλῶτταν ἐπαφεῖναι τοῖς τοῦ Μαριανοῦ κατορθώμασιν. ὃς παραχρῆμα παρὰ τοῦ δουκὸς
[*](5 τὰς om F 14 θεσάμενος F 32 παρὰ addidi) 83
τοῦ στόλου καὶ ἰδίου πατρὸς τὰ κουφότερα τῶν πλοίων αἰτήσας
[*](291) κατευθὺ τῆς νεὼς ἐκείνης ἵεται καὶ τῇ πρώρᾳ συνεισπεσὼν ταύτης ἀπεπειρᾶτο. συνέρρεον δὲ παραχρῆμα ἐκεῖσε οἱ ἔνοπλοι καρτερῶς τοῦτον ἐξωπλισμένον πρὸς μάχην θεασάμενοι. ὁ δὲ Μαριανὸς τοῖς Λατίνοις τῇ ἐκείνων αποχρώμενος διαλέκτῳ παρεκελεύετο μὴ δεδιέναι μηδὲ μάχεσθαι πρὸς ὁμοπίστους. βάλλει δέ τις τοῦτον τῶν Λατίνων διὰ τῆς τζάγγρας κατὰ τῆς κόρυθος. ἡ δὲ τζάγγρα τόξον μέν ἐστι βαρβαρικὸν καὶ Ἕλλησι παντελῶς ἀγνοούμενον· τείνεται δὲ οὐχὶ τῆς μὲν δεξιᾶς ἑλκούσης τὴν νευράν, τῆς δὲ λαιᾶς
[*](Β) ἀνθελκούσης τὸ τόξον, ἀλλὰ δεῖ τὸν διατείνοντα τὸ ὄργανον τουτὶ τὸ πολεμικὸν καὶ ἑκηβολώτατον, ὡς ἄν τις εἴποι, ὕπτιον κείμενον ἑκάτερον μὲν τῶν ποδῶν ἐνερεῖσαι τοῖς ἡμικυκλίοις τοῦ τόξου, ἀμφοτέραις δὲ ταῖς χερσὶ τὴν νευρὰν μάλα γενναίως ἀνθελκύσαι. ἧς κατὰ τὸ μέσον σωλήν ἐστι κυλινδρικὸν ἡμίτομον ἐξημμένον αὐτῆς τῆς νευρᾶς καὶ ὥσπερ τι βέλος ἀξιόλογον μέγεθος ἀπολαμβάνον διήκει ἀπ’ αὐτῆς τῆς νευρᾶς ἐς τὸ τοῦ τόξου μεσαίτατον· ἀφ’ οὗ βέλη παντοδαπὰ διεκπίπτουσιν. ἐν τούτῳ τοίνυν τὰ βέλη τιθέμενα
[*](C) βραχύτατα μὲν τῷ μήκει, παχύτατα δὲ καὶ πρόσθεν ἀξιόμαχον βάρος σιδήρου λαμβάνοντα. καὶ τῇ ἀφέσει τῆς νευρᾶς μετὰ σφοδρότητος καὶ ῥύμης ἁπάσης ἀφιείσης τὰ βέλεμνα οὗ ἂν τύχῃ ἐπεισπεσόντα οὐκ εἰς τοὔμπαλιν ἀποπίπτει, ἀλλὰ καὶ ἀσπίδα διέτρησε καὶ θώρακα βαρυσίδηρον διατεμόντα ἐκεῖθεν διὰ θατέρου μέρους ἐξεπετάσθη. οὕτως ἐστὶ σφοδρὰ καὶ ἀκατάσχετος ἡ ἄφεσις τῶν τοιούτων βελῶν. ἤδη τοῦτο τὸ βέλος καὶ ἀνδριάντα διεπερόνησε χαλκοῦν καὶ τείχει ἐμπεπτωκὸς μεγίστης πόλεως ἢ ἐπὶ τἄνδον προὔκυψε τοῦ βέλους
[*](D) ἡ ἀκμὴ ἢ ἐνδεδυκὸς κατὰ τὸ μέσον τοῦ τείχους ἀφανὲς γέγονε. τὸ μὲν οὖν τῆς τάγγρας πρᾶγμα τοιοῦτόν ἐστιν ὡς ὄντως δαιμόνιον· ὁ δὲ πειρασθεὶς τῆς ἐκ τούτου πληγῆς ἀθλιώτατος ἀναισθήτως ἀποθνήσκων καὶ μηδὲ τῆς πληγῆς,
[*](8 τζάγρας F semper κόρυκος F 16 κυλινδρικὸν Millerus : κυλινδικὸν F 27 χαλκὸν F) 84
ὁπόση τίς ἐστιν, αἰσθανόμενος. τὸ μὲν οὖν ἀπὸ τῆς τζάγγρας βέλος ἐμπεσὸν τῷ ἄκρῳ τῆς κόρυθος διήλασεν αὐτὴν ἀποπτὰν οὐδ’ ἄχρι τριχὸς τοῦ Μαριανοῦ ἐφαψάμενον· πρόνοια γὰρ ἀπεῖρξεν. ὁ δὲ γοργῶς ἄλλον κατὰ τοῦ κόμητος ἐπαφεὶς ὀϊστὸν πλήττει τοῦτον κατὰ τοῦ βραχίονος · ὃς τὴν ἀσπίδα διατρήσας τόν τε φολιδωτὸν διεληλυθὼς θώρακα καὶ αὐτῆς ἥψατο τῆς πλευρᾶς. ἱερεὺς δέ τις Λατῖνος τρισκαιδέκατος
[*](P.) τυγχάνων τῶν σὺν αὐτῷ μαχομένων τοῦτο θεασάμενος πρυμνόθεν ἱστάμενος πολλὰς βολίδας κατὰ τοῦ Μαριανοῦ
[*](V.) ἐξέπεμψεν. ἀλλ’ οὐδ’ ὁ Μαριανὸς ἐνεδίδου αὐτός τε ἐκθύμως μαχόμενος καὶ τοῖς ὑπ’ αὐτὸν τοῦτο παρακελευόμενος, ὡς τρισσάκις τοὺς μετὰ τοῦ Λατίνου ἱερέως ὑπαλλαχθῆναι τιτρωσκομένους τε καὶ κοπιῶντας. καὶ αὐτὸς δὲ ὁ ἱερεύς, κἂν πολλὰς τὰς πληγὰς δεδεγμένος ἦν καὶ τῷ ἰδίῳ αἵματι περιρρεόμενος , ἀλλ’ ὅμως ἄτρεστος ἦν. οὐ γὰρ κατὰ τὰ αὐτὰ ἡμῖν τε καὶ τοῖς Λατίνοις περὶ τῶν ἱερωμένων δέδοκται· ἀλλ’ ἡμεῖς μὲν ἐντετάλμεθα παρά τε τῶν κανόνων
[*](B) καὶ νόμων καὶ τοῦ εὐαγγελικοῦ δόγματος “μὴ θίξῃς, μὴ γρύξῃς, μὴ ἅψῃ· ἱερώμενος γὰρ εἰ”, ὁ δέ τοι βάρβαρος Λατῖνος ἅμα τε τὰ θεῖα μεταχειριεῖται καὶ τὴν ἀσπίδα ἐπὶ τοῦ λαιοῦ θέμενος καὶ τὸ δόρυ τῇ δεξιᾷ ἐναγκαλισάμενος ὁμοῦ τε μεταδίδωσι τοῦ θείου σώματός τε καὶ αἵματος καὶ φόνιον ὁρᾷ καὶ αἱμάτων ἀνὴρ κατὰ τὸν Δαυιτικὸν ψαλμὸν γίνεται. οὕτως ἐστὶ τὸ βάρβαρον τοῦτο γένος οὐχ ἧττον ἱερατικὸν ἢ φιλοπόλεμον. οὗτος τοίνυν ὁ ῥέκτης μᾶλλον ἢ ἱερεὺς ὁμοῦ τε καὶ τὴν ἱερατικὴν στολὴν ἐνεδιδύσκετο καὶ
[*](C) τὴν κώπην μετεχειρίζετο καὶ πρὸς ναυτικὸν πόλεμον καὶ μάχην ἀφώρα κατὰ ταὐτὸν καὶ θαλάττῃ καὶ ἀνδράσι μαχόμενος. τὰ γὰρ ἡμέτερα , καθάπερ ἔφθην εἰρηκυῖα, τῆς * Ἀαρὼν καὶ Μωσέως καὶ τοῦ καθ’ ἡμᾶς πρώτου ἀρχιερέως ἐξήρτηται. ἀλλὰ τῆς μάχης ἐξ ἑσπέρας αὐτῆς μέχρι μέσης τῆς ἐπιφαινούσης ἡμέρας καρτερᾶς γεγονυίας ὑπείκουσι κἂν
[*](16 παρὰ F 23 ps. 5, 7 etc. 29 lacunam signavi: τῆς ἱερωσύνης τῆς?) 85
μὴ ἐβούλοντο οἱ Λατῖνοι τῷ Μαριανῷ λόγον ἀπαθείας ἐξ αὐτοῦ αἰτησάμενοι καὶ τυχόντες. ὁ δέ γε μαχιμώτατος ἱερεὺς ἐκεῖνος οὐδὲ τῶν εἰρηνικῶν σπονδῶν τελουμένων τῆς μάχης
[*](D) ἐπέπαυτο, ἀλλὰ τὸν γωρυτὸν βελῶν ἐκκενώσας χερμάδα ἀνα- λαβόμενος λίθον πέμπει κατὰ τοῦ Μαριανοῦ , τοῦ δὲ τὴν κεφαλὴν διὰ τῆς ἀσπίδος περιφράττοντος πλήξας τὴν ἀσπίδα διεῖλε τετραχῆ καὶ τὴν κόρυθα κατέθραυσεν. ὁ δὲ Μαριανὸς τῇ τοῦ λίθου βολῇ συγχυθεὶς ἀπολωλεκὼς τὸ φρονοῦν τῆς ψυχῆς ἄναυδος παραχρῆμα ἐφ’ ἱκανὸν ἔκειτο, ὥσπερ ὁ Ἕκτωρ ἐκεῖνος ὑπὸ τῆς τοῦ λίθου βολῆς τοῦ Αἴαντος μικροῦ δεῖν
[*](P. 283) ἐψυχορράγει. μόλις δ’ ἀνενεγκὼν καὶ ἑαυτὸν συναγαγὼν τρισσάκις τὸν παίσαντα ἔπληξε βέλεμνα καἰ αὐτοῦ ἐπαφεὶς. ὁ δὲ πολέμαρχος ἐκεῖνος μᾶλλον ἢ ἱερεὺς μηδέποτε μάχης κορεννύμενος, ἐπειδὴ καὶ τοὺς λίθους ἅπαντας ἀπεπέμψατο τῶν χειρῶν καὶ ἁπλῶς ἦν καὶ λίθων κενὸς καὶ βελῶν, οὐκ ἔχων ὅ τι καὶ δράσειεν οὐδὲ δι’ ὧν ἀμυνεῖται τὸν ἀντίπαλον, ἐσφάδαζε μὲν ἐνταῦθα καὶ ἐξεφλέγετο καὶ ἐμεμήνει καθάπερ θηρίον εἰς ἑαυτὸν συστρεφόμενος. τοῖς γοῦν παρατυχοῦσιν αὐτίκα καὶ ἀποχρώμενος ἦν σάκκον οὖν μάζης μεστὸν ἐφευράμενος
[*](Β) ἐκεῖθεν ἀπὸ τοῦ σάκκου καθάπερ χερμάδας τὰς μάζας ἔβαλλεν, ὥσπερ ἱερατεύων καὶ τελετήν τινα ποιούμενος
[*](V. 282) καὶ ἱεροτελεστίαν τὸν πόλεμον ἐργαζόμενος. μᾶζαν γοῦν τινα μίαν ἀναλαβόμενος καὶ ὅλῃ χειρὶ πιθήσας ἐπαφίησι ταύτην κατὰ τῆς τοῦ Μαριανοῦ ὄψεως καὶ πλήττει τοῦτον κατὰ τῆς παρειάς. ταῦτα μὲν οὖν τὰ κατὰ τὸν ἱερέα ἐκεῖνον καὶ τὴν ναῦν καὶ τοὺς ἐπιβάτας. ὁ δὲ κόμης Πρεβέντξας πιστεύσας ἑαυτὸν σὺν αὐτῇ τῇ νηὶ· καὶ τοῖς ὑπ’ αὐτὸν προθύμως τῷ Μαριανῷ εἵπετο τοῦ λοιποῦ. ἐπεὶ δὲ κατὰ τὴν
[*](C) χέρσον γενόμενοι ἀπέβαινον τῆς νηός, πολλὰ καὶ πολλάκις ὁ ἱερεὺς ἐκεῖνος ἐζήτει τὸν Μαριανὸν τὴν κλῆσιν μὲν αὐτοῦ μὴ γινώσκων, ἀπὸ δὲ τοῦ χρώματος τῶν ἀμφίων τοῦτον ἀνακαλούμενος. προσελθὼν δὲ τούτῳ περιχυθεὶς κατησπάζετο
[*](9 παρα παραχρῆμα F 22 ἐργαζόμενος Α om F) 86
ἐγκαυχώμενος ἅμα ὡς “εἴ μοι κατὰ τὴν χέρσον ἐντετυχήκατε, πολλοὶ ἄν ταῖς ἐμαῖς χερσὶν ἄνῃρέθητε”. ἐκβαλὼν δ’ ἐπιδίδωσι τούτῳ ἀργυροῦν θηρίκλειον τιμῆς στατήρων ἑκατὸν πρὸς τοῖς τριάκοντα. ταῦτα δὲ ὁμιλῶν καὶ διδοὺς ἐξεπεπνεύκει.
Ἀλλὰ καὶ ὁ κόμης Γοντοφρὲ τῷ τότε καιροῦ δια- περάσας μεθ’ ἑτέρων κομητῶν καὶ στρατεύματος ἱππέων μὲν χιλιάδων δέκα, πεζῶν δὲ χιλιάδων ἑβδομήκοντα καὶ καταλαβὼν [*](D) τὴν μεγαλόπολιν περὶ τὰ μέρη τῆς Προποντίδος κατατίθησιν αὐτοῦ τὸ στράτευμα , διῆκον ἀπὸ τῆς ἔγγιστα τοῦ Κοσμιδίου διακειμένης γεφύρας μέχρι καὶ αὐτοῦ τοῦ ἁγίου Φωκᾶ. παρακελευομένου δὲ αὐτῷ τοῦ βασιλέως τὸν τῆς Προποντίδος διαπερᾶσαι πορθμὸν ἡμέραν ἐξ ἡμέρας ὑπερτιθέμενος καὶ αἰτίαν αἰτίᾳ συνείρων ἀνεβάλλετο· τὸ δὲ πᾶν, τὴν τοῦ Βαϊμούντου καὶ τῶν λοιπῶν κομητῶν ἀνέμενεν ἄφιξιν. καὶ γὰρ ὁ μὲν Πέτρος ἐξ αὐτῆς ἀρχῆς εἰς προσκύνησιν [*](P.) τοῦ ἁγίου τάφου τὴν τοσαύτην ὁδοιπορίαν ἀνεδέξατο, οἱ δέ γε λοιποὶ κόμητες καὶ τούτων μᾶλλον ὁ Βαϊμοῦντος παλαιὰν μῆνιν κατὰ τοῦ αὐτοκράτορος τρέφοντες καὶ εὐκαιρίαν ζητοῦντες ἀντίποινα τούτῳ παρασχεῖν τῆς λαμπρᾶς ἐκείνης νίκης, ἣν ἤρατο κατ’ αὐτοῦ, ὁπότε κατὰ τὴν Λάρισσαν τὸν μετ’ αὐτοῦ συνῆψε πόλεμον, ὁμογνωμονήσαντες καὶ αὐτὴν τὴν μεγαλόπολιν κατασχεῖν ὀνειρώττοντες εἰς τὴν αὐτὴν ἐληλύθεισαν γνώμην καὶ τούτου πολλάκις ἐμνημονεύσαμεν ἄνωθεν), τῷ μὲν φαινομένῳ τὴν πρὸς τὰ Ἰεροσόλυμα [*](Β) σόλυμα ὁδοιπορίαν ποιούμενοι, τῇ δ’ ἀληθείᾳ τὸν αὐτοκράτορα τῆς ἀρχῆς παραλῦσαι καὶ τὴν μεγαλόπολιν κατασχεῖν ἐθέλοντες. ἀλλ’ ὁ βασιλεὺς τὸ πανοῦργον αὐτῶν πάλαι γινώσκων τὰς τῶν ἐθνικῶν δυνάμεις σὺν αὐτοῖς ἡγεμόσι διὰ γραφῶν παρεκελεύσατο ἀπὸ τοῦ Ἀθύρα μέχρις αὐτοῦ Φιλέᾳ ἰλαδὸν καταστῆναι τόπος δὲ παράλιος οὗτος τοῦ Πόντου) καὶ ἐφεδρεύειν, εἴ πού τις τοῦ Γοντοφρὲ πρὸς τὸν [*](31 καταστῆναι r: καταστῆσαι F)
87
Βαϊμοῦντον καὶ τοὺς ὄπισθεν ἐρχομένους κομήτας ἀποστέλλοιτο
[*](C) ἢ ἐξ ἐκείνων αὖθις πρὸς αὐτόν, καὶ ἀπείργειν αὐτῶν τὴν δίοδον. ἐν τῷ μεταξὺ δὲ γίνεταί τι τοιοῦτον. μεταπεμψαμένου γὰρ τοῦ βασιλέως τινὰς τῶν μετὰ τοῦ Γοντοφρὲ
[*](P. 233) κομητῶν ἐφ’ ᾧ τούτοις συμβουλεύσασθαι ὑποθέσθαι αὐτῶ πληρῶσαι τὸν ὅρκον τριβομένου τε τοῦ καιροῦ διὰ τὸ φύσει λάλον τε καὶ μακρηγορώτατον τῶν Λατίνων ψευδὴς διέδραμεν εἰς αὐτοὺς φήμη κατασχεθῆναι τοὺς κομήτας παρὰ τοῦ βασιλέως. εὐθὺς οὖν πυκιναὶ κατὰ τῆς Βυξαντίδος κεκίνηντο
[*](D) φάλαγγες καὶ παραχρῆμα τὰ κατὰ τὴν Ἀργυρᾶν καλουμένην λίμνην διακείμενα παλάτια παντελῶς ἐξηρίπωσαν, ἅμα δὲ καὶ τῶν τειχῶν τῆς Βυξαντίδος ἀπεπειρῶντο κἀν μὴ δι’ ἑλεπόλεων, οὐ γὰρ παρῆσαν, ἀλλὰ τῷ ἑαυτῶν πλήθει θαρροῦντες τοσοῦτον κατηναιδεύσαντο, ὡς καὶ πῦρ τολμῆσαι ἐπαφεῖναι κατὰ τῆς κάτωθεν τῶν ἀνακτόρων πύλης ἀγχοῦ τοῦ ἐπ’ ὀνόματι τοῦ ἐν ἱεράρχαις μεγίστου Νικολάου πάλαι παρά του τῶν βασιλέων ἀνοικοδομηθέντος τεμένους. οὐ μόνον δὲ ὁπόσοι τοῦ συρφετώδους ὄχλου τῶν Βυζαντίων καὶ
[*](V. 295) ἀνάλκιδες πάντη καὶ ἀπειροπόλεμοι τὰς τῶν Λατίνων φάλαγγας θεασάμενοι ἔστενον ᾤμωζον ἐστερνοτύπουν μὴ ἔχοντες ὑπὸ φόβου, ὅ τι καὶ δράσαιεν, ἀλλὰ καὶ μᾶλλον ὁπόσοι εὖνοι περὶ τὸν αὐτοκράτορα, τὴν πέμπτην ἐκείνην φανταζόμενοι, καθ’ ἣν ἡ τῆς πόλεως γέγονεν ἅλωσις, καὶ δεδιότες διὰ τοῦτο τὴν ἐνισταμένην ἡμέραν, μή τις ἔκτισις τῶν τότε γεγενημένων συμβαίη. πάντες δέ, ὅσοι στρατιωτικῆς εἰδήμονες ἦσαν, ἀσυντάκτως πρὸς τὰ βασίλεια συνέρρεον. ὁ δὲ βασιλεὺς ὡπλίσατο μὲν οὐδαμῶς οὐδὲ φολιδωτὸν περιεβάλετο
[*](Β) θώρακα οὐδὲ σάκος οὐδ’ ἔγχος ἐνηγκαλίσατο οὐδὲ ξίφος περιεξώσατο, ἀλλ’ ἑδραίως ἐπὶ τοῦ βασιλικοῦ ἐσταλμένος καθῆστο θρόνου καὶ μεθ’ ἱλαροῦ βλέμματος πάντας θαρρύνων καὶ θάρσος ἐνιεὶς ταῖς σφῶν ψυχαῖς καὶ τοῖς συγγενέσι δὲ καὶ ἡγεμόσι τοῦ στρατοῦ περὶ τῶν μελλόντων συμβουκαὶ
[*](2 addidi 28 σάκκος F) 88
λευόμενος. τὰ μὲν οὖν πρῶτα οὐδ’ ὁντιναοῦν κατὰ τῶν Λατίνων τοῦ τείχους ἐξενεγκεῖν προτεθύμητο, τὸ μὲν διὰ τὴν ἐνισταμένην ἐκείνην σεβαμίαν τῶν ἡμερῶν πέμπτη γὰρ ἦν τῆς μεγίστης καὶ ἁγίας τῶν ἑβδομάδων, ἐν ᾗ ὁ σωτὴρ τὸν ἐπονείδιστον ὑπὲρ ἁπάντων ὑπέστη θάνατον), τὸ δὲ καὶ τὸν ἐμφύλιον παρεκκλίνων φόνον. πολλάκις οὖν μεταπεμψάμενος
[*](C) συνεβούλευε τοῦ τοιούτου ἀπέχεσθαι ἔργου “αἰδέσθητε” λέγων “τὸν ὑπὲρ πάντων ἡμῶν τὴν τήμερον σφαγέντα θεὸν μηδὲ σταυρὸν καὶ ἥλους καὶ λόγχην τὰ κακούργοις προσήκοντα τῆς ἡμῶν ἕνεκα παραιτησάμενον σωτηρίας. εἰ δὲ μάχης ὑμῖν ἔφεσίς ἐστι, μετὰ τὴν ἀναστάσιμον τοῦ σωτῆρος ἡμέραν καὶ ἡμεῖς ἕτοιμοι παρεσόμεθα.” οἱ δὲ οὐ μόνον οὐχ ὑπείκοντο, ἀλλὰ καὶ κατεπύκνουν μᾶλλον τὰς φάλαγγας συχνὰς τὰς βολὰς πέμποντες, ὡς καί τινα τῶν ἀγχοῦ τοῦ βασιλικοῦ θρόνου ἱσταμένων κατὰ τὸ στέρνον πλῆξαι. ὅπερ οἱ πλείονες τῶν ἐφ’ ἑκάτερα παρισταμένων τοῦ βασιλέως
[*](D) θεασάμενοι ἀνεχώρουν. ὁ δὲ ἀτρέμας ἐκάθητο ἀνακτώμενος τούτους καὶ πρᾴως πως νεμεσῶν · ὃ καὶ θάμβος πᾶσι παρεῖχεν. ἐπεὶ δ’ ἀναισχύντως τοὺς Λατίνους τοῖς τείχεσι πελάζοντας
[*](V. 2) ἑώρα καὶ τὸ συμφέρον βουλευομένῳ μὴ ὑπείκοντας, τὰ μὲν πρῶτα μεταπεμψάμενος τὸν γαμβρὸν αὐτοῦ Νικηφόρον τὸν ἐμὸν Καίσαρα παρεκελεύσατο ἄνδρας πολεμικωτάτους ἀναλαβόμενον καὶ τοξείας εἰδήμονας τοῦ τείχους ἄνωθεν καταστῆσαι παρεγγυησάμενος συχνοὺς μὲν ὀϊστοὺς κατὰ τῶν Δατίνων
[*](P. 2) πέμπειν, μὴ κατὰ σκοποῦ δέ, ἀλλὰ διαμαρτάνειν τὰ πλείω, ὡς μόνον ἐκφοβεῖν τῇ πυκνότητι τῶν βελῶν, ἀναιρεῖν δὲ μηδαμῶς. ἐδεδίει γάρ, ὡς ἄνωθεν εἴρηται, τὸ τὴς ἡμέρας σεβάσμιον καὶ τὸν ἐμφύλιον φόνον οὐκ ἤθελεν. ἑτέρους δὲ τῶν ἐκκρίτων ἡγεμόνων] τοὺς πλείους μὲν τόξα φέροντας, τοὺς δὲ ἔγχεα μακρὰ ἐναγκαλισαμένους τὴν κατὰ τὸν ἅγιον Ῥωμανὸν πύλην ἀναπετάσαντας σφοδρὰν ἐνδείξασθαι κατ αὐτῶν τὴν ὁρμὴν ἐκέλευε τοιαύτην καταστησαμένους τὴν
[*](29 ἡγεμόνων seclusi) 89
παράταξιν, * ἕκαστον τῶν τὰ δόρατα φερόντων ἐξ ἑκατέρου
[*](Β) μέρους ὑπὸ δύο φυλάττεσθαι πελταστῶν· οὕτω δὲ ἑαυτοὺς καταστήσαντας αὐτοὺς μὲν βραδεῖ ποδὶ στείχειν, ὀλίγους δέ τινας τῆς τοξείας εἰδήμονας κατὰ τῶν Κελτῶν προεκπέμπειν πόρρωθεν μὲν τοὺς οἰστοὺς βάλλοντας καὶ ἐφ’ ἑκάτερα πυκνὰ περιστρεφομένους, ἐπὰν δὲ τὸ μεσαίχμιον ἀποστενωθὲν θεάσοιντο, τηνικαῦτα τοῖς συνεφεπομένοις αὐτοῖς τοξόταις παρακελευσαμένους πυκνοὺς ἐκπέμψαι τοὺς ὀιστοὺς κατὰ τῶν ἵππων, οὐ τῶν ἐποχουμένων, ὅλας ἡνίας κατὰ τῶν Λατίνων λῦσαι, τὸ μὲν ἵνα τῶν ἵππων πληττομένων ἀποπαύηται τὸ πολὺ τῆς ὁρμῆς τῶν Κελτῶν καὶ μὴ ῥᾳδίως κατὰ τῶν
[*](C) Ῥωμαίων ἱππάζωνται, τὸ δέ τι, ὃ καὶ μᾶλλον, ἕνα μὴ Χριστιανοὶ κτείνωνται. ἐκθύμως τοίνυν τὸ βασιλικὸν ἀπεπλήρουν πρόσταγμα καὶ τὰς πύλας ἀναπετάσαντες καὶ ποτὲ μὲν τοὺς ῥυτῆρας κατ’ αὐτῶν ἐνδιδόντες , ποτὲ δὲ τοὺς ἵππους ἀνασειράζοντες κτείνουσι μὲν πολλούς, ὀλίγοι δ’ ἐξ αὐτῶν κατὰ ταυτηνὶ τὴν ἡμέραν ἐτρώθησαν. οὗτοι μὲν οὖν ἐρρέσθων· ὁ δ’ ἐμὸς δεσπότης ὁ Καῖσαρ ἀναλαβόμενος , ὡς εἴρηται, τοὺς τῆς τοξείας εἰδήμονας ἐπὶ τῶν πύργων ἵστατο τοῖς βαρβάροις ἐπιτοξαξόμενος. καὶ πάντες μὲν εἶχον τόξα καὶ εὔστοχα καὶ εὐθυβολώτατα. νεανίαι γὰρ ἦσαν σύμπαντες οὐχ ἥττους τοῦ Ὁμηρικοῦ Τεύκρου εἰς τοξικὴν ἐμπειρίαν.
[*](D) τὸ δὲ τόξον τοῦ Καίσαρος Ἀπόλλωνος ἡν ἄρα τόξον αὐτόχρημα. οὐδὲ γὰρ κατ’ ἐκείνους τοὺς Ὁμηρικοὺς Ἕλληνας νευρὴν μὲν μαζῷ, τόξῳ δὲ σίδηρον ἦγέ τε καὶ ἐφήρμοττε κυνηγετῶν ἀρετὴν ἐνδεικνύμενος κατ’ ἐκείνους, ἀλλ' ὥσπερ τις Ἡρακλῆς ἐξ ἀθανάτων τόξων θανασίμους ἀπέπεμπεν ὀϊστοὺς καὶ οὗπερ ἂν στοχάσαιτο κατευστοχῶν ἦν, εἰ μόνον
[*](V. 297) θελήσειε. καὶ γὰρ καὶ ἐν ἄλλοις καιροῖς, ὁπηνίκα καιρὸς ἀγῶνος καὶ μάχης παρῆν, ὅντινα καὶ σκοπὸν ἔθετο, εὐθὺς οὐκ ἄστοχον ἔβαλλε, καὶ ᾧ ἂν μέρει ἐπετοξάσατο, κατ’ ἐκείνου τοῦ μέρους εὐθὺς ἐτίτρωσκεν ἀεί· οὕτως ἰσχυρὸν
[*](1 lacunam signavi 16 δὲ F 28 ἠν Α om. F) 90
ἔτεινε τόξον ἐκεῖνος καὶ βέλος ἠφίει ὀξύτατον, κἀν τῇ τοξείᾳ δὲ καὶ ὑπὲρ τὸν Τεῦκρον αὐτὸν καὶ τοὺς Αἴαντας
[*](V. 2) φαινόμενος. ἀλλὰ καίπερ τοιοῦτος ὢν δεδιὼς τὸ τῆς αὐτῆς ἡμέρας αἰδέσιμον καὶ τὴν τοῦ αὐτοκράτορος παραγγελίαν ἐγκάρδιον ἔχων . ἔτεινε μὲν τόξον ἰταμῶς τούτους καὶ ἀλόγως τοῖς τείχεσι πελάζοντας ὁρῶν καὶ ἀσπίσι καὶ κυνέῃ
[*](Β) ἑαυτοὺς περιφράττοντας καὶ τὸ βέλος ἐτίθετο τῇ νευρᾷ, ἀλλ᾿ ὅμως ἄστοχα θέλων ἔβαλλεν, ὅπου μὲν εἴσω πέμπων, ὅπου δὲ καὶ ὑπερπέμπων. κἀν δὲ διὰ τὴν ἐνεστῶσαν ἡμέραν ὑπεστέλλετο εὐστόχως κατὰ τῶν Λατίνων βαλεῖν, ἀλλ’ ἐπεὶ Δατῖνός τις ἰταμὸς καὶ ἀναίσχυντος οὐ μόνον κατὰ τῶν ἄνωθεν ἱσταμένων πυκνοὺς ἐξέπεμπεν ἐϊστούς, ἀλλὰ καὶ τῇ ἰδίᾳ διαλέκτῳ πολλὰ φωνῶν ὑβρίζειν ἐδόκει, τείνει μὲν κατ αὐτοῦ ὁ Καῖσαρ τὸ τόξον. τοῦ δ’ οὐχ ἅλιον βέλος ἔκθορε χειρός, ἀλλὰ διέτρησε μὲν τὸν θυρεόν, τὸν δὲ φολιδωτὸν θώρακα σὺν αὐτῷ διελὼν τῷ βραχίονι τῇ πλευρᾷ τὸ βέλος
[*](C) περιέπειρεν. ὁ δ’ εὐθὺς ἄφωνος ἔκειτο χαμᾶζε κατὰ τὸν ποιητήν, φωνὴ δ’ οὐρανὸν ἧκε τῶν μὲν ἐπαγαλλομένων τῷ Καίσαρι, τῶν δὲ ἐπὶ τῷ πεπτωκότι ἀπολοφυρομένων. καρτερῶς. οὖν αὖθις τῶν τε ἱππέων ἐκεῖθεν μαχομένων τῶν τε ἐν τοῖς τείχεσιν ἱσταμένων βαρὺς καὶ δεινὸς ἐξ ἀμφοτέρων ἀνερριπίξετο πόλεμος. ἐπιβαλὼν δ’ αὖθις ὁ αὐτοκράτωρ τὰς ἰδίας δυνάμεις εἰς φυγὴν τὰς τῶν Λατίνων προὐτρέψατο . φάλαγγας. τῇ δὲ μετ’ αὐτὴν ἀπελθὼν ὁ Οὖβος συνεβούλευε τῷ Γοντοφρὲ τῷ τοῦ βασιλέως ὑπεῖξαι θελήματι, εἰ μὴ κα̣ἰ δευτέραν βούλοιτο τῆς τούτου περὶ τὰ πολεμικὰ ἐμπειρίας
[*](D) πεῖραν λαβεῖν, καὶ ὀμωμοκέναι καθαρὰν πίστιν φυλάττειν αὐτῷ. ὁ δὲ πολλὰ τοῦτον κατεμέμφετο λέγων “σὺ ὡς βασοεὺς τῆς ἰδίας ἐξεληλυθὼς χώρας μετὰ τοσούτου πλούτου καὶ στρατεύματος νῦν ἐξ ὕψους τοσούτου εἰς δούλου τάξιν ἑαυτὸν συνήλασας· εἶτα ὡς μέγα τι κατωρθωκὼς τοιαῦτα συμβουλεύων ἥκεις;” ὁ δὲ “ἐχρῆν ἡμᾶς” ἔφη “ἐν
[*](2 δὴ? 7 καὶ om F 16 τῷ Α om F 23 προετρέψατο F 26 δευτέραν r: δευτέρας F) 91
ταῖς ἰδίαις προσμένειν χώραις καὶ τῶν ἀλλοτρίων ἀπέχεσθαι · ἐπεὶ δὲ μέχρις ῷδε κατήλθομεν πολλῆς τῆς τοῦ βασιλέως
[*](P. 288) κηδεμονίας δεόμενοι , εἰ μὴ τοῖς αὐτοῦ πειθόμεθα λόγοις, οὐκ ἀγαθὰ ἡμῖν συμβήσεται”. ὡς δὲ κενὸν τὸν Οὖβον ἐκεῖθεν ἐξέπεμψε, πληροφορηθεὶς ὁ βασιλεὺς καὶ τοὺς ὄπισθεν ἐρχομένους ἐγγίζειν ἤδη κομήτας, ἀποστείλας τῶν ἡγεμόνων ἐκκρίτους τινὰς μετὰ τῶν ὑπ’ αὐτοὺς δυνάμεων ἐπέσκηψεν αὖθις συμβουλεύσασθαι αὐτῶ καὶ καταναγκάσαι διαπερᾶσαι. τούτους οἱ Λατῖνοι θεασάμενοι καὶ μηδὲ μικρὸν ἀναμείναντες μήτε μὴν τὸ τί ἂν βούλοιντο ἐπερωτήσαντες πρὸς πολέμους καὶ μάχας ἐχώρουν · πολέμου δὲ ἀναμεταξὺ συρραγέντος ἰσχυροῦ πίπτουσιν ἐξ ἑκατέρου μέρους ἱκανοί, τιτρώσκονται
[*](Β) δὲ καὶ * * οἱ τοῦ αὐτοκράτορος , ὁπόσοι ἀναισχυντότερον αὐτῷ προσέβαλον. ἐκθυμότερον δὲ τούτων μαχομένων τὰ νῶτα οἱ Λατῖνοι ὑπεῖχον. καὶ οὕτως ὁ Γοντοφρὲ μετ’ οὐ πολὺ τῷ τοῦ βασιλέως ἐστοίχει θελήματι. προσελθὼν οὖν
[*](V. 236) τῷ βασιλεῖ ἐπωμόσατο ὅνπερ ἀπῃτεῖτο ὅρκον, ὥστε ὁπόσας πόλεις καὶ χώρας ἣ φρούρια φθάσει κατασχεῖν ὑπὸ τὴν βασιλείαν Ῥωμαίων τὸ πρῶτον τελοῦντα, πρὸς τὸν ἐπ’ αὐτῷ τούτῳ παρὰ τοῦ βασιλέως ἀποστελλόμενον ἀρχηγὸν παραδιδόναι, ταῦτ’ οὖν ἐπομοσάμενος χρήματά τε ἱκανὰ λαβὼν ὁμέστιός τε καὶ ὁμοτράπεζος αὐτῷ γεγονὼς καὶ δαψιλῶς
[*](C) εὐωχηθεὶς διαπεράσας κατὰ τὸν Πελεκάνον ηὐλίσατο. ὁ δὲ βασιλεὺς τηνικαῦτα ἐπέσκηψε δαψιλεῖς πανηγύρεις ἐξάγειν αὐτοῖς.
κατόπιν δὲ τούτου ἐφθακὼς καὶ ὁ Ῥαοὺλ καλούμενος μετὰ πεντεκαίδεκα χιλιάδων ἱππέων τε καὶ πεξῶν καὶ κατὰ τὴν Προποντίδα περὶ τὴν καλουμένην μονὴν τοῦ Πατριάρχου σκηνώσας μετὰ τῶν ὑπ’ αὐτὸν κομητῶν τοὺς λοιποὺς μέχρις αὐτοῦ Σωσθενίου κατέθετο. ὡς δὲ καὶ αὐτὸς τὰ αὐτὰ τῷ Γοντοφρὲ φρονῶν ἀνεβάλλετο τέως τὴν τῶν ὄπισθεν ἐρχομένων ἀπεκδεχόμενος ἔλευσιν, ὁ βασιλεὺς στο- [*](13 lacunam signavi)
92
χαζόμενος τοῦ μέλλοντος ἐδεδίει τὴν τούτων ἄφιξιν καὶ
[*](Β) αὐτῶν ὅλῃ χειρὶ καὶ γνώμῃ τὴν διαπεραίωσιν ἐπέσπευδεν. ἀποστείλας τοίνυν τὸν͂ Ωπον μετεκαλεῖτο (εὐγενὴς δὲ οὗτος φρονήσει καὶ τῇ περὶ τὰ στρατιωτικὰ ἐμπειρίᾳ μηδενὸς ἀποδέων) καὶ ἐπειδὴ παρῆν, μεθ’ ἑτέρων γενναίων ἀνδρῶν διὰ τῆς ἠπείρου πρὸς αὐτὸν ἐξέπεμψε παρακελευσάμενος καταναγκάσαι τούτου τὴν διαπεραίωσιν. ἐπεὶ δὲ τοῦτον ἑώρα
[*](Ρ. 2) τῷ βασιλικῷ μηδαμῶς ὑπείκοντα προστάγματι , ἀλλ’ ἀναισχυντοῦντα καὶ πολλὰ κατὰ Λυ βασιλέως φρυαττόμενόν, ὁπλισάμενος παρετάξατο μορμολυττόμενος τάχα τὸν βάρβαρον καὶ δικ τοῦτο οἰόμενος πείσειν αὐτὸν πρὸς τὴν περαίαν διαπλῴσασθαι. ὁ δὲ θᾶττον ἠ λόγος μετὰ τῶν συνόντων αὐτῷ Κελτῶν παραταξάμενος ὡς λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας καὶ τηνικαῦτα μετὰ τοῦ Ὠπου μέγαν συνίστησι πόλεμον. καταλαβὼν δὲ καὶ ὁ Πηγάσιος διαπόντιος ἐφ’ ᾧ τούτους διαπερᾶν καὶ θεασάμενος τὴν κατὰ τὴν ἤπειρον μάχην καὶ τοὺς Κελτοὺς ἰταμώτερον τῷ Ῥωμαἰ·κῷ
[*](Β) στρατεύματι προσβάλλοντας τῶν νηῶν ἐξεληλυθὼς ἐξ ὀπισθίων προσβάλλει καὶ αὐτὸς τοῖς Κελτοῖς. ἀναιροῦνται τοίνυν τηνικαῦτα πολλοί· πλεῖστοι δὲ καὶ τιτρώσκονται. καὶ οὕτως οἱ σωθέντες ἀνακαλοῦνται τὴν διαπεραίωσιν. ὁ δὲ βασιλεύς , μηχανικώτατος ὠν ἀνήρ , σκεψάμενος μὴ τῷ Γοντοφρὲ ἑνωθέντες καὶ τὰ συμβάντα τούτοις ἀφηγησάμενοι τοῦτον κατ’ αὐτοῦ ἐρεθίσωσι, τὴν αἴτησιν τούτων ἀσμένως δεξάμενος ἐν πλοίοις τούτους ἐνίησι καὶ διαποντίους πρὸς τὸν τοῦ σωτῆρος τάφον ἐκπέμπει, τοῦτο καὶ αὐτῶν ἐξαιτησαμένων. ἀποστέλλει δὲ καὶ πρὸς τοὺς ἐλπιζομένους κομήτας καὶ φιλοφροσύνης μηνύει ῥήματα χρηστὰς αὐτοῖς ἐλπίδας
[*](C) διδούς. οἱ καὶ καταλαβόντες πᾶν τὸ προσταττόμενον προθύμως ἐπλήρουν. τοιαῦτα μὲν οὖν καὶ τὰ τοῦ κόμητος Ῥαούλ· ἀναριθμήτου δὲ καὶ ἑτέρου πλήθους ὄπισθεν ἐρχοσυμμίγδην ἐξ ἁπασῶν μικροῦ τῶν Κελτικῶν χωρῶν συνειλεγμένου μετὰ τῶν ἀγόντων αὐτοὺς ἡγεμόνων, ῥηγῶν τε καὶ δουκῶν καὶ κομητῶν καὶ αὐτῶν ἐπισκόπων, ἀποστέλ-
93
λων ὁ αὐτοκράτωρ φιλοφρόνως αὐτοὺς ὑπεδέχετο καὶ ἐπιεικείας
[*](P. 237) κείας ἐξέπεμπε λόγους , ὁποῖος ἐκεῖνος δεινὸς τὸ μέλλον προμηθεύσασθαι καὶ προαρπάσαι τὸ συμφέρον. ἐπισκήπτει δὲ καὶ τὰ ζωαρκῆ τούτοις ἐρχομένοις ἐπιχορηγεῖν τοῖς ἐπ’
[*](D) αὐτῷ τούτῳ τεταγμένοις, ὡς μὴ λαβὴν αὐτοὺς τὸ παράπαν ἐσχηκέναι μηδ’ ἐξ οἵας οὖν αἰτίας. οἱ δὲ πρὸς τῆν μεγαλόπολιν ἠπείγοντο. τάχα δὲ εἶπέ τις οὐρανοῦ ἀστέρας εἶναι τούτους ἤ ψάμμον παρὰ τῷ χείλει τῆς θαλάττης ἐκκεχυμένην. ἦσαν γὰρ ὅσα φύλλα ἄνθεα γίγνεται ὥρῃ καθ' Ὅμηρον τῇ Κωνσταντίνου πελάζειν ἤδη κατεπειγόμενοι. τὰς
[*](V. 300) δὲ τῶν ἡγεμόνων κλήσεις καὶ προθυμουμένη περ ἐξειπεῖν οὐ βούλομαι. ναρκᾷ γάρ μοι ὁ λόγος τὸ μέν τι βαρβαρικὰς φωνὰς ἀπαγγέλλειν ἀδυνατούσῃ διὰ τὸ ἄναρθρον, τὸ δέ τι καὶ πρὸς τὸ πλῆθος ἐκείνων ἀποβλεπούσῃ. καὶ ἵνα τί τοσούτου πλήθους κλήσεις ἀπαριθμεῖσθαι πειρώμεθα, οὓς καὶ οἱ τότε παρόντες ἀκηδίας ἐπληροῦντο ὁρῶντες; ὡς οὖν τὴν μεγαλόπολιν ἤδη κατέλαβον, κατατίθενται τὰ τούτων στρατεύματα ἐπισκήψει τοῦ αὐτοκράτορος άγχοῦ τῆς μονῆς Κοσμιδίου καὶ μέχρις αὐτοῦ διήκοντα Ἱεροῦ. οὐκ ἐννέα δὲ κήρυκες, καθάπερ ποτὲ τὸ Ἑλληνικόν, τούτους βοόωντες
[*](Β) ἐρήτυον, ἀλλ’ ἱκανοὶ καὶ γενναῖοι ὁπλῖται οἱ τούτοις ἐφεπόμενοι τοῖς τοῦ αὐτοκράτορος κελεύσμασιν ὑπείκειν ἀνέπειθον. τούτους δὲ ὁ βασιλεὺς βουλόμενος ὑπὸ τὸν τοῦ Γοντοφρὲ συνελάσαι ὅρκον διῃρημένως προσεκαλεῖτο ἰδίᾳ προςομιλῶν, . ἅττα καὶ βούλοιτο, καὶ τοῖς εὐγνωμονεστέροις χρώμενος μεσασταῖς τῶν ἀπειθεστέρων. ἐπεὶ δ’ οὐκ ἐπείθοντο τὴν τοῦ Βαϊμούντου καραδοκοῦντες ἔλευσιν, ἀλλὰ ποικίλους τρόπους εὑρίσκοντες ἐξαιτήσεων ἄλλα τινὰ προςαπαιτοῦτες
[*](C) ἦσαν, ὁ βασιλεὺς τὸ παρ’ αὐτῶν προτιθέμενον ῥᾷστα διαλύων καὶ παντοίως τούτους μετελθὼν συνήλασεν εἰς τὸν τοῦ Γοντοφρὲ ὅρκον μεταπεμψάμενος καὶ αὐτὸν ἀπὸ τοῦ Πελεκάνου ἐπὶ τῷ παρεῖναι τοῦ ὅρκου τελουμένου
[*](9 γὰρ om F οὖν Α γίνεται F 26 δὲ F 28 ποικίλων F) 94
διαπόντιον. πάντων οὖν συνεληλυθότων καὶ αὐτοῦ δὴ τοῦ Γοντοφρέ, ἐπεὶ καὶ ὁ ὅρκος ἤδη τετέλεστο ὑπὸ πάντων τώ κομητῶν, τολμήσας τις εὐγενὴς εἰς τὸν σκίμποδα τοῦ βασιλέως ἐκάθισεν. ὁ δὲ βασιλεὺς ἠνείχετο τούτου μηδέν τι φθεγξάμενος , πάλαι τὴν ἀγέρωχον τῶν Λατίνων φύσι
[*](D) εἰδώς. προσελθὼν δὲ ὁ κόμης Βαλδουῖνος καὶ ἁωάμενο αὐτοῦ τῆς χειρὸς ἤγειρεν ἐκεῖθεν καὶ πολλὰ καταμεμψάμε νος ἔφη ἕφη ἐξῆν σοι τοιοῦτον ἐνταῦθα ποιῆσαι δουλείαν τῷ βασιλεῖ καὶ ταῦτα ὑποσχομένῳ. οὐδὲ γὰρ ἔθιμον τοῖς βασιλεῦσι Ῥωμαίων συνέδρους ἔχειν τοὺς ὑπ’ αὐτούς . δούλους
[*](P.) δὲ ὁμότας τῆς αὐτοῦ βασιλείας γεγονότας χρὴ καὶ τὰ ἔθη τῆς χώρας τηρεῖν”. ὁ δὲ πρὸς μὲν τὸν Βαλδουῖνον ἐφθέγξατο οὐδέν, δριμύτερον δὲ ἐνατενίσας τῷ βασιλεῖ πρὸς
[*](V.) ἑαυτὸν τῇ οἰκείᾳ διαλέκτῳ λόγους τινὰς ἀπεφθέγξατο λέγων “ ἴδε, ποῖος χωρίτης κάθηται μόνος παρισταμένων αὐτῷ ἡγεμόνων”. οὐδ’ ἡ κίνησις τῶν χειλέων τοῦ Λατίνου τὸν βασιλέα διέλαθε. καλέσας δ’ ἴνα τῶν τὴν Δατινικὴν διάλεκτον μεθερμηνευόντων ἠρώτα περὶ τῶν λεχθέντων. ἀκούσας δὲ τὰ παρ’ αὐτοῦ ῥηθέντα οὐδὲν μὲν τέως πρὸς τὸν Λατῖνον εἰρήκει, ἐτήρει δ’ ὅμως τὸν λόγον παρ’ ἑαυτῷ. συντασσομένων δὲ τῷ βασιλεῖ πάντων μετεκαλεῖτο τὸν ὑψηλόφρονα
[*](Β) Λατῖνον ἐκεῖνον καὶ ἀναιδῆ καὶ ἐπυνθάνετο, τίς τέ ἐστι καὶ ὅθεν ὥρμηται καὶ ἐκ ποίου γένους. ὁ δὲ “Φράγγος μέν εἰμι καθαρὸς” ἔφη “τῶν εὐγενῶν· ἓν δὲ ἐπίσταμαι, ὅτι ἐν τριόδῳ τῆς χώρας, ὅθεν αὐτὸς ὥρμημαι, τέμενός ἐστι πάλαι οἰκοδομηθὲν, ἐν ᾧ πᾶς ὁ προθυμούμενος μόνος πρὸς μόνον μάχην ἀναδήσασθαι εἰς μονομάχου τάξιν ἑαυτὸν καταστήσας προσερχόμενος βοήθειαν μὲν τὴν τοῦ θείου ἐκεῖθεν αἰτεῖται, βραδύνει δὲ τὸν κατ’ αὐτοῦ τολμήσαντα ἀπεκδεχόμενος. καθ’ ἣν τρίοδον ἐχρόνισα καὶ αὐτὸς σχολάζων καὶ ζητῶν τὸν μετ’ ἐμοῦ μαχεσόμενον. ὁ δὲ
[*](2 τετέλεστο ὑπὸ πάντων τῶν κομητῶν, τολμήσας τις r: τετέλεστο, τολμήσας τις ἀπὸ πάντων τῶν κομητῶν F 11 αὐτῶν? 17. 20 δὲ F) 95
[*](C) τοῦτο τολμήσων οὑδαμοῦ.” ταῦτα ὁ βασιλεὺς ἀκηκοὼς ἔφη “εἰ πόλεμον τότε ζητῶν οὐχ εὗρες, πάρεστί σοι καιρὸς ὁ πολλῶν σε πολέμων ἐμπλήσων. παρεγγυῶμαί δέ σοι , μήτε πρὸς οὐραγίαν μήτε πρὸς λοχαγίαν ἵστασθαι φάλαγγος, ἀλλὰ τὸ μέσον ἔχειν τῶν ἡμιλοχιτῶν· ἐπιστήμην γὰρ τῆς μεθόδου τῶν πολέμων τῶν Τούρκων ἐκ μακροῦ ἔσχηκα”. οὐκ αὐτῷ δὲ μόνῳ ταῦτα συνεβούλευεν, ἀλλὰ καὶ τοῖς ἄλλοις πᾶσιν ὁπόσα τούτοις συναντήσειν ἔμελλεν ἀπερχομένοις κατὰ τὴν ὁδὸν προλέγων παρηγγυᾶτο μὴ ἀκρατῶς διώκειν, ὁπηνίκα τὴν νίκην αὐτοῖς κατὰ τῶν βαρβάρων δοίη θεός, ἕνα μὴ τοῖς ἐνεδρεύουσι λοχαγοῖς περιπίπποντες ἀναιρῶνται.
[*](D)Ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τὸν Γοντοφρὲ καὶ Ῥαοὺλ καὶ τοὺς ἄλλους τοὺς συνεπομένους αὐτοῖς· ὁ δέ γε Βαϊμοῦντος μετὰ τῶν ἄλλων κομητῶν καταλαβὼν τὸν Ἄπρων καὶ μήτ’ ἐξ εὐγενῶν φύντα ἑαυτὸν ἐπιγινώσκων μήτε δυνάμεις μεις πολλὰς συνεπαγόμενος δι’ ἣν εἶχε σπάνιν τῶν χρημάτων, τὴν τοῦ αὐτοκράτορος βουλόμενος ἐπισπάσασθαι εὔνοιαν, ἅμα δὲ καὶ συγκαλύψαι τὰ κατ’ αὐτὸν ἐθέλων, μετὰ δέκα καὶ μόνων Κελτῶν προεξελθὼν τῶν ἄλλων κομητῶν ἔσπευσε καταλαβεῖν τὴν βασιλεύουσαν. ὁ δὲ βασιλεὺς τὰς αὐτοῦ μηχανὰς γινώσκων καὶ τὸ ὕπουλον καὶ ἐνεδρευτικὸν αὐτοῦ ἦθος ἐκ μακροῦ ἐπιστάμενος ἔσπευσε πρὸ τοῦ καὶ τοὺς [*](302) ἄλλους καταλαβεῖν κομήτας ὁμιλῆσαι τε καὶ ἀκοῦσαι τῶν παρ’ αὐτοῦ λεγομένων καὶ πεῖσαι πρὸ τῆς ἐκείνων ἀφίξεως διαπερᾶσαι, ἵνα μὴ ἑνωθεὶς μετ' αὐτῶν καταλαμβανόντων ἤδη καὶ τὰς ἐκείνων διαστρέψειε γνώμας. εἰσελθόντι δὲ ἱλαρὸν εὐθὺς ἐνατενίσας τὰ κατὰ τὴν ὁδοιπορίαν ἐπυνθάνετο καὶ ὅπου τοὺς κομήτας κατέλιπε. τοῦ δὲ ἅπαντα διασαφήσαντος αὐτῷ, ὡς εἶχε γνώμης, ἀστεϊξόμενος ὁ βασιλεὺς καὶ τῶν κατὰ τὸ Δυρράχιον καὶ τὴν Λάρισσαν τετολμημένων παρ ’ αὐτοῦ ἀναμιμνήσκει τηνικαῦτα καὶ τῆς ἔχθρας ἐκείνης. ὁ δὲ πρὸς αὐτὸν ἔλεγεν ὡς “ἔγωγε κἀν ἐχθρὸς κἂν πολέμήτε [*](15 μήτε ἐξ F)
96
μιος τότ' ἦν, ἀλλὰ νῦν αὐτόμολος ἥκω φίλος τῆς σῆς βασθκελθας”.
[*](B) ὁ δὲ αὐτοκράτωρ διὰ πολλῶν μετελθὼν αὐτὸν καὶ
[*](V. (??)) ἀκροθιγῶς πως ἀποπειράσας τὸν αὐτοῦ λογισμόν, ἐπεὶ διέγνω κατανεύσοντα τοῦτον ὅρκια πιστὰ δοῦναι πρὸς αὐτὸν ἔφη “τὰ νῦν μὲν κεκοπιακότα σε ἀπὸ τῆς ὁδοιπορίας χρὴ ἀπελθόντα διαναπαύσασθαι, ἐς νέωτα δὲ περὶ ὧν βουλόμεθα ὁμιλήσομεν”. ἀπελθόντι οὖν εἰς τὸ Κοσμίδιον, οὗπερ τὰ τῆς κατοικίας αὐτῷ προηυτρέπιστο, τράπεζα τούτῳ παρατίθεται δαψιλὴς παντοίων ὄψων καὶ ἐδεσμάτων μεστή. εἶτα καὶ ὠμὰ κρέα χερσαίων τε καὶ πτηνῶν ζώων προσενεγκόντες οἱ ὀψοποιοὶ ἔφασαν “ἡμῖν μὲν τὰ ὄψα, ὡς ὁρᾷς, ηὐτρέπισται
[*](C) κατὰ τὸ σύνηθες · εἰ δὲ μὴ ἀρεστά σοι ταῦτα, ἰδοὺ καὶ ὠμὰ καὶ κατασκευασθήτωσαν καθά γε βούλει”. οὕτω γὰρ παρὰ τοῦ αὐτοκράτορος κατασκευάσαι τε καὶ εἰπεῖν ἐντεταλμένον αὐτοῖς ἦν. καὶ γὰρ ὁποῖος ἐκεῖνος δεινὸς ἤθους καταστοχάσασθαι ἀνδρός, δεινὸς εἰς καρδίαν βάψαι καὶ λογισμοὺς θηρᾶσαι ἀνθρώπου, τὸ τοῦ ἀνδρὸς ἐπιστάμενος δύσνουν καὶ κακόηθες ἐστοχάσατο τοῦ ὄντος. ἕν’ οὖν μὴ ὑποψίαν τινὰ κατ’ αὐτοῦ σχοίη, καὶ τὰ ὠμὰ κρέα ἐν ταὐτῷ προσενεχθῆναι αὐτῷ προσέταξε διαλύων τάχα τὴν ὑποψίαν. οὐκ ἠστόχει
[*](D) δὲ τοῦ σκοποῦ. ὁ γὰρ δεινὸς Βαϊμοῦντος τῶν μὲν ὄψων οὐ μόνον ἀπογεύσασθαι ὅλως, ἀλλ’ οὐδ’ ἄκροις δακτύλοις προσψαῦσαι ἠνέσχετο, ἀλλ’ ἀπώσατο τ’ εὐθὺς καὶ μηδενί τι τῆς ὑποδραμούσης αὐτῷ ὑπονοίας ἐμφήνας τοῖς παρεστῶσι πάντα διένειμε , τῷ μὲν φαινομένῳ φιλοφρονεῖσθαι τούτους ὑποκρινόμενος, τῇ δ’ ἀληθείᾳ, εἴ τις καλῶς σκοποίη, θανάτου κρατῆρα κεράσας αὐτοῖς. οὐδὲ τὸν δόλον ἐπέκρυπτε. τοσοῦτον καταφρονητικῶς περὶ τοὺς ὑπ’ αὐτὸν διέκειτο. τὰ μέντοι ὠμὰ κρέατα κατὰ τὸ ἔθος τῆς ἐνεγκαμένης τοῖς ἰδίοις ὀψοποιοῖς κατασκευάσαι ἐπέταττε. τῇ μετ’ αὐτὴν δὲ τοὺς
[*](Ρ.) τὰ ὄψα ἐκεῖνα ἐδηδοκότας ἐπυνθάνετο, ὅπως αὐτοὺς διέθεντο. τῶν δὲ “καὶ λίαν καλῶς” εἰρηκότων καὶ ὡς μηδὲ
[*](18 ἵνα F 23 τε F) 97
τῆς τυχούσης αἰσθέσθαι βλάβης, ἀποκαλύψας αὐτοῖς τὸ ἀπόρρητον ἴφη ὡς “ἔγωγε μεμνημένος τῶν μετ’ αὐτοῦ πολέμων καὶ τῆς μάχης ἐκείνης ἐδεδίειν, μὴ τὸν ἐμὸν ἴσως ἐξαρτύσῃ θάνατον, θανάσιμόν τι φάρμακον τοῖς ὄψοις ἐπεμβαλών”. τοιαῦτα μὲν τὰ τοῦ ΒαΪμούντοτυ. ἐγὼ δ’ οὔποτε πονηρὸν ἐθεασάμην μὴ τοῦ ὀρθῶς τι ποιεῖν πόρρω που ἐν πᾶσι λόγοις καὶ πρακτέοις θέοντα. ὁπηνίκα γάρ τις τῆς μεσότητος ἐκσταίη, πρὸς ὁπότερον ἂν τῶν ἄκρων νεύσειε, πόρρωθεν τῆς ἀρετῆς ἕστηκε. μεταπεμψάμενος οὖν τὸν Βαϊμοῦντον
[*](Β) ὁ βασιλεὺς τὸν συνήθη τοῖς Λατίνοις καὶ ἐξ αὐτοῦ ἐζήτει ὅρκον. ὁ δὲ τὰ ἑαυτοῦ ἐπιστάμενος καὶ ὅτι οὔτε ἐκ προγόνων περιφανῶν ἐγεγόνει οὔτε χρημάτων εὐπορίαν εἶχε καὶ διὰ τοῦτο οὐδὲ δυνάμεις πολλάς, ἀλλὰ μετρίους πάνυ τοὺς συνεπομένους αὐτῷ Κελτούς, καὶ ἄλλως δὲ φύσει ἐπίορκος ὤν, μάλα προθύμως τῷ τοῦ αὐτοκράτορος ὑπεῖξε θελήματι.
[*](P. 240) κᾷθ' οὕτως ὁ βασιλεὺς περὶ τὰ βασίλεια οἰκίσκον τινὰ ἀφο- ρίσας εἰς τοὔδαφος κατέστρωσε παντοῖον εἶδος χρημάτων, * καὶ ἀμφίων χαράγματός τε χρυσίου καὶ ἀργύρου καὶ τῆς κατωτέρω ὕλης τοσοῦτον πληρώσας τὸ οἴκημα, ὡς μηδὲ
[*](C) βαδίζειν δύνασθαί τινα τῷ πλήθει τούτων συμποδιξόμενον. τῷ δὲ μέλλοντι ὑποδεῖξαι ταῦτα τῷ Βαϊμούντῳ ἐπέταττεν ἀθρόον τὰς πύλας ἀναπετάσαι. ὁ δὲ ἐπὶ τῇ τούττων θέᾳ ἐκπλαγείς φησιν “εἰ τοσαῦτά μοι προσῆν χρήματα, πολλῶν ἂν χωρῶν κύριος πάλαι ἐγεγόνειν αὐτός”. καὶ ὃς “ταῦτά σοι τὴν σήμερον ἀποχαρίζεται ἅπαντα ὁ βασιλεύς”. ὁ δὲ περιχαρῶς ταῦτα δεξάμενος καὶ εὐχαριστήσας ἀπῄει ἀναπαυθησόμενος οὗ κατέλυσεν. ἀποκομισθέντων δὲ τούτων
[*](D) αὐτῷ, μεταβαλὼν ὁ πρὶν τεθαυμακὼς ἔφη “oὐδέποτε τοιαύτην ἀτιμίαν ἔσεσθαί μοι ἀπὸ τοῦ βασιλέως ἤλπισα. λαβόντες οὖν ταῦτα ἀπαγάγετε τῷ πέμψαντι”. ὁ δὲ βασιλεὺς
[*](V. 304) τὸ φύσει παλίμβουλον τῶν Λατίνων γινώσκων τὸν δημώδη λόγον ἀντέφησε “ κακὸν πρᾶγμα πρὸς τὸν ἴδιον ἐπανερχέσθω
[*](10 ὁ βασιλεὺς Α om F 18 lacunam signavi: ἀγγείων καὶ?) 98
αὐθέντην”. τοῦτο ὁ Βαϊμοῦντος ἀκούσας καὶ τοὺς ἀποκομίσαντας ἐπιμελῶς ἀναζητοῦντας αὖθις αὐτὰ ὁρῶν μεταβαλὼν ὁ πρὶν ἀποπεμπόμενος ταῦτα καὶ ἀχθόμενος ἐπὶ τούτοις ἱλαρὸν βλέμμα τοῖς ἀποκομισταῖς ἐδείκνυ καθάπερ τις πολύπους μετασχηματιζόμενος ἐν βραχεῖ. φύσει μὲν γὰρ ἦν ὁ ἀνὴρ πονηρὸς καὶ ὀξὺς πρὸς τὰ συμπίπτοντα, πονηρίᾳ καὶ ἀνδρείᾳ τοσοῦτον ὑπερέχων ἁπάντων τῶν τότε διερχομένων Δατίνων, ὁπόσον δυνάμεσί τε καὶ χρήμασιν ἥττητο ἀλλὰ καὶ ὡς πάντων ἐκράτει κακεντρεχείας περιουσίᾳ, τὸ δὲ παλίμβουλον ὡς φυσικόν τι τῶν Λατίνων παρακολούθημα
[*](B) παρείπετο καὶ αὐτῷ τὰ γοῦν χρήματα ὁ ἀπωθούμενος περιχαρῶς τηνικαῦτα ἐλάμβανε. δύσνους γὰρ ὢν τὴν ἐπεὶ μηδὲ χώραν ὅλως κεκτημένος τῆς ἐνεγκαμένης ἐξῄει τῷ μὲν φαινομένῳ χάριν τῆς τοῦ ἁγίου τάφου προσκυνήσεως, τῇ δ’ ἀληθείᾳ ἀρχὴν ἑαυτῷ περιποιήσασθαι προμηθευόμενος καὶ μᾶλλον, εἰ γένοιτό οἱ, καὶ αὐτῆς τῆς βασιλείας Ῥωμαίων ἐπιδράξασθαι χρωμένῳ ταῖς τοῦ πατρὸς ὑποθημοσύναις καὶ πάντα κάλων τὸ τοῦ λόγου κινοῦντι, πολλῶν ἐδεῖτο χρημάτων. ὁ δὲ αὐτοκράτωρ τὸ δύσνουν καὶ
[*](C) κακόηθες αὐτοῦ ἐπιστάμενος ἔσπευδε τὰ συναιρόμενα πρὸς τοὺς ὑποτυφομένους αὐτῷ λογισμοὺς εὐφυῶς περιαιρεῖν. διὸ καὶ τὸ δομεστικάτον αἰτούμενος τῆς ἀνατολῆς οὐκ ἔτυχε τῆς αἰτήσεως πρὸς Κρῆτα κρητίζων. δεδιὼς γὰρ ὁ βασιλεύς, μὴ ἐξουσίας δραξάμενος καὶ δι’ αὐτῆς δουλαγωγήσας τοὺς κομήτας ἅπαντας ῥᾳδίως περιάγοι τοῦ λοιποῦ, ὅπη βουλητὸν αὐτῷ ἐστι, μὴ θέλων τε τὸν Βαϊμοῦντον ὑπονοῆσαι ὅτι ἤδη πεφώραται, ἐλπίσι χρησταῖς αὐτὸν ὑποσαίνων ἴφη “τούτου μὲν καιρὸς οὔπω πάρεστι, διὰ δὲ τῆς σῆς ἐνεργείας καὶ ὑπολήψεως, ἀλλὰ δὴ καὶ πίστεως μετ' πολὺ καὶ τοῦτο γενήσεται”. ὁμιλήσας τοίνυν αὐτοῖς καὶ παντοίαις
[*](D V) δωρεαῖς καὶ τιμαῖς φιλοφρονησάμενος τῇ μετ’ αὐτὴν αὐτὸς
[*](28sq. ἐνεργείας καὶ ὑπολήψεως, ἀλλὰ δὴ καὶ πίστεως Α καὶ ὑπολήψεως, ἀλλὰ δὴ om F) 99
ἐπὶ τοῦ βασιλικοῦ καθῆστο θρόνου ’ μεταπεμψάμενος δὲ αὐτόν τε τὸν Βαϊμοῦντον καὶ τοὺς κομήτας ἅπαντας περὶ τῶν κατὰ τὴν ὁδὸν αὐτοῖς συμβησομένων ὡμίλει βουλευόμενος τὰ
[*](305) συμφέροντα, ἀναδιδάσκων ἅμα καὶ αἷς εἰώθασιν οἱ τοῦρκοι χρήσασθαι μεθοδείαις ἐν ταῖς μάχαις καὶ ὑποτιθέμενος, ὅπως τε παρατάττεσθαι χρὴ καὶ λόχους καθιστᾶν καὶ μὴ ἐπὶ πολὺ διώκειν, ὁπηνίκα τούτοις οἱ τοῦρκοι τὰ νῶτα διδόασι. καὶ οὕτως διά τε χρημάτων διά τε λόγων καταμαλάξας αὐτῶν τὸ ἄγριον καὶ τὰ συνοίσοντα ὑποθέμενος τὴν διαπεραίωσιν προὐτρέψατο. τὸν δέ γε Ἰσαγγέλην ἠγάπα διαφερόντως διά τε τὸ περιὸν αὐτῷ τοῦ φρονήματος καὶ τῆς ὑπολήψεως τὸ ἀνόθευτον καὶ τὸ τοῦ βίου καθαρόν,
[*](Β) γινώσκων ἅμα καὶ ὁπόσον αὐτῷ τῆς ἀληθείας μέλει μηδὲν ταύτης μηδέποτε προτιμωμένῳ· τοσοῦτον γὰρ ἁπάντων Λατίνων ἐν πᾶσι διέφερεν, ὅσον ἀστέρων ἥλιος. διά τοι τοῦτο παρακατέσχεν αὐτὸν τέως μεθ’. ἑαυτοῦ. ἁπάντων οὖν συνταξαμένων τῷ αὐτοκράτορι καὶ διὰ τοῦ τῆς Προποντίδος πορθμοῦ τὸ Δαμάλιον καταλαβόντων ἀνεθεὶς τῆς ἐξ αὐτῶν ὀχλήσεως συχνάκις τὸν Ἰσαγγέλην μετεπέμπετο, ἀναδιδάσκων ἅμα καθαρώτερον τὰ κατὰ τὴν ὁδὸν συμβήσεσθαι μέλλοντα τοῖς Λατίνοις, παρεγύμνου δὲ καὶ ἣν περὶ τῆς τῶν Φράγγων γνώμης εἶχεν ὑπόληψιν. ταῦτα πολλάκις ἀποστοματίσας τῷ
[*](C) Ἰσαγγέλῃ καὶ τὰς τῆς ψυχῆς οἷον ὑπανοίξας αὐτῷ πύλας καὶ πάντα διατρανώσας ἐπέσκηψεν ἀεὶ πρὸς τὴν τοῦ ΒαΪμούντου ἐγρηγορέναι κακίαν, ἵνα βουλόμενον παρασπονδῆσαι ἀπείργῃ τοῦτον τοῦ ἐγχειρήματος καὶ διὰ πάσης μεθόδου διαλύῃ τὰς ἐκείνου μηχανάς. ὁ δὲ πρὸς τὸν αὐτοκράτορά φησιν “ἐκ προγόνων καθάπερ τινὰ κλῆρον τὴν ἐπιορκίαν καὶ τὸν δόλον ὁ ΒαΪμοῦντος κεκτημένος, θαῦμα μέγιστον, εἰ τὰ ὀμωμοσμένα διατηρήσετεν. ἔγωγε δ’ ὅμως ὡς ἐνὸν σπεύσω. τὸ προσταχθὲν ἀεὶ ἀποπληροῦ.” καὶ συνταξάμενος τῷ αὐτοκράτορι ἄπεισιν ἑνωθησόμενος τῷ παντὶ στρατεύτε
[*](11 Α om F) 100
ματι τῶν Κελτῶν. ὁ μέντοι αὐτοκράτωρ ἤθελε μὲν μετὰ
[*](D) τῶν Κελτῶν κατὰ τῶν βαρβάρων ἀπιέναι, ἐδεδίει δὲ τὸ αὐτῶν
[*](P. (??)) ἀναρίθμητον πλῆθος. δεῖν οὖν ἐλογίσατο τὸν Πελεκάνον καταλαβεῖν, ἕν’ ἐγγύθεν Νικαίας ἐνδιατρίβων μανθάνοι μὲν τὰ τοῖς Κελτοῖς συμβαίνοντα, ἅμα δὲ καὶ τὰς τῶν Τούρκων ἔξωθεν ἐφόδους καὶ τὴν τῶν ἐντὸς Νικαίας κατάστασιν. ἐν δεινῷ γὰρ ἐποιεῖτο, εἰ μή τι στρατηγικὸν ἐν τῷ μεταξὺ καὶ αὐτὸς κατορθώσοι, καὶ διεσκοπεῖτο, ἵνα εἰ ἐπιτήδεια τὰ πράγματα εὑρήσει, αὐτὸς τὴν Νίκαιαν ἕλῃ καὶ μὴ παρὰ τῶν
[*](v.) Κελτῶν αὐτὴν σχοίη κατὰ τὰ παρ’ ἐκείνων ὀμωμοσμένα.
[*](Β) εἶχε δὲ τὴν βουλὴν ταύτην ὑποβρύχιον καὶ πᾶν ὅπερ ἂν ᾠκονόμει καὶ τὴν αἰτίαν δἰ γίνεται αὐτὸς καὶ μόνος ἠπίστατο μόνῳ τῷ Βουτουμίτῃ τοῦτο ἐμπεπιστευκὼς καὶ τοῦτον ἀποστείλας ἐφ’ ᾧ ὑποποιεῖσθαι τοὺς ἐντὸς βαρβάρους διὰ παντοίων ὑποσχέσεων καὶ ἀπαθείας τελείας, ἐν μέρει δὲ καὶ ἀπειλούμενος τόσα καὶ τόσα πείσεσθαι καὶ παρανάλωμα ξίφους γενέσθαι , εἰ παρὰ τῶν Κελτῶν ἁλῷεν,
[*](C) καὶ πάλαι τὸν Βουτουμίτην γινώσκων εὐνούστατον καὶ τὰ τοιαῦτα δραστήριον. ταῦτα μὲν οὐν ἐξ ἀρχῆς τοῦτον παρηκολουθήκει τὸν τρόπον.
[*](8 ἐπίτηδες F)101
[*](P. 309 V. 245)Ὁ δέ γε Βαϊμοῦντος καὶ πάντες οἱ κόμητες ἑνωθέντες, οὗ διαπλῴσασθαι πρὸς τὴν Κιβωτὸν ἔμελλον, μετὰ τοῦ Γοντοφρὲ τὴν τοῦ Ἱσαγγέλη προσέμενον ἄφιξιν. πλῆθος δὲ ὄντες ἀναρίθμητον, ἐπεὶ οὐκ ἠδύναντο αὐτοῦ που προσμένειν διὰ τὴν σπάνιν τῶν βοσκημάτων, εἰ καὶ τὴν τοῦ βασιλέως μετὰ τοῦ Ἱσαγγέλη ἀνέμενον ἄφιξιν, ἕνα κεῖθι συνταξάμενοι αὐτῷ τῆς πρὸς Νίκαιαν φερούσης ἅψωνται, διχῆ διαιρεθέντες οἱ μὲν διὰ τῆς Βιθυνῶν καὶ τῆς Νικομηδείας [*](Β) πρὸς Νίκαιαν ἤλαυνον, οἱ δὲ τὸν τῆς κιβωτοῦ διανηξάμενοι πορθμὸν ἐς ταὐτὸν συνεληλύθεσαν. καὶ οὕτως τῇ Νικαίᾳ προσπελάσαντες τοὺς πύργους καὶ τὰς μεταξὺ κορτίνας σφίσιν αὐτοῖς διενείμαντο κατὰ τάξεις τινὰς τὴν τειχομαχίαν ποιεῖν βουλευσάμενοι, ἴν’ ἐντεῦθεν ἕτερος πρὸς ἕτερον ἐρίζοντες καρτερωτέραν τὴν πολιορκίαν ποιοῖντο. τὸ δὲ λάχος τοῦ Ἰσαγγέλη κενὸν ἐάσαντες τὴν ἐκείνου προσέμενον ἄφιξιν. [*](C) ἐν ταὐτῷ δὲ καὶ ὁ αὐτοκράτωρ τὸν Πελεκάνον κατέλαβε κατὰ νοῦν ἔχων τὴν Νίκαιαν, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν. οἱ δὲ ἐντὸς Νικαίας βάρβαροι τὸν σουλτάνον πολλάκις εἰς τὴν σφῶν αὐτῶν ἀρωγὴν μετεπέμποντο. ἐκείνου δ’ ἔτι βραδύνοντος [*](310) καὶ τῆς πολιορκίας ἐξ ἀνατολῆς ἡλίου μέχρι καὶ δύσεως αὐτῆς ἐν πολλαῖς ἤδη γινομένης ἡμέραις, ἐπεὶ ἐν στενῷ κομιδῆ τὰ κατ' αὐτοὺς ἑώρων, γνωσιμαχήσαντες βέλτιον προσεληλυθέναι τῷ βασιλεῖ ἣ παρὰ τῶν Κελτῶν ἁλῶναι [*](20 καὶ δύσεως C καταδύσεως F)
102
ἐγνώκεσαν. μετακαλοῦνται τοίνυν ἐπ’ αὐτῷ τούτῳ τὸν Βουτουμίτην τόσα καὶ τόσα ἀγαθὰ παρὰ τοῦ βασιλέως πείσεσθαι διὰ γραμμάτων συχνῶν πολλάκις αὐτοῖς ἐπαγγελλόμενον, εἰ τὴν Νίκαιαν αὐτῷ παραδοῖεν. ὁ δὲ τὰς τοῦ βασιλέως φιλοφροσύνας καθαρώτερον ἀπαγγείλας καὶ τὰς ἐγγράφους ὑποσχέσεις ὑποδείξας, εἰ τὸ κάστρον αὐτῷ παραδοῖεν, ἀσμένως δέχεται παρὰ τῶν τούρκων ἀπειρηκότων ἤδη πρὸς τοσαῦτα πλήθη ἀντικαθίστασθαι καὶ βέλτιον λογιζομένων
[*](Β) τῷ βασιλεῖ τὴν πόλιν αὐθαιρέτως παραδοῦναι καὶ χρημάτων καὶ τιμῆς μετασχεῖν ἢ ξίφους παρανάλωμα γενέσθαι. οὔπω τρίτην ἡμέραν ὁ Βουτουμίτης ἐντὸς εἶχε, καὶ ὁ Ἰσαγγέλης καταλαβὼν ἀποπειρᾶσθαι τοῦ τείχους δι’ ὧν ἡτοίμαζεν ἑλεπόλεων ἔσπευδεν. ἐν τῷ μεταξὺ δὲ φήμη τις αὐτοὺς καταλαμβάνει τὴν τοῦ σουλτάνου ἔλευσιν μηνύουσα. τοῦτο οἱ Τοῦρκοι μεμαθηκότες καὶ τεθαρρηκότες τὸν Βουτουμίτην παραχρῆμα ἐξέωσαν. ὁ δὲ σουλτάνος μέρος τοῦ στρατοῦ ἀποδιελόμενος ἀπέστειλε σκεψομένους τὴν τοῦ Ἱσαγγέλη ἔφοδον παραγγείλας ὡς , εἴ τισι τῶν Κελτῶν ἐντύχοιεν, μὴ
[*](C) ἀναβαλέσθαι τὴν μετ' μάχην. θεασάμενοι δὲ πόρρω. θεν τούτους οἱ τοῦ Ἰσαγγέλη ξυμμίγνυνται. ἀλλὰ καὶ οἱ λοιποὶ κόμητες καὶ αὐτὸς ὁ Βαϊμοῦντος τὴν τουτωνὶ τῶν βαρβάρων ἐνωτισθέντες ἔφοδον ἐξ ἑκάστης κομητούρας ἀνὰ διακοσίους διελόμενοι καὶ εἰς πολὺ πλῆθος ξυμποσώσαντες
[*](V. (??)) παραχρῆμα εἰς ἀρωγὴν τῶν τοῦ Ἱσαγγέλη πέμπουσιν. ἐφθακόξοτες δὲ μέχρις ἑσπέρας τοὺς βαρβάρους ἐδίωκον. ὁ δὲ σουλτάνος οὐδαμῶς ἐπὶ τούτοις ἀναπεπτώκει, ἀλλ’ αὐγαζούσης ἡμέρας ὁπλίζεται καὶ πανσυδὶ τὴν ἔξω τειχῶν Νικαίας πεδιάδα κατειλήφει. καὶ οἱ Κελτοὶ αἰσθόμενοι τῆς τούτου
[*](D) παρουσίας καρτερῶς ὁπλισάμενοι καθαπερεὶ λέοντες κατ αὐτῶν ἴενται. καὶ συρρήγνυται τηνικαῦτα πόλεμος βαρὺς καὶ δεινός. ἐν ἴσῃ δὲ μοίρᾳ τῆς μάχης ἀμφοτέροις ἱσταμένης τοῖς μέρεσι δι’ ὅλης ἡμέρας, ἐπεὶ ὁ ἥλιος ἐπὶ κνέφας ἦλθε,
[*](1 τούτῳ addidi 11 τρίτην AC τριττὴν F) 103
τρέπονται οἱ Τοῦρκοι τῆς νυκτὸς αὐτοῖς διαιτησάσης τὴν μάχην. πίπτουσι μὲν οὖν ἐξ ἑκατέρων πολλοί κτείνονται
[*](311) δὲ οὐχ ἥττονες], τιτρώσκονται δὲ οἱ πλείους. καὶ λαμπρὰν τὴν νίκην ἀράμενοι οἱ Κελτοί, πολλῶν δὲ καὶ κεφαλὰς τοῖς δόρασι περιπείραντες ἐπανέρχονται καθαπερεὶ σημαίας ταύτας φέροντες, ἵν’ οὕτω πόρρωθεν τὸ γεγονὸς διαγνόντες οἱ καὶ τὴν ἐκ πρώτης βαλβῖδος ἧτταν δειλιάσαντες τῆς συντόνου μάχης ἀποστήσονται. τοιαῦτα μὲν οὖν οἱ Λατῖνοι πεπράχασί τε καὶ διελογίσαντο. ὁ δὲ σουλτάνος τὰ ἄπειρα τούτων θεασάμενος πλήθη καὶ τὴν ἀκάθεκτον τόλμαν ἐξ αὐτῆς προσβολῆς ἐγνωκὼς τοῖς ἐντὸς Νικαίας Τούρκοις τὸ ἐνδόσιμον δίδωσι “πράσσετε τοῦ λοιποῦ” λέγων “πᾶν, ὅπερ
[*](Β) βέλτιον κρίνετε”. ᾔδει γὰρ πρὸ καιροῦ τῷ βασιλεῖ μᾶλλον προαιρουμένους παραδοῦναι τὴν πόλιν ἤ παρὰ τῶν Κελτῶν ἁλῶναι. ὁ δέ γε Ἰσαγγέλης τοῦ προκειμένου ἐχόμενος ἔργου μόσυνα κυκλοτερῆ τεκτηνάμενος καὶ ἐξ ἑκατέρου μέρους βύρσας αὐτὸν περιστείλας , κατὰ δὲ τὸ μέσον λύγοις διαπλέξας καὶ πάντοθεν κατοχυρώσας τῇ πλευρᾷ προσεπέλασε τοῦ καλουμένου Γονάτου πύργου. ὃς τὴν ἐπωνυμίαν ἐκληρώσατο πάλαι, ὁπηνίκα Μανουὴλ ἐκεῖνος, ὁ τοῦ προβεβασιλευκότος Ἰσασκίου τοῦ Κομνηνοῦ πατὴρ καὶ τοῦ ἀδελφοῦ Ἰωάννου τοῦ πρὸς πατρὸς ἐμοῦ πάππου, στρατηγὸς
[*](C) αὐτοκράτωρ τῆς ἑῴας ἁπάσης παρὰ τοῦ τότε βασιλεύοντος βασιλείου προὐβέβλητο ἐφ’ ᾧ τὴν μετὰ τοῦ Σκληροῦ ἔχθραν διαλῦσαι ἢ χειρὶ πρὸς τοῦτον ἀντικαταστὰς ἢ γνώμῃ εἰς εἰρηνικὰς σπονδὰς τοῦτον συνελάσας. ἐπεὶ δ’ ὁ Σκληρὸς μαχιμώτατος ὢν καὶ αἵμασι χαίρων ἀεὶ τὴν μάχην τῆς εἰρήνης μᾶλλον ἠσπάσατο, πολέμων μεγάλων καθ’ ἑκάστην συρρηγνυμένων, ὡς τοῦ Σκληροῦ μὴ μόνον τὴν εἰρήνην μὴ θέλοντος, ἀλλὰ καὶ δι’ ἑλεπόλεων γενναίως ἀγωνιζομένου τὴν Νίκαιαν ἑλεῖν καὶ καταρράξαντος τὰ τείχη, τοῦ πλείονος μέρους τοῦ πύργου ποδοκοπηθέντος κάτωθεν συνέβη σάξαι
[*](2 sq. κτείνονται δὲ οὐχ ἥττονες seclusi 31 καὶ add Millerus) 104
τὸν πύργον, ὡς ἐπὶ γόνυ δοκεῖν ἐπικλιθῆναι κἀκ τούτου τῆς τοιαύτης μετειληχέναι προσηγορίας. οὕτω μὲν οὖν τὰ κατὰ
[*](D) τὸν Γονάτην παρηκολουθήκει· ὁ δὲ Ἱσαγγέλης τὸν ἤδη θέντα μόσυνα ἐμπείρως πάνυ κατασκευάσας , ὃν οἱ πλείονα ἐμπειρίαν τῶν μηχανικκῶν κεκτημένοι χελώνην κατονομάζουσιν,
[*](V. 2) ἐντὸς τούτου ἄνδρας ὁπλοφόρους τειχεσιπλήτας εἰσῇξε καὶ ἑτέρους τοὺς τον πύργον κάτωθεν κατασείειν διὰ σιδήρων εἰδότας ἐφ’ ᾧ τοὺς μὲν πρὸς τοὺς ἄνωθεν τοῦ μάχεσθαι, τοὺς δὲ ἐκεχειρίαν ἔχειν ἐντεῦθεν τὸν πύργον διορύττειν.
[*](P. 3) οἳ καὶ κορμοὺς ξύλων εἰσῆγον ἀντὶ τῶν ἐξαγομένων λίθων· μέχρι δὲ τῆς ἐντὸς ἐπιφανείας ἐφθακότες, ὡς καὶ αὐγήν τινα ἐκεῖθεν εἰσιοῦσαν θεάσασθαι, πῦρ ἐμβαλόντες ἐνέπρησαν τοὺς κορμούς. τούτων δὲ ἐκτεφρωθέντων συνέβη τὸν Γονάτην ἐπὶ πλέον κλιθῆναι, ὡς μὴ ἀπολωλέναι τὴν κλῆσιν. ἐμβόλοις δὲ καὶ οἰκήμασι τὸ ἐπίλοιπον περιζώσαντες τῶν τειχῶν καὶ τὸν ἐκτὸς τούτων διακείμενον τεφρόν ὡς ἐν ῥιπῇ πληρώσαντες κόνεως, ὡς εἰς μίαν ἐπιφάνειαν συναφθῆναι ταῖς ἐφ’ ἑκάτερα παρακειμέναις πεδιάσιν, ὡς ἐνὸν τῆς πολιορκίας εἴχοντο.
Ὁ δὲ βασιλεὺς πολλὰ πολλάκις ἀκριβολογησάμενος καὶ διαγνοὺς ἀμήχανον εἶναι τὴν Νίκαιαν παρὰ τῶν Δατίνων [*](Β) ἁλῶναι, κἀν πάντα ὑπερέβαλλον ἀριθμόν, ἐν μέρει μὲν παντοῖα εἴδη ἑλεπόλεων κατασκευάσας καὶ τὰ πλείω τούτων οὐ κατὰ τοὺς τῶν μηχανικῶν τρόπους, ἀλλὰ καθ’ ἑτέρους τινὰς λόγους αὐτῷ δοκοῦντας, ὁ καὶ θαῦμα πᾶσι παρεῖχε τοῖς κόμησιν ἐκπέπομφεν· ἐκεῖνος δὲ μετὰ τῶν των διαπεράσας, ὡς ἤδη φθάσας ὁ λόγος ἐδήλωσε, κατὰ τὸν πελεκάνον διέτριβεν ἀγχοῦ τῶν Μεσαμπέλων, οὗ καὶ τέμενος ἐπ' ὀνόματι τοῦ μεγαλομάρτυρος Γεωργίου πάλαι ᾠκοδόμηται. ἤθελε μὲν οὖν οὕτως ὁ αὐτοκράτωρ μετὰ τῶν Λατίνων κατὰ τῶν ἀθέων συναπελθεῖν τούρκων. ταλαντεύων δὲ τὴν ὑπό- θεσιν καὶ τὸ ἀπειροπληθὲς τοῦ Φραγγικοῦ φοσσάτου ὡς πρὸς [*](C) τὸ Ῥωμαϊκὸν στράτευμα κατανοῶν ἀνυπέρβλητον καὶ τὴν παλίμβουλον τῶν Λατίνων γνώμην ἐκ μακροῦ ἐπιστάμενος
105
ἀπέστη τοῦ ἐγχειρήματος. οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ τὸ ἀβέβαιον ἐκείνων καὶ ἄπιστον προειδὼς Εὐρίπου δίκην μεταφερομένων ἐς τἀναντία πολλάκις τάς τε γυναῖκας καὶ τὰ τέκνα ἑτοίμως ἐχόντων ὀβολοῦ ἑνὸς ἀπεμπολεῖν διὰ φιλοχρήματον γνώμην, τούτοις μὲν οὖν τοῖς λογισμοῖς ἑαυτὸν τῷ τότε ἀπεῖρξεν ὁ αὐτοκράτωρ τοῦ ἐγχειρήματος· δεῖν δὲ ἔγνω μὴ συμπαρεῖναι μὲν τοῖς Κελτοῖς, τοσαύτην δὲ αὐτοῖς διδόναι ῥοπήν, ὁπόσην ἂν καὶ παρών. τὸ γοῦν ἐρυμνότατον τῶν τῆς
[*](D) Νικαίας τειχῶν γινώσκων ἀδύνατον τὴν ταύτης κατάσχεσιν παρὰ τῶν Λατίνων ἠπίστατο· μανθάνων δέ, ὅτι ῥᾳδίως διὰ τῆς παρακειμένης λίμνης δυνάμεις ἱκανὰς καὶ τὰ ζωαρκῆ πάντα ὁ σουλτάνος εἰς Νίκαιαν εἰσάγει, τὴν τῆς λίμνης
[*](P. 313) ἐμελέτα κατάσχεσιν. κατασκευάσας τοίνυν ἀκάτια, ὁποῖα τὸ ὕδωρ ἐκεῖνο ἀνέχειν ἠδύνατο, διὰ τοῦ μέρους τῆς Κίου ταῦτα ἐν ἁμάξαις ἐπισάξας εἰς τὴν λίμνην εἰσήλασε στρατιώτας ἐμβαλὼν ἐν αὐτοῖς ὁπλοφόρους, ἡγεμόνα τούτων Μανουὴλ τὸν Βουτουμίτην καταστησάμενος καὶ σημαίας τούτοις πλείους
[*](V. 248) τῆς χρείας ἐπιδούς, ὡς ἐντεῦθεν πολλαπλασίους δοκεῖν, πρὸς δὲ καὶ βύκινά τε καὶ τύμπανα. ἀλλ’ οὕτω μὲν τὰ κατὰ τὴν λίμνην ᾠκονόμηται τῷ αὐτοκράτορι· ἀπὸ δέ γε τῆς ἠπείρου μεταπεμψάμενος τὸν Τατίκιον καὶ τὸν καλούμενον Τζίταν μετὰ πελταστῶν γενναίων εἰς δισχιλίους ποσουμένων κατὰ
[*](Β) τῆς Νικαίας ἀπέστειλεν ἐπισκήψας ἅμα τῷ τῶν νεῶν ἀποβῆναι τὸ τοῦ κύρου Γεωργίου καστέλλιον καταλαβόντας ἐν ἡμιόνοις μὲν ἐπισάξαι ὅπερ ἐπεφέροντο πλῆθος τῶν ὀϊστῶν, πόρρω δὲ τῶν τειχῶν τῆς Νικαίας τῶν ἵππων ἀποβάντας καὶ βάδην πορευομένους κατευθὺ τοῦ πύργου τοῦ καλουμένου Γονάτου τὸν χάρακα πήξασθαι, εἶτα ἐξ ἑνὸς συνθήματος συνησπικότας προσβαλεῖν τοῖς τείχεσιν. ἐφθακὼς οὖν ὁ Τατίκιος μετὰ τοῦ ὑπ’ αὐτὸν στρατεύματος δίδωσιν εἴδησιν τοῖς Κελτοῖς κατὰ τὴν τοῦ βασιλέως ὑποθήκην. καὶ τηνικαῦτα ἐσιδηροφόρησαν ἅπαντες καὶ σὺν ἀλαλαγμῷ καὶ
[*](14 ἐκείνοις FC κιβωτοῦ Ducangius) 106
βοῇ πολλῇ προσέβαλον τοῖς τείχεσι. τῶν μὲν τοῦ Τατικίου συχνοὺς τηνικαῦτα πεμπόντων ὀϊστούς, τῶν δὲ Κελτῶν ὅπου
[*](C) μὲν διατιτραινόντων τὰ τείχη, ὅπου δὲ διὰ πετροβόλων ὀργάνων καταπυκνούντων τὰς τῶν λίθων βολάς, ἀπὸ δέ γε τῆς λίμνης διά τε τῶν βασιλικῶν σημαιῶν καὶ βυḿνων ἐκδειματούμενοι παρὰ τοῦ Βουτουμίτου ἐν ταὐτῷ καὶ περὶ τῶν βασιλικῶν ὑποσχέσεων πρὸς αὐτοὺς διαπεμπομένου ἐς τοσοῦτον τον συνηλάθησαν οἱ βάρβαροι, ὡς μηδὲ τῶν κρηδέμνων Νικαίας προκῦψαι θαρρεῖν· ἅμα δὲ καὶ τὴν τοῦ σουλτάνου ἀπεγνωκότες ἔλευσιν βέλτιον ἐλογίσαντο τῷ αὐτοκράτορι παραδοῦναι τὴν πόλιν καὶ εἰς ὁμιλίαν περὶ τούτου μετὰ τοῦ
[*](D) Βουτουμίτου ἐλθεῖν. ὁ δὲ τὰ εἰκότα προσομιλήσας αὐτοῖς ὑποδείκνυσι τὸν χρυσόβουλλον λόγον, ὅνπερ ὁ βασιλεὺς αὐτῶ προενεχείρισεν. ἀκροασάμενοι τοίνυν τοῦ χρυσοβούλλου, δι’ οὗ ὑπισχνεῖτο ὁ βασιλεὺς οὐ μόνον ἀπάθειαν, ἀλλὰ καὶ δαψιλῆ δόσιν χρημάτων τε καὶ ἀξιωμάτων τῇ τε ἀδελφῇ καὶ τῇ γυναικὶ τοῦ σουλτάνου, ἥτις θυγάτριον ἦν, ὡς ἐλέγετο, τοῦ Τζαχᾶ, καὶ πᾶσιν ἁπλῶς τοῖς ἐν Νικαίᾳ βαρβάροις, καὶ ταῖς ὑποσχέσεσι τοῦ αὐτοκράτορος τεθαρρηκότες ἐνεδίδουν τὴν εἰσέλευσιν τῷ Βουτουμίτῃ. ὁ δὲ παραχρῆμα διὰ γραμμάτων τῷ Τατικίῳ ὡς “τὴν ἄγραν ἐν χερσὶν ἤδη
[*](P.) ἔχομεν· καὶ χρὴ πρὸς τειχομαχίαν ἑτοιμάσασθαι, ταὐτὸ δὲ τοῦτο καὶ τοῖς Κελτοῖς παρασκευάσαι καὶ μηδὲν πλέον αὐτοῖς τεθαρρηκέναι ἢ τὴν κυκλοτερῆ τειχομαχίαν καὶ ὡς χρὴ περιζῶσαι τὰ τείχη καὶ τῆς πολιορκίας ἀνίσχοντος ἡλίου ἀποπειρᾶσθαι”. τὸ δὲ ἄρα μηχανή τις ἦν, ἴνα δόξῃ τοῖς Κελτοῖς πολέμῳ ταυτηνὶ τὴν πόλιν ἁλῶναι παρὰ τοῦ Βουτουμίτου καὶ λάθῃ τὸ μελετηθέν παρὰ τοῦ αὐτοκράτορος δρᾶμα τῆς προδοσίας. ἀπόρρητα γὰρ τοῖς Κελτοῖς ὁ βασιλεὺς ἤθελεν εἶναι τὰ παρὰ τοῦ Βουτουμίτου οἰκονομούμενα. τῇ δὲ μετ’ αὐτὴν τὸ ἐνυάλιον ἀλαλάξαντες ἐξ ἑκατέρου μέρους τῆς πόλεως, ἐκεῖθεν μὲν διὰ τῆς ἠπείρου
[*](B) [*](23 παρακελεύσασθαι?) 107
ἐκθυμότερον οἱ Κελτοὶ τῆς πολιορκίας εἴχοντο, ἔνθεν δ᾿ ὁ Βουτουμίτης εἰς τὰς ἐπάλξεις ἀνεληλυθὼς καὶ τὰ σκῆπτρα καὶ τὰς σημαίας περὶ τὰ τείχη καταστήσας μετὰ βυκίνων καὶ σαλπίγγων ἀνευφημεῖ τὸν αὐτοκράτορα. καὶ οὕτως τὸ Ῥωμαϊκὸν ἅπαν στράτευμα εἴσω Νικαίας εἰσεληλύθει. ὁ δὲ Βουτουμίτης τὰ πλήθη τῶν Κελτῶν γινώσκων καὶ διὰ τὸ τῆς γνώμης αὐτῶν ἀβέβαιον καὶ τὸ τῆς ὁρμῆς ἀκάθεκτον ὑπόπτους ἔχων αὐτούς, μὴ εἰσελθόντες αὐτοὶ τὸ κάστρον
[*](P. 249) κατάσχωσιν, ὁρῶν δὲ καὶ τοὺς ἐντὸς σατράπας ἱκανοὺς ὄντας πρὸς ἣν αὐτὸς εἶχε δύναμιν, εἰ μόνον θελήσαιεν, καὶ
[*](C) δεσμεῖν καὶ σφάττειν δυνατῶς ἔχοντας, τὰς κλεῖς εὐθὺς ἀναλαμβάνεται τῆς πύλης. μία γὰρ τέως ἦν ἡ εἰσάγουσα καὶ ἐξάγουσα τῶν ἄλλων προκεκλεισμένων διὰ τὸν φόβον τῶν παρακειμένων Κελτῶν. τὰς κλεῖς τοίνυν ταυτησὶ τῆς πύλης αὐτὸς ἔχων δεῖν ἐλογίσατο τοὺς σατράπας διὰ μεθοδείας ἐλαττῶσαι, ἵν᾿ ἔχῃ τούτους ῥᾳδίως καταγωνίζεσθαι ὡς ὡς μή τι δεινὸν κατ’ αὐτοῦ μελετήσαιεν. μεταπεμπόμενος τοίνυν αὐτοὺς συνεβούλευε πρὸς τὸν αὐτοκράτορα ἀπέρχεσθαι, εἰ βούλοιντο πολλά τε χρήματα ἐκεῖθεν λαβεῖν καὶ τιμῆς ἀξιωθῆναι μεγίστης καὶ ἐτησίους τυπωθῆναι φιλοτιμίας. πείθει τοὺς Τούρκους καὶ νυκτὸς διανοίγων ἀπέστελλε τούτους διὰ
[*](D) τῆς παρακειμένης λίμνης ὀλίγους καὶ συχνάκις πρός τε τὸν Ῥοδομηρὸν καὶ τὸν μιξοβάρβαρον Μοναστρᾶν ἀμφὶ τὸ πολίχνιον ἐνδιατρίβοντας τὸ οὑτωσί πως τοῦ κύρου Γεωργίου ὀνομαζόμενον ἐπισκήψας αὐτοῖς ὡς, ὁπηνίκα τῶν νεῶν ἀποβαῖεν, παραχρῆμα ἐκπέμπεσθαι τούτους πρὸς τὸν αὐτοκράτορα καὶ μηδὲ πρὸς βραχύν τινα χρόνον παρακατέχειν αὐτούς, ἵνα μὴ μετὰ τῶν ὄπισθεν πεμπομένων Τούρκων ἑνωθέντες σκαιόν τι κατ᾿ αὐτῶν μελετήσ·αιεν. τὸ δὲ ἄρα προφητεία ἦν ἄντικρυς καὶ τῆς πολλῆς τοῦ ἀνδρὸς ἐκείνου
[*](V. 315) ἐμπειρίας στοχασμὸς ἀναντίρρητος. καὶ γὰρ ἔστ’ ἂν ταχὺ πρὸς τὸν αὐτοκράτορα τοὺς καταλαμβάνοντας ἐξέπεμπον, ἐν ἀσφαλείᾳ τε ἦσαν καὶ οὐδεὶς αὐτοῖς κίνδυνος ἐφειστήκει· ἐπὰν δὲ ἀναπεπτώκεσαν, ὁ παρὰ τῶν βαρβάρων, οὓς ἄρα
108
παρακατέσχον, κατ’ αὐτῶν ἐξηρτύετο κίνδυνος. καὶ γὰρ πλεονάσαντες ἐβουλεύοντο δυοῖν θάτερον, ἢ νυκτὸς ἐπιθέμενοι τούτοις ἀποκτείναι ἢ δεσμώτας τῷ σουλτάνῳ προσενεγκεῖν. συνδόξαντος δὲ πᾶσι τούτου βελτίονος, νυκτὸς αὐτοῖς ἐπιθέμενοι δεσμώτας κατὰ τὰ προβεβουλευμένα περιάγοντες ἐκεῖθεν ἐξῄεσαν. εἶτα δὴ τὴν ἀκρολοφίαν τοῦ Ἀξαλᾶ κατειληφότες (τόπος δὲ οὗτος σταδίους * τῶν τειχῶν Νικαίας
[*](B) ἀπέχων), κεῖθι γοῦν, ὡς λόγος, παραγενόμενοι τῶν ἵππων ἀποβάντες τούτους ἀνέψυχον. ἐπεὶ δ’ ὁ μὲν Μοναστρᾶς μιξοβάρβαρος ἦν καὶ τῆς Τουρκικῆς εἰδήμων διαλέκτου καὶ αὐτὸς ὁ Ῥοδομηρὸς πάλαι πρὸς τῶν Τούρκων κατασχεθεὶς καὶ χρόνον συχνὸν μετ’ αὐτῶν ἐνδιατρίψας οὐδ’ αὐτὸς ἀδαὴς τῆς τοιαύτης ἦν διαλέκτου, πιθανοὺς πρὸς αὐτοὺς συχνῶς ἀνεκίνουν λόγους “ἵνα τί” λέγοντες “ἡμῖν μὲν θανάτου ποτήριον κιρνᾶτε οὐδὲ μικράν τινα τὴν ὄνησιν ἑαυτοῖς ἐντεῦθεν πραγματευόμενοι; ὑμεῖς δὲ τῶν ἄλλων πάντων μεγάλων δωρημάτων παρὰ τοῦ αὐτοκράτορος ἀπολαυδάντων καὶ ἐτησίων χρημάτων λῆψιν τυπωθέντων ἑαυτοὺς τοσούτων
[*](C) ἀποστερεῖτε. μὴ τοίνυν οὕτω περὶ ἑαυτῶν φρονεῖτε καὶ ἐξὸν ἀκινδύνως σῴζεσθαι καὶ πλούτῳ κομῶντας εἰς τὰ σφέτερα ἐπαναστρέφειν καὶ χωρῶν ἐγκρατεῖς ἴσως γενέσθαι εἰς προὖπτον ἑαυτοὺς ἐπιρρίπτετε κίνδυνον. ἴσως γὰρ καὶ τοῖς λοχῶσιν αὐτοῦ που Ῥωμαίοις ἐντυχόντες” ῥύακας ταῖν χεροῖν ἐπιδείξαντες καὶ ἑλώδεις τόπους “ἀναιρεθήσεσθε καὶ ἐπὶ κενοῖς τὴν σφῶν ἀπολέσετε ζωήν. καὶ γὰρ ἐνεδρεύουσιν ὑμᾶς μάλα γε πλεῖστοι οὐ Κελτοὶ καὶ βάρβαροι μόνον, ἀλλὰ καὶ Ῥωμαίων πλῆθος οὐ μετρητόν. εἰ γοῦν ἡμῖν πείθεσθε,
[*](V.) στρέψαντες τὰς ἡνίας ὁμοῦ φοιτήσωμεν πρὸς τὸν αὐτοκράτορα. καὶ Θεὸν ὑμῖν ἐπομνύμεθα, μυρίων ἀπολαῦσαι τῶν ἐξ αὐτοῦ δωρημάτων· κἄπειτα, ὅπη βουλητὸν ὑμῖν, ἀπελεύσεσθε
[*](D) ἀνέτως ὡς ἐλεύθεροι.” πείθονται τοῖς τούτων λόγοις οἱ Τοῦρκοι καὶ πίστεις πρὸς ἀλλήλους δόντες ἅμα καἰ λα-
[*](7 in F sex litterarum lacuna 23 λοχῶσι F ῥωμαίοις αὐτοῦ που (m ead corr) F) 109
βόντες τῆς πρὸς τὸν αὐτοκράτορα φερούσης εἴχοντο. καταλαβόντων δὲ τὸν Πελεκάνον, ὡς τούτους ὁ αὐτοκράτωρ ἐθεάσατο, μεθ’ ἱλαροῦ πᾶσιν ἐνατενίσας βλέμματος, καίτοι πολλὰ τὸν Ῥοδομηρὸν καὶ τὸν Μοναστρᾶν παρ’ ἐαυτῷ νεμεσῶν,
[*](316) τὸ μὲν παρὸν ἀναπαυθησομένους τούτους ἐξαπέστειλε· κατὰ δὲ τὴν ἐπιοῦσαν, ὁπόσοι μὲν τῶν Τούρκων αὐτῷ θητεῦσαι προτεθύμηντο, μυρίων τῶν εὐεργεσιῶν ἀπήλαυσαν· οἱ δὲ τὰ σφέτερα ἀναζητοῦντες καὶ αὐτοί οὐκ ὀλίγων δωρημάτων τετυχηκότες παρεχωρήθησαν τῇ σφῶν γνώμῃ ξυγχρήσασθαι. εἶθ’ ὕστερον πολλὰ τῆς ἀβουλίας τὸν Ῥοδομηρὸν καὶ τὸν Μοναστρᾶν κατεμέμφετο· μηδ’ ἀντωπῆσαι δὲ τούτους ὑπ᾿ αἰσχύνης ἰσχύοντας ὁρῶν, μεταβαλὼν ὁ βασιλεὺς ἀνακτᾶσθαι δι’ ἑτέρων λόγων ἔσπευδεν. ἀλλὰ τοιαῦτα μὲν τὰ κατὰ τὸν Ῥοδομηρὸν καὶ τὸν Μοναστρᾶν· τοῦ δὲ Βουτουμίτου τηνικαῦτα δουκὸς Μαίας παρὰ τοῦ αὐτοκράτορος
[*](Β) προχειρισθέντος, ᾐτήσαντο τοῦτον οἱ Κελτοὶ εἰσελθεῖν καὶ τὰ ἐν αὐτῇ ἱερὰ τεμένη θεᾶσθαι καὶ προσκυνεῖν. ὁ δὲ τὴν αὐτῶν γνώμην σαφῶς ἐπιστάμενος, καθὰ δήπου καὶ εἴρηται, οὐ πᾶσιν ὅμαδόν τὴν εἰσέλευσιν συνεχώρει, ἀλλὰ κατὰ δεκάδας ὑπανοίγων τὰς πύλας παρεχώρει τοῖς Κελτοῖς τῆς εἰσόδου.
Ὁ δὲ αὐτοκράτωρ ἔτι περὶ τὸν Πελεκάνον ἐπδιατρίβων καὶ θέλων, ὁπόσοι μὴ ἔφθασαν τῶν κομητῶν ὀμωμοκέναι καὶ αὐτοὺς ὅρκια πρὸς αὐτὸν δοῦναι, ἐνετείλατο διὰ γραμμάτων τῷ Βουτουμίτῃ, συμβουλεῦσαι ἅπασι κοινῶς τοῖς κόμησι, μὴ πρὸ τοῦ συντάξασθαι τῷ βασιλεῖ τῆς πρὸς Ἀντιόχειαν φερούσης ἄψεσθαι· οὕτω γὰρ ἂν γένοιτο τούτοις [*](C) καὶ πλειόνων αὖθις δωρεῶν τυχεῖν. ἁπάντων δὲ πρῶτος ὁ Βαϊμοῦντος χρήματα καὶ δωρεὰς ἀκούσας τοῖς τοῦ Βουτουμίτου λόγοις παραυτίκα πεισθεὶς ἅπασι συνεβούλευε πρὸς τὸν βασιλέα ἐπανελεύσεσθαι, ὁποῖος ἐκεῖνος περὶ τὰς λήψεις ἀκάθεκτον ἔχων τὸν ἔρωτα. καταλαβόντας δὲ τούτους τὸν Πελεκάνον ὁ αὐτοκάτωρ μεγαλοπρεπῶς δέχεται πολλῆς κηδεμονίας ἀξιώσας· εἶτα συναγαγὼν αὐτοὺς ἔφη “τὸν ὅρκον ἐπίστασθε, ὃν πρὸς ἡμᾶς ἅπαντες ἐποιήσατε, καὶ εἰ μὴ
110
παραβάται ἀπεντεῦθεν ἐστε, ὁπόσους ἴστε μὴ ὀμωμοκότας ξυμβουλεύσασθε τὸν αὐτὸν ὅρκον ἐπιτελέσαι”. οἱ δὲ παραχρῆμα
[*](D) μετεπέμποντο τοὺς μὴ ὀμωμοκότας. καὶ δὴ συνεληλύθεσαν ἅπαντες καὶ ἐπλήρουν τὸν ὅρκον. ὁ δὲ τοῦ Βαἱμούντου ἀνεψιάδης Ταγγρῆς, ἐλευθέρας ὢν γνώμης, ἐνίστατο μόνῳ τῷ Βαϊμούντῳ πίστιν χρεωστεῖν καὶ ταύτην φυλάξαι μέχρις αὐτοῦ θανάτου βούλεσθαι. ὀχλούμενος δὲ ὑπὸ τῶν παρεστώτων καὶ αὐτῶν δὴ τῶν τοῦ βασιλέως συγγενῶν, ἀκκιζόμενος οἷον, ἐνατενίσας πρὸς τὴν σκηνήν, ἐν ᾗ ὁ βασιλεὺς προὐκάθητο (ἦν γὰρ κατὰ μέγεθος, ὁποίαν τότε οὐδεὶς ἐθεάσατο), “ἐὰν ταύτην” ἴφη “πλήρη χρημάτων μοι δώσεις καὶ ἄλλα ὁπόσα τοῖς ἅπασι δέδωκας κόμησι,
[*](V.) τελέσω τὸν ὅρκον κἀγώ”. ὁ δὲ Παλαιολόγος δι’ ὃν εἶχεν
[*](Ρ.) ὑπὲρ τοῦ αὐτοκράτορος ζῆλον μὴ ἐνεγκὼν τὸν τοῦ Ταγγρῆ λόγον ἐσχηματισμένον ὄντα ἐξουθενήσας αὐτὸν ἀπεπέμψατο. ὁ δὲ ἰταμώτατος ὢν ὥρμησε κατ᾿ αὐτοῦ. τοῦτο ἰδὼν ὁ βασιλεὺς ἐξαναστὰς τοῦ θρόνου μέσος ἔστη. καὶ ὁ Βαϊμοῦντος δὲ κατέσχε τοῦτον τῆς ὁρμῆς φάμενος ὡς “οὐ πρέπον ἐστὶ τοῖς τοῦ βασιλέως ἀναισχύντως προσφέρεσθαι συγγενέσιν”. εἶτα αἰσχυνθεὶς οὕτω πρὸς τὸν Παλαιολόγον παροινήσας ὁ Ταγγρῆς, τό δέ τι καὶ ταῖς τοῦ Βαϊμούντου καὶ τῶν ἄλλων πεισθεὶς παραινέσεσι δίδωσι καὶ αὐτὸς ὅρκια· καὶ δὴ συνταξαμένων ἁπάντων τῷ βασιλεῖ παραδίδωσιν αὐτοῖς τὸν Τατίκιον μετὰ τῶν ὑπ’ αὐτὸν δυνάμεων
[*](B) μέγαν τηνικαῦτα πριμικήριον χρηματίζοντα, πή μὲν συνεπαρήγοντα τούτοις ἐν πᾶσι καὶ προκινδυνεύοντα, πή δὲ καὶ τῶν παρ’ αὐτῶν ἁλισκομένων πόλεων, εἴ γε καὶ τοῦτο δοίη Θεὸς, ἐπιδραττόμενον. διαπεράσαντες οὖν αὖθις οἱ Κελτοὶ τῇ μετ’ αὐτὴν τῆς πρὸς Ἀντιόχειαν εἴχοντο ἅπαντες. εἶτα στοχασάμενος ὁ βασιλεύς, ὡς οὐ πάντες ἐξ ἀνάγκης συναπῆλθον τοῖς κόμησι, δηλοῖ τῷ Βουτουμίτῃ, ἵν’ ὁπόσοι τῶν Κελτῶν τῆς ἰδίας στρατιᾶς ἀπελείφθησαν, εἰς φρουρὰν τῆς
[*](9 ἀκιζόμενος F 31 ἵνα F) 111
Νικαίας μισθώσηταί. ὁ δέ γε Τατίκιος μετὰ τοῦ ὑπ᾿ αὐτὸν στρατοῦ καὶ οἱ κόμητες ἅπαντες καὶ τὰ ὑπ᾿ αὐτοὺς ἀναρίθμητα
[*](C) Κελτικὰ πλήθη ἐν δυσὶν ἡμέραις τὰς Λεύκας καταλαβόντες τῷ μὲν Βαϊμούντῳ τὸν ἔμπροσθεν ἀπεμερίσαντο τόπον τοῦτο αὐτοῦ ἐξαιτησαμένου· ἐκεῖνοι δ’ ὄπισθεν αὐτοῦ παραταξάμενοι βραδεῖ ποδὶ ἔστειχον. ὀξυτέραν δὲ τὴν κίνησιν ποιούμενον ἐπεὶ περὶ τὰς τοῦ Δορυλαίου πεδιάδας Τοῦρκοι τοῦτον ἐθεάσαντο, οἰηθέντες τῷ παντὶ στρατεύματι τῶν Κελτῶν ἐντετυχηκέναι καὶ καταπεφρονηκότες αὐτοῦ παραχρῆμα τὸν μετ’ αὐτοῦ συνῆψαν πόλεμον. ὁ δέ γε τετυφωμένος ἐκεῖνος Λατῖνος, ὁ ἐπὶ τοῦ βασιλικοῦ σκίμποδος καθεσθῆναι τολμήσας, τῆς τοῦ αὐτοκράτορος ἐπιλαθόμενος ξυμβουλῆς τὸ ἄκρον εἶχε τῆς τοῦ Βαϊμούντου παρατάξεως
[*](D) καἰ μικροψυχήσας τῶν λοιπῶν προεξέδραμε. κτείνονται μὲν οὖν τηνικαῦτα τεσσαράκοντα τῶν μετ’ αὐτοῦ· ἐκεῖνος δὲ καιρίως πληγεὶς νῶτα τοῖς ἐχθροῖς ὑποσχὼν εἰς τὸ μέσον τῆς παρατάξεως ἥλατο ἔργῳ τὸν αὐτοκμάτορα, ὁποῖος ξύμβουλός ἐστι, διακηρυκεύων, κἀν μὴ λόγοις ἠβούλετο. ὁ δὲ Βαϊμοῦντος τοὺς Τούρκους ἐκθύμως μαχομένους ὁρῶν, ἀποστείλας τὰς Κελτικὰς μετεπέμπετο δυνάμεις. φθάνουσι δὲ τάχος· κἀντεῦθεν συνίσταται πόλεμος βαρὺς καὶ δεινός.
[*](P. 318) καὶ τὴν νικῶσαν εἶχε τὸ Ῥωμαϊκὸν καὶ Κελτικὸν στράτευμα. πορευομένων δ’ ἐκεῖθεν ἰλαδὸν τῶν ταγμάτων, συνέλαχον τούτοις κατὰ τὴν Ἑβραϊκὴν ὅ τε Τανισμὰν ὁ σουλτὰν καὶ ὁ Ἀσάν, ὃς μόνος ἦρχε χιλιάδων ἀνδρῶν ὁπλιτῶν ὀγδοήκοντα. μάχης οὖν καρτερᾶς γενομένης ἐκ πολλῶν χειρῶν καὶ δυνάμεων καὶ μηδὲ θατέρου μέρους τὰ νῶτα θατέρῳ διδόντος, ἐπεὶ θαρραλεώτερον οἱ Τοῦρκοι τοῖς ἐναντίοις ἐμάχοντο, τοῦτο θεασάμενος ὁ Βαϊμοῦντος τοῦ δεξιοῦ κέρως ἐξάρχων, τοῦ
[*](V. 252) λοιποῦ στρατεύματος διαιρεθεὶς κατ’ αὐτοῦ τοῦ Κλιτζιασθλὰν σουλτὰν ἰταμῶς ἐξώρμησε λέων ὣς ἀλκὶ πεποιθὼς κατὰ τὸν
[*](Β) ποιητήν. τοῦτο τοὺς Τούρκους ἐκδειματῶσαν τὰ νῶτα τοῖς
[*](5 δὲ F 7 δορυλέου F 17 ἥλατο r: ἥλλατο F 24 ἑβραϊκὴν C ἑβραϊκοὺς F 31 ἀλκῇ F 32 Il. 5, 299) 112
Κελτοῖς δοῦναι ἐποίησεν. οἱ δὲ οὐκ ἐπὶ πολὺ τούτους ἐδίωκον τῶν τοῦ αὐτοκράτορος μεμνημένοι παραγγελμάτων, ἀλλὰ τὴν ταφρείαν τῶν Τούρκων καταλαβόντες κἀκεῖσε μικρὸν ἑαυτοὺς διαναπαύσαντες τοὺς Τούρκους κατὰ τὴν Αὐγουστόπολιν αὖθις καταλαμβάνουσι καὶ προσβαλόντες τρέπουσι κατὰ κράτος. κἀντεῦθεν πίπτει τὸ βάρβαρον, οἱ δέ γε σωθέντες ἄλλοσε ἀλλαχῆ διεσπάρησαν τάς τε γυναῖκας καὶ τοὺς παῖδας καταλιπόντες, ὡς τοῦ λοιποῦ μηδ' ἀντωπῆσαι τοῖς Λατίνοις ἰσχύοντες, ἀλλὰ φυγῇ τὴν οἰκείαν πραγματευόμενοι σωτηρίαν.