Alexias

Anna Comnena

Anna Comnena. Annae Comnenae. Porphyrogenitae Alexias. Reifferscheid, August, editor. Leipzig: Teubner, 1884.

Ὁ δέ γε Βοτανειάτης τὴν τῶν Κομνηνῶν ἀποστασίαν ὁρῶν πολυπληθῆ τε καὶ ἐκ παντοίων συνειλεγμένην ἀνδρῶν καὶ πρὸς ταῖς πύλαις τῆς πόλεως ἐπειγομένην ἤδη [*](Β) ἐγγίσαι, τὸν δέ γε Μελισσηνὸν Νικηφόρον περὶ τὴν Δάμαλιν φθάσαντα οὐχ ἥττω τούτων δύναμιν ἔχοντα καὶ τῆς βασιλείας ὡσαύτως ἀντιποιούμενον, μὴ ἔχων ὅ τι καὶ δράσειε μήτε ἀντιπαλαμᾶσθαι δυνάμενος πρὸς ἄμφω τὰ μέρη, ὑπὸ τοῦ γήρως ὑπόψυχρος τε ὢν καὶ μᾶλλον περιδεὴς, κἂν ἐν νεότητι ἀνδρικώτατος ἦν, τοσοῦτον τότε μόνον ἀνέπνει, ὁπόσον αὐτὸν ἡ τοῦ τείχους περιβολὴ διεζώννυε, καὶ ἀπενενεύκει μᾶλλον πρὸς τὸ τῆς βασιλείας ἐκστῆναι. ἔνθεν τοι καὶ ἔκπληξις κατεῖχε καὶ θόρυβος ἅπ·αντας καὶ ἁλώσιμα πάντα ἐδόκει γενήσεσθαι πάντοθεν. ὡς δὲ δυσχερὴς ἡ τῆς πόλεως ἅλωσις τοῖς Κομνηνοῖς κατεφαίνετο αἱ δὲ δυνάμεις [*](C) ἐκ διαφόρων ξενικῶν τε καὶ ἐγχωρίων συνελέγοντο· ὅπου δὲ πληθὺς διάφορος, ἐκεῖ καὶ τὸ τῆς γνώμης διάφορον καταφαίνετα), βλέπων ὁ τὸ νέον ἐνδεδυκὼς πέδιλον Ἀλέξιος τὸ δυσάλωτον τῆς πόλεως καὶ τὸ τῶν στρατιωτῶν παλίμβολον ὑποτοπάζων εἰς ἑτέραν ἐτράπετο γνώμην, ἵνα θωπείαις τισὶ καὶ ὑποσχέσεσιν ὑποποιησάμενός τινας τῶν φυλασσόντων τὰ τείχη καὶ κλέψας αὐτῶν τὴν γνώμην οὕτως αἱρήσει τὴν πόλιν. ταῦτα δι’ ὅλης νυκτὸς μελετήσας εἰς τὴν σκηνὴν τοῦ καίσαρος ἅμα πρωὶ παραγίνεται ἀπαγγέλλων τὰ σκοπηθέντα [*](2 ὁ Διογένης 5 τινῶν] τῶν 7 καὶ om F 8 ἀποστασίαν] τοιαύτην ἐπιχείρησιν Cs 14 μηδ’ 16 μόνον τότε ἀνέπνει Diesterwegius: ἀπέπνει 21 δὲ] ‘an γὰρ?’ 8 25 παλίμβουλον F 27 φυλαττόντων 28 αἱρήσῃ 29 ὅλης τῆς)

84
καὶ ἀξιῶν ἅμα συνέψεσθαί οἱ καὶ κατασκοπῆσαι τὰ τείχ καὶ τὰς ἐπάλξεις ἀναθεωρῆσαι καὶ τοὺς φυλάσσοντας ἦσα [*](D) γὰρ ἐκ διαφόρων) καὶ διαγνῶναι, ὅπως δυνατόν ἐστιν ἅλω ναι τὴν πόλιν. ὁ δὲ βαρέως τοὐπίταγμα ἔφερεν, ἅτε μοναχικὸν οὔπω πρῴην περιβεβλημένος ἀμφίον καὶ συνεὶ ὅτι καταγελῷτο ἂν ὑπὸ των περὶ τὸ τεῖχος ἱσταμένων κα τὰς ἐπάλξεις, εἰ οὕτως τὸν πλησιασμόν τῶν τειχῶν ἀνεδύετο ὅπερ καὶ πέπονθεν. ὡς γὰρ βιασθεὶς τῷ Ἀλεξίῳ συνῇ κολούθηκεν, εὐθὺς αὐτὸν ἀπὸ τῶν τειχῶν ἑωρακότες τὸν [*](P. (??)) ἀββᾶν μετά τινος προσθήκης ὑβριστικῆς διετώθαζον. ὁ ἐπισυνάξας τὸ ἐπισκύνιον καὶ ἔνδοθεν ὑβριζόμενος παρ οὐδὲν ἐλογίζετο, πρὸς δὲ τὸν προκείμενον σκοπὸν ὅλον εἶχε τὸν νοῦν. εἰώθασι γὰρ οἱ φρόνημα στάσιμον ἔχοντες ἐμμένειν ἐφ’ οἶς ἂν κρίνωσι, τῶν δ’ ἔξωθεν ἐπισυμβαινόντων καταφρονεῖν. ἐπυνθάνετο οὖν, τίνες ἂν εἶεν οἱ ἑκασταχοῦ τοὺς πύργους φυλάσσοντες. ὡς δὲ ἐνταῦθα μὲν ἐφεστάναι τοὺς ἀθανάτους λεγομένους ἐμάνθανε στράτυμα δὲ τῆς Ῥωμαϊκῆς δυνάμεως ἰδιαίτατον), ἐκεῖσε δὲ τοὺς ἐκ τῆς Θούλης Βαράγγους τούτους δὴ λέγω τοὺς πελεκυφόρους [*](B) βαρβάρους), ἀλλαχόσε δὲ τοὺς Νεμίτξους ἕθνος δὲ καὶ τοῦτο βαρβαρικὸν καὶ τῇ βασιλείᾳ Ῥωμαίων δουλεῦον ἀνέκαθεν), φησὶ πρὸς τὸν Ἀλέξιον παραινῶν μήτε τοῖς Βαράγγοις ἐμβαλεῖν μήτε τοῖς ἀθανάτοις προσεμβαλεῖν. οἱ μὲν γὰρ αὐτόχθονες ὄντες τῷ βασιλεῖ πολλὴν τὴν εἰς αὐτὸν ἐξ ἀνάγκης ἔχοντες εὔνοιαν θᾶττον ἂν τὰς ψυχὰς προδοῖεν ἢ πονηρόν [*](V. (??)) τι κατ’ αὐτοῦ μελετῆσαι πεισθήσονται· οἱ δέ γε ἐπὶ τῶν ὤμων τὰ ξίφη κραδαίνοντες πάτριον παράδοσιν καὶ οἷον παρακαταθήκην τινὰ καὶ κλῆρον τὴν εἰς τοὺς αὐτοκράτορας πίστιν καὶ τὴν τῶν σωμάτων αὐτῶν φυλακὴν ἄλλος ἐξ ἄλλου [*](C) διαδεχόμενοι τὴν πρὸς αὐτὸν πίστιν ἀκράδαντον διατηροῦσι καὶ οὐδὲ ψιλὸν πάντως ἀνέξονται περὶ προδοσίας λόγον. τῶν δέ γε Νεμίτξων ἀποπειρώμενος ἴσως οὐ πόρρω βαλεῖ σκοποῦ, [*](1 συνέψασθαί 7 εἰ οὕτως r: εἰκότως 15 γοῦν 19 πελεκοφόρους F 25 παραδοῖεν)
85
ἀλλ᾿ εὐτυχήσει τὴν εἴσοδον ἀπὸ τοῦ ὑπ᾿ αὐτῶν τηρουμένου πύργου. πείθεται τοίνυν τὸ ἐντεῦθεν Ἀλέξιος τοῖς τοῦ καίσαρος λόγοις ὥσπερ ἐκ θείας ὀμφῆς τούτους δεξάμενος. διά τινος οὖν ἀποσταλέντος παρ᾿ αὐτοῦ τὸν ἡγεμόνα τῶν Νεμίτζων κάτωθεν ἐπιμελῶς ἀνεζήτει· ὁ δὲ ἄνωθεν προκύψας [*](D)πολλά τε εἰπὼν καὶ ἀκούσας συντίθεται ταχὺ προδοῦναι τὴν πόλιν. ἧκεν οὖν τὴν ἀγγελίαν ταύτην κομίζων ὁ στρατιώτης. ἀκούσαντες δὲ οἱ ἀμφὶ τὸν Ἀλέξιον τὸ παρ᾿ ἐλπίδας περιχαρεῖς γενόμενοι μάλα προθύμως ἐπιβαίνειν τοῖς ἵπποις ἡτοιμάζοντο.

Ἅμα δὲ τούτοις καὶ οἱ τοῦ Μελισσηνοῦ πρέσβεις σφοδρῶς ἐπέκειντο ἀπαιτοῦντες τὸν ὑπεσχημένονν χρυσόβουλλον λόγον. καὶ ὁ Μαγγάνης εὐθὺς μετεκαλεῖτο κομίσων αὐτόν. ὁ δὲ τὸν μὲν χρυσόβουλλον λόγον γεγραμμένον ἔχειν ἔλεγε, τὸ δέ γε χρησιμεῦον σκεῦος πρὸς τὰς βασιλικὰς ὑπογραφὰς σὺν τῇ γραφίδι ἀπολωλεκέναι διισχυρίζετο κρυψίνους ὢν ἀνὴρ καὶ δεινὸς τὸ μέλλον ῥᾷστα προϊδεῖν καὶ ἐκ μὲν τοῦ παρεληλυθότος θηρᾶσαί τι συνοῖσον, τὸ δέ γε ἐνεστὸς ἀκριβῶς διαγνώναι καὶ πρὸς ὅπερ ἂν βούλοιτο εὐφυῶς μετενεγκεῖν ἐπισκιάσαι τε πράγματα, εἰ μόνον θελήσει. ἀνεβάλλετο γὰρ τὴν τοῦ χρυσοβούλλου γραφὴν ὁ Μαγγάνης μετεώρους τὰς ἐλπίδας διδοὺς τῷ Μελισσηνῷ. ἐδεδίει γάρ, μὴ τοῦ χρυσοβούλλου τάχιο ἢ προσῆκε καταπεμφθέντος αὐτῷ, ὃς τὴν τοῦ καίσαρος ἀξίαν τούτῳ κατεχαρίζετο, τὸν καίσαρα μὲν ἀποπέμψαιτο, τῆς δὲ βασιλείας ὅλος ἐξέχοιτο, καθάπερ καὶ πρὸς τοὺς Κουμνηνοὺς διαμεμηνυκὼς ἦν, καὶ [*](Β)σπουδάσειέ τι θρασύτερον. καὶ τοῦτο ἦν ἡ τέχνη καὶ τὸ μαγγάνευμα τῷ Μαγγάνῃ περὶ τὴν ἀναβολὴν τοῦ χρυσοβούλλου λόγου τοῦ καίσαρος. τούτων οὕτω τελουμένων καὶ τοῦ καιροῦ κατεπείγοντος τὴν πρὸς τὴν πόλιν εἴσοδον, ὑποτοπάζοντες οἱ πρέσβεις τὸ δρᾶμα σφοδρότερον ἐνέκειντο ἐξαι- [*](15 πρὸς]εἰς 16 σὺν τῇ F αὐτῇ As 18 τι] τὸ 20 θελήσῃ 23 προσήκει 24 ος A ὃ F ῷ 25 ὅλως 28 τοῦ Μαγγάνη)

86
τούμενοι τὸν χρυσόβουλλον λόγον. οἱ δὲ Κομνηνοί φασι πρὸς αὐτούς ἐπεὶ ἐν χερσὶν ἤδη τὴν πόλιν ἔχοντες ἄπιμεν ἐφ’ ᾧ κατασχεῖν αὐτὴν θεοῦ ἐπαρήγοντος, ἀπελθόντες ἀπαγγείλατε ταῦτα τῷ δεσπότῃ καὶ κυρίῳ ὑμῶν” καὶ τοῦτ’ ἐπειπόντες ὡς εἴ γε κατ’ ἐλπίδας ἡμῖν ἀπαντήσει τὰ πράγματα σοῦ πρὸς ἡμᾶς παραγενομένου, πάντα κατὰ ῥοῦν ἀκολουθήσειε [*](C) καὶ κατὰ τὸ ἡμῖν καὶ σοὶ βουλητόν”. ἀλλὰ ταῦτα μὲν πρὸς τοὺς πρέσβεις· τὸν μέντοι Γεώργιον τὸν Παλαιολόγον πρὸς τὸν ἡγεμόνα τῶν Νεμίτζων Γιλπράκτον ἐξέπεμψαν ἀπόπειραν ποιήσασθαι τῆς γνώμης Γιλπράκτου, καὶ εἰ διαγνοίη προθυμούμενον δέξασθαι κατὰ τὴν ὑπόσχεσιν τοὺς Κομνηνούς, τὸ δοθὲν αὐτῷ σύνθημα ποιῆσαι, ὅπε·ρ αὐτοὶ μὲν θεασάμενοι ἐπισπεύσουσι τὴν εἰσέλευσιν, αὐτὸς δὲ εἰς τὸν πύργον ἀνελθὼν θᾶττον αὐτοῖς τὰς πύλας ὑπανοίξει. ὁ δὲ μάλα προθύμως τὴν πρὸς τὸν Γιλπράκτον ὁδοιπορίαν ἀνεδέξατο πρόθυμος ὢν ἀνὴρ ἐς πολεμικὰς πράξεις καὶ πόλεων [*](V. (??)) ἐκπορθήσεις, καὶ τοῦτ᾿ αὐτὸ τειχεσιπλήτης αὐτόχρημα εἶπες [*](D) ἄν, ὃ περὶ Ἄρεως Ὅμηρος. οἱ δὲ Κομνηνοὶ ὁπλισάμενοι καὶ τὸ ὁπλιτικὸν ἅπαν ἐμπείρως ·πάνυ καταστησάμενοι βραδεῖ ποδὶ στείχοντες ἰλαδὸν πρὸς τὴν πόλιν ἀπῄεσαν. ἑσπέρας οὖν πελάσας τῷ τείχει ὁ Παλαιολόγος Γεώργιος καὶ σύνθημα ἀπὸ τοῦ Γιλπράκτου λαβὼν ἄνεισιν ἐπὶ τὸν πύργον μετὰ τῶν ἀμφ’ αὐτόν. οἱ δέ γε ἀμφὶ τὸν Ἀλέξιον τέως μὲν ὀλίγον τι πρὸ τῶν τειχῶν γεγονότες χάρακά τε βάλλονται καὶ στρατοπεδεύουσι λαμπρῶς. καὶ βραχύ τι μέρος ἐπ’ αὐτοῦ τῆς νυκτὸς αὐλισάμενοι τὸ λοιπὸν αὐτοὶ τὸ μεσαίτατον εἶχον τῆς φάλαγγος ἅμα τοῖς τῶν ἱππέων ἐπιλέκτοις καὶ τῇ κρείττονι στρατιᾷ τό τε ψιλὸν διατάξαντες βάδην τε προϊόντες [*](P. (??)) κατ᾿ αὐτὸ τὸ περίορθρον πρὸ τῶν τειχῶν ἀθρόον καθίστανται. καὶ πολέμου σχῆμα διατυπώσαντες ἐσιδηροφόρουν ξύμπαντες, ἕνα τοὺς ἐντὸς καταπλήξαιεν. σύνθημα δὲ ἄνωθεν [*](3 θεοῦ ἐπαρήγοντος, ἐφ’ ᾦ κατασχεῖν αὐτήν 16 εἰς τὰς 18 ὃ om F Ἄρεος II. 5, 31. 455 20 ἰλαδὸν 23 ὀλίγον As βραχὺ F 26 τῆς νυκτὸς ἐπ᾿ αὐτοῦ)
87
δόντος αὐτοῖς τοῦ Παλαιολόγου καὶ τὰς πύλας ἀνοίξαντος συμμίγδην εἰσῄεσαν, οὐ σὺν εὐταξίᾳ στρατιωτικῇ, ἀλλ’ ὡς ἔτυχεν ἕκαστος, ἀσπίδας καὶ τόξα καὶ δόρατα φέροντες. ἡ δὲ ἡμέρα πέμπτη ἦν ἡ μεγάλη, καθ᾿ ἣν τὸ μυστικὸν πάσχα θύομεν ἅμα καὶ ἑστιώμεθα, ἐπινεμήσεως τετάρτης ἔτους ϛφπθ΄ μηνὸς Ἀπριλλίου. καὶ οὕτως ἅπαν τὸ στρατόπεδον [*](B) ἐκ ξενικῆς τε καὶ ἐγχωρίου δυνάμεως ἔκ τ’ αὐτοχθόνων καὶ τῶν παρακειμένων χωρῶν συνεληλυθὸς τὴν πόλιν ἐκ πολλοῦ παντοίοις εὐθηνοῦσαν εἴδεσιν ἐξ ἠπείρου τε καὶ θαλάσσης συνεχῶς ἀρδομένην γινώσκοντες ἐν βραχεῖ χρόνῳ εἰσεληλύθασι διὰ τῆς Χαρσίου πύλης ἁπανταχοῦ σκεδασθέντες περί τε τὰς λεωφόρους περί τε τὰς τριόδους καὶ ἀμφόδους μὴ οἰκιῶν, μὴ ἐκκλησιῶν, μηδὲ αὐτῶν τῶν ἱερῶν ἀδύτων τὸ παράπαν φειδόμενοι, ἀλλὰ λείαν πολλὴν ἐκεῖθεν ἐπισυνάγοντες, τοῦ μέντοι ἀποκτείνειν μόνου ἀφιστάμενοι, τὰ δ’ ἄλλα πάντα ἰταμῶς πάντη καὶ ἀναισχύντως ποιοῦντες. τὸ δὲ [*](C) δὴ χεῖρον, ὅτι οὐδὲ οἱ αὐτόχθονες τῶν τοιούτων ἀφίσταντο πράξεων, ἀλλ’ οἷον ἐκλαθόμενοι ἑαυτῶν καὶ τὰ σφῶν ἤθη ἐπὶ τὸ χεῖρον ἀμείψαντες ἀνερυθριάστως καὶ αὐτοί, ἅπερ οἱ βάρβαροι, ἔπραττον.

Ταῦτα δὲ ὁ βασιλεὺς Νικηφόρος ὁρῶν καὶ ὡς τὰ κατ᾿ αὐτὸν ἐν στενῷ κομιδῆ κατήντηκεν, ἀπό τε τῆς δύσεως πολιορκουμένης τῆς πόλεως ἀπό τε τῆς ἔω Νικηφόρου τοῦ Μελισσηνοῦ περὶ τὴν Δάμαλιν ἤδη αὐλιζομένου, μὴ ἔχων ὅ τι καὶ δράσειε, τῷ Μελισσηνῷ προτεθύμητο τῶν πρωτείων μᾶλλον παραχωρῆσαι. κατασχεθείσης δὲ τῆς πόλεως ἤδη παρὰ τῶν Κομνηνῶν μετακαλεσάμενος τινα τῶν πιστοτέρων θεραπόντων αὐτοῦ παρεκελεύετο διὰ τοῦ στόλου τὸν Μελισ- [*](D) σηνὸν εἰσάγειν εἰς τὰ βασίλεια, ᾧτινι συνείπετο καὶ σπαθάριός τις ἀνὴρ μαχιμώτατος. πρὸ δὲ τοῦ φθάσαι εἰς ἔργον τὸν λόγον ἡ μὲν πόλις ἑάλω, ὁ δὲ Παλαιολόγος ἕνα τῶν ὑπ’ αὐτὸν ἀναλαβόμενος πεζῇ κάτεισιν ὡς πρὸς θάλασσαν [*](11 διὰ τῆς Χαρσίου πύλης εἰσεληλύθασιν 15 ἀποκτενεῖν F μόνον)

88
πορευόμενος. περιτυχὼν δέ τινι ἀκατίῳ εἴσεισιν εὐθὺς καὶ τοῖς ἐρέταις παρεκελεύετο, ὅπου ὁ στόλος κατὰ τὸ εἰθισμένον προσώρμιστο, ἀπευθῦναι τὸ σκάφος. ἐγγίζων δὲ ἤδη πρὸς τὴν περαίαν ὁρᾷ τὸν παρὰ τοῦ Βοτανειάτου ἀποσταλέντα ἐφ’ ᾧ τὸν Μελισσηνὸν διαπεραιῶσαι τὸν στόλον εὐτρε- [*](V. (??)) πίζοντα καὶ τὸν σπαθάριον ἐντὸς μιᾶς τῶν πολεμικῶν νηῶν. [*](Ρ. (??)) γνωρίσας οὖν αὐτὸν πόρρωθεν, πάλαι συνήθη τοῦτον ἔχων, παραπλεύσας καὶ προσειπὼν αὐτῷ τὰ συνήθη ἐπυνθάνετο, ὅθεν καὶ ὅπη πορεύεται, καὶ μεθ’ ἑαυτοῦ ἀναλαβέσθαι αὐτὸν ἠξίου. ὁ δὲ σπαθάριος ξιφήρη τοῦτον ὁρῶν καὶ ἀσπίδα κατέχοντα, δειλιάσας φησὶ πρὸς αὐτόν εἰ μή σε οὕτω καθωπλισμένον ἑώρων, περιχαρῶς ἂν ἐδεξάμην”. ὁ δὲ μάλα προθύμως καὶ τὴν ἀσπίδα καὶ τὸν ἀκινάκην καὶ τὴν κόρυθα ἀποθέσθαι κατετίθετο, εἰ μόνον θελήσει τοῦτον ἀναλαβέσθαι. ὡς δὲ καταθέμενον αὐτὸν τὰ ὅπλα ὁ σπαθάριος ἐθεάσατο, παρεκεχωρήκει τηνικαῦτα αὐτῷ τῆς εἰς τὸ ἴδιον πλοῖον εἰσελεύσεως καὶ περιπλακεὶς κατησπάζετο μάλα περιχαρῶς. ὁ δὲ Παλαιολόγος ὀμβριμοεργὸς ὢν ἀνὴρ οὐδὲ πρὸς βραχὺ [*](Β) περιμείνας ἔργου ἥπτετο. καὶ ὡς πρὸς τὴν πρῴραν ἁλλόμενος τοὺς ἐρέτας ἐπυνθάνετο „τί” λέγων λέγων„ καὶ ὅπη πορεύεσθε κατὰ τῆς σφῶν κεφαλῆς κακὰ μέγιστα ἐπενεγκεῖν πραγματευόμενοι; ἡ πόλις, ὡς ὁρᾶτε, ἑάλω. ὅ ποτε μέγας δομέστικος νῦν βασιλεὺς ἀνηγόρευται· καὶ τοὺς ὁπλοφόρους ὁρᾶτε καὶ τῆς εὐφημίας ἀκούετε· καὶ οὐκέτι χώραν ἕτερος ἐν τοῖς βασιλείοις ἕξει. καλὸς μὲν οὖν ὁ Βοτανειάτης, ἀλλὰ καὶ οἱ Κομνηνοὶ πολλῷ κρείττονες. πολλὴ ἡ τοῦ Βοτανειάτου στρατιά, ἀλλὰ πολλαπλάσιος ἡ ἡμετέρα. οὐ χρὴ τοιγαροῦν τὴν σφῶν αὐτῶν ζωὴν τάς τε γυναῖκας καὶ τοὺς παῖδας προδοῦναι, ἀλλὰ δεῖ τὴν πόλιν περιαθρήσαντας καὶ [*](C) τὸ ὁπλιτικὸν ἅπαν ἐντὸς αὐτῆς θεασαμένους τάς τε σημαίας καὶ τὴν εὐφημίαν λαμπρὰν γινομένην ἀκούοντας τόν τέ ποτε μέγαν δομέστικον νῦν βασιλέα τοῖς βασιλείοις πελάζοντα καὶ [*](18 ὀβριμοεργὸς 29 δεῖ] δὴ)
89
τὴν αὐτοκράτορα ἀρχὴν ἤδη περιζωννύμενον πρύμναν τε κρούσασθαι καὶ ἑτεραλκέα τὴν νίκην ποιησαμένους αὐτῷ προσελθεῖν.” οἱ δὲ τηνικαῦτα τοῖς τούτου λόγοις ὑπείξαντες πάντες τῆς αὐτοῦ γνώμης γεγόνασι. τοῦ δὲ σπαθαρίου δυσχεραίνοντος ἠπείλησεν ὁ ξιφηφόρος οὗτος Γεώργιος ὁ Παλαιολόγος αὐτοῦ που ἐπὶ τοῦ καταστρώματος τῆς νεὼς [*](D) δεσμήσας καταβαλεῖν ἢ κατὰ τοῦ βυθοῦ ῥῖψαι. εὐθὺς οὖν τῆς εὐφημίας ὁ Παλαιολόγος ἐξῆρχε καὶ σὺν αὐτῷ οἱ ἐρέται. τὸν δὲ σπαθάριον δυσχεραίνοντα καὶ μὴ βουλόμενον κατὰ τοῦ καταστρώματος δεσμήσας κατέθηκε. παραπλεύσας δὲ μικρὸν ἀναλαμβάνεται τόν τε ἀκινάκην καὶ τὴν ἀσπίδα καὶ οὕτω προσορμίζει, ὅπου ὁ στόλος, καὶ πάνδημον ἐποιεῖτο ἤδη τὴν εὐφημίαν. ἐντυχὼν δὲ καὶ τῷ ἀποσταλέντι παρὰ τοῦ Βοτανειάτου ἐφ’ ᾧ τὸν στόλον ἀναλαβέσθαι καὶ διαπερᾶσαι τὸν Μελισσηνόν, εὐθὺς κατέσχεν αὐτὸν καὶ λῦσαι τὰ πρυμνήσια παρεκελεύετο τοῖς ναυτικοῖς. ἀποπλεύσας οὖν [*]((??). 66) ἐκεῖθεν συνάμα τῷ στόλῳ καταλαμβάνει τὴν ἀκρόπολιν τὴν εὐφημίαν λαμπρὰν ποιούμενος. κἀκεῖσε τοῖς ἐρέταις παύσασθαι τῆς εἰρεσίας διεκελεύετο καὶ ἀτρεμοῦντας ἑστάναι ᾧ τοὺς ἐκ τῆς ἑῴας πειρωμένους διαπερᾶν ἀπείργειν. μετ᾿ ὀλίγον δὲ πλοῖον θεασάμενος πρὸς τὸ μέγα παλάτιον καταῖρον, τοῖς τοῦ ἰδίου πλοίου ἐρέταις κελεύσας σφοδρὰν τὴν εἰρεσίαν ποιήσασθαι φθάνει τοῦτο. καὶ ὡς τὸν ἴδιον ἐθεάσατο [*]((??). 57) ἐν αὐτῷ πατέρα, ἀναστὰς εὐθὺς τὴν προσήκουσαν γονεῦσι προσκύνησιν αὐτῷ ἀπεδίδου. ὁ δ᾿ οὐ περιχαρῶς αὐτὸν ἐθεάσατο οὔτε μὴν γλυκερὸν φάος ὠνόμασε, καθάπερ [*](Β) ποτὲ ὁ Ἰθακήσιος Ὀδυσσεὺς τὸν Τηλέμαχον θεασάμενος. ἐκεῖ γὰρ συμπόσιον καὶ μνηστῆρες καὶ ἅμιλλα καὶ νεῦρα καὶ τόξον, καὶ ἆθλον τῷ νικήσαντι ἡ σώφρων ἔκειτο Πηνελόπη, καὶ ὁ Τηλέμαχος οὐκ ἐχθρός, ἀλλ’ ὡς υἱὸς πατρὶ ἐπαρήγων εἰσῄει· ἐνταῦθα δὲ μάχη καὶ πόλεμος, καὶ ἀντικαθιστάμενοι πρὸς ἀλλήλους κατὰ γνώμην ἦσαν ἄμφω. καὶ [*](4 γεγόνασιν 9 καὶ μὴ βουλόμενον καὶ δυσχεραίνοντα 10 δεσμώτην κατέθηκεν 24 ἐν αὐτῶ̣ ἐθεάσατο 25 δὲ)
90
ἡ θατέρου ἅτερον οὐκ ἐλάνθανε σχέσις, κἂν εἰς ἔργον οὔπω τὰ τῆς γνώμης ἀπέβαινεν. ἔνθεν τοι καὶ μωρὸν αὐτὸν καλέσας ἐπυνθάνετο λέγων „τί ὧδε ποιήσων ἥκεις;” ὁ δ φησιν „ἐπεὶ σὺ ὁ ἐμοῦ πυνθανόμενος εἶ, οὐδέν.’’ καὶ ὁ πρὸς αὐτόν ἀνέχου μικρὸν καὶ εἴ μου ὁ βασιλεὺς ὑπ ἀκούσει, γνώσῃ μετ’ οὐ πολύ’’. φθάσας οὖν ὁ ῥηθεὶς Νικηφόρος [*](C) ὁ Παλαιολόγος εἰς τὰ ἀνάκτορα, ἐπεὶ ἐσκεδασμένους ἑώρα τοὺς ξύμπαντας καὶ περὶ τὴν συλλογὴν τῶν χρημάτων ἠσχολημένους, εὐκαταγωνίστους αὐτοὺς οἰόμενος ᾐτεῖτο τὸν Βοτανειάτην δοθῆναί οἱ τοὺς ἀπὸ τῆς Θούλης νήσου βαρβάρους, ὥστε δι’ αὐτῶν ἐξωθῆσαι τῆς πόλεως τοὺς Κομνηνούς. ὁ δέ γε Βοτανειάτης ἅπαξ τὰ περὶ αὐτὸν ἀπεγνωκὼς ἐσχηματίζετο μὴ θέλειν ἐμφύλιον γενέσθαι πόλεμον· „ἀλλ᾿ εἴ γέ μοι πείθῃ, Νικηφόρε,” φησὶν ἐπεὶ εἴσω τῆς πόλεως γεγόνασιν οἱ Κομνηνοί, ἄπελθε πρὸς αὐτοὺς πρεσβεύων τὰ πρὸς εἰρήνην”. ὁ δὲ δυσανασχετῶν ὅμως ἀπῄει.

Ὡς δὲ εἰσελθόντες οἱ Κομνηνοὶ τεθαρρηκότες ἤδη [*](D) ἐκαρτέρουν περὶ τὸ πεδίον τοῦ μεγαλομάρτυρος Γεωργίου τοῦ καλουμένου Συκεώτου βουλευόμενοι εἰ χρὴ πρῶτον ἀπελθεῖν εἰς τὰς σφῶν μητέρας καὶ τὴν συνήθη προσκύνησιν κατὰ τὸ εἰθισμένον αὐταῖς ἀπονεῖμαι, εἶθ’ οὕτω πρὸς τὰ βασίλεια χωρῆσαι, μαθὼν ὁ Καῖσαρ ἀποστείλας τινὰ τῶν αὐτοῦ θεραπόντων ἠπειλήσατο τῆς βραδυτῆτος τούτους πολλὰ καταμεμψάμενος. εὐθὺς οὖν ἀμφὶ τὸν οἶκον τοῦ Ἰβηρίτζη γενομένων καταλαμβάνει Νικηφόρος ὁ Παλαιολόγος λέγων ὁ βασιλεὺς ὑμῖν τάδε μηνύει· γέρων μὲν ἐγὼ ἤδη καὶ [*](P. (??)) μόνος μήθ’ υἱὸν κεκτημένος μήτ’ ἀδελφὸν μήτε τινὰ τῶν γνησίων, καὶ εἰ βούλει,” πρὸς τὸν ἀρτιφανῆ βασιλέα τὸν Ἀλέξιον ἀποτείνων τὸν λόγον σὺ γενοῦ μοι θετὸς υἱός. κἀγὼ οὐκ ἀφελοῦμαί τι ὧν ἑκάστῳ τῶν συστρατευομένων σοι πεφιλοτίμησαι οὐδέ τινός σοι ἐξουσίας ἐπικοινωνήσω [*](1 θατέρου F 2 καλέσας αὐτὸν 10 βαρβάρους] βαράγγους Cs 14 γε πείθῃ μοι 18 πεδίον] μονάδιον Α τοῦ ἁγίου μ. Αs 19 τ. κ. τοῦ Συκεώτου πρότερον 30 ἀφέλωμαι F)

91
βασιλικῆς, ἀλλὰ μόνον ἔσομαι ψιλοῦ τοῦ τῆς βασιλείας μετέχων ὀνόματος καὶ τῆς εὐφημίας καὶ τῶν ἐρυθρῶν πεδίλων, ἔτι δὲ καὶ τοῦ διαναπαύεσθαι εἰς τὰ ἀνάκτορα. σοὶ δὲ ἡ [*](Β) τῶν τῆς βασιλείας πραγμάτων μελήσει πάντως διοίκησις.” πρὸς ταῦτα οἱ Κομνηνοὶ ῥήματά τινα συγκαταθέσεως ἐμφαντικὰ ἐνέφαινον· ἅπερ ἐνωτισθεὶς ὁ Καῖσαρ φθάνει τάχος πρὸς αὐτοὺς ἐπαπειλούμενος καὶ πρὸς τὰ βασίλεια κατεπείγων. ὡς δὲ δεξιόθεν τῆς αὐλίδος εἰσῄει, ἐξελθόντες οἱ Κομνηνοὶ συναντῶσι πεζεύοντι αὐτῷ· ὁ δὲ πολλὰ τούτους ἐμέμφετο. ἀτενίσας δ’ ἐν τῷ εἰσιέναι καὶ τὸν Παλαιολόγον Νικηφόρον θεασάμενος ἀπὸ τῆς λαιᾶς αὖθις εἰσερχόμενον „τί πρὸς τὰ ἐνταῦτα;“ φησὶ „ καὶ τί βουλόμενος ἥκεις, [*](C) συμπένθερε;” ὁ δὲ „τελέσων μέν, ὡς ἔοικεν, οὐδέν, τὰς δὲ αὐτὰς ταῖς πρῴην καὶ αὖθις ἥκω τοῖς Κομνηνοῖς κομίσων παρὰ τοῦ αὐτοκράτορος ἀγγελίας. διενίστατο γὰρ ὁ βασιλεὺς φυλάξαι τὰ ὑπεσχημένα καὶ ὡς υἱῷ μὲν χρήσασθαι τῷ Ἀλεξίῳ ἐφ’ ᾧ τὴν αὐτοκράτορα ἀρχὴν αὐτὸν ἀναδήσασθαι καὶ τὰ τῆς βασιλείας κατὰ τὸ αὐτῷ διοικεῖν βουλητόν, ἐκεῖνον δὲ μόνου τοῦ τῆς βασιλείας μετέχειν ὀνόματος καὶ τῶν ἐρυθρῶν πεδίλων καὶ τῆς κοινῆς ἁλουργίδος καὶ τοῦ περὶ τὰ βασίλεια διαναπαύεσθαι γέροντά τε ἤδη ὄντα καὶ ῥᾳστώνης δεόμενον.” εὐθὺς δὲ πρὸς αὐτὸν δριμὺ ἐνατενίσας καὶ τὰς ὀφρῦς ἐπισυνάξας αὐτῷ φησιν „ἀπελθὼν [*](D) ἀπάγγειλον τῷ βασιλεῖ, ὡς ταῦτα ἦσαν ἂν πρὸ τοῦ τὴν πόλιν ἁλῶναι· τὸ δ’ ἐντεῦθεν χώραν ὅλως οὐκ ἔχει τὰ τῆς πρεσβείας. γέρων δὲ ἤδη ὢν ὑπεξίστασο τοῦ θρόνου καὶ τῆς σαυτοῦ φρόντισον σωτηρίας.” ἀλλὰ ταῦτα μὲν ὁ καῖσαρ· ὁ δέ γε Βορῖλος τὴν τούτων μεμαθηκὼς εἰσέλευσιν καὶ ὡς ὁ ὑπ’ αὐτοὺς στρατὸς ἁπανταχοῦ σκεδασθεὶς περὶ τὴν λείαν ἐνασχολεῖται καὶ τῆς τῶν λαφύρων συλλογῆς ὅλος γεγένηται οὗτοι δὲ μετὰ τῶν ἐξ [*](10 δὲ 11 θεασάμενος om 14 καὶ αὖθις ἥκω τοῖς Κομνμνοῖς κομίσων] κομίσων ἥκω reliquis omissis 19 μόνον 20 κοινῆς s: καινῆς 24 συμφορώτερα 26 οὐκ ἔχει ὅλως)
92
αἵματος καὶ ἐξ ἀγχιστείας προσηκόντων αὐτοῖς καὶ μετρίων ὀθνείων κατελείφθησαν), ἀντικαταστῆναι διέγνω τούτοις λίαν εὐχειρώτοις οὖσι διὰ τὸν τοῦ στρατοῦ σκεδασμὸν. τοίνυν καὶ συναγαγὼν τοὺς ἐπὶ τῶν ὤμων τὰ ξίφη κραδαίνοντας ἅπαντας, καὶ ὁπόσοι ἐκ τοῦ Χώματος ὥρμηντο, ἀπὸ τοῦ [*](Ρ. 6) Κωνδταντινίου φόρου μέχρι καὶ τοῦ λεγομένου Μιλίου καὶ ἄνωθεν εὐταξίας ὅτι πολλῆς στοιχηδὸν αὐτοὺς συνέταξεν· οἱ δὲ συνησπικότες ἵσταντο πρὸς μάχην παρεσκευασμένοι καὶ ἀτρεμοῦντες τέως. ἐπεὶ δὲ ὁ τηνικαῦτα πατριάρχης χρηματίζων ἱεροπρεπὴς τῷ ὄντι ἀκτήμων καὶ πᾶν εἶδος ἀσκήσεως, ᾖπερ οἱ ἐν ἐρημίαις καὶ ὄρεσιν ἐνδιαιτώμενοι τῶν πάλαι πατέρων, διεληλυθὼς κατηξίωτο προορατικοῦ καὶ θείου χαρίσματος πολλά τε πολλάκις προειπὼν καὶ μηδέποτε διάψευσάμενος καὶ κανὼν καὶ τύπος ἀρετῆς τοῖς μετ’ αὐτὸν χρηματίσας οὐδὲ τὰ τῷ Βοτανειάτῃ συμπεσόντα παντάπασιν [*](Β) ἀγνοήσας ἐφαίνετο. ἀλλ’ εἴτε ἐκ θείας ἐπιπνοίας εἴτε καὶ τοῦ Καίσαρος ὑποθεμένου ἐλέγετο γὰρ καὶ τοῦτο) καὶ πάλαι φιλίως πρὸς αὐτὸν διακειμένου διὰ τὸ ὕψος τῆς αὐτοῦ ἀρετῆς, ξυνεβούλευε τῷ βασιλεῖ ὑπεκστῆναι τοῦ βασιλείου θρόνου μὴ χώρει” λέγων πρὸς ἐμφυλίους πολέμους μήτ ἀντίβαινε θεοῦ προστάξει. αἵμασι Χριστιανῶν μὴ θέλε μιανθῆναι τὴν πόλιν, ἀλλ’ εἴξας θεοῦ βουλήσει ὑπέκστηθι τοῦ μέσου.” πείθεται τοῖς τοῦ ἀρχιερέως λόγοις ὁ βασιλεύς. δεδιὼς δὲ τὸ τοῦ στρατοῦ ἀτάσθαλον περιζώννυται καὶ κάτεισιν ὡς πρὸς τὴν τοῦ θεοῦ μεγάλην ἐκκλησίαν ἀπονενευκώς. πλήρης δὲ συγχύσεως ὢν λέληθεν ἠμφιεσμένος ἔτι τὴν Βασιλεῦσι [*](C) πρέπουσαν στολήν. ὁ δὲ Βορῖλος ἐπιστραφεὶς καὶ ἁψάμενος τῶν περὶ τὸν βραχίονα κεκολλημένων διὰ μαργάρων πέπλων παραλύει τηνικαῦτα τῆς ἐσθῆτος φάμενος μετά τινος μυκτῆρος καὶ σεσηρότος ἤθους ὡς τοιοῦτον ἡμῖν ἐπ’ ἀληθείας προσήκει νῦν”. ὁ δὲ εἰς τὸν μέγαν τοῦ θεοῦ νεὼν τῆς τοῦ θεοῦ σοφίας εἰσελθὼν ἐγκαρτερῶν τέως ἦν ἐν αὐτῷ.

[*](6 Κωνσταντίνου 26 τοῖς βασιλεῦσιν 28 περικεκολλημένων 30 τοιοῦτο)
93
[*](P. 70 V. 60)

Οἱ δὲ Κομνηνοὶ τὰ βασίλεια καταλαβόντες παραχρῆμα τὸν ἐπ᾿ ἀνεψιᾷ γαμβρὸν αὐτῶν Μιχαὴλ, ὃς ἐν ὑστέροις καιροῖς λογοθέτης τῶν σεκρέτων ἐχρημάτισε, πέμπουσι πρὸς αὐτόν. ὁ δὲ ἀπελθὼν μετὰ τοῦ τηνικαῦτα ἐπάρχου ὁ Ῥαδηνὸς δὲ οὗτος ἦν) εἰσαγαγὼν τὸν βασιλέα εἰς ἀκάτιον τι μικρὸν ἀπέρχεται μετ’ αὐτοῦ εἰς τὴν τῆς Περιβλέπτου περιώνυμον μονήν · εἶτα τὸ μοναδικόν αὐτῷ ἄμφω προτρέπονται ἀμφιάσασθαι σχῆμα. τοῦ δὲ ἐς νέωτα τοῦτο ὑπερτιθεμένου οὗτοι δεδιότες ἔτι ἐν συγχύσει καὶ ἀταξίᾳ τῶν πραγμάτων [*](71) ὄντων, μή τι ἀπὸ τοῦ μέρους τῶν δούλων ἐκείνων καὶ τῶν ἐκ τοῦ Χώματος αὖθις νεωτερισθῇ, κατηπειγμένως τὴν τῶν τριχῶν ἀποκοπὴν αὐτῷ συνεβούλευον. καὶ πείθεται τούτοις καὶ τοῦ ἀγγελικοῦ τηνικαῦτα ἀξιοῦται σχήματος. οἷα τὰ τῆς τύχης· ὑψοῦ μὲν αἴρει τὸν ἀνθρώπινον βίον, ὅτε ἐπιμειδιᾶν αὐτῷ θελήσειε, καὶ διάδημα βασιλικὸν αὐτῷ περιτίθησι καὶ περιπορφύρει τὰ πέδιλα · ἐπὰν δὲ τὰς ὀφρῦς τούτοις ἐπισυνάξῃ, ἀντὶ τῆς πορφυρίδος καὶ τῶν στεμμάτων τὰ μέλανα ῥάκη καταμφιέννυσιν. ὅπερ δὴ καὶ τῷ βασιλεῖ Βοτανειάτῃ ξυμβέβηκεν. ἐρωτηθεὶς δὲ παρά του τῶν συνήθων, εἰ [*](Β) εὐφόρως τὴν μεταβολὴν φέρει, φησίν ἡ τοῦ κρέως με μόνον ἀποχὴ ἀνιᾷ, τῶν δ’ ἄλλων ὀλίγη μοι ἡ φροντίς”. ἡ μέντοι βασιλὶς Μαρία συνάμα τῷ υἱῷ Κωνσταντίνῳ, ὃν ἐκ τοῦ προβεβασιλευκότος Μιχαὴλ ἔσχε τοῦ Δούκα, ἔτι τοῖς [*](4 τηνικαῦτα] τότε 6 μονὴν περιώνυμον 16 ἐπισυνάξει)

94
βασιλείοις προσέμενε δεδοικυῖα περὶ ξανθῷ Μενελάῳ κατὰ τὴν ποίησιν πρόφασιν ἀδιάβλητον τῆς καρτερίας τὴν συγγένειαν ἔχουσα, κἄν τινες ὑπὸ φθόνου παρακεκινημένοι ἄλλα τινὰ περὶ αὐτῆς ὑπετόπαζον. προεφθάκει γὰρ τὸν μὲν γαμβρόν, τὸν δὲ θετὸν υἱὸν εἰσποιήσασθαι. ταῦτα δὲ ἀνέπεισεν [*](c) αὐτὴν οἰκονομῆσαι οὐκ αἰτία τις κατὰ τοὺς πολλοὺς ἐπίψογος οὐδὲ τὸ τῶν ἀνδρῶν ἐκείνων ἐπαγωγὸν καὶ εὐπρόσιτον, ἀλλὰ τὸ ἐπ’ ἀλλοτρίας εἶναι, μὴ συγγενῆ , μὴ συνήθη, μηδένα τὸ παράπαν ὁμόχθονα κεκτημένην. οὐκ ἤθελεν οὖν ἀσυντάκτως ἐκεῖθεν ἐκστῆναι δεδοικυῖα, μή τι κακὸν συμβαίη τῷ παιδί, ἄν ἐκεῖθεν ἐξέλθῃ πρὸ τοῦ ἐχέγγυον τι ἀσφαλείας λαβεῖν, ὁποῖα ἐν ταῖς μεταπτώσεσι τῶν βασιλέων συμβαίνειν εἴωθεν. ἦν γὰρ τὸ παιδίον καὶ ἄλλως ὡραῖον καὶ ἔτι νέον, οὔπω τὸν ἕβδομον χρόνον ὑπερελάσαν, καὶ οὐ νέμεσις, εἰ τοὺς ἐμοὺς ἐπαινοίην ὑπὸ τῆς τῶν πραγμάτων ἀναγκαζομένη φύσεως) [*](D) ἡδὺ μὲν οὐκ ἐν λόγοις μόνον, ἀλλὰ καὶ ἐν παντοίαις κινήσεσι καὶ περιστροφαῖς παιγνίων ἀπαράμιλλον, ὡς οἱ τότε παρόντες ὕστερον ἔλεγον, ξανθὸν καὶ λευκὸν ὥσπερ γάλα, ἐρυθήματος μεστόν, ὅπου δέοι, καὶ ὁποῖον τὰ τῶν καλύκων ἄρτι ἐξαστράπτοντα ῥόδα· οἱ δὲ ὀφθαλμοὶ οὐ λευκοί, ἀλλ᾿ ἱέρακος ἐοικότες καὶ λάμποντες ὑπὸ ταῖς ὀφρύσιν ὥσπερ ἐν χρυσῇ σφενδόνῃ · κἀντεῦθεν ποικίλαις τέρψεσι τέρπον τοὺς ὁρῶντας οὐράνιόν τε καὶ οὐκ ἐπίγειον κάλλος δοκοῦν καὶ [*](v) τὸ ὅλον, εἶπεν ἄν τις ἰδών, ὁποῖον τὸν Ἔρωτα γράφουσιν. αὕτη ἡ ἀληθὴς αἰτία τῆς εἰς τὰ βασίλεια τῆς βασιλίδος ἐγκαρτερίας. ἐγὼ γὰρ καὶ ἄλλως φύσει τὸ λογοποιεῖν καὶ καινά τινα ἀναπλάττειν ἀποστρέφομαι εἰδυῖα τοῦτο σύνηθες εἶναι τοῖς πολλοῖς , καὶ μᾶλλον ὁπηνίκα ὑπὸ φθόνου καὶ χαιρεκακίας ἁλίσκοιντο, καὶ οὐ ταχὺ ταῖς διαβολαῖς συμφέρομαι τῶν πολλῶν · ἀλλὰ καὶ ἄλλοθεν τὴν ἐν τοῖς τοιούτοις ἀσφάλειαν ἔσχον ἐκ παιδαρίου συνανατραφεῖσα τῇ βασιλίδι καὶ οὔπω τὸν ὄγδοον ὑπερελάσασα χρόνον. πολὺ δὲ τὸ περὶ ἐμὲ [*](6 οἰκονομῆσαι] οἰκοδομεῖν 11 ἐξέλθοι F 27 σύνηθες τοῦτο 31 συνατραφεῖσα (s))
95
φίλτρον ἔχουσα τῶν ἀπορρήτων πάντων κεκοινώνηκε. καὶ πολλῶν μὲν καὶ ἄλλων περὶ τούτων λεγόντων ἀκήκοα καὶ πρὸς [*](Β) ἄλλους διαφερομένων, τῶν μὲν οὕτως, τῶν δὲ οὕτως ἐκλαμβανομένων τὰ τότε πραχθέντα , ἑκάστου πρὸς τὴν ἰδίαν τῆς ψυχῆς κατάστασιν καὶ ὡς πρὸς αὐτὴν εὐνοίας ἤ μίσους εἶχε, καὶ οὐ πάντας τῆς αὐτῆς ἑώρων γνώμης· ἠκηκόειν δὲ πολλάκις αὐτῆς διηγουμένης, ὁπόσα ξυμβέβηκεν αὐτῇ καὶ εἰς οἷον φόβον καὶ μᾶλλον περὶ τοῦ παιδὸς ἐμπεπτώκει, ὁπηνίκα ὁ βασιλεὺς Νικηφόρος τὴν βασιλείαν ἀπετίθετο. καὶ κατά γε ἐμὲ κριτὴν καὶ τοὺς πολλοὺς τῶν ἀρίστων καὶ ἀληθείας ἐπιμελουμένων ὁ τοῦ παιδὸς πόθος αὐτὴν ἐν τοῖς βασιλείοις πρὸς ὀλίγον τῷ τότε κατέσχηκεν. ἀλλὰ τὰ μὲν περὶ τῆς βασιλίδος Μαρίας τοσαῦτα · ὁ δέ γε τέως τῶν σκήπτρων [*](C) δραξάμενος Ἀλέξιος ὁ ἐμὸς πατὴρ εἴσω τῶν βασιλείων γενόμενος μὲν ἰδίαν σύνευνον πεντεκαιδέκατον ἔτος ἔγουσαν σὺν ταῖς ἀδελφαῖς καὶ τῇ μητρὶ καὶ καίσαρι τῷ πρὸς πατρὸς αὐτῆς πάππῳ ἐν τῷ κάτω καταλελοίπει παλατίῳ. οὕτω γὰρ ἔφθασε καλεῖσθαι ἀπὸ τῆς τοῦ τόπου θέσεως τὴν ἐπωνυμίαν λαχόν. αὐτὸς δὲ μετὰ τῶν ἀδελφῶν καὶ τῆς μητρὸς καὶ τῶν ἐξ ἀγχιστείας προσηκόντων αὐτῷ γαμβρῶν εἰς τὸ ὑπερκείμενον παλάτιον ἄνεισιν, ὃ καὶ βουκολέων ἐπονομάζεται ἐξ αἰτίας τοιᾶσδε. καὶ γὰρ ἀγχοῦ τῶν τούτου τειχῶν λιμὴν δι’ ἐγχορήγου καὶ μαρμάρων πάλαι τῶν χρόνων ᾠκοδόμητο, [*](D) ὅπου ὁ λίθινος λέων ζωγρεῖ τὸν βοῦν. ἔχεται τοῦ κέρως τοῦ βοὸς καὶ ἐξαυχενίσας αὐτὸν ἐμφύεταί πως τῷ λαιμῷ. ἐξ οὗ δὴ καὶ βουκολέων ὁ τόπος ὅλος ὠνόμασται τά τε ἐν ἠπείρῳ οἰκοδομήματα καὶ αὐτὸς δὴ ὁ λιμήν.

Πολλοὶ μὲν οὖν, ὡς ἄνωθεν ἔρηται, τὴν τῆς βασιλίδος περὶ τὰ βασίλεια καρτερίαν ὑποπτεύοντες ὑπετονθόρυζον, ὡς εἰς κῆδος ταύτην ἀγαγέσθαι μέλλει ὁ νῦν τῆς βασιλείας ἐπιδραξάμενος. οἱ δὲ Δοῦκαι οὐδὲν μέν τι τοιοῦτον ἐνενόουν οὐ γὰρ συνεφέροντο ταῖς τυχούσαις ἐννοίαις), ἀλλὰ [*](8 ἐπεπτώκει 12 τῷ om 31 μέν τι] μέντοι)

96
τὴν τῆς μητρὸς τῶν Κομνηνῶν ἀπροφάσιστον κατ’ αὐτῶν μῆνιν ἐκ μακροῦ γινώσκοντες περιδεεῖς ἦσαν ὑποπτεύοντες αὐτήν , ὡς κἀγὼ πολλάκις διηγουμένων ἀκήκοα. ἐπεὶ δὲ καὶ ὁ Παλαιολόγος Γεώργιος μετὰ τοῦ στόλου φθάσας τῆς εὐφημίας ἐξῆρχεν, οἱ περὶ τοὺς Κομνηνοὺς προκύπτοντες ἄνωθεν κατεσίγαζον, μὴ τὴν Εἰρήνην τῷ Ἀλεξίῳ κἀν τῇ εὐφημίᾳ συνάψαντας κοινῶς εὐφημεῖν. ὁ δ’ ἐμβριμησάμενος κάτωθεν αὐτοῖς φησιν „οὐ δι’ ὑμᾶς τὸν τοσοῦτον ἀγῶνα ἀνεδυσάμην αὐτός, ἀλλὰ δι’ ἥν φατε Εἰρήνην’’. ἅμα δὲ [*](Ρ. (??)) καὶ τοῖς ναυτικοῖς παρεκελεύετο Εἰρήνην σὺν τῷ Ἀλεξίῳ ἀνευφημεῖν. ταῦτα ταῖς μὲν ψυχαῖς τῶν Δουκῶν πολὺν ἐνέβαλε θόρυβον, τοῖς δέ γε μωμοσκόποις λοιδορίας ὕλη κατὰ τῆς βασιλίδος Μαρίας ἐγένετο. ὁ δὲ βασιλεὺς Ἀλέξιος μηδ’ ἐν νῷ τοιοῦτόν τι βαλλόμενος καὶ πῶς γάρ;) , ἀλλὰ τὴν τῶν Ῥωμαίων ἡγεμονίαν παραλαβών, ἀνὴρ ἐν πᾶσί δραστήριος, εὐθὺς τῶν ὅλων πραγμάτων γίνεται καί, ὡς ἄν εἴπῃ τις, ὡς ἀπὸ κέντρου τῶν ἁπάντων κατάρχεται. ἀνίσχοντος γὰρ ἡλίου εἰς τὰ βασίλεια εἰσελθών, πρὶν ἢ τὸν [*](V. (??)) ἀπὸ τῆς στάσεως κονίσσαλον ἀποτινάξασθαι καὶ τὸ σῶμα διαναπαῦσαι, [*](B) εὐθὺς τῆς τῶν στρατιωτικῶν ὅλος ἐγεγόνει φροντίδος. καὶ τὸν ἀδελφὸν Ἰσαάκιον ὡς πατέρα σεβόμενος κοινωνὸν εἶχεν ἐν πᾶσιν, ἅμα καὶ τὴν μητέρα, ἐν ταῖς τῶν κοινῶν διοικήσεσιν ὑπερείδοντας , κἂν τὸ μεγαλόνουν αὐτοῦ καὶ δραστήριον οὐ πρὸς μίαν βασιλείας διοίκησιν, ἀλλὰ πολλαῖς καὶ διαφόροις ἐζήρκει. αὐτὸς δὲ πρὸς τὸ κατεπεῖγον ἀπονενευκὼς ἦν τὸ τῆς ἡμέρας ἐπίλοιπον καὶ τὴν ὅλην νύκτα ἐς φροντίδα καταναλώσας τοῦ στρατιωτικοῦ πλήθους σκεδασθέντος εἰς τὸ Βυζάντιον ἅμα καὶ ἀτάκτοις ὁρμαῖς κεχρημένου, ὅπως μὲν αὐτοὺς θορύβου ἄτερ τῆς ἀτάκτου ἀνακόψῃ [*](C) ὁρμῆς, ἀφροντιστίαν δὲ τῷ κοινῷ τοῦ λοιποῦ περιποιήσηται. ἐδεδίει γὰρ καὶ ἄλλως τὸ ἰταμὸν τῶν στρατιωτῶν, καὶ μᾶλἐξήρχετο [*](5 9 ἀνεδυσάμην] ἀνεδυσάμην] 16 τῶν εὐθὺς 17 εἴποι 19 κονίσαλον 23 αὐτοῦ Diesterwegius: αὐτῆς 29 θορύβου ἄτερ αὐτοὺς)
97
λον ὅσῳπερ ἐκ διαφόρων συνείλεκτο, μὴ καὶ κατ’ αὐτοῦ χεῖρον διανοήσαιντο. ὁ δὲ Καῖσαρ Ἰωάννης ὁ Δούκας βουλόμενος τάχιον τὴν βασιλίδα Μαρίαν ἀποσκευάσασθαι καὶ τῶν βασιλείων ἀπελάσαι ὑποψίας τε τοὺς πολλοὺς ἀπαλλάζαι ψευδοῦς ἔνθεν μὲν τὸν πατριάρχην Κοσμᾶν παντοίως ὑπεποιεῖτο ἀξιῶν τὰ ὑπὲρ αὐτῶν φρονεῖν καὶ τοῖς λόγοις τῆς [*](D) τῶν Κομνηνῶν μητρὸς μηδαμῶς ὑπείκειν , ἐκεῖθεν δὲ τῇ βασιλίδι Μαρίᾳ νουνεχῶς ὑπετίθετο ἔγγραφον τι τοῦ αὐτοκράτορος ἐξαιτησαμένην αὐτῆς τε χάριν καὶ τῆς τοῦ παιδὸς ἀσφαλείας οὕτως ἐκεῖθεν ὑποχωρῆσαι Πάτροκλον πρόφασιν ταῦτ’ ἐσχηκώς. ἔφθασε γὰρ ἀντιλαβέσθαι ταύτης , ὁπηνίκα ὁ βασιλεὺς Μιχαὴλ ὁ Δούκας τῆς βασιλείας ἐζέστη , καὶ τῷ μετ’ αὐτὸν βεβασιλευκότι Νικηφόρῳ τῷ Βοτανειάτῃ συμβουλεύσασθαι συναφθῆναι ταύτῃ πρὸς γάμου κοινωνίαν, ὅτι ἐξ ἀλλοδαπῆς ἐστι καὶ συγγενᾶν ὄχλος οὐ προσῆν αὐτῇ, δι’ ὧν ὁ βασιλεὺς ὀχλοῖτο, περί τε τοῦ γένους καὶ τῆς τοῦ σώματος [*](74) ὥρας ἀπαγγέλλων πολλὰ καὶ πολλάκις ἐπαινῶν αὐτήν. καὶ γὰρ ἦν εὐμήκης μὲν τὴν ἡλικίαν καθαπερεὶ κυπάριττος, λευκὴ δὲ τὸ σῶμα ὡσεὶ χιών, πρόσωπον κύκλον μὲν οὐκ ἀπαρτίζον, τὸ δὲ χρῶμα δι᾿ ὅλου ἄνθος ἠρινόν ἢ ῥόδον ἄντικρυς. τὰς δὲ τῶν ὀμμάτων αὐγὰς τίς ἀνθρώπων ἐζείποι ; ὀφρῦς ὑπερανεστηκυῖα καὶ πυρσή, βλέμμα χαροπόν. ζωγράφου μὲν οὖν χεὶρ τὰ τῶν ἀνθέων πολλάκις ἐμιμήσατο χρώματα, ὁπόσα ὧραι φέρειν εἰώθασι, τὸ δὲ τῆς βασιλίδος κάλλος καὶ ἡ ἐπιλάμπουσα αὐτῇ χάρις καὶ τὸ τῶν ἠθῶν ἐπαγωγόν τε καὶ εὔχαρι ὑπὲρ λόγον καὶ τέχνην ἐφαίνετο· οὐκ Ἀπελλῆς, οὐ Φειδίας οὐδέ τις τῶν ἀγαλματοποιῶν τοιοῦτόν ποτε παρήγαγεν ἄγαλμα. καὶ ἡ μὲν τῆς Γοργοῦς κεφαλὴ λίθους ἐξ ἀνθρώπων [*](Β) τοὺς ὁρῶντας ἐποίει, ὡς λέγεται, τὴν δὲ ἰδὼν τις βαδίζουσαν ἢ αἴφνης ὑπαντιάσας ἐκεχήνει τε καὶ ἐπὶ ταὐτοῦ σχήματος , ἐφ’ ᾧ ἔτυχεν ὤν, ἕστατο ἐννεός, ὡς ἀφῃρῆ- [*](3 Μαρίαν om 4 τοὺς add Diesterwegius 6 τὰ θ’ 10 ὑποχωρεῖν 13 αὐτοῦ (s) 18 καθαπερεὶ] καθάπερ ἡ 23 τὰ χρώματα τῶν ἀνθέων πολλάκις ἐμιμήσατο)
98
σθαι τηνικαῦτα δοκεῖν καὶ ψυχὴν καὶ διάνοιαν. ἀναλογία γὰρ τοιαύτην μελῶν καὶ μερῶν, τοῦ ὅλου πρὸς τὰ μέρη τούτων πρὸς τὸ ὅλον, οὐδεὶς οὐδέπω τοιαύτην ἐν ἀνθρώπο σώματι ἐθεάσατο · ἄγαλμα ἔμψυχον καὶ ἀνθρώποις φιλοκο λοις ἐράσμιον. Ἵμερος γὰρ ἄντικρυς ἦν σωματωθεὶς οἷο εἰς τόνδε τὸν περίγειον κόσμον. τούτοις οὖν ὁ Καῖσαρ συγ χρησάμενος τότε τὴν τοῦ βασιλέως καταμαλάττει καὶ χει- [*](C) ροῦται ψυχήν, κἂν πολλοὶ αὐτῷ συνεβούλευον τὴν βασιλίδ ἀγαγέσθαι Εὐδοκίαν, περὶ ἧς ὑπετονθόρυζόν τινες, ὡς τη [*](V. (??)) βασιλειίας καὶ αὖθις ἱμειρομένη τὸν Βοτανειάτην, ὁπηνίκ τὴν Δάμαλιν κατέλαβεν ἐπειγόμενος εἰς τὴν βασίλειον ἀνα χθῆναι περιωπήν, διὰ γραμμάτων ἐσφετερίζετο · οἱ δέ , ὅτ οὐ χάριν ἑαυτῆς, ἀλλὰ τῆς ἰδίας θυγατρὸς Ζωῆς τῆς πορφυρογεννήτου· καὶ τάχα διηνύκει ἄν τὸ σπουδαζόμενον, εἰ μή τις τῶν θεραπόντων τῆς ὁρμῆς ταύτην ἀνέκοψε, Λέων ἐκτομίας ὁ Κυδωνιάτης , πολλὰ καὶ καίρια πρὸς αὐτὴν εἰρηκώς, ἅ κατὰ μέρος ἀπαγγέλλειν ἡμῖν οὐ θέμις φύσει τὸ [*](D) διαβάλλειν ἀποστρεφομένοις, τοῖς δὲ τῶν τοιούτων λογοποιοῖς πάντως καὶ περὶ τούτων μελήσει. ὁ μέντοι Καῖσαρ Ἰωάννης παντοίως αὐτὸν μετελθὼν πέρας δέδωκε τῇ βουλῇ πείσας συναφθῆναι τῇ βασιλίδι Μαρίᾳ, καθὼς ὁ λόγος σαφέστερον φθάσας ἐδήλωσε, κἀντεῦθεν παρρησίαν πολλὴν ἐσχήκει πρὸς αὐτήν. ἐπεὶ δ’ ἔν τισιν ἡμέραις ταῦτ’ ἐτελεῖτο, μὴ βουλομένων τῶν Κομνηνῶν ἀθρόον τῶν βασιλείων αὐτὴν ἀπελάσαι, [*](Ρ.) ἅτε πολλῶν αὐτῆς εὐεργετημάτων τυχόντων παρ’ ὅλον τὸν τῆς βασιλείας αὐτῆς χρόνον, οὐχ ἧττον δὲ καὶ δι’ ἥν πρὸς αὐτὴν ἴσχον συνήθειαν τῇ προφάσει τῆς ἐξ ἀμφοτέρων τῶν μερῶν ξυμπεσούσης συγγενείας, πολλοὶ ἐκ πολλῶν συνείροντο λόγοι νοημάτων διαφόρων ἐξαγγελτικοί, τῶν μὲν ἄλλως ἐκλαμβανομένων τὰ πραττόμενα, τῶν δὲ ἑτέρως, ὡς ἕκαστος εὐνοίας ἢ μίσους εἶχε τὰ πρὸς αὐτὴν τῶν εἰωθότων ἐκ προαιρέσεως [*](13 θυγατρὸς om 15 ταύτης 16 Κυδωνειάτης 24 αὐτὴν ἀπελάσαι τῶν βασιλείων 26 ἔσχον πρὸς αὐτὴν 28 συμπεσουσης)
99
καὶ μὴ ὡς ἔχουσι κρίνειν τὰ πράγματα. καὶ δὴ στέφεται τέως ὁ Ἀλέζιος μόνος παρὰ τῆς δεξιᾶς τοῦ ἀρχιερέως Κοσμᾶ. καὶ γὰρ τῷ τετάρτῳ ἔτει τῆς βασιλείας Μιχαὴλ τοῦ [*](Β) Δούκα τοῦ υἱοῦ Κωνσταντίνου αὐτοκράτορος τελευτήσαντος τοῦ ἱερωτάτου πατριάρχου Ἰωάννου τοῦ Ξιφιλίνου μηνὸς Αὐγούστου δευτέραν ἄγοντος ἐπινεμήσεως τρισκαιδεκάτης χειροτονεῖται τηνικαῦτα οὗτος , ἀνὴρ ἱεροπρεπὴς καὶ πλήρης ἁγιωσύνης. τοὺς Δούκας δὲ τὸ μήπω τὴν βασιλίδα τῆς βασιλικῆς ταινίας ἀξιωθῆναι ἐπὶ πλέον ἐξεδειμάτου· ἐνίσταντο δὲ ὅμως καὶ τὴν βασιλίδα Εἰρήνην τοῦ στέφους ἀξιωθῆναι. ἔτυχε δέ τις μοναχὸς Εὐστράτιος τὴν κλῆσιν, Γαριδᾶς τὴν ἐπωνυμίαν, τὰς οἰκήσεις ἀγχοῦ τῆς τοῦ θεοῦ μεγάλης ἐκκλησίας ποιούμενος καὶ ἀρετὴν δῆθεν ὑποκρινόμενος· οὗτος [*](c) θαμὰ πρὸς τὴν μητέρα τῶν Κομνηνῶν πάλαι παραγινόμενος περὶ βασιλείας προὔλεγεν. ἡ δὲ καὶ ἄλλως φιλομόναχος οὖσα, ἀλλὰ καὶ τοῖς τοιούτοις ὑποσαινομένη λόγοις τὴν εἰς αὐτὸν πίστιν ὁσημέραι ἐπὶ πλέον αὐξάνουσαν ἐδείκνυ κἀντεῦθεν τῷ ἀρχιερατικῷ τῆς μεγαλοπόλεως θρόνῳ ἐγκαθιδρῦσαι τοῦτον προτεθύμητο. καὶ τὸ ἁπλοῦν καὶ ἄπραγμον τοῦ τηνικαῦτα ἀρχιερέως προφασιζομένη ἔπειθέ τινας λόγους παραιτήσεως ἐν σχήματι συμβουλῆς πρὸς αὐτὸν ἀνακινεῖν ὡς δῆθεν διὰ τὸ αὐτῷ συμφέρον τοῦτο ξυμβουλεύοντας. ἀλλὰ τὸν ἱερὸν ἐκεῖνον ἄνδρα ἡ σκῆψις αὕτη οὐ διελάνθανε · καὶ τέλος τὴν [*](D) ἰδίαν ἐπομοσάμενος κλῆσιν φησι πρὸς αὐτοὺς „νὴ τὸν Κοσμᾶν, εἰ μὴ διὰ τῶν ἐμῶν χειρῶν ἡ Εἰρήνη τοῦ στέφους ἀξιωθῇ , τοῦ ἀρχιερατικοῦ θρόνου οὐκ ἀποστήσομαι”. οἱ δὲ ἐπαναστρέψαντες ἀπαγγέλλουσι τῇ δεσποίνῃ τὰ μηνυθέντα · ἔφθασαν γὰρ ἤδη οὕτω ταύτην καλεῖν ἅπαντες τοῦ φιλομήτορος βασιλέως τοῦτο βουλομένου. ἑβδομαῖα τοίνυν μετὰ [*](64) τὴν Ἀλεξίου ἀνάρρησιν καὶ ἡ αὐτοῦ ὁμευνέτις Εἰρήνη διὰ τοῦ πατριάρχου Κοσμᾶ ἀξιοῦται τοῦ στέφους.

Αἱ μὲν οὖν μορφαὶ τοῖν βασιλέοιν ἀμφοῖν Ἀλεξίῳ [*](4 καὶ τοῦ 7 οὗτος ὁ ἀνὴρ 9 ἐξεδειμάτει (s) 14 παραγενόμενος 30 τοῦ Ἀλεξίου 31 τοῦ ante στέφους om)

100
τε καὶ Εἰρήνῃ ἀμήχανοι καὶ εἰς ἅπαν ἀμίμητοι , καὶ οὔτ γραφεὺς γράψειεν ἂν πρὸς ἀρχετυπίαν τοῦ κάλλους ὁρῶν οὔτε λιθοξόος ἄψυχον οὐσίαν οὕτω ῥυθμίσειεν, ἀλλὰ καὶ ὁ [*](P.) τοῦ Πολυκλείτου κανὼν ἐκεῖνος ὁ πολυθρύλλητος εἰς ἀτεχνίαν ἄντικρυς ἤρχετο, ἑὲ τις ἄν πρὸς τὰ τῆς φύσεως ἀγάλματ ταῦτα , λέγω δὴ τοὺς ἀρτιστεφεῖς αὐτοκράτορας, καὶ πρὸ τὰ τοῦ Πολυκλείτου ἐκείνου σπουδάσματα ἀποβλέψειεν. μὲν γὰρ Ἀλέξιος οὐ πάνυ μὲν ἀπὸ τῆς γῆς ἐπῆρτο ἐπὶ πολυ εἰς εὖρος δὲ συμμέτρως πως ηὐρύνετο. καὶ ἱστάμενος μὲ οὐ τοσοῦτον θάμβος ἐδίδου τοῖς θεωμένοις, εἰ δ’ ἐπὶ τοῦ βασιλείου καθίσειεν οὗτος θρόνου καὶ γοργωπὸν σέλας ἀφήσει [*](τῶν ὀφθαλμῶν, πρηστὴρ ἐδόκει καὶ ἄμαχον αὐγὴν ἀποστέλλειν Β) καὶ τοῦ προσώπου καὶ τῆς ὅλης διοργανώσεως. μέλαινα μὲν γὰρ ἡ ὀφρῦς ἑκατέρωθεν ἐκυρτοῦτο · τῇ δὲ ὀφθαλμὸς ὑπεκάθητο βλοσυρὸν ἅμα καὶ ἥμερον ἐνορῶν, ὡς ἀπό τε τῆς βολῆς τῶν ὀμμάτων καὶ τῆς στιλπνότητος τοῦ μετώπου καὶ τῶν παρειῶν τῆς σεμνότητος καὶ τοῦ ἐπιτρέχοντος αὐταῖς ἐρεύθους ὁμοῦ καὶ δεδοικέναι τε καὶ θαρρεῖν. τῶν τε ὤμων ἡ εὐρύτης καὶ τῶν βραχιόνων τὸ στερρὸν καὶ τῶν στέρνων ἡ προβολὴ ἡρωικά πάντα καὶ ὅλως εἰς θάμβος καὶ τέρψιν τοὺς πολλοὺς ἐκκαλούμενα. τὸ γὰρ αὐτὸ τοῦ ἀνδρὸς καὶ [*](c) ὥραν εἶχε καὶ χάριν καὶ βάρος καὶ ὄγκον ἀπρόσιτον. εἰ δὲ καὶ εἰς ὁμιλίαν ἦλθεν ἐκεῖνος καὶ τὴν γλῶτταν ἐκίνησεν, εἶδες ἂν αὐτόχρημα τὴν πυρίπνουν ἐπικαθημένην τοῖς κείλεσιν ἐκείνου ῥητορικήν. τῷ γὰρ κατακλυσμῷ τῶν ἐπιχειρημάτων πᾶσαν καὶ ἀκοὴν καὶ ψυχὴν κατεσύρετο καὶ ἀμύθητος ἠν καὶ ἄμαχος καὶ τὴν γλῶτταν ὁμοῦ καὶ τὴν χεῖρα, τὴν μὲν πρὸς δόρατος ἄφεσιν, τὴν δὲ πρὸς ἀκήρατα θέλγητρα. ἡ δέ γε βασιλὶς Εἰρήνη καὶ μήτηρ ἐμὴ μεῖράξ τε ἦν τὸ [*](D) τηνικάδε καὶ οὐδέπω τὸν πεντεκαιδέκατον παραδεδραμήκει χρόνον. θυγάτριον δὲ ἦν Ἀνδρονίκου τοῦ πρωτοτόκου υἱοῦ [*](3 ῥυθμήσειε (s) ἀλλὰ . . . 5 ἤρχετο om 10 δὲ 16 βολίδος 20 post πάντα in F undecim litterae erasae 25 ῥητορικὴν Δημοσθένους τῳ] καὶ 31 θυγάτηρ)
101
τοῦ καίσαρος, τὸ γένος τὸ γένος περίβλεπτος, εἰς Ἀνδρονίκους ἐκείνους καὶ Κωνσταντίνους τοὺς Δούκας ἀναφέρουσα τὴν τοῦ γένους σειρὰν. ἀνίστατο μὲν γὰρ καθάπερ τι ἔρνος ὄρθιον καὶ ἀειθαλὲς συμμέτρως καὶ πλατυνομένη καὶ στενουμένη καταλλήλως ἑκασταχοῦ τῶν μελῶν καὶ μερῶν. καὶ ἐπέραστος μὲν ἰδεῖν, ἐπέραστος δὲ ἀκοῦσαι καὶ ὄψεώς τε καὶ ἀκοῆς ἀκόρεστον ὡς ὄντως ἄκουσμά τε καὶ θέαμα. αὐτὸ μὲν γὰρ τὸ πρόσωπον σελήνης μὲν ἀπέστιλβε φέγγος, οὐ μὴν εἰς κύκλον ἀκριβῆ διαπέπλαστο κατὰ τὰς [*](77) Ἀσσυρίους γυναῖκας οὐδ’ ἄλλως ἐξεμηκύνετο κατὰ τὰς Σκυθίδας, ἀλλ’ ὑπεχαλᾶτο μικρόν πως τῆς ἀκριβείας τοῦ κύκλου. ἀνεπέπτατο δὲ αὐτῆς ὁ λειμὼν ἀπὸ τῶν παρειῶν καὶ τὴν ῥοδωνιὰν καὶ τοῖς πόρρω προὐβάλλετο. ὄμμα δὲ χαροπόν καὶ σὺν ἡδονῇ φοβερὸν ἐνητένιζεν, ὡς τῶν ὁρώντων τὰ ὄμματα τῇ μὲν ἡδονὴ καὶ τῷ κάλλει ἕλκειν πρὸς ἑαυτήν, τῷ δὲ φόβῳ μύειν καταναγκάζειν οὐκ ἐχόντων ὅπως ἀποβλέψωνται [*](65) ἢ ὅπως ἂν ἀποκρύψωνται. καὶ εἰ μέν τις ἦν Ἀθηνᾶ τοῖς πρῴην ἐφευρημένη ποιητα.ῖς τε καὶ συγγραφεῦσιν, οὐκ οἶδα ἔγωγε· μῦθον δὲ ταύτην ἀκούω περιφερόμενον [*](Β) καὶ περισυρόμενον· τὴν δὲ βασιλίδα ταύτην Ἀθηνᾶν εἴ τις εἶπεν ἐν τοῖς τότε χρόνοις φανεῖσαν τῷ ἀνθρωπίνῳ βίῳ ἢ καταρραγεῖσαν ἐξ οὐρανοῦ μετά τινος οὐρανίας αἴγλης καὶ ἀπροσίτου μαρμαρυγῆς, οὐκ ἂν ἐξήμαρτε τοῦ εἰκότος. καὶ τὸ θαυμασιώτερον, ὅπερ οὐκ ἂν ἐν ἄλλῃ τῶν γυναικῶν εὑρεθείη, τοὺς μὲν ἰταμοὺς τῶν ἀνδρῶν συνέστελλε, τοῖς δ’ ὑπὸ φόβου συνεσταλμένοις θαρρεῖν ἐνεδίδου ἐκ μόνης ὄψεως. τὰ δὲ χείλη ἐμεμύκει μὲν τὰ πολλὰ καὶ ἐδείκνυ σιγῶσαν, [*](C) ἔμπνουν ὡς ἀληθῶς ἄγαλμα καλλονῆς καὶ στήλην ἔμβιον εὐρυθμίας· ἡνιόχει δὲ τὰ πολλὰ ἡ χεὶρ τῷ λόγῳ σὺν εὐρυθμίᾳ μέχρι τοῦ καρποῦ παραδεικνῦσα τὸ μετακάρπιον, καὶ εἶπες ἂν ἐλέφαντα ἐκτετορεῦσθαι παρὰ τεχνίτου τινὸς εἰς δακτύλων καὶ χειρῶν διάθεσιν. ἡ μέντοι ἶρις τῶν ὀφθαλ- [*](10 Ἀσσυρίας 14 ξὺν 28 ἔμβιον] ἔμψυχον)
102
μῶν θάλατταν ἐμιμεῖτο γαληνιῶσαν ἐν βαθυκύμονι διαθέσει τὸ κυανοῦν ἐξαυγάζουσα· ἀντέστιλβε δὲ καὶ τὸ λευκὸν τῶν ὀμμάτων κύκλῳ τῆς ἴριδος, καὶ χάριν ἀπέλαμπον καὶ ἡδονὴν ἄφατον ἐνεδίδουν ταῖς ὄψεσι. τοιοῦτοι μὲν τὴν ἰδέαν Εἰρήνη τε καὶ Ἀλἐξιος. ὁ μέντοι θεῖος ἐμὸς Ἰσαάκιος τὴν μὲν ἡλικίαν ἐῴκει τἀδελφῷ οὐδὲ κατὰ τὰ ἄλλα πολὺ [*](D) ἀπεῴκει. ὕπωχρος μὲν οὖν ἦν αὐτὸς τὴν ὄψιν καὶ τὴν ὑπήνην οὐ πάνυ δασύς, ἀλλὰ καὶ περὶ τὰς γνάθους ψιλοτέραν εἶχε τῆς τἀδελφοῦ. ἄμφω δὲ τἀδελφὼ κυνηγεσίοις μὲν πολλάκις ἀπένευον, ὁπηνίκα οὐ πολλή τις αὐτοῖς ἐπέρρει πραγμάτων φροντίς, πολεμικοῖς δὲ μᾶλλον ἢ κυνηγετικοῖς ἔχαιρον πράγμασιν. ἐν δὲ ταῖς ἐμβολαῖς τῶν πολέμων, οὐδ’ ὁπηνίκα τῶν ταγμάτων αὐτὸς κατῆρχε , προέτρεχέ τις αὐτοῦ, ἀλλ᾿ ἅμα τε τὴν παράταξιν ἑωράκει τῶν πολεμίων ἐκεῖνος καὶ πάντων καταφρονήσας τῶν ἄλλων ἐς μέσους ἐνέπιπτε καθάπερ τις κεραυνὸς ὀξέως διακόπτων τὰς φάλαγγας. κἀκ τούτου [*](Ρ.) ἑάλω καὶ ἅπαξ καὶ δὶς κατὰ τὴν Ἀσίαν συμμίξας Ἀγαρηνοῖς. καὶ τοῦτο μόνον οὑμὸς θεῖος εἶχε ψόγου ἄξιον ἐν τοῖς πολέμοις, ὅτι πρὸς συμβολὰς ἀκατάσχετος ἦν.

Ἐπεὶ δὲ τὸν Μελισσηνὸν Νικηφόρον τῆς τοῦ καίσαρος κατὰ τὴν ὑπόσχεσιν ἔδει ἀξίας μετειληχέναι καὶ τὸν Ἰσαάκιον δέ, πρῶτον τῶν ἀδελφῶν κατὰ χρόνον ὄντα, μείζονι ἐχρῆν τιμηθῆναι ἀξιώματι, ἕτερον δὲ ἀξίωμα πλὴν τοῦ καίσαρος οὐκ ἦν, νέον ὀνοματοποιήσας ὁ βασιλεὺς Ἀλέξιος ἀπό τε τοῦ σεβαστοῦ καὶ τοῦ αὐτοκράτορος σύνθετον ὄνομα τὸ τοῦ σεβαστοκράτορος τἀδελφῷ ἐφηρμόσατο οἱονεὶ δεύτερον [*](Β) βασιλέα πεποιηκώς, τὸν Καίσαρα τούτου ὑποβιβάσας καὶ τρίτον ἐν ταῖς εὐφημίαις ἀριθμησάμενος μετὰ τὴν τοῦ αὐτοκράτορος εὐφημίαν. οὐ μὴν ἀλλὰ καὶ στέμμασιν ἐν ταῖς πανδήμοις ἡμέραις αὐτοὺς στεφανοῦσθαι προσέταττε τόν τε σεβαστοκράτορα καὶ τὸν Καίσαρα κατὰ πολὺ διαφέρουσι τῇ [*](5 τε om 6 κατὰ om 8 ψιλωτέραν 10 ἐπέρρει τούτοις 14 τὴν om F 18 εἶχε ψόγου ἄξιον ἐν τοῖς πολέμοις οὑμὸς θεῖος 27 τοῦτον)

103
πολυτελείᾳ τοῦ διαδήματος, ᾧ αὐτὸς ἐστεφάνωτο. τὸ μὲν [*](16) γὰρ βασιλικὸν διάδημα καθάπερ ἡμισφαίριον εὔγυρον τὴν κεφαλὴν διαδεῖ πανταχόθεν μαργάροις καὶ λίθοις κοσμούμενον, [*](C) μενον, τοῖς μὲν ἐγκειμένοις, τοῖς δὲ καὶ ἐξηρτημένοις· ἑκατέρωθεν γὰρ τῶν κροτάφων ὁρμαθοί τινες ἀπαιωροῦνται διὰ μαργάρων καὶ λίθων καὶ τὰς παρειὰς ἐπιξέουσι. καί ἐστι τοῦτο ἐξῃρημένον τι χρῆμα τοῖς βασιλεῦσι στολῆς· οἱ δὲ τῶν σεβαστοκρατόρων καὶ τῶν Καισάρων στέφανοι σποράδην ἔστιν ὅπου τῶν μαργάρων καὶ λίθων μετέχοντες ἄνευ τοῦ ἐπισφαιρώματος. κατ’ ἐκεῖνο δὲ καιροῦ τετίμηται καὶ ὁ Ταρωνείτης καὶ γαμβρὸς ἐπ᾿ ἀδελφῇ τοῦ βασιλέως πρωτοσέβαστός τε καὶ πρωτοβεστιάριος, μετ’ οὐ πολὺ δὲ καὶ πανυπερσέβαστος ἀναδείκνυται καὶ ξύνθωκος τῷ καίσαρι γίνεται. [*](D) πρὸς δὲ καὶ Ἀδριανὸς ὁ ἀδελφὸς αὐτοῦ πρωτοσέβαστος ἀξιοῦται περιφανέστατος· καὶ Νικηφόρος ὁ ὕστατος ἀδελφὸς μέγας τε δρουγγάριος τοῦ στόλου προὐβέβλητο καὶ εἰς τὴν τῶν σεβαστῶν καὶ οὗτος ἀνήχθη βαθμίδα. τούτων δὲ τῶν ἀξιωμάτων τὴν καινοτομίαν ὁ ἐμὸς πατὴρ προσεξεύρατο τὰ μὲν συνθείς, καθάπερ ἄνωθεν εἴρηται, τοῖς δὲ καὶ παραχρησάμενος. τὸ μὲν γὰρ πανυπερσέβαστος καὶ σεβαστοκράτωρ καὶ ὅσα τοιαῦτα συντέθεικε, τῇ δὲ τοῦ σεβαστοῦ ἀξίᾳ παραχρησάμενος φαίνεται. σεβαστοὶ γὰρ οἱ βασιλεῖς ἀνέκαθεν ἐπιθετικῶς ὠνομάζοντο, καὶ ἦν ἐξιδιαζόντως εἰς βασιλέας [*](79) λεγόμενον τὸ τοῦ σεβαστοῦ ὄνομα· αὐτὸς δὲ εἰς τὸ κοινότερον πρῶτον κατήνεγκε τὴν τοιαύτην ἀξίαν. εἰ γάρ τις εἰς ἐπιστήμην καί τινα ὑπερτάτην φιλοσοφίαν ἀνάγοι τὴν βασιλείαν ὥσπερ τέχνην οὖσαν τεχνῶν καὶ ἐπιστήμην ἐπιστημῶν, θαυμάσαιτο ἂν καὶ τὸν ἐμὸν πατέρα οἷόν τινα ἐπιστήμονα τε καὶ ἀρχιτέκτονα τὰ ὑπὸ τὴν βασιλείαν καινοτομοῦντα καὶ πράγματα καὶ ὀνόματα· πλὴν ὅσον οἱ μὲν τῶν λογικῶν ἐπιστημῶν προστάται διὰ σαφήνειαν τὰ τοιαῦτα τῶν ὀνομάτων [*](Β) ἐφεύραντο, ὁ δ’ ἐπιστημονάρχης οὗτος τῆς βασιλείας Ἀλέξιος [*](5 ὀρμαθοί F 13 σύνθωκος 17 ἀνηνέχθη 18 ̔an πρῶτος ἐξεύρατο? ut supra 64, S 23 βασιλέα 32 δὲ)
104
πρὸς τὸ ξυμφέρον ἅπαντα τῇ βασιλείᾳ διῳκονόμητο ξενίζων πολλάκις καὶ περὶ τὴν τάξιν τῶν πραγμάτων καὶ περὶ τὴν κλῆσιν τῶν ὀνομάτων. ὁ μέντοι ἱεροπρεπὴς ἐκεῖνος ἀνὴρ καὶ πατριάρχης Κοσμᾶς, οὗ καὶ πρότερου διεμνημονεύσαμεν, μεθ’ ἡμέρας τινὰς κατὰ τὴν μνήμην τοῦ ἱεράρχου Ἰωάννου τοῦ θεολόγου τὴν ἱεροτελεστίαν τελέσας ἐν τῷ κατὰ τὸ Ἕβδομον ἐπ’ ὀνόματι τοῦ ἤδη ῥηθέντος σηκῷ, τὸν ἀρχιεραικὸν θρόνον διαπρέψας ἔτη πέντε καὶ μῆνας ἐννέα, παραιτεῖται τὴν ἀρχιερωσύνην καὶ ἄπεισιν εἰς τὴν τοῦ Καλλίου μονήν. ἐγχειρίζεται δὲ τοὺς τῆς ἀρχιερωσύνης οἴακας μετ’ αὐτὸν ὁ προρρηθεὶς ἐκτομίας Εὐστράτιος ὁ Γαριδᾶς. ἐπεὶ δὲ ὁ τῆς [*](C) βασιλίδος Μαρίας υἱὸς Κωνσταντῖνος ὁ πορφυρογέννητος μετὰ τὴν παράλυσιν τῆς βασιλείας τοῦ πατρὸς αὐτοῦ Μιχαὴλ τοῦ Δούκα τὰ ἐρυθρὰ μὲν ἑκὼν ἀπεδύσατο πέδιλα, τὰ δὲ κοινὰ καὶ μέλανα ὑπεδύσατο, Νικηφόρος ὁ Βοτανειάτης ὁ μετὰ τὸν Δούκαν καὶ πατέρα τοῦ Κωνσταντίνου τῶν σκήπτρων ἐπειλημμένος τὰ μὲν μέλανα ἐκεῖνον ἀποβαλεῖν διωρίσατο, ἐκ ποικίλων δὲ σηρικῶν ὑφασμάτων ὑποδήματα προσέταττε περιδεῖσθαι ὥσπερ τὸν νεανίσκον ἐπαισχυνόμενος καὶ τοῦ κάλλους ὁμοῦ καὶ τοῦ γένους ἀγάμενος. τὸ μὲν γὰρ κόκκινον διόλου ἀπαστράπτειν αὐτῷ τῶν πεδίλων οἷον [*](D) ἐφθόνει, τὸ δέ τινας τόπους ἐκ τῶν ὑφασμάτων ἀνθεῖν τὸ [*](V.) κόκκινον ὑπεδίδου. μετὰ δὲ τὴν τοῦ Κομνηνοῦ Ἀλεξίου ἀνάρρησιν ἡ βασιλὶς Μαρία καὶ μήτηρ ἐκείνου ταῖς ὑποθημοσύναις πεισθεῖσα τοῦ Καίσαρος ἔγγραφον πίστιν δι’ ἐρυθρῶν βεβαιωθησομένην γραμμάτων καὶ σφραγῖδος χρυσῆς παρὰ τοῦ αὐτοκράτορος, ὥστε μὴ μόνον ἀσινὴς σὺν τῷ υἱῷ διατηρηθῆναι, ἀλλὰ καὶ συμβασιλεύειν αὐτῷ κἀκεῖνον τά τε ἐρυθρὰ ὑποδιδυσκόμενον καὶ στεφηφοροῦντα καὶ ὡς βασιλέα σὺν αὐτῷ ἀναγορευόμενον. καὶ οὐκ ἠστόχησε τῆς αἰτήσεως, ἀλλὰ λαμβάνει χρυσόβουλλον λόγου βεβαιοῦντα [*](1 συμφέρον 3 ἀνὴρ om 22 post ἐφθόνει in F dimidia pars versus erasa, item eius qui sequitur 29 ὑποδεδυσκόμενον (S))
105
τὰ αὐτῆς θελήματα ἅπαντα, τηνικαῦτα καὶ ἃ ὑπεδιδύσκετο ἐκ σηρικῶν ὑφασμάτων περιελόντες τῶν διόλου ἐρυθρῶν ὑποδημάτων τούτῳ μεταδιδόασι κἀν ταῖς δωρεαῖς καὶ χρυσοβούλλοις λόγοις δεύτερος τοῦ λοιποῦ συνυπογράφων ἦν διὰ κινναβάρεως τῷ βασιλεῖ Ἀλεξίῳ κἀν ταῖς προπομπαῖς μετὰ τῆς βασιλικῆς τιάρας συνεπόμενος. ὡς δέ τινες ἔφασαν, καὶ πρὸ τῆς ἀποστασίας τὰς περὶ τούτου συνθήχας εἶχεν ἡ βασιλίς, ἵν᾿ οὕτω τὰ χατὰ τὸν υἱὸν αὐτῆς γίνοιτο. οὕτω γοῦν τῶν βασιλείων ἐχείνη ἐξέρχεται μετὰ προπομπῆς ἀξίας ἐν τοῖς κατὰ τὴν μονὴν τοῦ μεγάλου μάρτυρος Γεωργίου παρὰ τοῦ ἀποβεβιωχότος Κωνσταντίνου βασιλέως τοῦ Μονομάχου οἰκοδομηθεῖσιν [*](Β) οἰχήμασι κατασχηνώσουσα (Μάγγανα ταῦτα ἡ κοινὴ εἰσέτι κικλήσκει διάλεκτος) Ἰσαακίου συνεφεπομένου ταύτῃ τοῦ σεβαστοκράτορος.