Alexias

Anna Comnena

Anna Comnena. Annae Comnenae. Porphyrogenitae Alexias. Reifferscheid, August, editor. Leipzig: Teubner, 1884.

Ὃθεν μὲν οὖν ὁ αὐτοκράτωρ Ἀλέξιος ὥρμητο καὶ [*](P. 39 V. 43) ἐξ οἵου γένους τὸν βουλόμενον εἰδέναι εἰς τὰς τοὐμοῦ καίσαρος συγγραφὰς παραπέμπομεν· ἀλλὰ δὴ καὶ τὰ περὶ τοῦ βασιλέως Νικηφόρου τοῦ Βοτανειάτου ἐκεῖθεν ἑλκύσετ·αι. Μανουὴλ μὲν οὖν τὸν πρωτότοκον ἀδελφὸν Ἰσαακίου καὶ Ἀλεξίου καὶ τῶν λοιπῶν τῶν ἐξ Ἰωάννου τοῦ Κομνηνοῦ καὶ πρὸς πατρὸς ἐμοῦ πάππου κατηγμένων στρατηγὸν αὐτοκράτορα ἡ Ἀσία εἶχεν ἅπασα τοῦ προβεβασιλευκότος Ῥωμανοῦ τοῦ Διογένους τοῦτον προχειρισαμένου, αὖθις δὲ καὶ τὸν [*](Β) Ἰσαάκιον δοῦκα ἡ Ἀντιόχου ἐκληρώσατο, πολλοὺς πολέμους καὶ μάχας ἀγωνισαμένους, πολλὰ δὲ καὶ τρόπαια κατὰ τῶν ἀντικειμένων στήσαντας. καὶ μετ’ αὐτοὺς οὑμὸς πατὴρ Ἀλέξιος στρατηγὸς αὐτοκράτωρ προὐβέβλητο κατὰ τοῦ Οὐρσελίου παρὰ τοῦ τότε βασιλεύοντος Μιχαὴλ τοῦ Δούκα ἀποσταλείς. ὡς δὲ καὶ ὁ βασιλεὺς Νικηφόρος περιδέξιον τοῦτον περὶ τὰ πολεμικὰ ἐθεάσατο, ἀκηκοὼς δὲ καὶ ὅπως περὶ τὴν ἔω συνὼν τἀδελφῷ Ἰσαακίῳ ὑπὲρ τὸν αὐτοῦ χρόνον ἐν διαφόροις ἀγῶσιν ἐμπέπτωκεν ἀριστεὺς ἀναφανεὶς καὶ ὅπως τὸν Οὐρσέλιον κατετροπώσατο, διαφερόντως ἠγάπα καὶ τοῦ [*](C) Ἰσαακίου οὐκ ἔλαττον. καὶ ἐνστερνιζόμενος ἄμφω τἀδελφὼ ἱλαρὸν ἐνητένιζεν, ἔστιν οὗ καὶ τῆς αὐτῆς τραπέζης ἀξιῶν. ἀνέφλεγε τοῦτο τὸν κατ’ αὐτῶν φθόνον καὶ μᾶλλον τῶν εἰρημένων δύο βαρβάρων Σθλαβογενῶν, τοῦ τε Βορίλου φημὶ [*](7 καταγομένων 15 ὁ Νικηφόρος 21 αὐτῆς τῆς)

59
καὶ τοῦ Γερμανοῦ. ὁρῶντες γὰρ τὴν τοῦ βασιλέως ἐς αὐτοὺς εὐμένειαν καὶ ὅτι καθ’ ὥραν ταῖς τοῦ φθόνου τοξείαις βαλλόμενοι ἄτρωτοι διαμένουσιν, ἐξετήκοντο. τὸν γὰρ Ἀλέξιον, κἀν οὔπω τὸν ἴουλον ἐπανθοῦντα εἶχεν, ἐν πᾶσιν εὐδοκιμοῦντα ὁρῶν ὁ βασιλεὺς στρατηγὸν αὐτοκράτορα τῆς ἑσπέρας [*](D) ἀναδείκνυσι τῷ τῶν προέδρων τετιμηκὼς ἀξιώματι. ὅσα μὲν οὖν καὶ κατὰ τὴν ἑσπέραν οὗτος ἀνέστησε τρόπαια καὶ ὁπόσους ἀποστάτας καταγωνισάμενος ζωγρίαν ἦγε τῷ βασιλεῖ, ἀρκούντως προλέλεκται. ἀλλὰ ταῦτα τοῖς δούλοις οὐκ ἤρεσκεν, ἐξέκαε δὲ μᾶλλον αὐτῶν ἀναφλέγοντα τὸν φθόνον. οἳ καὶ πολλὰ μὲν ὑπετονθόρυζον βυσσοδομοῦντες κατ’ αὐτῶν, πολλὰ δὲ καὶ κρύφια λέγοντες τῷ βασιλεῖ, τινὰ δὲ καὶ εἰς [*](44) τοὐμφανές, ἄλλα δὲ δι’ ἑτέρων, μεθοδείαις τισὶ χρώμενοι ἐκποδὼν τούτους γενέσθαι παντοίως ἐσπούδαζον. ἀπορίᾳ γοῦν συνεχόμενοι οἱ Κομνηνοὶ δέον ἐλογίσαντο τοὺς περὶ τὴν γυναικωνῖτιν ὑποποιήσασθαι καὶ δι’ αὐτῶν τὴν τῆς βασιλίδος ἐπὶ πλέον εὐμένειαν ἐπισπάσασθαι. ἐπαγωγοὶ γὰρ οἱ ἄνδρες καὶ λιθίνην καταμαλάξαι ψυχὴν δυνάμενοι καὶ παντοίοις ἐπιχειρήμασι. τοῦτο ἤδη κατώρθου ὁ Ἰσαάκιος [*](40) πάλαι πρὸς αὐτῆς ἐπὶ τῇ ἰδίᾳ ἐξαδέλφῃ εἰς κῆδος προσληφθείς, ὁ γενναιότατος ὢν ἐν λόγοις καὶ πράξεσι καὶ τὰ πλεῖστα τὠμῷ πατρὶ ἐμφερής. ἀλλ’ ἐπεὶ τὰ περὶ αὐτὸν καλῶς [*](Β) προκεχώρηκε, πολλὰ φροντίζων ἦν περὶ τἀδελφοῦ, καὶ ὅσον ἐκεῖνος τούτῳ εἰς τὴν τοῦ κήδους τότε συνῄρετο ὑπόθεσιν, τοσοῦτον οὗτος ἐσπουδάκει μηδ’ αὐτὸν τῆς βασιλίδος πορρωτέρω καθεστάναι. Ὀρέστην μὲν οὖν καὶ Πυλάδην φίλους ὄντας τοσοῦτον τὸν πρὸς ἀλλήλους πόθον ἔχειν φασίν, ὡς ἐν καιρῷ μάχης ἀμελεῖν μὲν ἑκέτερον τῶν καθ’ ἑαυτοῦ ἀμύνειν δὲ τοὺς ἐπιφερομένους θατέρῳ καὶ προαρπάζειν ἅτερον τὰς πρὸς θάτερον ἐρχομένας τῶν ὀϊστῶν βολὰς τὰ στέρνα ὑπέχοντα. τοιοῦτον καὶ ἐπὶ τούτοις ἦν συνορᾶν. [*](C) ἄμφω γὰρ τἀδελφὼ καὶ τοὺς κινδύνους προαρπάζειν ἐβούζωγρίας [*](8 ζωγρίας 9 δούλοις] φθονοῦσιν φθον m 2 in ras) 13 δὲ καὶ 22 τὠμῷ S: τοὐμῶ F 31 ὑπέχοντα Α ὑπέχοντας FC)
60
λοντο καὶ τὰς ἀριστείας τε καὶ τιμὰς καὶ ἁπλῶς τἀγαθὸν θατέρου ἴδιον ἅτερος ἐλογίζετο καὶ αὖ τοὐναντίον. τοσοῦτον τὸν πόθον πρὸς ἀλλήλους εἶχον. τὰ μὲν οὖν κατὰ τὸν Ἰσαάκιον οὕτως ἐκ θείας ᾠκονόμητο προνοίας· οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ οἱ περὶ τὴν γυναικωνῖτιν ταῖς τοῦ Ἰσαάκίου ὑποθημοσύναις παραπείθουσι τὴν βασιλίδα υἱοθετήσασθαι τὸν Ἀλέξιον. πείθεται τούτοις, κἀπειδὴ περὶ τὰ βασίλεια κατά τινα κυρίαν ἡμέραν καὶ ἄμφω γεγόνατον, ἡ βασιλὶς υἱοθετεῖ τὸν Ἀλέξιον κατὰ τὸν παρακολουθήσαντα περὶ τῶν τοιούτων πάλαι τύπον. ἀνέσφηλε γοῦν τοῦ λοιποῦ τῆς πολλῆς x[*](D) φροντίδος ὁ μέγας τῶν ἑσπερίων στρατευμάτων δομέστικος. κἄκτοτε θαμὰ τοῖς βασιλείοις ἄμφω φοιτῶντες καὶ τὴν τοῖς βασιλεῦσι προσήκουσαν ἀποπληροῦντες προσκύνησιν καὶ μικρὸν ἐγκαρτεροῦντες τῇ βασιλίδι προσήρχοντο. ταῦτα ἐπὶ πλέον τὸν κατ’ αὐτῶν φθόνον ἐξέκαε. τοῦτο δὲ διὰ πολλῶν οἱ Κομνηνοὶ βεβαιούμενοι, δείσαντες, ἵνα μὴ ἀμφότεροι ταῖς πάγαις αὐτῶν ἁλόντες οὐδὲ τὸν ἐπαρήγοντα ἔχωσι, τρόπον ἐζήτουν, δι’ οὗ τὸ ἀσφαλὲς θεοῦ συλλαμβανομένου ἑαυτοῖς περιποιήσαιντο. πολλοὺς οὖν λογισμοὺς συνάμα τῇ μητρὶ ἀνελίξαντες καὶ πολλὰ πολλάκις διασκεψάμενοι μίαν εὗρον [*](Ρ.) κατὰ ἄνθρωπον σωτηρίας ἐλπίδα. ἡ δὲ ἦν τῇ βασιλίδι προσελθεῖν, ὁπηνίκα αἰτίαν τινὰ εὐπρόσωπον πρὸς τοῦτο σχοῖεν, καὶ τὸ ἀπόρρητον ἐξειπεῖν. εἶχον δὲ ὅμως ὑποβρύχιον τὴν βουλὴν καὶ οὐδενὶ τὸ παράπαν τὸ σκοπούμενον ἐξεκάλυπτον. προσεῖχον δὲ καθάπερ οἱ θαλάττιοι, μὴ τὸ θήραμα προσοβήσωσιν. ἀποδρᾶναι μὲν γὰρ ἐμελέτων, ἐπεφόβηντο δὲ ἄρα τοῦτο πρὸς τὴν βασιλίδα εἰπεῖν, μή πως ἐκείνη φθάσῃ τῷ βασιλεῖ παραδηλῶσαι τὰ κατ᾿ αὐτοὺς καὶ ἀμφοτέρων κηδομένη καὶ τοῦ βασιλέως καὶ τῶν ἀνδρῶν. τούτου τοίνυν [*](Β) κατεγνωκότες τοῦ σκέμματος ἄλλοσε τρέπουσι τὴν βουλήν. δεινοὶ γὰρ τοῖς παραπεπτωκόσι καιροῖς ἀποχρήσασθαι.

Ἐπεὶ γὰρ ὁ βασιλεὺς τεκνογονεῖν διὰ τὸ γῆρας οὐκ [*](1 τε καὶ] καὶ τὰς 17 οὐδένα 27 sq. τὰ κατ᾿ αὐτοὺς παραδηλῶσαι τῷ βασιλεῖ)

61
ἐπεφύκει, δεδιὼς δὲ καὶ τὸ ἄφυκτον τῆς τοῦ θανάτου τομῆς περὶ τοῦ διαδεξομένου διεσκοπεῖτο. ἦν δὲ τηνικαῦτα Συναδηνός τις ἐξ ἀνατολῶν ὁρμώμενος, ἐκ γένους λαμπροῦ, τὸ εἶδος ὡραῖος, τὴν φρένα βαθύς, ῥωμαλέος τὴν χεῖρα, τὴν ἡλικίαν ἐς μειράκιον παραγγέλλων καὶ ἄλλως δὲ προσήκων [*](C)αὐτῷ κατὰ γένος· τῶν ἄλλων μᾶλλον ἐσκέπτετο διάδχον αὐτὸν τῆς βασιλείας καταλιπεῖν, καθάπερ τινὰ πάτριον κλῆρον τὸ κράτος αὐτῷ διδούς, κακῶς βουλευόμενος. ἐξὸν γὰρ αὐτῷ τὸ ἀσφαλὲς μέχρι τέλους περιποιήσασθαι, ἅμα δὲ καὶ δίκαιόν τι σκοπεῖν τὴν αὐτοκράτορος ἐξουσίαν τῷ τῆς βασιλίδος υἱῷ Κωνσταντίνῳ καταλιπεῖν ὡς καὶ οἷόν τινα κλῆρον πρὸς πάππου καὶ πατρὸς αὐτῷ διαφέρουσαν καὶ τὴν βασιλίδα μᾶλλον διά τοῦτο ἐπ᾿ αὐτῷ θαρρεῖν καὶ τὸ εὔνουν ἐπαύξειν, λέληθεν ἑαυτὸν ὁ γρηραλέος ἄδικά τε καὶ ἀξύμφορα διασκοπούμενος καὶ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς τεκταίνων κακά. τούτων [*](D)ὑποψιθυριζομένων ᾔσθετο ἡ βασιλὶς καὶ περίλυπος ἦν τὸν τοῦ παιδὸς κίνδυνον ὑφορωμένη. καὶ ἦν ἀθυμοῦσα μέν, οὐδενὶ δὲ τὴν λύπην ἐξορχουμένη. τοῦτο τοὺς Κομνηνοὺς οὐ διέλαθεν. εὐκαιρίαν οὖν, ἣν ἐζήτουν, εὑρηκότες τῇ βασιλίδι προσελθεῖν ἐβουλεύσαντο. τῆς δὲ πρὸς αὐτὴν ὁμιλίας τὴν καταρχὴν ἡ μήτηρ τῷ Ἰσαακίῳ ἐπέτρεψε συμπαρόντος αὐτῷ τἀδελφοῦ Ἀλεξίου. τῶν δὲ προσελθόντων τῇ βασιλίδι ὁ Ἰσαάκιός φησι πρὸς αὐτήν „οὐχ ὡς χθὲς καὶ πρότριτα ὁρῶμέν σε, δέσποινα, ἔχουσαν, ἀλλ᾿ ὡς ὑπὸ λογισμῶν ἀνεκφόρων, ὡς μὴ θαρρεῖν ἔχουσαν, [*](46)πρὸς ὃν ἄν ἐκκαλύψειας τὸ ἀπόρρητον”. ἡ δὲ τέως μὲν ἐκφαίνειν οὐκ ἤθελε, βύθιον δέ τι στενάξασα „οὐ χρή” φησι „τοὺς ἀλλοτρίαν οἰκοῦντας ἐπερωτᾶν· αὐτὸ γὰρ τοῦτο ἐς λύπην αὐτοῖς ἀξιόχρεων. ἐμὲ δέ, φεῦ, οἷα ἐξ οἵων διεδέξατο καὶ ὁποῖά μοι, ὡς ἔοικε, μετ᾿ οὐ πολὺ ταμιεύεται”. οἱ δὲ ἀποστάντες πλείω μὲν ῥήματα οὐ προσέθεντο· ἐς γῆν δὲ τοὺς ὀφθαλμοὺς ἐπερείσαντες καὶ περιστείλαντες ἄμφω [*](5 εἰς 11 καὶ ὡς οἷον 27 ἐμφαίνειν 29 εἰς)
62
τὼ χεῖρε σύννους πρὸς μικρὸν εἱστήκεσαν, εἶτα τὴν συνήθη προσκύνησιν ποιησάμενοι οἴκαδε ἀπῄεσαν ἀγωνιῶντες. τῇ δ’ ὑστεραίᾳ πάλιν προσερησόμενοι ἥκουσιν. ἱλαρώτερον δὲ ἢ πρῴην τούτοις ἀτενίζουσαν ὁρῶντες προσίασιν ἄμφω καί [*](Β) φασι σὺ μὲν δεσπότις, ἡμεῖς δὲ δοῦλοι εὐνούστατοι, ὁτιοῦν ἑτοίμως ἔχοντες ὑπὲρ τῆς σῆς βασιλείας παθεῖν. μή σε λογισμός τις διαταραττέτω εἰς διψυχίαν ὅλως εἰσάγων’’. ἐκ τούτων οὖν τῶν λόγων τὰ πιστὰ δεδωκότες τῇ βασιλίδι καὶ ἀπαλλάξαντες ἑαυτοὺς ὑποψίας ἁπάσης τὸ ἀπόρρητον ἤδη συνίεσαν ὀξεῖς τε ὄντες καὶ ἀγχίνοι καὶ δεινοὶ θηρᾶσαι ἀνθρώπων ἐξ ὀλίγων ῥημάτων βαθέως ἐγκειμένην γνώμην καὶ τέως ἀπόρρητον. καὶ αὐτίκα μάλα προσετίθεντο τε τῇ βασιλίδι καὶ ἐκ πολλῶν εὔνους αὐτοὺς φανερῶς καταστήσαντες [*](C) καὶ πᾶν εἰς ὅπερ ἂν αὐτοὺς προσκαλοῖτο , ἐκθύμως ἐπαμύνειν κατεπηγγείλαντο. συγχαίρειν τε χαιρούσῃ καὶ λυπουμένῃ συνανιᾶσθαι, τοῦτο δὴ τὸ ἀποστολικόν, μάλα προθύμως συνέθεντο. καὶ ὡς αὐθιγενεῖς ἠξίουν τούτους λογίζεσθαι καὶ συνήθεις κἀκεῖθεν ὁρμωμένους ὅθεν καὶ αὐτή, τοσοῦτον ἐπειπόντες, ὡς εἴ τι παρὰ τῶν φθονούντων αὐτῇ τε τῇ δεσποίνῃ καὶ τῷ αὐτοκράτορι κατ’ αὐτῶν εἰσηγηθείη, τοῦτο αὐτοὺς μὴ διαλανθάνοι τὸ παραυτίκα, ἵνα μὴ λάθωσι ταῖς πάγαις τῶν ἐχθρῶν ἐμπεσούμενοι. τοῦτό τε ἠξίουν καὶ θαρρεῖν ἐκέλευον, ὡς σὺν θεῷ γε φάναι τὴν δυνατὴν μετὰ [*](D) προθυμίας εἰσενεγκεῖν βοήθειαν, ὡς ἑαυτῶν γε ἕνεκα μὴ [*](V.) ἐκπεπτωκέναι τῆς βασιλείας τὸν ταύτης υἱὸν Κωνσταντῖνον. καὶ δὴ καὶ δι’ ὅρκων ἐμπεδοῦν ἤθελον τὰ συνδόξαντα· γὰρ ἐνῆν διατρίβειν διὰ τοὺς ἐποφθαλμιῶντας. τῆς γε πολλῆς ἀνεκουφίσθησαν λύπης οἱ ἄνδρες καὶ ἐξανέφερον καὶ τὸ ἀπὸ τοῦδε μεθ’ ἱλαρωτέρου προσώπου τῷ βασιλεῖ διελέγοντο, ὁποδαποὶ ἐκεῖνοι καὶ μᾶλλον ἅτερος τούτων Ἀλέξιος συσκιάσαι ἀπόρρητον ἔννοιαν καὶ βυσσοδομευομένην ἐπιβουλὴν τοῖς [*](Ρ.) φαινομένοις προσχήμασιν. ἐπεὶ δὲ ὁ φθόνος μᾶλλον εἰς [*](4 ἀτενίζουσαν τούτοις 5 φασιν 10 συνῄεσαν F δὲ 13 κατεστήσαντο 27 γε γε τε)
63
πυρσὸν ἀνήπτετο μέγιστον καὶ οὐδὲν τοῦ λοιποῦ τῶν πρὸς τὸν βασιλέα κατ’ αὐτῶν λεγομένων αὐτοὺς διελάνθανε κατὰ τὰ πρῴην συνδόξαντα, ἐγίνωσκον δὲ καὶ τοὺς δύο παραδυναστεύοντας δούλους βουλευομένους ἐκποδὼν τούτους ποιήσασθαι, οὐκέτι κατὰ τὸ σύνηθες ὁμοῦ τοῖς βασιλείοις ἐφοίτων, ἀλλ’ ἑτερήμερος ἦν ἑκάτερος. τὸ δὲ σκέμμα σοφόν τε καὶ Παλαμήδειον, ἵν’ εἰ γένοιτο τὸν ἕτερον τούτων κατασχεθῆναι διὰ τὰς λαθραίας ἐπιβουλὰς τῶν παραδυναστευόντων ἐκείνων [*](Β) Σκυθῶν, ἅτερος ἀποδράσειε, καὶ μὴ ἅμα καὶ ἄμφω ταῖς πάγαις τῶν βαρβάρων ἐμπεσοῦνται. ἀλλὰ τὸ μὲν σκέμμα τοιοῦτον ἦν. οὐ μὴν κατὰ τὴν ὑποψίαν ἐκείνων ἀπηντήκει τούτοις τὰ πράγματα. ἔφθασαν γὰρ κρείττους γενέσθαι τῶν ἐπιβουλευόντων ἀνδρῶν, ὡς ἔνθεν ὁ λόγος ἀφορμηθεὶς διὰ πάσης σαφηνείας δηλώσειε.

Τῆς πόλεως τοίνυν Κυζίκου κατασχεθείσης παρὰ τῶν Τούρκων, πυθόμενος τὴν τῆς πόλεως ἅλωσιν ὁ αὐτοκράτωρ τὸν Κομνηνὸν αὐτίκα μετεκαλεῖτο Ἀλέξιον. ἔτυχε γὰρ κατὰ τὴν ἡμέραν ἐκείνην ὁ Ἰσαάκιος ἐληλυθώς. ὡς δὲ εἰσερχόμενον τοῦτον παρὰ τὴν συνθήκην ὁ ἀδελφὸς Ἰσαάκιος ἐθεάσατο, προσελθὼν ἠρώτα ὅτου χάριν παρεγένετο. ὁ δ’ εὐθὺς τὴν αἰτίαν εἰρήκει, „ὅτι μέ’’ φησιν „ὁ αὐτοκράτωρ [*](C) προσεκαλέσατο’’. εἰσελθόντων οὖν ἄμφω καὶ τὴν συνήθη προσκύνησιν ποιησαμένων, ἐπεὶ ἀρίστου καιρὸς ἤδη παρῆν, προσμεῖναι μικρὸν παρακελευσάμενος προστάττει κοινῆς αὐτῷ τραπέζης μετειληχέναι. καὶ δὴ διαιρεθέντες ὁ μὲν περὶ τὸ δεξιὸν καθῆστο τῆς τραπέζης, ὁ δὲ περὶ τὸ εὐώνυμον, ἀντικρὺ ἀλλήλων. μετ’ ὀλίγον δὲ τοῖς περιεστῶσιν ἐνατενίσαντες μετὰ σκυθρωπότητος ψιθυρίζοντας ἑώρων. δείσαντες οὐν μή τι κατ’ αὐτῶν ὀξὺ μελετῶσιν οἱ δοῦλοι καὶ ὑπόγυος αὐτοῖς ὁ κίνδυνος εἴη, λαθριδίοις βλέμμασιν ἀλλήλοις ἐνητένιζον μὴ ἔχοντες ὅ τι καὶ δράσαιεν. ἐπεὶ δὲ πρὸ πολλοῦ τοὺς περὶ [*](D) τὸν βασιλέα ἅπαντας μειλιχίοις λόγοις προπομπαῖς τε καὶ παντοίαις δεξιώσεσιν ἐσφετερίζοντο καὶ αὐτὸν τὸν ὀψοποιὸν [*](6 ᾔει 8 22 ἀμφοῖν 29 ὑπογύιος semper)

64
δεξιωσάμενοι ἱλαρὸν αὐτοῖς προσβλέπειν ἀνέπεισαν, τούτῳ προσελθών τις τῶν θεραπόντων Ἰσαακίου τοῦ Κομνηνοῦ φησιν „ἀπάγγειλον τῷ κυρίῳ μου τὴν τῆς Κυζίκου κατάσχεσιν. γράμμα γὰρ ἐκεῖθεν ἥκει τοῦτο μηνύον’’. ὁ δ’ εὐθὺς ἅμα τε ὄψα τῇ τραπέζῃ παρετίθει καὶ ἅπερ παρὰ τοῦ ὑπηρέτου ἀνεδιδάχθη, ἀνεδίδασκε τὸν Ἰσαάκιον ἠρεμαίᾳ φωνῇ. ὁ δὲ μικρὸν ὑποκινήσας τὰ χείλη ἐσήμανε τἀδελφῷ τὸ λεχθέν. ὀξὺς δὲ ὢν περὶ τὸ νοεῖν καὶ πυρὸς θερμότερος ὁ Ἀλέξιος αὐτίκα προήρπασε τὸ λεγόμενον. ἀνέπνευσαν οὖν καὶ ἄμφω τῆς κατασχούσης αὐτοὺς ἐννοίας. καὶ γεγονότες ἑαυτῶν [*](Ρ. 4) ἐσκοποῦντο, ἵν᾿ ἑὲ πού τις αὐτοὺς ἔροιτο περὶ τούτου, ἀποκριθήσονται, εἰ δὲ καὶ ὁ βασιλεὺς αὐτοὺς ἐς βουλὴν ἀγάγοι, προσηκόντως αὐτῷ βουλεύσοιντο. τοιαῦτα τούτων λογιζομένων ὁ βασιλεὺς ἀπιδὼν πρὸς τοὺς ἄνδρας ὡς δὴ [*](V.) ἀγνοοῦντας αὐτοὺς τὰ κατὰ τὴν Κύζικον τὴν ἅλωσιν αὐτοῖς ἔλεγεν. οἱ δὲ (καὶ γὰρ ἦσαν ἕτοιμοι ψυχὴν κυμαινομένην βασιλέως ἐπὶ πορθήσεσι πόλεων) ἀνήγειράν τε τὸ πεπτωκὸς τοῦ αὐτοκράτορος φρόνημα καὶ πρὸς ἐλπίδας ἀγαθὰς ἀνεθέρμηναν ῥᾳδίως τὴν πόλιν ἐπανασωθῆναι κατεγγυώμενοι. [*](Β) „μόνον” φησὶ τὸ σὸν κράτος ἐχέτω καλῶς· οἱ δέ γε πολιορκῆται τῆς πόλεως ἑπταπλάσιον εἰς τὸν κόλπον αὐτῶν ἀπολήψονται ὧν εἰργάσαντο’’. τότε μὲν οὖν ἠγάσατο τούτους ὁ βασιλεὺς καὶ τῆς εὐωχίας ἀπολύσας τὸ ἑξῆς τῆς ἡμέρας ἀπεριμερίμνως ἔσχε. τὸ ἀπὸ τοῦδε τοίνυν ἐπιμελὲς ἔσχον οἱ Κομνηνοὶ τοῖς βασιλείοις προσιέναι καὶ τοὺς περὶ τὸν βασιλέα ἔτι μᾶλλον ἐναγκαλίζεσθαι καὶ αὐτοὺς μὲν μὴ διδόναι λαβὴν τὸ παράπαν τοῖς κατ’ αὐτῶν μελετῶσι μηδ’ ἡντιναοῦν πρόφασιν ἀπεχθείας αὐτοῖς ὑπανοίγειν, πάντας δὲ ἀναπείθειν στέργειν αὐτοὺς καὶ τὰ ὑπὲρ αὐτῶν φρονεῖν [*](C) τε καὶ λέγειν. προσεμηχανῶντο δέ τι πλέον ὑποποιεῖσθαι καὶ τὴν βασιλίδα Μαρίαν καὶ ὅλους αὐτοὺς ἐκείνην καὶ βλέπειν [*](3 κατάσχεσιν] ἅλω,σιν 9 ἥρπασε ἀνέπνευσαν Possinus: ἀνένευσαν FAC 12 ἀποκριθήσωνται εἰς 15 αὐτοῖς] αὐτῆς 20 φασὶ Hoeschelius 30 τι om)
65
καὶ ἀναπνεῖν. ὁ μὲν γὰρ Ἰσαάκιος καὶ τὸ κῆδος τὸ ἐπὶ τῇ ἐξαδέλφῃ αὐτῆς προβαλλόμενος τὴν παρρησίαν ξυνέτεινεν· ὁ δ’ ἐμὸς πατὴρ οὐχ ἧττον μὲν καὶ διὰ τὴν ἐξ ἀγχιστείας συγγένειαν, πλέον δὲ τὴν υἱοθεσίαν λαμπρὰν ὑπόθεσιν τῶν πρὸς τὴν βασιλίδα εἰσόδων ποιούμενος παντάπασιν ἀνέμφαντος ἦν καὶ τὸν φθόνον τῶν πονηρευομένων αὐτῷ συνεσκίαζεν. οὐδὲ γὰρ ἐλάνθανεν αὐτὸν τὸ βαρύμηνι τῶν βαρβάρων ἐκεί- [*](D) νων δούλων καὶ τὸ τοῦ βασιλέως κουφότατον. καὶ εἰκότως μὴ ἐκπεσεῖν τῆς ἐκείνης εὐνοίας ἐφρόντιζον, ἴνα μὴ ἐντεῦθεν τοῖς ἐχθροῖς παρανάλωμα γένοιντο. τὰ γάρ τοι κουφότατα ἤθη εὐμετάφορά πως καὶ Εὐρίπου δίκην ὡς ἐν παλιρροίᾳ περιπλαζόμενα.

Ταῦτα ὁρῶντες οἱ δοῦλοι καὶ ὅπως οὐ κατὰ σκοπὸν αὐτοῖς τὸ πρᾶγμα προῄει οὐδὲ ἡ τῶν τοιούτων ἀνδρῶν ἀπώλεια εὐχερὴς αὐτοῖς ἐστι τῆς τοῦ αὐτοκράτορος ἐς αὐτοὺς εὐμενείας ὁσημέραι αὐξανούσης, πολλὰ μὲν εἰπόντες, πολλὰ δὲ καὶ ἀπειπόντες ἐφ’ ἑτέραν ἀτραπὸν ἐτράπησαν. τίς δὲ αὕτη; ἵν’ ἐν μιᾷ νυκτὶ μετακαλεσάμενοι τούτους βουλῆς ἄτερ τοῦ κρατοῦντος ἐκποδὼν τοὺς ἄνδρας ποιήσωνται τοὺς [*](49) αὐτῶν ὀφθαλμοὺς ἐξορύξαντες ψευδῆ αἰτίαν ἀναπλασάμενοι. τοῦτο τοὺς Κομνηνοὺς οὐ διέλαθε. καὶ ἐπεὶ πολλὰ γνωσιμαχήσαντες ὑπόγυον τὸν κίνδυνον ἔγνωσαν, μίαν σωτηρίας ἐλπίδα τὴν ἀποστασίαν ἐδόκουν πρὸς ταύτην κατ’ ἀνάγκην πολλὴν συνωθούμενοι. τί γὰρ δεῖ περιμένειν τὸν ἐπενεγκόντα μύδρον τοῖς ὄμμασι καὶ τὸν ἐν αὐτοῖς ἥλιον ἀποσβέσοντα; ὑποβρύχιον· οὖν ἐν ταῖς ψυχαῖς τὴν γνώμην ταύτην εἶχον. ἐπεὶ δὲ μετ’ οὐ πολὺ προσετέτακτο ὁ Ἀλέξιός τινα μερίδα τῆς στρατιᾶς εἰσαγαγεῖν μέλλουσαν ἐξοπλίζεσθαι κατὰ τῶν πορθησάντων τὴν πόλιν Κυζίκου Ἀγαρηνῶν (ἔτυχε γὰρ [*](Β) νικαῦτα δομέστικος ὢν τῆς ἑσπέρας), ἀφορμῆς εὐλόγου δραξάμενος τοὺς εὔνως πρὸς αὐτὸν ἔχοντας τῶν τοῦ στρατοῦ ἡγεμόνων μετὰ τῶν ὑπ’ αὐτοὺς διὰ γραμμάτων μετεκαλέ- [*](3 δὲ 14 προΐῃ F 15 ἐστιν αὐτοῖς 18 ἵνα 19 ποιήσονται 29 Κυζίκου Α οm Ρ C)

66
σατο. καὶ δὴ κινηθέντες ἅπαντες πρὸς τὴν μεγαλόπολιν ἠπείγοντο. ἐν τοσούτῳ δὲ εἰσελθών τις ἐξ ὑποθήκης θάτερον τῶν δούλων, τοῦ λεγομένου Βορίλου, ἤρετο τὸν βασιλέα, κατὰ γνώμην αὐτοῦ τὰς δυνάμεις ἁπάσας ὁ μέγας δομέστικος εἰς τὴν βασιλεύουσαν πόλιν εἰσάγει. ὁ δ’ εὐθὺς μετακαλεσάμενος [*](V.) καλεσάμενος τοῦτον ἠρώτα, εἰ ἀληθές ἐστι τὸ λεγόμενον. καὶ ὃς αὐτίκα τοῦτο μὲν οὐκ ἠρνεῖτο, ὅτι στρατιά τις εἰσάγεται [*](C) τῇ ἐκείνου κελεύσει, πρὸς δὲ τὸ πᾶσαν ἁπανταχόθεν ἐνταυθοῖ συναθροίζεσθαι πιθανῶς παρεκρούετο. ὁ γάρ τοι στρατός” φησι „διεσπαρμένος ὢν ἁπανταχόθεν ἄλλος ἄλλοθεν ἥκει λαβὼν τὸ ἐνδόσιμον· καὶ οἱ τούτους ὁρῶντες ἐκ διαφόρων μερῶν τῆς τῶν Ῥωμαίων ἡγεμονίας ἀθρόους ἀφικνουμένους νομίζουσιν ὡς ἀπὸ συνθήματος πάντα τὸν στρατὸν ἐνταυθοῖ συναθροίζεσθαι τῇ θέᾳ καὶ μόνῃ ἐξαπατώμενοι.” καίτοι τοῦ Βορίλου πολλὰ πρὸς τούτους τοὺς λόγους ἀνθυπενεγκόντος, ἰσχυρότερος καὶ οὕτως ἦν ὁ Ἀλέξιος καὶ ὅλαις ἐκράτει ψήφοις. ὁ δὲ Γερμανὸς ἁπλούστερος ὢν οὐ πάνυ τοῦ Ἀλεξίου κατέτρεχεν. ἐπεὶ δὲ οὐδὲ τὰ εἰσηγηθέντα ταῦτα [*](D) κατὰ τοῦ δομεστίκου τὴν τοῦ βασιλέως ἐξετάραξε ψυχήν, καιροῦ λαβόμενοι ἀδείας (ἑσπέρα δὲ ἦν) τὴν κατὰ τῶν ἐνέδραν ἐξήρτυον. ἔστι μὲν γὰρ ἄλλως φύσει τὸ δοῦλον τοῖς δεσπόταις πολέμιον, ὅταν δὲ τῶν δεσποτῶν ἀστοχήσῃ, ἐξουσίας δραξάμενον κατὰ τῶν ὁμοδούλων ἀνύποιστον γίνεται. τοιούτου γοῦν ἐπειράθη καὶ ἤθους καὶ φρονήματος τῶν εἰρημένων δούλων ὁ Κομνηνὸς Ἀλέξιος. ἐντεῦθεν οἱ ῥηθέντες οὐχ ὑπὲρ τοῦ αὐτοκράτορος κατὰ τῶν· Κομνηνῶν ἐμηνίων· ἀλλ’ ἐβασιλεία μὲν ὁ Βορῖλος, ὥς τινες ἔφασαν, ὁ δέ γε Γερμανὸς κοινωνὸς ὢν αὐτῷ τοῦ σκέμματος ἐπιμελῶς σὺν αὐτῷ ἐνέδραν ἐξήρτυε. καὶ πρὸς ἀλλήλους τὰ βουλευόμενα διελέγοντο καὶ ὅπως ἂν αὐτοῖς κατὰ νοῦν ἀποβαίῃ [*](P. (??)) τὸ πρᾶγμα· καὶ εἰς τοὐμφανὲς ἤδη ἐξέφερον τὸ ὑπ’ ὀδόντα τέως λαλούμενον. ἠκροᾶτο τις τῶν λεγομένων Ἀλανός τὸ [*](10 φησιν 15 καίτοι] καὶ 16 ἰσχυρώτερος 20 καὶ ἀδείας 24 ἤθους τε καὶ F 27 ἐμήνιον)
67
γένος, μάγιστρος τὴν ἀξίαν, ἐκ πολλοῦ προσῳκειωμένος τῷ βασιλεῖ κἀν τοῖς οἰκείοις διατελῶν. τηνικαῦτα γοῦν μέσης ἐξελθὼν φυλακῆς τῆς νυκτὸς ἐκτρέχει πρὸς τοὺς Κομνηνοὺς ἀπαγγελῶν ἅπαντα τῷ μεγάλῳ δομεστίκῳ. τινὲς δέ φασι μηδὲ τὴν βασιλίδα τὴν πρὸς τοὺς Κομνηνοὺς τοῦ μαγίστρου ἄφιξιν παντάπασιν ἠγνοηκέναι. ὁ δὲ εἰσάγει τοῦτον τῇ [*](Β) μητρὶ καὶ τἀδελφῷ. ἐνωτισθέντες δὲ τὴν ἀπευκταίαν ἐκείνην ἀγγελίαν, δέον ἐλογίσαντο τὸ τέως κρυπτόμενον εἰς τοὐμφανὲς ἀγαγεῖν καὶ ξὺν θεῷ τὴν σφῶν σωτηρίαν περιποιήσασθαι. ἐπεὶ δὲ μετὰ τὴν ἐπιοῦσαν ἐμεμαθήκει τὸ στράτευμα καταλαβεῖν τὴν Τζουρουλόν (πολίχνιον δὲ τοῦτο περί που Θρᾴκην κείμενον), ὁ δομέστικος περὶ πρώτην φυλακὴν τῆς νυκτὸς φοιτᾷ πρὸς τὸν Πακουριανόν (ἀνὴρ δὲ οὗτος μὲν ἴην δέμας κατὰ τὸν ποιητήν, πλὴν ἀλλὰ μαχητής, γένους λαμπροῦ ἐξ Ἀρμενίων ὁρμώμενος) καὶ ἀνακοινοῦται τούτῳ τὰ πάντα, τὴν μῆνιν τῶν δούλων, τὸν φθόνον, τὴν ἐκ [*](C) πολλοῦ κατ᾿ αὐτῶν μελέτην καὶ τὴν ἐξ ὑπογύου μελετωμένην τῶν ὀφθαλμῶν αὐτῶν ἐκκοπὴν, καὶ ὡς οὐ χρὴ ὡς ἀνδράποδα παθεῖν, ἀλλὰ δράσαντάς τι γενναῖον ἀπολέσθαι, εἰ καὶ τούτου δεήσειε· καὶ τοῦτο γὰρ ἴδιον μεγαλοψυχίας ἔλεγεν. ὁ δὲ ἅπαντα διακηκοὼς καὶ συνιδὼν ὡς οὐ χρὴ μέλλειν ἐν τοῖς τοιούτοις, ἀλλὰ ταχέως γενναιοτέρου ἔργου ἐφάπτεσθαι, φησιν εἰ μὲν αὐγαζούσης τῆς αὔριον ἐξέλθῃς τῶν συνέψομαί σοι κἀγὼ προθύμως ἐπαγωνισόμενος. εἰ δὲ ἐς νέωτα φυλάξεις τὸ βουλευόμενον, ἀλλ’ ἐμέ γ’ ἴσθι αὐτὸν ἐμὲ προσελθόντα τῷ βασιλεῖ παραυτίκα καὶ σοῦ καὶ τῶν [*](D) σὺν σοὶ κατειπεῖν μηδὲ μικρὸν ἀναβαλόμενον”. ὁ δὲ ἐπεί σε τῆς ἐμῆς κηδόμενον ὁρῶ σωτηρίας, θεοῦ δὲ τοῦτο πάντως ἔργον, οὐκ ἀποστήσομαί σου τῆς βουλῆς, πλὴν ἀλλὰ χρὴ δι’ ὅρκου τὸ ἀσφαλὲς ἑκάτερον ἔχειν”. ἔνθεν τοι καὶ πίστεις πρὸς ἀλλήλους δι’ ὅρκων ἐποιησάτην, ὡς ἄρα, εἰ εἰς τὸν [*](2 γοῦν ἐξελθὼν μέσης ἤδη φυλακῆς 4 ἀπαγγελῶν C ἀπαγγέλλων F 14 μὶν om ἦν II. 5, 801 18 ἐκκοπὴν αὐτῶν 21 συνειδὼς 25 γε F 27 ἀναβαλλόμενον)
68
βασίλειον θρόνον αὐτὸν ἀγάγοι θεός, ἐκεῖνον ἐς τὴν τοῦ δομεστίκου ἀξίαν ἀναγάγῃ, ἣν νῦν αὐτὸς ἐν τῷ τέως κατεῖχεν. ἐξελθὼν οὖν ἐκεῖθεν ὁ Κομνηνὸς Ἀλέξιος καὶ τοῦ Πακουριανοῦ [*](V.) ἀπαλλαγεὶς πρὸς ἕτερον ἄνδρα καὶ αὐτὸν ἀρειμάνιον τὸν Οὐμπερτόπουλον ἄπεισι καὶ τὸν ἴδιον ἀπαγγέλλει σκοπὸν καὶ τὴν αἰτίαν παρίστησι, καθ’ ἣν διαδρᾶναι βουλόμενος εἰς συμμαχίαν καὶ αὐτὸν προσκαλεῖται. ὁ δ’ εὐθὺς κατενενεύκει· „κἀμὲ δ᾿” ἔφη πάντως ἔξεις εὐψύχως σου καὶ μάλα προκνδυνεύοντα”. προσέκειντο δὲ καὶ τῷ Ἀλεξίῳ μᾶλλον οἱ εἰρημένοι ἄνδρες τά τε ἄλλαι καὶ διότι ἀνδρείᾳ καὶ συνέσει τῶν ἄλλων διέφερε· φιλοδωρότατόν τε ὄντα καὶ τὴν χεῖρα, εἴπερ τις ἄλλος, περὶ τὰς δόσεις εὐκίνητον λίαν ὑπερηγάπων, καίτοι μὴ πάνυ τι πλούτῳ περιρρεόμενον. οὐ [*](Ρ.) γὰρ ἦν τῶν ἁρπαζόντων καὶ πρὸς τὸ πλουτεῖν διακεχηνότων. τὸ γὰρ ἐλευθέριον οὐκ ἐν πλήθει παροχῆς χρημάτων κρίνεσθαι εἴωθεν, ἀλλὰ γνώμῃ ταλαντεύεσθαι πέφυκεν. ἔστι γὰρ τὸν ὀλίγα κεκτημένον καὶ πρὸς λόγον τῶν ἐνόντων καταβαλόντα ἐλευθέριον εἶναι, τὸν δέ γε πλοῦτον πολὺν ἔχοντα καὶ τῇ γῇ κατορύττοντα ἢ μὴ πρὸς λόγον τοῦτον τῷ δεομένῳ παρέχοντα ἄλλον Κροῖσον ἢ χρυσομανῆ Μίδαν κίμβικα τε καὶ γλίσχρον καὶ ἕνα τῶν διαπριόντων τὸ κύμινον εἰπὼν ἄν τις οὐ διαμάρτοι τοῦ δέοντος. πάσαις τοίνυν ἀρεταῖς κεκοσμημένον τὸν Ἀλέξιον οἱ ἤδη ῥηθέντες ἄνδρες ἀνέκαθεν [*](Β) καὶ πάλαι γινώσκοντες τὴν αὐτοῦ ἀνάρρησιν καὶ ἠγάπων καὶ ἐπηύχοντό. ὁ δὲ Ἀλέξιος καὶ ἐξ αὐτοῦ αἰτήσας ὅρκον καὶ λαβὼν δρομαῖος ἄπεισιν οἴκαδε καὶ πάντα ἀνακοινοῦται τοῖς αὐτοῦ. νὺξ ἦν ἡ τῆς τυροφάγου κυριακῆς, καθ ἣν οὑμὸς πατὴρ ταῦτα ἐσκέπτετο. τῇ δὲ μετ’ αὐτὴν ὄρθρου βαθέος μετὰ τῶν ἀμφ’ αὐτὸν ἐξεληλύθει τῆς πόλεως. ἔνθεν τοι καὶ τὸ πλῆθος ἀποδεξάμενον τῆς ὁρμῆς τὸν Ἀλέξιον καὶ [*](1 ἀγιάγῃ εἰς 5 καὶ τούτω, τὸν 19 πρὸς] κατὰ 22 διαμάρτη FA 24 ἀνάρρησιν αὐτοῦ 27 τοῖς οἰκείοις αὐτοῦ δ’ ἠν Α 28 τὴν (s) 29 βαθέος Α τάχεος F (τ et χ ras) ταχέως C)
69
τῆς ἀγχινοίας ἐξ αὐτῶν τῶν πραγμάτων ἀσμάτιον αὐτῷ ἀνεπλέξαντο ἐξ ἰδιώτιδος μὲν συγκείμενον γλώττης, αὐτὴν δὲ τὴν τοῦ πράγματος ἐπίνοιαν ἐμμελέστατα πως ἀνακρουόμενον καὶ παρεμφαῖνον τήν τε προαίσθησιν τῆς κατ᾿ ἐκείνου [*](C) ἐπιβουλῆς καὶ τὰ παρ’ αὐτοῦ μεμηχανημένα. τὸ δὲ ἀσμάτιον αὐταῖς λέξεσιν εἶχεν οὕτως· τὸ σάββατον τῆς τυρινῆς χαρεὶς Ἀλέξιε ἐνόησές το καὶ τὴν δευτέραν τὸ πρωὶ· ὕπα καλῶς γεράκιν μου.’’ εἶχε δὲ ὧδέ πως ἐννοίας τὸ διαφημιζόμενον ἐκεῖνο ἀσμάτιον, ὡς ἄρα „κατὰ μὲν τὸ τυρώνυμον σάββατον ὑπέρευγέ σοι τῆς ἀγχινοίας, Ἀλέξιε, τὴν δὲ μετὰ τὴν κυριακὴν δευτέραν ἡμέραν καθάπερ τις ὑψιπέτης ἱέραξ ἀφίπτασο τῶν ἐπιβουλευόντων βαρβάρων ’’.

Ἐπεὶ δὲ ἡ μήτηρ τῶν Κομνηνῶν ἡ Δαλασσηνὴ Ἄννα γαμβρὸν ἔφθασεν εἰσποιήσασθαι ἐπὶ τῇ θυγατρὶ Μανουὴλ [*](D) τοῦ πρωτοτόκου τῶν υἱῶν αὐτῆς τὸν τοῦ Βοτανειάτου ἔγγονον, πτοηθεῖσα μὴ ὁ παιδαγωγὸς αὐτοῦ γνοὺς τὴν ἐπιβουλὴν προσαγγείλῃ τῷ βασιλεῖ βουλὴν ἀρίστην βουλεύεται. καὶ δὴ προσκυνήσεως χάριν τῶν τοῦ θεοῦ ἁγίων ἐκκλησιῶν ἀθροισθῆναι κελεύει πάντας ἑσπέρας. ἦν γὰρ αὐτῇ σύνηθες εἰς τὰ ἱερὰ τεμένη φοιτᾶν. γίνεται τοῦτο. καὶ δὴ πάντες ὡς ἔθος, παρῆσαν ἐξῆγον τε τοὺς ἵππους τῶν ἱπποστάθμων ἐπιμελῶς στρωννύειν σχηματιζόμενοι τὰς γυναιξὶ πρεπούσας ἐφεστρίδας. ὁ δέ γε τοῦ Βοτανειάτου ἔγγονος σὺν τῷ παιδαγωγῷ ὕπνωττον· ἀπομεμέριστο γάρ τι τούτοις οἴκημα ἴδιον. περὶ πρώτην δὲ φυλακὴν τοὺς πυλεῶνας κλείσαντες οἱ Κομνηνοὶ μέλλοντες ἤδη ὁπλίζεσθαι καὶ τῆς βασιλευούσης πόλεως ἀφιππάσασθαι τῇ μητρὶ παρέσχον τὰς κλεῖς ἔκλεισαν τε [*](P. 46) ἀψοφητὶ καὶ τὰς θύρας τοῦ δώματος, ἐν ᾧ ὁ ἐπ’ ἐγγόνῃ αὐτῆς ὁ Βοτανειάτης ἀφύπνωττεν, οὐ μέντοι ἀκριβῶς [*](V. 52) κατασφαλισάμενοι ὡς ἐφαρμόσαι ταύτας ἀλλήλαις, ἵνα μὴ ψόφος τις γεγονὼς διυπνίσῃ αὐτόν. τούτων οὕτω γινομένων [*](3 πως om 5 τὸ δὲ . . . 8 μου in mg. add. F1 7 εἶπα 13 τῶν om 22 σχηματιζόμενοι in mg. add. F1 26 ἐξοπλίζεσθαι 27 ἀφίπτασθαι 30 ὡς] οὐκ F)

70
τὸ πλεῖστον παρῳχήκει τῆς νυκτός. πρὸ ἀλεκτοροφωνίας οὖν πρώτης τοὺς πυλεῶνας ἀνοίξαντες τήν τε μητέρα καἰ τὰς ἀδελφὰς καὶ τὰς σφῶν γυναῖκας καὶ τὰ παιδία συμπαραλαβόντες μέχρι τοῦ Κωνσταντινίου φόρου ὁμοῦ πεζῇ συν ἀπῄεσαν. κἀκεῖθεν συνταξάμενοι ταύταις ἐκεῖνοι μὲν πρὸ τὰ ἐν Βλαχέρναις βασίλεια μάλα ὀξέως ἐξέδραμον· αὗτα δὲ πρὸς τὸν τῆς μεrάλης Σοφίας νεὼν σὺν σπουδῇ ἔθεον. ὁ δὲ τοῦ Βοτανειάτου παιδαγωγὸς διυπνισθεὶς καὶ γνοὺς τὸ [*](Β) γενόμενον ἐξῄει πρὸς αὐτοὺς δᾷδα ταῖν χεροῖν ἔχων φθάνει τε κατὰ τάχος αὐτοὺς τοῦ τῶν ἁγίων τεσσαράκοντα τεμένους μήπω κατειληφότας. θεασαμένη δὲ τοῦτον εὐθὺς ἡ Δαλασσηνὴ καὶ μήτηρ τῶν ἀριστέων ἐκείνων παίδων φησὶ κατεῖπον ἡμῶν τινες, ὡς ἐπυθόμην, τῷ βασιλεῖ. ἄπειμι γοῦν εἰς τὰς ἁγίας ἐκκλησίας τῇ αὐτῶν χρωμένη, καθὼς ἂν δυναίμην, ἐπαρωγῇ· κἀκεῖθεν αὐγαζούσης ἡμέρας ἀπελεύσομαι πρὸς τὰ βασίλεια. ἄπιθι τοίνυν αὐτός, ἵν’ ὁπηνίκα οἱ πυλωροὶ ἀνοίξωσι, περὶ τῆς ἡμῶν αὐτοῖς ἀπαγγείλῃς ἐλεύσεως”. ὁ δ’ εὐθὺς πρὸς τὸ κελευσθὲν ἠπείγετο. αἱ δὲ φθάνουσι πρὸς τὸ τοῦ ἱεράρχου Νικολάου τέμενος, ὃ Προσ- [*](C) φύγιον μέχρι τῆς δεῦρο εἰώθασιν ὀνομάζειν, ἀγχοῦ τῆς μεγάλης ἐκκλησίας καὶ πρῴην ἐνιδρυμένον πάλαι ἐπὶ σωτηρίᾳ τῶν ἐπ’ ἐγκλήμασιν ἁλισκομένων, ὡς μέρος τυγχάνον τοῦ μεγάλου τεμένους καὶ ἐπίτηδες, οἶμαι, κατασκευασθὲν τοῖς ἀρχαίοις, ἵνα πᾶς ὁ ἐπ’ ἐγκλήματι ἁλοὺς καὶ φθάσας εἴσω τούτου γενέσθαι τῆς ἐκ τῶν νόμων τηνικαῦτα ἐλευθερῶται ποινῆς. οἱ γὰρ πάλαι βασιλεῖς τε καὶ Καίσαρες πολλῆς προμηθείας ἠξίουν τὸ ὑπήκοον. ὁ δέ γε ἐν τῷ τοιούτῳ τεμένει προσμένων ταχέως αὐταῖς οὐκ ἀπεζύγου τὰς θύρας, ἀλλ’ ἐπυνθάνετο, τίνες καὶ ὅθεν εἶεν. εἰς δέ τις τῶν σὺν αὐταῖς „γυναῖκές” φησιν „ἐξ ἀνατολῶν.. τὰ δὲ πρὸς χρείαν ἅπαντα [*](D) δαπανήσασαι ἐπισπεύδουσι τὴν προσκύνησιν οἴκαδε ἐθέλουσαι ἐπανελθεῖν”. ὁ δ’ εὐθὺς ἀποζυγώσας τάς θύρας παραχωρεῖ [*](4 Κωνσταντινιανοῦ 24 ἀρχείοις Ducangius)
71
ταύταις τῆς εἰσόδου. τῇ δ’ ἐπαύριον ἐκκλησιάσας ὁ αὐτοκράτωρ τὴν σύγκλητον, ἐπειδὴ τὰ κατὰ τοὺς ἄνδρας μεμαθήκοι, τὰ εἰκότα πρὸς τούτους ἐδημηγόρησε καταδρομὴν τοῦ δομεστίκου ποιούμενος. ἐκπέμπει δὲ τηνικαῦτα πρὸς τὰς γυναῖκας τόν τε καλούμενον Στραβορωμανὸν καί τινα Εὐφημιανὸν τὴν κλῆσιν μετακαλούμενος αὐτὰς εἰς τὰ βασίλεια. ἡ δὲ Δαλασσηνὴ πρὸς αὐτοὺς εἴπατέ” ,, φησι πρὸς αὐτοκράτορα· οἱ παῖδες οἱ ἐμοὶ δοῦλοί εἰσι πιστοὶ τῆς σῆς [*](53) βασιλείας καὶ προθύμως ἐξυπηρετοῦντες αὐτῇ ἐπὶ πᾶσιν οὐκ ἐφείσαντο οὔτε ψυχῶν οὔτε σωμάτων ἀεὶ προκινδυνεύοντες ἐκθύμως ὑπὲρ τοῦ σοῦ κράτους. ὁ δὲ κατ’ αὐτῶν φθόνος μὴ φέρων τὴν εἰς αὐτοὺς εὔνοιάν τε καὶ κηδεμονίαν τῆς σῆς βασιλείας μέγαν τὸν κίνδυνον κατ’ αὐτῶν καθ’ ὥραν ἐξήρτυεν· ὡς δὲ καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐξορύττειν ἐμελέτησαν, τοῦτο αἰσθόμενοι καὶ μὴ φέροντες τὸν τοιοῦτον ἄδικον κίνδυνον τῆς πόλεως οὐχ ὡς ἀποστάται ἐξῆλθον, ἀλλ’ ὡς δοῦλοι πιστοὶ ἅμα μὲν τὸν ὑπόγυον ἀποδιδράσκοντες κίνδυνον, ὁμὰ δὲ καὶ τὰ κατ’ αὐτῶν μελετώμενα τὸ κράτος σου ἀναδιδάξοντες καὶ τὴν ἀπὸ τῆς σῆς βασιλείας ἐξαιτησόμενοι [*](47) βοήθειαν.’’ οἱ δὲ ἐπέκειντο σφόδρα μετακαλούμενοι [*](Β) ταύτην· ἀγανακτήσασα δὲ ἡ γυνή φησι πρὸς αὐτοὺς „παραχωρήσατέ μοι εἰς τὴν τοῦ θεοῦ ἐκκλησίαν εἰσελθούσῃ προσκυνῆσαι. ἄτοπον γάρ ἐστιν εἰς τοὺς πυλεῶνας αὐτῆς φθάσασαν μὴ εἰσελθεῖν καὶ μεσίτιδι τῇ παναχράντῳ δεσποίνῃ καὶ θεομήτορι χρήσασθαι εἰς τε τὸν θεὸν καὶ τὴν τοὺ βασιλέως ψυχήν.’’ τὴν εὔλογον οὖν αἴτησιν τῆς γυναικὸς αἰδεσθέντες οἱ πρέσβεις παραχωροῦσιν αὐτῇ τῆς εἰσόδου. ἡ δὲ βραδεῖ ποδὶ στείχουσα ὡς οἷον ὑπὸ τοῦ γήρως καὶ τῆς λύπης κεκμηκυῖα, μᾶλλον δὲ καὶ τὸν κεκμηκότα ὑποκρινομένη περί τε αὐτά που τὰ εἰσόδια τοῦ ἱεροῦ βήματος πελάσασα καὶ γονυκλισίας δύο ποιησαμένη περὶ τὴν τρίτην καθεσθεῖσα χαμαὶ [*](1 αὐταῖς δὲ F 2 ἐμεμαθήκει 3 ἐδημηγόρησεν 9 ἐν 16 οὐχ ὡς ἀποστάται ἐξῆλθον τῆς πόλεως 18 καὶ om 22 εἰσελθεῖν 28 ἀπὸ τῆς λύπης καὶ τοῦ γήρως)
72
ἀπρὶξ τῶν ἁγίων εἴχετο θυρῶν ἐπιβοωμένη ὡς „εἰ μὴ τὰς χεῖρας ἀποτμηθείην, οὐκ ἂν τοῦ ἱεροῦ τεμένους ἐξέλθοιμι, [*](C) εἰ μὴ τὸν τοῦ βασιλέως ὥσπερ ἐχέγγυον τῆς σωτηρίας δεξαίμην σταυρόν”. ἐκβαλὼν δὲ ὁ Στραβορωμανὸς ὅνπερ ἐπεφέρετο ἐγκόλπιον σταυρὸν ἐδίδου. ἡ δὲ ,,οὐκ ἀφ᾿ ὐμῶν τὴν πληροφορίαν αἰτῶ, ἀλλ᾿ ἐξ αὐτοῦ τοῦ βασιλέως ἐπιζητῶ τὴν εἰρημένην βοήθειαν. καὶ οὐδ᾿ ἁπλῶς ἐν μικρῷ μεγέθει τὸν διδόμενον ἂν σταυρὸν δεξαίμην, ἀλλ᾿ αξιόλογον τὸ μέγεθος ἔχοντα”, τοῦτο δὲ ἐπεζήτει, ἵνα καταφανὲς πρὸς ἐκείνην τὸ ὅρκιον γίνοιτο· ἐν μικρῷ γὰρ σταυρίῳ τῆς ὑποσχέσεως γινο¬μένης τάχα ἂν τοὺς πολλοὺς τὰ ἐμπεδούμενα διελάνθανον· „ἐκείνου τοίνυν τὴν κρίσιν καὶ τον ἔλεον ἀνακαλοῦμαι. ἄπιτε, ἀπαγγείλατε αὐτω”. ἡ δὲ ἐπὶ τῷ Ἰσαακίῳ νύμφη [*](D) αὐτῆς (προέφθασε γὰρ είς τὸν ναὸν εἰσελθεῖν ἅμα τῷ τὰς πύλας ἀνεῳχθῆναι διὰ τὸν ὄρθριον ὕμνον) τὴν ἐπικαλύπτουσαν ὀθόνην τὸ πρόσωπον περιελοῦσά φησι πρὸς αὐτοὺς ,,αὕτη μέν, εἰ βούλεται, ἀπερχέσθω᾿ ἡμεῖς δὲ πληροφορίας ἄτερ τοῦ ἱεροῦ οὐκ ἐξερχόμεθα, κἂν θανεῖν ἡμᾶς πρόκειται”. ἰδόντες οὖν τὸ ἐνστατικὸν τῶν γυναικῶν καὶ ὅπως άναι σχυντότερον αὐτοῖς ἢ πρότερον προσεφέροντο, καὶ πτοηθέντες μὴ θόρυβος γένηται, ἀπελθόντες ἀπήγγειλαν πάντα τῷ [*](Ρ. 5) βασιλεῖ. ὁ δὲ φύσει ἀγαθὸς ὤν, ἐπικαμφθεὶς καὶ τοῖς τῆς γυναικὸς λόγοις, αποστέλλει τὸν ἐπιζητούμενον σταυρὸν πρὸς αὐτὴν πᾶσαν ἀφροντιςίαν αὐτῇ διδούς. καὶ οὕτω τῆς τοῦ θεοῦ ἁγίας ἐκκλησίας ἐξελθοῦσαν περιορισθῆναι παρακελεύει μετά τε τῶν θυγατέρων καὶ νυμφῶν αὐτῆς εἰς τὴν ἀγχοῦ τῆς Σιδηρᾶς διακειμένην γυναικείαν μονὴν τῶν Πετρίων, μετάκλητον δὲ ποιεῖται καὶ τὴν συμπενθέραν αὐτῆς τὴν τοῦ καίσαρος Ἰωάννου νύμφην (πρωτοβεστιαρία δὲ ἦν αὐτὴ τὸ ἀξίοψα) ἀπὸ τοῦ ἐν Βλαχέρναις τεμένους, ὃ ἐπ᾿ ὀνόματι τῆς δεσπότιδος ἡμῶν θεομήτορος ᾠκοδόμητο, καὶ εἰς τὴν ῥηθεῖσαν μονὴν τῶν Πετρίων καὶ αὐτὴν εἶναι παρακελεύεται [*](Β) [*](5 στανρὸν ἐγκόλπιον 10 γένοιτο γενομένης 22 τοῖς om 24 ἀφροντηςίαν (S) 26 τῶν νυμφῶν 29 αὕτη)
73
καὶ προστάττει τούς τε πιθῶνας καὶ σιτῶνας αὐτῶν καὶ πάντα τὰ ταμεῖα τηρεῖσθαι ἀμειαγώγητα. καθ’ ἑκάστην οὖν πρωίαν ἄμφω τοῖς φυλάττουσι προσερχόμεναι ἐπυνθάνοντο, εἴ τι ἀπὸ τῶν παίδων αὐτῶν μεμαθήκεσαν. οἱ δὲ ἁπλοϊκώτερον αὐταῖς προσφερόμενοι ἀπήγγελλον ἅπαν τὸ ἀκουσθέν. ἡ δὲ πρωτοβεστιαρία ἐλευθέρα καὶ χεῖρα καὶ γνώμην οὖσα βουλομένη τε τοὺς φυλάσσοντας σφετερίσασθαι ἐπέταττεν αὐτοῖς ἀναλαμβάνεσθαι ἀπὸ τῶν βρωσίμων εἰς ἰδίαν χρῆσιν ὁπόσα καὶ βούλοιντο· ἐφεῖτο γὰρ αὐταῖς ἀπαραποδί- C στως εἰσάγεσθαι τὰ πρὸς χρείαν. ἐντεῦθεν προθυμότεροι πρὸς τὰς ἀπαγγελίας οἱ φύλακες ἐγεγόνεισαν, κἄκτοτε ἐκφορὰ πάντα ποιούντων ἐκείνων οὐδὲν αὐτὰς διελάνθανε.

Τὰ μὲν οὖν κατὰ τὰς γυναῖκας τοιαῦτα· οἱ δέ γε ἀποστάται φθάσαντες τὴν περὶ τὸ βραχιόνιον τῶν Βλαχερνῶν ἱσταμένην πύλην καὶ τὰς κλεῖς κατεάξαντες ἀδεῶς ἐξεληλύθεισαν εἰς τοὺς βασιλικοὺς ἱπποστάθμους. καὶ τοὺς μὲν τῶν [*](48) ἵππων αὐτοῦ που καταλιμπάνουσι πρότερον τοὺς ὄπισθεν πόδας ἀπ’ αὐτῶν τῶν μηρῶν τῷ ξίφει ἀποτεμόντες, τοὺς δ’ ἀναλαβόμενοι, ὅσοι τούτοις ἔδοξαν χρησιμώτεροι, ἐκεῖθεν ταχέως τὸ ἀγχοῦ που τῆς μεγαλοπόλεως μοναστήριον, ὃ Κοσμίδιον ἐπωνόμασται, καταλαμβάνουσι. καὶ γάρ, ἵνα μεταξύ [*](D) πως ἐπιδιηγησαίμην καὶ σαφέστερον ἡμῖν ὁ λόγος προίῃ, τὴν εἰρημένην ἄνωθεν πρωτοβεστιαρίαν, πρὶν ἢ τὸν βασιλέα ταύτην μετακαλέσασθαι, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, κεῖθι καταλαβόντες ταύτῃ τε συνετάττοντο ἐπὶ τῷ ἐξελαύνειν ἐκεῖθεν καὶ Γεώργιον τὸν Παλαιολόγον ἀνέπειθον μεθ’ ἑαυτῶν συλλαβεῖν καὶ συναπαίρειν αὐτοῖς κατηνάγκαζον. οὔπω γὰρ ἦσαν ἔκφορα τὰ κατ᾿ αὐτοὺς θέμενοι πρὸς τόν ἄνδρα δι᾿ ὑποψίαν εὐπρόσωπον. ἦν γὰρ ὁ πατὴρ τοῦ Γεωργίου τουτουῒ τῷ βασιλεῖ σιλεῖ εὐνούστατος ἐς τὰ μάλιστα, καὶ ἡ τῆς ἀποστάσιας πρὸς τοῦτον ἀπογύμνωσις οὐκ ἀκίνδυνος. τὰ μὲν οὖν πρῶτα [*](9 αὐτοῖς ἀπαρεμποδίστως 14 ἀποστάται] ἀποστάται] Cs 15 ἐξεληλύθεισαν] ἐξεληλύθασιν ( α et ι in ras) F 19 δὲE 23 πρωτοβεστιαρέαν F 30 ἡ τῆς ἀποστάσιας] τῆς τοιαύτης βουλῆς Cs)

74
ὁ Παλαιολόγος πρὸς τούτους οὐκ εἷχεν εὐαγώγως πολλά τε ἀντιτεινόμενος καὶ κατονειδίζων τὴν πρὸς ἐκεῖνον τούτων διαπιστίαν καὶ ὅτι ὕστερον, τοῦτο δὴ τὸ πεπαροιμιασμένον, νοῦν οἴσαντες καὶ τοῦτον ἀνακαλοῦνται. ἐπεὶ δὲ καὶ ἡ πρωτοβεστιαρία ἡ τοῦ Παλαιολόγου πενθερὰ βαρεῖα ἐνέκειτο τούτῳ συνεξελθεῖν καὶ ἀπειλοῦσα αὐτῷ τὰ δεινότατα, μαλακώτερος γίνεται. φροντίζει δὲ τὸ ἐντεῦθεν περὶ τῶν γυναικῶν, [*](P. (??)) τῆς τε αὐτοῦ γαμετῆς Ἄννης καὶ Μαρίας τῆς πενθερᾶς αὐτοῦ, τὰ πρῶτα τοῦ γένους ἐκ τῶν Βουλγάρων ἐχούσης, κάλλους δὲ τοσοῦτον ἐπισυρομένης καὶ εὐαρμοστίας μελῶν καὶ μερῶν, ὥστε μηδεμίαν φανῆναι κατ’ ἐκεῖνο καιροῦ τὴν ταύτης ὡραιοτέραν. οὐκ ἄνευ οὖν φροντίδος ἦσαν τὰ κατ αὐτὴν τῷ Παλαιολόγῳ καὶ Ἀλεξίῳ. ταύτῃ τοι καὶ γνώμην ἔσχον οἱ ἀμφὶ τὸν Ἀλέξιον ἐκεῖθεν ἀνελόμενοι ταύτας οἱ μὲν εἴς τι φρούριον ἀπαγαγεῖν, ὁ δὲ Παλαιολόγος εἰς τὸ ἐν Βλαχέρναις τέμενος τῆς θεομήτορος. καὶ κρατεῖ ἡ τοῦ Γεωργίου [*](B) γνώμη. εὐθὺς οὖν ἀπελθόντες μετ’ αὐτῶν παρέθεντο ταύτας τῇ πανάγνῳ μητρὶ τοῦ τὰ πάντα συνέχοντος λόγου. αὐτοὶ δὲ παλινοστήσαντες, ὅθεν ἐξῄεσαν, ἐσκόπουν ὅ τι δὴ καὶ ποιήσαιεν. ὁ δὲ Παλαιολόγος „ ὐμᾶς μέν” φησιν „ἀπέρχεσθαι χρή· ἐγὼ δὲ τάχιον ὑμᾶς καταλήψομαι τὰ προσόντα μοι χρήματα συνεπιφερόμενος”. ἔτυχε γὰρ πᾶσαν τὴν ἐν κινητοῖς αὐτοῦ θεωρουμένην περιουσίαν ἔχων ἐγκειμένην ἐκεῖσε. μὴ μελλήσαντες οὖν εὐθὺς τῆς προκειμένης ὁδοιπορίας εἴχοντο· ἐκεῖνος δὲ τοῖς τῶν μοναχῶν ὑποζυγίοις ἐπισάξας [*](C) τὰ ἑαυτοῦ ὄπισθεν αὐτῶν ἤλαυνε. καὶ φθάσας σὺν τούτοις εἰς Τζουρουλόυ ( κώμη δὲ καὶ αὕτη Θρᾳκική) διασῴζεται κἀκεῖσε τυχαίως τῷ ἐξ ἐπιταγῆς τοῦ δομεστίκου καταλαβόντι στρατεύματι ἡνώθησαν ἅπαντες. δέον οὖν κρίναντες περὶ τῶν συμπεσόντων αὐτοῖς δηλῶσαι τῷ Δούκᾳ Ἰωάννῃ τῷ καίσαρι ἐν τοῖς ἰδίοις κτήμασι τῶν Μωροβούνδου αὐλιζομένῳ [*](2 sq. προσονειδίζων τὸ εἰς ἐκεῖνον τούτων βούλημα καὶ ὅτι Cs 13 γνώμης 24 μελλήσαντας s: μελήσαντας γοῦν 26 ἐπεισάξας (s) 31 τῶν] ‘an τοῖς?’ s Μοροβίσδου Wilkenus)
75
ἀπεστάλκασι τὸν τὴν ἀποστασίαν ἐκείνῳ μηνύσοντα. φθάσας δὲ ὁ τὴν ἀγγελίαν ἐκείνην κομίζων περὶ δείλην ἑῴαν ἔξω τῶν οὐδῶν τῆς αὐλίδος εἱστήκει τὸν Καίσαρα ἀναζητῶν. ἰδὼν [*](D) δὲ τοῦτον ὁ ἔγγονος αὐτοῦ Ἰωάννης, νέος ἔτι ὤν καὶ μήπω μειράκιον καὶ διὰ τοῦτο ἀδιασπάστως συνὼν τῷ καίσαρι, δρομαῖος εἴσεισι καὶ καθεύδοντα τοῦτον διυπνίσας ἀπαγγέλλει τὴν ἀποστασίαν. ὁ δ’ εὐθὺς πληγεὶς τῇ ἀκοῇ ῥαπίζει τὸν υἱωνὸν κατὰ κόρρης καὶ μὴ τοιαῦτα ληρεῖν ἐπειπὼν ἀπώσατο. κἀκεῖνος μετὰ μικρὸν πάλιν εἰσελθὼν τὴν αὐτὴν ἀγγελίαν κομίζει προσθέμενος καὶ τὸν ἀπὸ τῶν Κομνηνῶν πρὸς αὐτὸν ἀποτοξευόμενον λόγον. εἶχε δὲ ὁ λόγος μεταξύ που καί τι ἀστειότατον τὴν τυραννίδα συναινιττόμενον ὡς [*](49) „ἡμεῖς μέν” φησιν „ὄψον μάλα καλὸν ηὐτρεπίσαμεν καὶ καρυκείας οὐκ ἄτερ· σὺ δὲ ἀλλ’ εἰ βούλει τῆς εὐωχίας μεταλαχεῖν, τὴν ταχίστην ἥκειν τῆς πανδαισίας μεταληψόμενος”. ἀνακαθίσας οὖν καὶ ἐπὶ τοῦ δεξιοῦ ἀγκῶνος ἑαυτὸν ἐπερείσας εἰσαγαγεῖν τὸν ἐκεῖθεν ἐλθόντα κελεύει. τοῦ δὲ πάντα τὰ κατὰ τοὺς Κομνηνοὺς διηγησαμένου, „φεῦ μοι” ὁ Καῖσαρ εἰπὼν εὐθὺς ἐπιβάλλει τὰς χεῖρας ταῖς ὄψεσιν· ἐπὶ μικρὸν [*](56) δὲ καὶ τῆς ὑπήνης περιδραξάμενος, οἷον ἐν τοσούτῳ λογισμοὺς πολλοὺς ἀνελίττων, εἰς ‘ὲν τοῦτο ἤρεισεν ἑαυτόν, συναποστατῆσαι κἀκεῖνον. εὐθὺς οὖν μετακαλεσάμενος τοὺς ἱπποκόμους καὶ τοῦ ἵππου ἐπιβὰς τῆς πρὸς τοὺς Κομνηνοὺς φερούσης ἥψατο. καὶ Βυζαντίῳ δέ τινι καθ’ ὁδὸν ἐντυχὼν χρυσοῦ βαλάντιον ἱκανὸν ἐπιφερομένῳ καὶ πρὸς τὴν μεγαλόπολιν ἀπιόντι ἤρετο αὐτόν, τοῦτο δὴ τὸ Ὁμηρικόν, „τίς πόθεν εἶς ἀνδρῶν;” καὶ ἐπειδὴ παρ᾿ αὐτοῦ ἐμάνθανεν, ἔτι τε χρυσὸν πολὺν ἐπιφέρεται ἀπό τινων εἰσπράξεων καὶ ὅτι πρὸς τὸν κοιτῶνα τοῦτον διακομίζει, βιάζεται τοῦτον συγτὴν [*](1 πρᾶξιν ἐκείνων μηνύσοντα Cs 6 ἀπαγγέλλει τὸ παρὰ τῶν Κομνηνῶν γινόμενον Cs 8 υἱὸν 12 τὴν τοιαύτην πρᾶξιν αὐτοῦ συναινιττόμενον Cs 14 μεταλαβεῖν 21 συνακολουθῆσαι κἀκεῖνον τῷ τούτων θελήματι Cs 28 πολὺν χρυσὸν)
76
καταλῦσαι αὐτῷ ὑπισχνούμενος ὡς ἅμα ἡμέρᾳ, οὗπερ ἂν βούλοιτο, βαδιεῖται. τοῦ δὲ ἐνισταμένου καὶ βαρέως φέροντος [*](B) τοῦτο ὁ καῖσαρ σφοδρότερον ἐπετίθετο καὶ ἔπεισε λέγων, ὁποῖος ἐκεῖνος ἐπιτρόχαλος ἐν λόγοις καὶ δεινὸς ἐν νοήμασι πειθώ τε ἐν γλώττῃ φέρων ᾖπερ Αἰσχίνης ἄλλος ἢ Δημοσθένης. συμπαραλαβὼν οὖν τὸν τοιοῦτον καταλύει ἔν τινι δωματίῳ καὶ παντοίως φιλοφρονησάμενος τραπέζης τε ἀξιώσας καὶ διαναπαύσας καλῶς παρακατέσχε τὸν ἄνδρα. κατὰ τὸ περίοθρον δὲ ἤδη, ὅτε καὶ ὁ ἥλιος τὸν ἀνατολικὸν ὁρίξοντα καταλαμβάνειν ἐπείγεται, ὁ μὲν Βυζάντιος ἐπιθέμενος τὰς ἐφεστρίδας τοῖς ἵπποις εὐθὺ Βθζαντίδος ἐλαύνειν ἠπείγετο. τοῦτο δὲ ὁ καῖσαρ θεασάμενος „ἔα” φησὶ „καὶ συμπορεύου[*](C) μεθ᾿ ἡμῶν”. ὁ δὲ μηθ᾿ ὅπου πορεύεται γινώσκων, παντάπασι δὲ καὶ τὴν αἰτίαν δι᾿ ἣν τῆς τοιαύτης φιλοφροσύνης ἠξίωται ἀγνοῶν πάλιν δυσανασχετῶν ἦν καὶ ὑπόπτως εἶχε πρὸς τὸν καίσαρα καὶ τὰς φιλοφροσύνας τοῦ καίσαρος. ὁ δὲ ἐπέκειτο ἕλκων αὐτόν· ὡς δ᾿ οὐχ ὑπήκουε, μεταβαλὼν τραχυτέροις πρὸς τοῦτον ἐκέχρητο ῥήμασιν, εἰ μὴ τὸ προσταττόμενον ποιήσεις. μὴ ὑπακούοντος δὲ προστάττει τὰ μὲν προσόντα αὐτῷ ἅπαντα τοῖς ἰδίοις ἑνωθῆναι ὑποζυγίοις καὶ τὴν προκειμένην προεύεσθαι, ἐκείνῳ δὲ ἄδειαν δίδωσιν ὅπη βούλοιτο ἀπιέναι. ὁ δὲ τὴν μὲν εἰς τὰ βασίλεια εἴσοδον [*](D) παντελῶς ἀπαγορεύσας, ἅτε δεδιὼς μὴ καὶ ἔμφρουρος γένηται διὰ τὸ κεναῖς χερσὶν τοῖς ἀμφὶ τὸν βασιλικὸν κοιτῶνα ὀφθῆναι, παλινδρομῆσαι δὲ μὴ θέλων διὰ τὴν τοῖς πράγμασιν ἐπεισπεσοῦσαν ἀκαταστασίαν καὶ σύγχυσιν ἐκ τῆς ἀνακυψάσης ἤδη τοῦ Κομνηνοῦ ἀποστασίας, καὶ μὴ βουλόμενος συνείπετο τῷ καίσαρι. γίνεται δέ τι κατὰ συντυχίαν τοιοῦτον. ἀπερχόμενος ὁ καῖσαρ περιέτυχε Τούρκοις ἄρτι διαπερῶσι τὸν Εὖρον καλούμενον ποταμόν. ἀνασειράσας οὖν τὸν χαλινὸν ἐπυνθάνετο ὅθεν καὶ ὅποι πορεύονται, ἅμα δὲ καὶ ὑπισχνεῖτο χρήματά τε πολλὰ δώσειν καὶ παντοίας θεραπείας ἀξιῶσαι, [*](4 δεινὸς τοῖς νοήμασι F 12 τοῦτο S: τοῦτον 27 ἤδη τῶν Κομνηνῶν ἐπιχειρήσεως Cs)
77
εἰ πρὸς τὸν Κομνηνὸν σὺν αὐτῷ φοιτήσουσι. συντίθενται οὖν τηνικαῦτα. καὶ ὃς ὅρκον ἐκ τῶν ἡγεμόνων αὐτῶν ἀπαιτεῖ ἐμπεδῶσαι τὰς συνθήκας διὰ τούτου βουλόμενος. οἱ δ’ εὐθὺς κατὰ τὸ εἰθισμένον αὐτοῖς τὸν ὅρκον ἐπλήρουν συμμαχῆσαι τῷ Κομνηνῷ μάλα προθύμως διαβεβαιούμενοι. ἄπεισι τοίνυν συμπαραλαβὼν καὶ τοὺς τούρκους πρὸς τοὺς Κομνηνούς. οἱ δὲ πόρρω τοῦτον θεασάμενοι καὶ τὴν καινὴν [*]((??). 57) ἄγραν ὑπεραγάμενοι καὶ μάλιστα τούτων οὑμὸς πατὴρ Ἀλέξιος οὐκ εἶχον ὑφ’ ἡδονῆς ὅ τι καὶ δράσαιεν. προϋπαντήσας δὲ καὶ περιπλακεὶς τὸν Καίσαρα κατησπάζετο. τί τὸ ἀντεῦθεν; τῆς πρὸς τὴν βασιλεύουσαν ἀπαγούσης ἥψαντο τοῦ καίσαρος τοῦτο ὑποθεμένου καὶ ἐπισπεύσαντος. ἅπαντες οὖν οἱ κατὰ τὰς κωμοπόλεις αὐτόμολοι προσερχόμενοι ἐφήμιζον τοῦτον βασιλέα πλὴν τῶν κατὰ τὴν Ὀρεστιάδα. ἐκεῖνοι γὰρ ἐγκοτοῦντες πάλαι αὐτῷ διὰ τὴν τοῦ Βρυεννίου κατάσχεσιν τῷ μέρει τοῦ Βοτανειάτου προσέκειντο. καταλαβόντες οὖν τὸν [*]((??). 50) Ἀθύραν κἀκεῖσε διαναπαυσάμενοι τὴν μετ’ αὐτὴν ἐκεῖθεν [*](Β) ἀπάραντες τὰ Σχίζα κατέλαβον ( κώμη δὲ καὶ τοῦτο Θρᾳκική) κεῖθι τὸν χάρακα πηξάμενοι.

Μετέωροι δὲ ἦσαν ἅπαντες καραδοκοῦντες τὸ μέλλον καὶ τὸν ἐλπιζόμενον ἀναρρηθῆναι βασιλέα ἐπιποθοῦντες ἰδεῖν. οἱ πλείους δὲ Ἀλεξίῳ τὸ κράτος ἐπηύχοντό, ἀλλ’ οὐδ’ οἱ περὶ τὸν Ἰσαάκιον ἀναπεπτώκεσαν, ὡς ἐνόν, ἅπαντας μεταχειριζόμενοι. στάσις δὲ ἦν ἀσύμβατός κατὰ τὸ φαινόμενον τῶν μὲν τοῦτον, τῶν δ’ ἐκεῖνον οἰακοστρόφον τῆς βασιλικῆς περιωπῆς ἱμειρομένων γενέσθαι. παρῆσαν δὲ τότε καὶ οἱ ἐξ ἀγχιστείας τῷ Ἀλεξίῳ προσήκοντες, ὁ ἄνωθεν μνημονευθεὶς [*](C) Καῖσαρ Ἰωάννης ὁ Δούκας, ἀνὴρ καὶ βουλεύσασθαι ἱκανὸς καὶ καταπράξασθαι περιδέξιος, ὃν κἀγὼ ἐπ’ ὀλίγον φθάσασα τεθέαμαι, καὶ Μιχαὴλ καὶ Ἰωάννης οἱ τούτου ἔγγονοι, ναὶ μὴν καὶ ὁ τούτων ἐπ’ ἀδελφῇ γαμβρὸς Γεώργιος ὁ Παλαιολόγος, συμπαρόντες αὐτοῖς καὶ ἀγωνιῶντες καὶ τὰς ἁπάντων [*](8 ὑπεραγασάμενοι Cs 12 ἐπισπεύδοντος)

78
πρὸς τὸ αὐτοῖς βουλητὸν διαστρέφοντες γνώμας καὶ πάντα κάλων, ὅ φασι, κινοῦντες καὶ πᾶσαν μηχανὴν εὐφυῶς τεχναζόμενοι, ὥστε τὸν Ἀλέξιον ἀναρρηθῆναι. τοιγαροῦν κα τὰς ἁπάντων πρὸς τὸ αὐτοῖς βουλητὸν μετέφερον γνώμας ἔνθεν τοι καὶ τοὺς τῷ Ἰσαακίῳ προσανέχοντας κατὰ βραχὺ ἐλαττοῦσθαι συνέβαινεν. ὅπου γὰρ Ἰωάννης ὁ Καῖσαρ ἦν οὐδεὶς τῶν ἁπάντων ἀντέχειν ἠδύνατο. ἦν γὰρ ἀπαράμιλλος [*](D) οὗτος κατά τε φρονήματος ὄγκον καὶ σώματος μέγεθος καὶ μορφὴν τυράννῳ προσήκουσαν. τί μὲν οὐκ ἔπραττον οἱ Δοῦκαι; τί δὲ οὐκ ἔλεγον; τί δὲ οὐχ ὑπισχνοῦντο ἀγαθὸν ἔσεσθαι τοῖς τε λογάσι καὶ τῷ κοινῷ τοῦ στρατοῦ, εἰ ἐπὶ τὴν βασίλειον περιωπήν Ἀλέξιος ἀναβαίη; φάσκοντες ὡς „μεγίσταις ὑμᾶς δωρεαῖς καὶ τιμαῖς ἀνταμείψεται, ὡς ἑκάστῳ προσήκει καὶ οὐχ ὡς ἔτυχε, καθάπερ οἱ ἀμαθεῖς καὶ ἄπειροι τῶν ἡγεμόνων, διὰ τὸ καὶ στρατοπεδάρχης ὑμῶν χρόνον ἤδη συχνὸν χρηματίσαι καὶ μέγας τῆς ἑσπέρας δομέστικος καὶ [*](Ρ. (??)) κοινῶν ἁλῶν ὑμῖν μετασχεῖν ἐν λόχοις τε καὶ τοῖς κατασυστάδην πολέμοις γενναίως ὑμῖν συναγωνιζόμενος, μὴ σαρκῶν, μὴ μελῶν, μηδὲ τῆς ψυχῆς αὐτῆς ὑπὲρ τῆς ὑμῶν φεισάμενος σωτηρίας, ὅρη τε καὶ πεδιάδας μεθ’ ὑμῶν πολλάκις διελθών, τὰς ἐκ τῶν μόθων κακοπαθείας ἐπιστάμενος καὶ ἀκριβῶς ἅπαντας ὁμοῦ καὶ καθ’ ἕνα γινώσκων, Ἀρηΐφιλός τε ὢν καὶ τοὺς γενναίους τῶν στρατιωτῶν ἔξόχως ποθῶν”. ἀλλὰ ταῦτα μὲν οἱ Δοῦκαι· ὁ δέ γε Ἀλέξιος πολλῆς τιμῆς ἠξίου τὸν Ἰσαάκιον ἐν πᾶσιν αὐτὸν προτιμώμενος εἴτε διὰ τὸ φίλτρον τῆς ἀδελφότητος ἢ καὶ μᾶλλον, ὃ καὶ λεκτέον, [*](Β) ἐπειδὴ ἡ μὲν στρατιὰ ξύμπασα πρὸς τοῦτον ξυνέρρει καὶ τὴν αὐτοῦ βασιλείαν κατέσπευδε, πρὸς δὲ τὸν Ἰσαάκιον οὐδ’ ὁπωστιοῦν ἐπεστρέφετο, ἔχων ἐκεῖθεν τὸ κράτος καὶ τὴν ἰσχὺν καὶ κατ’ ἐλπίδας αὐτῷ τὸ πρᾶγμα γινόμενον ὁρῶν παρεμυθεῖτο τὸν ἀδελφὸν τῇ πρὸς τὴν βασιλείαν ὑποποιήσει πρᾶγμα οὐδὲν ἐκ τούτων πάσχων ἀβούλητον, εἰ αὐτὸς μὲν [*](12 ἀναβαίνῃ 16 συχνὸν] πολὺν 17 κατὰ συστάδην 20 φειδόμενος)
79
παρὰ τῆς στρατιᾶς ἁπάσης εἰς τοὺς ὑπερηφάνους ἄξονας ἀναρπάζοιτο, ὁ δὲ λόγοις ὑποσαίνοι τὸν ἀδελφὸν καὶ σχῆμα ποιοῖτο τὴν κράτους δῆθεν ἐκχώρησιν. τοῦ και- [*](C) ῥοῦ γοῦν οὕτω τριβομένου συνείλεκτο τὸ ὁπλιτικὸν περὶ τὴν σκηνὴν μετέωροι ὄντες καὶ τὴν ἰδίαν ἕκαστος ἐπιθυμίαν [*]((??). 51) εὐχόμενος τελεσθῆναι. ἀναστὰς δὲ ὁ Ἰσαάκιος καὶ λαβὼν τὸ φοινικοβαφὲς πέδιλον ὑποδιδύσκειν τὸν ἀδελφὸν ἐπειρᾶτο· ὡς δὲ ἐκεῖνος πολλάκις ἀνένευεν, „ἔα” φησί, διὰ σοῦ ὁ θεὸς τὸ γένος ἡμῶν ἀνακαλέσασθαι βούλεται”. ἀναμνήσας καὶ ὧν ὁ φανείς ποτε περί που τὰ Καρπιανοῦ λεγόμενα ἐκ τῶν βασιλείων οἴκαδε ἀπερχομένων ἀμφοτέρων τῶν ἀδελφῶν πρὸς αὐτὸν ἀπεφοίβασεν. ἐκεῖσε γὰρ γενομένοις ἀνήρ τις τούτοις ὑπηντηκὼς εἴτε τῶν κρειττόνων τις ὢν ἢ ἄλλως ἄνθρωπος τῶν μελλόντων, ὡς ἀληθῶς εἰπεῖν, [*](D) διορατικώτατος· ἐδόκει δ’ οὖν ἱερεὺς τὸ φαινόμενον ἀπὸ γυμνῆς τῆς κεφαλῆς προσερχόμενος, πολιὸς τὴν τρίχα, τὸ γένειον λάσιος· ἐπιλαμβάνεται τῆς κνήμης τοῦ Ἀλεξίου καὶ πρὸς ἑαυτὸν πεζὸς ὢν ἱππότην ἐφελκυσάμενος πρὸς τὸ οὖς τοῦτο δὴ τὸ τῆς Δαυιτικῆς ἀνεφθέγξατο λύρας ἔντειναι καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πρᾳότητος καὶ δικαιοσύνης” καὶ προσεῖπε τῷ λόγῳ αὐτοκράτορ Ἀλέξιε”. ταῦτα εἰπὼν καὶ οἷον προμαντευσάμενος ἀφανὴς ᾤχετο. οὐδὲ γὰρ ἧν τῷ Ἀλεξίῳ ἁλώσιμος, καίτοι πανταχόσε περιπαπταίνοντι, εἴ που καὶ τοῦτον θεάσαιτο, καὶ δὴ καὶ ὅλους λύσαντι χαλινοὺς καὶ τοῦτον μεταδιώκοντι, εἴ που καὶ καταλάβοιτο, ἵνα τίς τε εἴη καὶ ὁπόθεν ἀκριβέστερον μάθοι. ἀλλ᾿ ὅμως ἀφανέστατον ἦν τὸ θεαθέν. ἐκεῖθεν δὲ ὑποστρέψαντα ὁ ἀδελφὸς Ἰσαάκιος πολλά τε περὶ τοῦ φανέντος ἐξεπυνθάνετο καὶ τὸ ἀπόρρητον ἠξίου παραγυμνοῦν· ὡς δὲ ἐνέκειτο ἀπαιτῶν ὁ Ἰσαάκιος, ὁ Ἀλέξιος τὸ ἐντεῦθεν τὰ πρῶτα μὲν ἀναβαλλομένῳ [*]((??). 59) ἐῴκει, μετὰ ταῦτα δὲ καὶ τὸ λαληθὲν πρὸς αὐτὸν μυστικῶς ἐξωρχεῖτο. αὐτὸς μὲν τοῖς ἔξωθεν λόγοις καὶ πρὸς [*](3 ποιεῖται F 8 φησίν, ὁ θεὸς διὰ σοῦ 19 ἔντεινε 25 καὶ secundum om 27 δὲ] τε F 31 μυστικῶς πρὸς αὐτὸν)
80
τὸν ἀδελφὸν πλάσμα τὸ λεχθὲν ἐπεξηγούμενος καὶ φενάκη εἶναι ἐφθέγγετο, κατὰ νοῦν δὲ ἕλκων τὸν φανέντα ἐκεί(??) ἱεροπρεπῆ ἄνδρα εἰς τὸν τῆς βροντῆς υἱὸν θεολόγον παρεί καξεν. ἐπεὶ δὲ τὰ τοῦ γέροντος προμαντεύματα καὶ ἅπε εἷπεν ἐκεῖνος ἐν λόγοις ὁ Ἰσαάκιος ἐν τοῖς πράγμασιν ἐθε ᾶτο, ἐνίστατο τε ἀνδρικώτερον αὐτὸν βιαζόμενος καὶ τὸ ἐρυ θροβαβὲς ἐνδιδύσκει ὑπόδημα, καὶ μᾶλλον ὁρῶν τοῦ ὁπλι τικοῦ παντὸς τὴν διάπυρον ἐπιθυμίαν πρὸς τὸν Ἀλέξιον καὶ τό ἐντεῦθεν ἐξῆρχον οἱ Δοῦκαι τῆς εὐφημίας τά τε [*](B) ἄλλα τὸν ἄνδρα καὶ οὗτοι ἀποδεχόμενοι καὶ διότι ἡ τούτων προσγενὴς Εἰρήνη καὶ μήτηρ ἐμὴ κατὰ νόμους συνῆπτο τῷ ἐμῷ πατρί. συνάμα δὲ τούτοις καὶ οἱ ἐκ τοῦ αἵματος συμφυεῖς αὐτῶν ἀναβλαστήσαντες τὸ αὐτὸ προθύμως ἐποίουν. τὸ δέ γε λοιπὸν τοῦ στρατοῦ διαδεξάμενον τὴν εὐφημίαν σχεδὸν ἐς αὐτὸν τὸν οὐρανὸν ἀνέπεμπον τὰς φωνάς. καὶ ἦν ἰδεῖν καινόν τι τηνικαῦτα συμβαῖνον, τοὺς πρότερον διῃρημένους τὰς γνώμας καὶ θάνατον ἑλέσθαι μᾶλλον ἢ τῆς σφῶν ἐπιθυμίας ἀποτυχεῖν βουλομένους ὁμογνώμονας ἐν μιᾷ καιροῦ ῥοπῇ γεγονότας καὶ τοσοῦτον, ὡς μηδ᾿ εἴ ποτε στάσις μεταξὺ τούτων ὅλως ἦν ἐπιγινώσκεσθαι.

Ἐν ὅσῳ ταῦτα ἐτελεῖτο, φήμη τις περὶ τοῦ Μελισσηνοῦ [*](C) σηνοῦ διέτρεχε φθάσαι τοῦτον μηνύουσα περὶ τὴν Δάμαλιν μεθ’ ἱκανῆς στρατιᾶς εὐφημεῖσθαί τε ὡς βασιλέα ἤδη καὶ ἁλουργὰ ἠμφιεσμένον· οἱ δὲ τῷ λεγομένῳ πιστεύειν τέως οὐκ εἶχον. τὰ δὲ κατ’ αὐτοὺς κἀκεῖνος μαθὼν πρέσβεις ταχὺ πρὸς αὐτοὺς ἐξαπέστειλεν. οἱ καὶ καταλαβόντες ἤδη τὰς πρὸς αὐτοὺς γραφὰς ἐνεχείριζον οὑτωσί πως διεξιούσας ὁ θεός με μέχρι Δαμάλεως μετὰ τῆς ὑπ’ ἐμὲ στρατιᾶς ἀσινῆ διεσώσατο. μεμάθηκα δὲ καὶ τὰ ὑμῖν ξυμπεσόντα καὶ ὡς τῆς κακονοίας τῶν δούλων ἐκείνων καἰ τῶν δεινῶν καθ’ [*](2 εἷναι ἐφθέγγετο Α om F 3 παρείκαζεν Α om. F 13 αὐτῶ F 15 εἰς 27 post διεξιούσας add C minio scripta περὶ τῶν τοῦ μελισσηνοῦ πρέσβεων C: eadem verba F in mg habet pro indice)

81
ὑμῶν ἐπιχειρημάτων θεοῦ προμηθείᾳ ῥυσθέντες τῆς ἑαυτῶν [*](D) πεφροντίκατε σωτηρίας. ἐπεὶ δὲ κἀγὼ τῇ μὲν σχέσει θεοῦ νεύσει ἐξ ἀγχιστείας ὑμῖν προσῳκείωμαι, τῇ δὲ γνώμῃ καὶ τῇ πρὸς ὑμᾶς ἀρρήκτῳ διαθέσει οὐδενὸς τῶν καθ’ αἶμα προσηκόντων ὑμῖν ἀποδέω, ὡς ὁ τὰ πάντα κρίνων οἶδε [*]((??). 52) θεός, δέον ἡμᾶς κοινῶς σκοπήσαντας περιποιήσασθαι ἑαυτοῖς τὸ ἀσφαλές τε καὶ ἀκατάσειστον, ὅπως μὴ παντὶ ἀνέμῳ μεταφερώμεθα, ἀλλὰ καλῶς τὰ τῆς βασιλείας ἰθύνοντες ἐπ ἀσφαλοῦς βαίνωμεν τῆς κρηπῖδος. τοῦτο δὲ πάντως ἡμῖν ἐσεῖταί, εἰ θεοῦ νεύσει τῆς πόλεως παρ’ ὑμῶν ἑαλωκυίας ὑμεῖς μὲν τὰ τῆς ἑσπέρας διεξάγοιτε πράγματα θατέρου ὑμῶν ἀναρρηθέντος, ἐμοὶ δὲ τὰ τῆς Ἀσίας ἀποκληρωθῆναι ἐκχωρήσοιτε στεφηφοροῦντι καὶ ἁλουργὰ περιβεβλημένῳ καἰ ἀναγορευομένῳ, ὡς ἔθος τοῖς βασιλεῦσίν ἐστι, σὺν τῷ ἀναρρηθέντι ἐξ ὑμῶν, ὥστε κοινὴν τὴν ἡμῶν εὐφημίαν γίνεσθαι, [*]((??))κἂν οἱ τόποι καὶ τὰ πράγματα ἡμῖν ἀπομεμέρισται, τήν τε γνώμην μίαν καὶ τὴν αὐτὴν εἶναι. καὶ οὕτως ἡμῶν ἐχόντων ἀστασίαστα δι’ ἀμφοῖν διεξάγοιτο ἂν τά τῆς ταῦτα οἱ πρέσβεις ἀπαγγείλαντες ἀπόκρισιν μὲν αὐτοτελῆ τηνικαῦτα οὐκ ἐδέξαντο · τῇ δὲ μετ’ αὐτὴν μετακαλεσάμενοι τούτους διὰ πολλῶν τὸ ἀδύνατον τῶν παρὰ τοῦ Μελισσηνοῦ μηνυθέντων ἐδείκνυον· τὰ δέ γε δοκοῦντα τούτοις ἐς νέωτα γνωρίσαι αὐτοῖς ἐπηγγέλλοντο διὰ Γεωργίου τοῦ καλουμένου Μαγγάνη, ᾧ καὶ τὴν αὐτῶν θεραπείαν ἀνέθεντο. τούτων [*]((??)) οὕτω γινομένων οὐδὲ τῆς πολιορκίας κατερρᾳθύμουν παντάπασιν, ἀλλὰ δι’ ἀκροβολισμῶν, ὡς ἐνόν, τῶν τειχῶν ἀπεπετρῶντο τῆς πόλεως. τῇ δὲ μετ’ αὐτὴν μετακαλεσάμενοι τούτους τὰ αὐτοῖς εἶπον δοκοῦντα. τὰ δὲ ἦν τιμηθῆναι τὸν Μελισσηνὸν τῷ τοῦ Καίσαρος ἀξιώματι καὶ ταινίας ἀξιωθῆναι καὶ εὐφημίας καὶ τῶν ἄλλων, ὅσα τῷ τοιούτῳ προσήκει ἀξιώματι, δοθῆναι δέ οἱ καὶ τὴν Θετταλοῦ μεγίστην πόλιν, [*](7 περιφερώμεθα 10 ἡμῶν 11 θατέρου ὑμῶν ἀναρρηθέντος om 12 Ἀσίας] ἑῴας As ἐκχωρήσετε As ἐκχωρήσητε C 14 ἐστιν 29 ταινίαις (s) 30 εὐφημίαις (s))
82
ἐν ᾗ καὶ ὁ ἐπ᾿ ὀνόματι τοῦ μεγαλομάρτυρος Δημητρίου περι καλλὴς ναὸς ᾠκοδόμηται, ὅπου καὶ τὸ μύρον ἐκ τῆς ἐκεῖνο τιμίας σοροῦ βλύζον ἀεὶ μεγίστας ἰάσεις τοῖς μετὰ πίστεο προσιοῦσι παρέχει. οἱ δὲ δυσχεραίνοντες ἐπὶ τούτοις, ἐπεὶ [*](C) ἐφ’ οἷς μὲν ἔλεγον οὐκ εἰσηκούοντο, ἑώρων δὲ πολλὴν τὴ κατὰ τῆς πόλεως τοῦ ἀποστάτου παρασκευὴν καὶ παμ πλήθη τὴν ὑπ’ αὐτὸν στρατιὰν οὖσαν καὶ τὸν καιρὸν ἤο αὐτοῖς ἀποστενούμενον, δεδιότες μὴ τῆς πόλεως ἁλούσῃ τεθαρρηκότες οἱ Κομνηνοὶ οὐδ’ ἅπερ νῦν ὑπισχνοῦνται θε λήσωσι περατῶσαι διὰ χρυσοβούλλου λόγου ταῦτα γενέσθα ἐγγράφως δι’ ἐρυθρῶν βεβαιωθέντος γραμμάτων ᾐτοῦντο κατανεύει πρὸς τοῦτο ὁ Ἀλέξιος ὁ ἀρτιφανὴς βασιλεὺς καὶ μετακαλεσάμενος εὐθὺς Γεώργιον τὸν Μαγγάνην, ὃς καὶ ὑπογραφεὺς αὐτῷ ἐχρημάτιξεν, ἀνατίθεται τούτῳ τὴν τοῦ χρυσοβούλλου γραφήν. ὁ δ’ ἐπὶ τρισὶν ἡμέραις ὑπερετίθετο [*](D) ἄλλοτε ἄλλας αἰτίας συνείρων, ποτὲ μὲν λέγων, ὡς ἄρα κατάκοπος γεγονὼς κατὰ τὴν ἡμέραν ὅλην τῆς νυκτὸς μὴ δύνασθαι γραφὴν ξυντελέσαι, ἄλλοτε δ’ ὅτι τὰ γεγραμμένα νυκτὸς σπινθὴρ ἐμπεσὼν ἀπετέφρωσε. τοιαῦτα καὶ ἄλλα τινὰ ὁ Μαγγάνης προφασιζόμενος καὶ οἷον μαγγανευόμενος ἄλλοτε ἄλλως ὑπερετίθετο. ἀπάραντες δ’ ἐκεῖθεν οἱ Κομνηνοὶ καταλαμβάνουσι ταχὺ τὰς καλουμένας Ἀρετᾶς. τόπος δὲ οὗτος ἀγχοῦ τῆς πόλεως διακείμενος, ὑπερκείμενος μὲν τῆς πεδιάδος καὶ τοῖς κάτωθεν ἱσταμένοις καὶ πρὸς τοῦτον ὁρῶσιν εἰς λοφιὰν ἀνατεινόμενος καὶ τὴν ἑτέραν μὲν πλευρὰν πρὸς θάλατταν ἀπονεύων, κατὰ δὲ τὴν ἑτέραν πρὸς τὸ Βυζάντιον, ταῖς δέ γε λοιπαῖς δυσὶ πρὸς ἄρκτον καὶ δύσιν, παντὶ ἀνέμῳ καταπνεόμενος, διειδὲς ὕδωρ καὶ πότιμον ἔχων ῥέον ἀεί, φυτῶν δὲ καὶ δένδρων παντάπασιν ἀμοιρῶν· εἶπες ἂν ὑπό τινων δρυτόμων ἐκπεφαλακρῶσθαι τὸν λόφον. [*](1 μεγάλου μάρτυρος ναὸς περικαλλ‘ὴς, 5 μὲν] μὴ (s) 6 του ἀποστάτου] τούτων Cs 7 ὑπ᾿ αὐτὸν FCs ἐπ αὐτῶν Possinus 10 γίνεσθαι 11 ἐγγράφως om 15 δὲ 21 δὲ F 22 λεγομένας 28 διειδὲς δὲ)
83
διὰ γοῦν τὸ τοῦ τόπου ἐπιτερπὲς καὶ εὔκρατον καὶ Ῥωμανὸς Διογένης ὁ αὐτοκράτωρ ῥᾳστώνης μικρᾶς χάριν οἰκήματα [*]((??). 53) λαμπρὰ καὶ ἀποχρῶντα βασιλεῦσιν ἀνήγειρεν. ἐκεῖσε τοίνυν γενόμενοι πέμποντες ἀπεπειρῶντο τοῦ τείχους οὐ δι’ ἑλεπόλεων ἢ μηχανῶν ἢ πετροβόλων τινῶν ὀργάνων, ἐπεὶ μηδ᾿ ὁ καιρὸς ἐδίδου, ἀλλὰ διὰ πελταστῶν καὶ ἑκηβόλων καὶ δορυφόρων καὶ καταφράκτων ἀνδρῶν.