Alexias

Anna Comnena

Anna Comnena. Annae Comnenae. Porphyrogenitae Alexias. Reifferscheid, August, editor. Leipzig: Teubner, 1884.

Ταῦτα μὲν οὕτως ἐτετέλεστο καὶ ἡ Κωνσταντίνου ἐνεπέπληστο τῶν τοῦ βασιλέως κατορθωμάτων. καὶ γὰρ ὡς [*](c) ἀληθῶς ὅσον μὲν ἀπὸ τῆς τύχης δυσχερέσι πράγμασιν ὡμιλήκει λήκει καὶ ἀντίξως ἔχουσι πρός τε αὐτὸν καὶ τὰ τῶν Ῥωμαίων πράγματα καὶ ὅλως δυστυχημάτων πλήθει περιερρεῖτο. ἀλλ’ ἥ γε ἀρετὴ τούτου καὶ τὸ ἐγρηγορὸς καὶ δραστήριον ἀντέβαινε τε καὶ φιλονείκως εἶχε πρὸς ἅπαν δυστύχημα. οὐδενὶ γὰρ τῶν ἀνέκαθεν βασιλέων καὶ εἰς τὴν τήμερον ὄντων πραγμάτων ἐπιπλοκὴ καὶ μοχθηρία παντοδαπῶν ἀνθρώπων καὶ οἴκοι καὶ θύραθεν προσεπέλασεν, ὡς ἐπὶ τούτου τοῦ αὐτοκράτορος εὕρομεν. εἴτε γὰρ ἔδει πονήρως διατεθῆναι [*](D) τὰ τῶν Ῥωμαίων Θεοῦ παραχωροῦντος (οὐδὲ γὰρ ἂν τῆς ἀστρῴας περιφορᾶς ἐξαπτοίμην ποτὲ τὰ ἡμέτερα) εἴτε [*](P. 352) ἀπὸ τῆς τῶν προβεβασιλευκότων ἀβουλίας εἰς τόδε καταστάσεως [*](V. 445) στάσεως τὰ τὴς Ῥωμαϊκῆς δυναστείας ἔστη, ὄχλος πραγμάτων καὶ πολυκύμαντος τάραχος ἐπὶ τῶν καιρῶν τῆς βασιλείας τοὐμοῦ πατρὸς συνελήλυθεν. ἅμα γὰρ κατὰ ταὐτὸν καὶ Σκύθης ἀπὸ βορρᾶ καὶ ἀπὸ τῆς ἑσπέρας Κελτὸς καὶ ἐξ ἀνατολῶν Ἰσμαὴλ ἐτετάρακτο χωρὶς τῶν ἀπὸ θαλάσσης κινδύνων, ἄνευ τῶν θαλασσοκρατούντων βαρβάρων, ἄνευ τῶν πειρατικῶν ἀναρίθμων νηῶν, ἃς ἡ τῶν Σαρακηνῶν ἐτεκτόνευσε μῆνις, ἃς ἡ τῶν Οὐετόνων συνεπλέξατο πλεονεξία καὶ κατὰ τῆς Ῥωμαϊκῆς βασιλείας δύσνοια. καὶ γὰρ [*](Β) ἐποφθαλμιῶσι πάντες αὐτῇ. φύσει γὰρ οὖσα δεσπότις τῶν ἄλλων ἐθνῶν ἡ βασιλεία Ῥωμαίων ἐχθρωδῶς διακείμενον ἔχει τὸ δοῦλον, καὶ ἐπειδὰν ἐπιδράξαιτο καιροῦ, φέρεται [*](21 ὄχλος πολὺς C)

252
ἄλλος ἄλλοθεν ἐκ γῆς καὶ θαλάττης ἕκαστος. ἀλλὰ τὰ μὲν πρότερον καὶ τὰ τῆς πρὸ ἡμῶν βασιλείας ἐλαφρότατα ἦν καὶ κουφότερα· ἐπὶ δὲ τοὐμοῦ πατρὸς ἅμα τε ἐπιβεβήκει τοῦ βασιλικοῦ ἅρματος καὶ εὐθὺς ἐπισυνέρρευσεν ἁπανταχόθεν ἅπαντα τὰ δεινά· καὶ ὁ Κελτὸς ἐκεκίνητο καὶ ἐδείκνυ τοῦ δόρατος τὴν ἀκμὴν καὶ ὁ Ἰσμαὴλ τόξον ἐνέτεινε καὶ τὸ Νομαδικὸν ἅπαν ἔθνος καὶ Σκυθικὸν ὅλον ἁμάξαις παμμυρίαις [*](C) ἐπέβρισεν. ἀλλ’ ἴσως τις ἐνταῦθα τοῦ λόγου γενόμενος καὶ ἐντυγχάνων τῷ συγγράμματι δεδεκασμένην εἴποι τῇ φύσει τὴν γλῶτταν. ἐγὼ δὲ οὐ μὰ τοὺς τοῦ βασιλέως ὑπὲρ τῆς τῶν Ῥωμαίων εὐδαιμονίας κινδύνους, οὐ μὰ τὰ τοῦ πατρὸς ἀθλήματα καὶ τὰς συμφοράς, ἃς ὑπὲρ τῶν Χριστιανῶν στιανῶν ἐπεπόνθει, οὐκ ἔγωγε χαριζομένη τᾠμῷ πατρὶ τὰ τοιαῦτα καὶ λέγω καὶ γράφω. ἥ γε καὶ ὅπη τὸν πατέρα σφαλλόμενον ἴδοιμι, ἄντικρυς καὶ παραβαίνω τὸν νόμον τὸν φυσικὸν καὶ τῆς ἀληθείας ἐξέχομαι φίλον μὲν καὶ τοῦτον [*](D) ἡγουμένη, φιλτέραν δὲ τὴν ἀλήθειαν ἔχουσα· ἀμφοῖν γὰρ ὄντοιν φίλοιν, ὥς πού τις ἔφη φιλόσοφος, κράτιστον προτιμᾶν τὴν ἀλήθειαν. ἀλλὰ τοῖς πράγμασιν αὐτοῖς ἐπακολουθοῦσα καὶ μήτε προστιθεμένη παρ’ ἐμαυτῇ μήτε ὑφαιροῦσα τὰ ξυμπεσόντα καὶ λέγω καὶ γράφω. καὶ ἐγγύθεν ὁ ἔλεγχος· οὐ γὰρ εἰς μυριοστὸν ἔτος ἀνάγω τὸ σύγγραμμα, [*](p.) ἀλλ’ εἰσὶν οἵτινες εἰς τὴν τήμερον περιόντες καὶ τὸν πατέρα τὸν ἐμὸν ἐγνωκότες καὶ τὰ κατ’ αὐτὸν ἀφηγούμενοι, ἀφ’ ὧν καὶ οὐκ ὀλίγα τῆς ἱστορίας ἐνταυθοῖ συνηράνιστο ἄλλων ἄλλο τι διηγουμένων καὶ μεμνημένων ὧν ἕκαστος ἔτυχε καὶ πάντων ὁμοφωνούντων. τὰ μὲν γὰρ πλείω καὶ ἡμεῖς συνῆμεν τῷ πατρὶ καὶ τῇ μητρὶ συνειπόμεθα. οὐ γὰρ ἦν τὸ ἡμέτερον τοιοῦτον οἷον οἰκουρικὸν καὶ ὑπὸ σκιὰν καὶ τρυφὴν στρεφόμενον. ἀλλ’ ἐμὲ γὰρ ἐξ αὐτῶν σπαργάνων, ὄμνυμι [*](Β V.) τὸν ἐμαυτῆς Θεὸν καὶ τὴν ἐκείνου μητέρα, πόνοι καὶ θλίψεις παρέλαβον καὶ συμφοραὶ συνεχεῖς, αἱ μὲν ἔξωθεν, αἱ δὲ [*](7 ὅλον r: ὅλαις F 23 περιόντες r: περιιόντες F 30 τρεφόμενον?)
253
οἴκοθεν. τὰ μὲν γὰρ τοῦ σώματος ὁποδαπῶς εἶχον, οὐκ ἂν εἴποιμι, λεγέτωσαν δὲ ταῦτα οἱ περὶ τὴν γυναικωνῖτιν καὶ καταλεγέτωσαν. τὰ δὲ ἔξωθεν καὶ ὅσα μοι συνεπεπτώκει οὔπω τὸν ὄγδοον ὑπερελασάσῃ χρόνον καὶ ὅσους ἐχθροὺς ἡ τῶν ἀνθρώπων μοι κακία παρεβλάστησε, τῆς Ἰσοκράτους Σειρῆνος δεῖται, τῆς Πινδαρικῆς μεγαλοφωνίας, τοῦ Πολέμωνος [*](c) ῥοίζου, τῆς Ὁμηρικῆς Καλλιόπης, τῆς Σαπφικῆς λύρας ἤ τινος ἄλλης παρὰ ταύτας δυνάμεως. οὐδὲν γάρ ἐστι τόν δεινῶν οὐ μικρόν, οὐ μεῖζον, οὐκ ἐγγύθεν, οὐ πορρωτέρω, ὃ μὴ εὐθὺς ἐπέβρισε καθ’ ἡμῶν. καὶ δῆτα καὶ ὑπερέσχε σαφῶς τὸ κλυδώνιον καὶ ἔκτοτε καὶ μέχρι τοῦ νῦν καὶ μέχρι οὗ τὸ σύγγραμμα τουτὶ γράφω ἡ τῶν συμφορῶν ἐπωρύεταί μοι θάλαττα καὶ ἄλλα ἐπ’ ἄλλοις καταλαμβάνει τὰ κύματα. ἀλλὰ γὰρ ἔλαθον εἰς τὰς ἐμαυτῆς συμφορὰς παρασυραμένη· [*](D) νῦν οὖν ἐπὶ νοῦν ἐλθοῦσα ἐπανανήξομαι καθάπερ ἀνάρρουν [*](447) ποιησαμένη καὶ πρὸς τὰς πρώτας λαβὰς ἐπανέλθοιμι. τὰ μὲν οὖν, ὡς εἶπον, παρ’ ἐμαυτῆς ἔχω, τὰ δὲ καὶ ἀπὸ τῶν ξυστρατευσαμένων τῷ αὐτοκράτορι ποικίλως περὶ τούτων μανθάνουσα καὶ διά τινων πορθμέων εἰς ἡμᾶς διαβιβαζόντων τὰ τοῖς πολέμοις ξυμβεβηκότα, μάλιστα δὲ καὶ αὐτοπροσώπως περὶ τούτων διηγουμένων πολλάκις ἤκουον τοῦ τε αὐτοκράτορος καὶ Γεωργίου τοῦ Παλαιολόγου. ἐγὼ δὲ καὶ τὰ πολλὰ τούτων συνελεξάμην καὶ κράτιστα ἐπὶ τοῦ μετὰ τὸν ἐμὸν πατέρα τρίτου τὰ τῆς βασιλείας σκῆπτρα διέποντος, ὅτε καὶ πᾶσα κολακεία καὶ ψεῦδος τῳ πάππῳ αὐτῷ συναπἐρρευσε [*](Β) πάντων τὸν ἐφιστάμενον μὲν θρόνον κολακευόντων, πρὸς δὲ τὸν ἀπερρυηκότα μηδέν τι μὲν θωπείας ἐνδεικνυμένων, γυμνὰ δὲ τὰ πράγματα διηγουμένων καὶ αὐτὰ λεγόντων ὥσπερ ἐσχήκασιν. ἐγὼ μὲν γὰρ τὰς ἐμαυτῆς συμφορὰς ἀποδυρομένη κατὰ τόδε καιροῦ τρεῖς βασιλεῖς θρηνοῦσα τὸν τὸν πατέρα καὶ αὐτοκράτορα καὶ τὴν ἐμὴν δεσπότιν καὶ μητέρα καὶ βασιλίδα καὶ τὸν ἐμόν, οἴμοι, σύζυγον Καίσαρα ἐγγωνιάζω [*](12 ἐπωρύεταί r: ἐπορύεταί F)
254
τὰ πολλὰ καὶ βιβλίοις καὶ Θεῷ προσανάκειμαι. καὶ οὐδὲ τοῖς ἀφανεστέροις ἐξέσται τῶν ἀνθρώπων παρ’ ἡμᾶς φοιτᾶν, μὴ ὅτι γε δι’ ὧν μανθάνειν εἴχομεν, ἅπερ παρ’ ἄλλων [*](C V. 35) διακηκοότες ἐτύγχανον, καὶ τοῖς τοῦ πατρὸς οἰκειοτάτοις. εἰς τριακοστὸν γὰρ τοῦτο ἔτος, μὰ τὰς τῶν μακαριωτάτων αὐτοκρατόρων ψυχάς, οὐκ ἐθεασάμην, οὐκ εἶδον, οὐχ ὡμιλήκειν ἀνθρώπῳ πατρῴῳ, τοῦτο μὲν τῶν πολλῶν ἀπερρυηκότων, τοῦτο δὲ τῶν πολλῶν ἀπειργομένων τῷ φόβῳ. καὶ τούτοις γὰρ ἡμᾶς κατεδίκασαν οἱ κρατοῦντες τοῖς ἀτοπήμασι μηδὲ θεατοὺς εἶναι ἀλλ’ ἐστυγημένους τοῖς πλείοσιν. ἃ δὲ συνειλόχειν τῆς ἱστορίας, ἵστω Θεός, ἴστω ἡ ὑπερκόσμιος [*](D) μήτηρ αὐτοῦ καὶ ἐμὴ δεσπότις, ἀπό τινων συνελεξάμην ξυγγραμμάτων ἀχρείων καὶ ἀσπούδων παντάπασι καὶ γερόν- [*](Ρ. 4) των ἀνθρώπων στρατευσαμένων κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃν οὑμὸς πατὴρ τῶν σκήπτρων Ῥωμαίων ἐπείληπτο, χρησαμένων δὲ συμφοραῖς καὶ μετασχηματισθέντων ἀπὸ τῆς κοσμικῆς τύρβης εἰς τὴν τῶν μοναχῶν γαληνιαίαν κατάστασιν. τὰ γὰρ εἰς χεῖρας ἐμὰς ἐμπεσόντα συγγράμματα ἁπλᾶ μὲν ἦσαν τὴν φράσιν καὶ ἀπερίεργα καὶ τῆς ἀληθείας ἐχόμενα καὶ οὐδέν τι κομψὸν ἐπιδεδειγμένα οὐδὲ ῥητορικὸν ὄγκον ἐπισυρόμενα. τὰ δὲ παρὰ τῶν γεραιτέρων ἐκδιηγούμενα τῆς αὐτῆς ἦσαν καὶ λέξεως καὶ διανοίας τῶν συγγραμμάτων [*](Β) ἐχόμενα· καὶ ἐτεκμηράμην ἐξ αὐτῶν τὴν τῆς ἱστορίας ἀλήθειαν συμβάλλουσα καὶ παρεξετάζουσα τὰ παρ’ ἐμαυτῆς ἱστορούμενα πρὸς τὰ παρ’ ἐκείνων λεγόμενα καὶ τὰ παρ’ ἐκείνων πρὸς τὰ παρ’ ἐμαυτῆς, ἅπερ αὐτὴ ἐξ αὐτοῦ τε τοὐμοῦ πατρὸς καὶ τῶν πρὸς πατρὸς καὶ μητρὸς ἐμοὶ θείων ἠκηκόειν πολλάκις. ἀφ’ ὧν ἁπάντων τὸ τῆς ἀληθείας ἅπαν σῶμα συνεξυφαίνεται. ἀλλ’ ὅπερ ἄνωθεν εἶπον περὶ τῆς τοῦ Καμύτζη τῶν βαρβάρων ἀποφυγῆς καὶ τῆς παρ’ ἐκείνου πρὸς τοὺς πολίτας δημηγορίας, ὁ λόγος ἐχέσθω. ὁ μὲν γὰρ διηγήσατο [*](C) τὰ συμπεπτωκότα, καθάπερ εἴπομεν, καὶ ὅσα ὁ βασιλεὺς [*](8 φόβῳ διὰ τὴν τῶν πραγμάτων παλίρροιαν C)
255
κατὰ τῶν Ἰσμαηλιτῶν ἐτεχνάσατο· οἱ δὲ τῆς Κωνσταντίνου οἰκήτορες μία φωνὴ καὶ χεῖλος ‘ὲν γεγονότες ἀνευφήμουν, ὕμνουν τὸν αὐτοκράτορα, ἐξεθείαζον, ἐμακάριζον τῆς ατρατηγίας, οὐκ οὐκ ὅπως τὴν ἐπ᾿ αὐτῷ ἡδονὴν κατασχεῖν. ἀλλὰ τὸν μὲν Καμύτξην σὺν εὐθυμία παραπέμψαντες οἴκαδε μεθ’ ἡμέρας τινὰς δέχονται καὶ τὸν αὐτοκράτορα νικητὴν τροπαιοῦχον, ἀνίκητον στρατηγόν, ἀήττητον βασιλέα, σεβαστόν αὐτοκράτορα. [*](D) κράτορα. καὶ οἱ μὲν οὕτως· ὁ δὲ εἰσεληλυθὼς τὰ βασίλεια [*](P. 355) καὶ σῶστρα θύσας Θεῷ καὶ τῇ Θεομήτορι τῶν συνήθων [*](V. 449) εἴχετο τρόπων. τοὺς γὰρ ἔξωθεν πολέμους καταστησάμενος καὶ τὰς τῶν τυράννων στάσεις ἀποκρουσάμενος εἰς δικαστήρια καὶ νόμους ἀπέβλεπεν. ἦν γὰρ παρ’ ἑκάτερον καιρὸν καὶ εἰρήνης καὶ μάχης ἄριστος οἰκονόμος. ἔκρινε γὰρ ὀρφανὸν καὶ ἐδικαίου χήραν καὶ κατὰ πάσης ἀδικίας δριμύτατον ἔβλεπεν ὀλίγα τὸ σῶμα διαναπαύων ἐν κυνηγεσίοις τε καὶ ἀνέσεσι. καὶ γὰρ μετὰ τῶν ἄλλων ἐφιλοσόφει καὶ τοῦτο, χαλιναγωγεῖν τὸ σῶμα καὶ εὐαγωγότερον ἑαυτῷ καθιστᾶν. ἐξεδίδου μὲν γὰρ αὐτὸ τοῖς πόνοις ὡς ἐπὶ τὸ πλεῖστον, πάλιν δὲ ἐπανεκαλεῖτο [*](Β) τῶν πόνων· καὶ ἡ ἄνεσις τούτῳ δεύτερος πόνος, βιβλίων ἀνάγνωσις καὶ ἐξέτασις καὶ ἡ τοῦ “ἑρευνᾶτε τὰς γραφὰς” παραγγέλματος ἐπιμέλεια. τὰ δ’ αὖ κυνηγέσια καὶ ἡ ἀπὸ τοῦ σφαιρίζειν παιδιὰ δευτέρου λόγου καὶ τρίτου προσῆν τᾠμῷ πατρί, ἕως ἔτι νεώτερος ἦν καὶ οὔπω τὸ θηρίον, ἡ τῶν ποδῶν διάθεσις, αὐτῷ ἐπισυνεπλάκη καθάπερ ὄφις τις σκολιὸς καὶ αὐτὸ δὴ τοῦτο τὸ τῆς κατάρας δάκνων αὐτοῦ τὴν πτέρναν. ἐξ ὅτου δὲ τὰ τοῦ νοσήματος ὑπήρρξατο καὶ εἰς ἀκμὴν ἧκε, τότε δὴ καὶ γυμνασίοις ἑαυτὸν ἐπεδίδου καὶ τοῖς ἱππάσμασι καὶ ταῖς ἄλλαις παιδιαῖς παράγγελμα τοῦτο [*](C) λαβὼν ἐξ ἰατρικῆς ἐπιστήμης, ἵνα ταῖς συνεχέσιν ἱππασίαις διαφοροῖτό τι τῆς καταρρεούσης ὕλης καὶ τοῦ ἐπιβρίθοντος βάρους κουφίζοιτο. τοῦτο γὰρ τὸ πάθος ὁ ἐμὸς πατήρ, καθάπερ εἰρήκειν ἄνωθεν, οὐκ ἐξ ἑτέρας αἰτίας ἔξωθεν, ἀλλ’ ἀπὸ τῶν πόνων καὶ τῶν καμάτων ὑπὲρ τῆς Ῥωμαίων δόξης ἐσπάσατο.

256

Οὔπω ἐνιαυτὸς εἷς παρεληλύθει καὶ λογοποιουμένην ἀκηκοὼς οὖθις [περὶ] τῶν Κομάνων διὰ τοῦ Ἴστρου διαπεραίωσιν ὀγδόης ἤδη ἐπινεμήσεως ἐφισταμένης ἀρχομένου φθινοπώρου κατὰ μῆνα Νοέμβριον ἔξεισι τῆς βασιλίδος τῶν πόλεων καὶ τὰς δυνάμεις ἁκάσας μεταπεμψάμενος κατατίθησι τούτους εἴς τε Φιλιππούπολιν καὶ εἰς τὸν λεγόμενον [*](D) Πετριτζὸν καὶ Τριάδιτζαν καὶ εἰς τὸ θέμα τοῦ Νίσου μέχρι καὶ τῆς παρίστρας Βουρανιτζόβης ἐπισκήψας πολλήν τε περὶ τοὺς ἵππους αὐτῶν ἐνδείκνυσθαι ἐπιμέλειαν, ὥστε πίονας [*](Ρ.4) γεγονότας ἐν καιρῷ μάχης δύνασθαι φέρειν τοὺς ἐπιβάτας, αὐτὸς δὲ κατὰ τὴν Φιλιππούπολιν ἐνδιατρίβει. πόλις δὲ αὕτη περὶ τὴν τῆς Θρᾴκης μεσόγειαν. Εὖρος τῇ πόλει παραρρεῖ πρὸς βορρᾶν ἄνεμον πνέοντα· ῥεῖ μὲν γὰρ οὗτος ἀπὸ τῶν περάτων αὐτῶν τῆς Ῥοδόπης καὶ πολλὰς ποιούμενος ἕλικας καὶ καμπὰς παραμείβει τε τὴν Ἀδριανοῦ πολλῶν καὶ ἄλλων ἐς ταὐτὸ ποταμῶν συνεμβεβληκότων καὶ περὶ τὴν Αἶνον πόλιν ἐκδίδωσιν εἰς τὴν θάλασσαν. Φίλιππον δὲ ὅταν εἴπω, οὐ τὸν Μακεδόνα λέγω, τὸν τοῦ Ἀμύντου, νεωτέρα γὰρ ἡ πόλις τοῦ Φιλίππου τούτου, ἀλλὰ τὸν Ῥωμαῖον Β Φίλιππον, ὃς ὑπερωμίας γέγονεν ἀνὴρ καὶ τὴν ἰσχὺν καὶ [*](V.) τὸ σῶμα ἀνυπόστατος. πολίχνιον δὲ ἦν τὰ πρῶτα καὶ πρὸ Φιλίππου Κρηνίδες ὀνομαζόμενον, παρ᾿ ἐνίων δὲ Τριμοῦς. ἀλλ᾿ ὅ τε μέγιστος ἐκεῖνος Φίλιππος εἰς μέγεθος τὴν πόλιν ἐξάρας καὶ περικυκλώσας ταύτην τείχεσι περιβόητον τῶν ἐν Θρᾴκῃ πεποίηκε πόλεων ἱππικά τε καταστησάμενος ἐν αὐτῇ μέγιστα καὶ ἄλλα τινὰ κατασκευάσματα θαύματος ἄξια, ὧν ἴχνη κατέλαβον καὶ αὐτὴ μετὰ τοῦ αὐτοκράτορος ἐπιδεδημηκυῖα τὴν πόλιν κατὰ χρείαν νινά. ἡ δὲ πόλις τρίλοφός ἐστιν ἑκάστου λόγου περιζωννυμένου τείχει μεγάλῳ καὶ [*](C) ὑψηλῷ· ὅπου δὲ πρὸς πεδιάδας ὑποκύπτει καὶ ὁμαλότητας, τάφρος αὐτὴν περιθέει παρ᾿ Εὔρῳ κειμένη. καὶ ἦν, ὡς [*](2 περὶ seclusi 5 ἁπάσας] hoc verbum ultimum est in F 7 περιτζὸν C cf. II 41, 27 8 Βρανιζόβης Ducangius 11 ἐνδιατρίβει r: ἐνδιατρίβων C 25 αὐτῇ r: αὐτῷ C 29 ἑκάστου r: ἐκείνου C)

257
ἔοικε, ποτὲ πόλις ἡ πόλις αὕτη μεγάλη τε καὶ καλή. ἀφ’ οὗ δὲ Ταῦροι καὶ Σκύθαι τὴν πόλιν ἐν τοῖς ἀνέκαθεν χρόνοις ἠνδραποδίσαντο, εἰς τόδε τοῦ σχήματος ἡ πόλις κατέστη, ἐν ᾧ ἡμεῖς κατειληφότες αὐτὴν ἐπὶ τῶν τοῦ ἐμοῦ πατρὸς σκήπτρων τὴν πόλιν μεγαλόπολιν ὡς ὄντως ἐτεκμηράμεθα. ἐδυστύχει δὲ μετὰ τῶν ἄλλων καὶ ἀσεβῶν ἐπιδημίᾳ πολλῶν. Ἀρμένιοι τε γὰρ διενείμαντο τὴν πόλιν ταύτην καὶ οἱ λεγόμενοι [*](D) Βογόμιλοι, περὶ ὧν ὕστερον καὶ αὐτῶν καὶ τῆς τούτων αἱρέσεως ἐροῦμεν κατὰ καιρόν, καὶ δὴ καὶ οἱ δυσθεώτατοι Παυλικιανοί, τῆς Μανιχαϊκῆς ἀποσπάδαι τυγχάνοντες, ἐκ Παύλου καὶ Ἰωάννου, ὡς καὶ τοὔνομα λέγει, γεγενημένοι, οἳ τῆς ἀσεβείας τοῦ Μανέντος ἐπισπασάμενοι ἄκρατον τοῖς ἀπ’ ἐκείνων μεταδεδώκασιν. ἠβουλόμην οὐν τὸ δόγμα τῶν Μανιχαίων ἐπιδραμεῖν καὶ συνεσπειραμένως ἀναπτύξαι, [*](P. 451) προσέτι σπουδάσαι τε] τὴν ἀνατροπὴν τῶν ἀθεωτάτων δογμάτων τούτων. ἀλλ’ ἅμα μὲν εἰδυῖα, ὅτι πᾶσίν ἐστι καταγέλαστος ἡ τῶν Μανιχαίων αἵρεσις, ἅμα δὲ καὶ πρὸς τὴν ἱστορίαν ἐπισπεύδουσα παρίημι τοὺς κατὰ τούτων ἐλέγχους. καὶ ἄλλως δὲ οὐ τοὺς τῆς ἡμετέρας αὐλῆς μόνον, ἀλλὰ καὶ αὐτὸν οἶδα τὸν καθ’ ἡμῶν λελυττηκότα Πορφύριον ἐν πλείοσι κεφαλαίοις εἰς ἀτοπίαν πολλὴν συνωθήσαντα τὸ τῶν Μανιχαίων φλύαρον δόγμα ἐπιστημονικώτατα περὶ τῶν δύο ἀρχῶν ἐπισκεψάμενον, εἰ καὶ ἡ μοναρχία τούτου εἰς [*](Β) τὴν Πλατωνικὴν ἑνάδα ἢ καὶ τὸ ‘ὲν τοὺς ἀναγινώσκοντας ἀναγκάζει συνάγειν. ἡμεῖς γὰρ μοναρχίαν τιμῶμεν, οὐχ ἡ ‘ὲν πρόσωπον περιγράφει. οὐδὲ τὸ ‘ὲν τὸ τοῦ Πλάτωνος προσηκάμεθα· τουτοῒ τὸ παρ’ Ἕλλησιν ἄρρητον καὶ παρὰ Χαλδαίοις ἀπόρρητον· ἐξαρτῶσι γὰρ αὐτοῦ πολλὰς καὶ ἄλλας ἀρχὰς ἐγκοσμίους τε καὶ ὑπερκοσμίους. ἀλλὰ τούτους δὴ τοὺς ἀπὸ Μανέντος καὶ Παύλου καὶ Ἰωάννου, τῶν τῆς [*](12 οἳ τὸ? 15 προσέπι C τε seclusi 19 τοὺς r: τὸν C 23 τούτου r: τούτω C 25 οὐχ ἣ r: οὐχὶ C (sed ὶ in ras m 2) 27 παρὰ r: περὶ C 29 ἐγκοσμίους r: ἐγκοσμίως C ὑπερκοσμίους r: ὑπερκοσμίως C)
258
Καλλινίκης, ἀγριωτέρους ὄντας τὰς γνώμας καὶ ὠμοὺς καὶ μέχρις αἵματος διακινδυνεύοντας ὁ ἐν βασιλεῦσιν ἐκεῖνος [*](V. 35) θαυμάσιος Ἰωάννης ὁ Τξιμισκῆς πολέμῳ νικήσας έηαβδρα- [*](C) ποδισάμενος ἐκ τῆς Ἀσίας ἐκεῖθεν ἀπὸ τῶν Καλύβων καὶ τῶν Ἀρμενιακῶν τόπων εἰς τὴν Θρᾴκην μετήνεγκε καὶ τὰ περὶ τὴν Φιλιππούπολιν αὐλίζεσθαι κατηνάγκασεν, ἅμα μὲν τῶν ἐρυμνοτάτων πόλεων καὶ φρουίων, ἃ κατεῖχον τυραν νιῶντες, ἀπαγαγών, ἅμα δὲ καὶ φύλακας ἐπιστήσας ἀσφα λεστάτους τῶν Σκυθικῶν ἐκείνων διεκδρομῶν, ἃς ὑποσύχνως ὑπὸ βαρβάρων τἀπὶ Θρᾴκης ἐπεπόνθει χωρία· ὑπερβαίνον- τες γὰς τὰ τέμπη τοῦ Αἵμου τὰς ὑπὸ τοῦτον πεδιάδας κατέτρεχον. ὁ δ᾿ Αἷμος οὗτος ὄρος ἐστὶ μακρότατον κατὰ γραμμὴν παράλληλον τῇ Ῥοδόπῃ κείμενον. ἄρχεται μὲν ἀπὸ [*](D) τοῦ Εὐξείνου Πόντου τὸ ὄρος καὶ μικρὸν παραμείβων τοὺς καταρράκτας μέχρις αὐτῶν Ἰλλυρικῶν διήκει· οἶμαι δ᾿ , ὅτι Καὶ διακοπτόμενον τῷ Ἀδριαντικῷ πελάγει πάλιν εἰς ἀντι- [*](P. 4) πέραν ἤπειρον ἀναλαμβάνει καὶ μέχρις αὐτῶν Ἑρκυνίων δρυμῶν ἀποτελευτᾷ. ἑκατέρωθεν δὲ τῶν καταρρύτων αὐτοῦ πολλὰ καὶ πλουσιώτατα ἔθνη νέμεται Δακῶν μὲν ὄντων βορειοτέρων καὶ τῶν Θρᾳκῶν, νοτιωτέρων δὲ Θρᾳκῶν τε Αὐτῶν καὶ Μακεδόνων. τοῦτον τὸν Αἷμον διαπερῶντες οἱ νομμάδες Σκύθαι κατὰ τοὺς ἀνέκαθεν χρόνους, πρὶν ἢ τοῦ Ἀλεξίου τὸ δόρυ καὶ οἱ πολλοὶ ἀγῶνες εἰς πανωλεθρίαν Κατήνεγκαν, πανστρατιᾷ τὴν Ῥωμαίων ἡγεμονίαν ἐκάκουν [*](Β) καὶ μάλιστα τὰς ἐγγυτέρους πόλεις, ὧν προὐκάθητο ἡ πάλαι πολυθρύλλητος Φιλιππούπολις. ὁ δὲ Τζιμισκῆς Ἰωάννης τοὺς ἐκ τῆς Μανιχαϊκῆς αἱρέσεως ἀντιμάχους ἡμῖν ποιησάμένος συμμάχους κατά γε τὰ ὅπλα ἀξιομάχους δυνάμεις τοῖς νομάσι τούτοις Σκύθαις ἀντἐστηε· καὶ τὸ ἐντεῦθεν ἀπὸ τῶν [*](7 πόλεων r: πυλῶν C (ν e corr m 2) 8 ἀπαγαγών r: ἀπαγαγεῖν C (sed εῖ in ras m 2) 12 μακρόπατον C 16 ἀνδριαντικῶ C 18 ἑκατέρρωθεν C καταρρύτων r: καταρρύων C αὐτοῦ r: ταὐτοῦ C 19 θακῶν C 20 νοτιώτερον C 22 σκῦθοι C 25 ἐγγυτέρους noli temptare)
259
πλειόνων καταδρομῶν ἀνέπνευσέ τὰ τῶν πόλεων. οἱ μέντοι Μανιχαῖοι φύσει ὄντες ἐλεύθεροι καὶ ἀνυπότακτοι τὸ εἰωθὸς ἐποίουν καὶ εἰς τὴν φύσιν ἀνέκαμπτον. πᾶσα γὰρ ἡ [*](C) Φιλιππούπολις πλὴν ὀλίγων ὄντες Μανιχαῖοι τῶν τε αὐτόθι Χριστιανῶν ἐτυράννουν καὶ τὰ τούτων διήρπαζον μικρὰ φροντίζοντες ἢ οὐδὲν τῶν ἀποστελλομένων παρὰ βασιλέως. ηὔξανον τοίνυν καὶ τὰ κύκλῳ Φιλιππουπόλεως πάντα ἦσαν αἱρετικοί. συνεισέβαλε δὲ καὶ τούτοις ἕτερος ποταμὸς ὁ τῶν Ἀρμενίων ἁλμυρὸς καὶ ἄλλος ἀπὸ τῶν θολερωτάτων πηγῶν Ἰακώβου. καὶ ἦν, ὡς οὕτω γε φάναι, κακῶν ἁπάντων μισγάγκεια · καὶ τὰ μὲν δόγματα διεφώνουν, συνεφώνουν δὲ ταῖς ἀποστασίαις οἱ ἄλλοι τοῖς Μανιχαίοις. ἀλλ’ ὅ γε πατὴρ [*](P. 358) ἐμὸς καὶ αὐτοκράτωρ καὶ πρὸς τούτους τὴν στρατιωτικὴν [*](D) αὐτοῦ πολυπειρίαν ἀντιτάξας τοὺς μὲν ἀμαχὶ συνειλήφει, τοὺς δὲ καὶ μετὰ μάχης ἠνδραποδίσατο. οἷον δ’ αὖ τόδ’ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ πρᾶγμα ὄντως καὶ ἀποστολικώτατον. [*](V. 453) τί γὰρ ἄν τις τοῦτον οὐκ ἐπαινέσειε; πότερον ὅτι περὶ τὰς στρατηγίας ἀμελῶς εἶχε ; καὶ μὴν ἀνατολὴν καὶ δύσιν ἐπλήρωσε τῶν στρατηγημάτων. ἀλλ’ ὅτι τοὺς λόγους παρὰ φαῦλον ἐτίθει; καὶ μήν, ὡς οὐδεὶς ἄλλος, περὶ τὴν θείαν γραφὴν ἐσπουδάκει, ὡς καὶ τὴν γλῶτταν διαθῆξαι πρὸς τὰς τῶν αἱρετικῶν συμπλοκάς. καὶ μόνος οὗτος ὅπλα καὶ λόγους ἀνέμιξε καὶ τοῖς μὲν ὅπλοις τοὺς βαρβάρους ἐνίκα, τοῖς δὲ λόγοις ἐχειροῦτο τοὺς ἀντιθέους, ὥσπερ δὴ τότε καὶ κατὰ Μανιχαίων ἐξώπλιστο ἀποστολικὴν ἀντὶ στρατηγικῆς [*](Β) ἀναδεξάμενος ἀγωνίαν. καὶ ἔγωγε τοῦτον τρισκαιδέκατον ἂν ἀπόστολον ὀνομάσαιμι. καίτοι τινὲς Κωνσταντίνῳ τῷ μεγάλῳ τοῦτο τὸ κλέος προσάπτουσιν · ἐμοὶ δὲ δοκεῖ ἢ σὺν τῷ Κωνσταντίνῳ τῷ αὐτοκράτορι τετάχθαι τοῦτον, ἢ εἰ τις φιλονεικείη , ἔστω μετά γε Κωνσταντῖνον ἀπόστολος ἅμα καὶ βασιλεὺς ὁ Ἀλέξιος. ὡς γὰρ ἔφθημεν [*](7 ηὔξανον r: ηὔξανε C ε in ras m 2) 11 μισγάγγεια 15 Od. 4, 271.242 δ’ αὖ τόδ’ r: δ’ αὺτὸ δ’ C 20 παρὰ r: περὶ C 24 δὴ r: δὲ C 31 ἔφθημεν r: ἔφημεν C με in ras m 2))
260
ἄνωθεν εἰρηκότες , κατὰ τὴν Φιλίππου γενόμενος διὰ τὰς εἰρημένας αἰτίας τῶν Κομάνων μήπω καταλαβόντων ὁδοῦ πάρεργον μεῖζον τοῦ ἔργου ἐποιεῖτο τοὺς Μανιχαίους τῆς ἁλμυρᾶς μετάγων θρησκείας καὶ τοῦ γλυκέος ἐμφορῶν δόγματος. [*](C) ἀπὸ πρωΐας οὖν μέχρι δείλης ἑῴας] ἢ καὶ ἑσπέρας, ἔστιν οὑ καὶ δευτέρας ἢ καὶ τρίτης φυλακῆς τῆς νυκτὸς μεταπεμπόμενος τούτους τὴν ὀρθότομον ἐδίδασκε πίστιν ἐξελέγχων τὸ διεστραμμένον τῆς αὐτῶν αἱρέσεως. συμπαρῆσαν δὲ τούτῳ Εὐστράτιος ὁ τῆς Νικαίας πρόεδρος, ἀνὴρ τά τε θεῖα σοφὸς καὶ τὰ θύραθεν, αὐχῶν ἐπὶ ταῖς διαλέξεσι μᾶλλον ἢ οἱ περὶ τὴν στοὰν καὶ ἀκαδημίαν ἐνδιατρίβοντες, καὶ αὐτὸς δὴ ὁ τῆς Φιλιππουπόλεως τῷ ἀρχιερατικῷ [*](D) ἐγκαθιδρυμένος θρόνῳ. ἐπὶ πᾶσι δὲ καὶ πρὸ πάντων τὸν ἐμὸν Καίσαρα Νικηφόρον ὁ αὐτοκράτωρ συναιρόμενον εἶχε στομώσας τοῦτον τῇ τῶν θείων βιβλίων μελέτῃ. πολλοὶ [*](P. 4) μὲν οὖν τηνικαῦτα τῶν Μανιχαίων μηδὲ διστάζοντες ὅλως προσῄεσαν τοῖς ἱερεῦσιν ἐξομολογούμενοι τὰς σφῶν ἁμαρτίας καὶ τοῦ θείου φωτίσματος ἐπιτυγχάνοντες· πολλοὺς δὲ ἦν ἰδεῖν τηνικαῦτα ὑπὲρ τοὺς Μακαβαίους ἐκείνους τῆς ἰδίας ἀντεχομένους θρησκείας χρήσεις τε καὶ μαρτυρίας τῶν θείων προφέροντας γραφῶν ἐντεῦθεν ἰσχυροποιεῖν οἰομένους τὸ σφῶν αὐτῶν κατάπτυστον δόγμα. ἀλλὰ τῇ συνεχεῖ τοῦ αὐτοκράτορος ὁμιλίᾳ καὶ ταῖς συχναῖς παραινέσεσι καὶ τούτων [*](V.) οἱ πλείους πειθόμενοι τοῦ θείου μετέσχον βαπτίσματος. [*](B) καὶ γὰρ ἐξ ἀνατολῶν ἡλιακῶν ἀκτίνων ἐς βαθυτάτην νύκτα πολλάκις τὰ τῆς διαλέξεως παρετείνετο, καὶ τῆς τοιαύτης ὁμιλίας μὴ ἀφιστάμενος ἄσιτος τὰ πολλὰ διετέλει καὶ ταῦτα ἐν καιρῷ θέρους ἐν ὑπαίθρῳ σκηνῇ διακαρτερῶν.

Ἐν ὅσῳ δὲ ταῦτα ἐτελεῖτο καὶ ἡ λογικὴ ἐκείνη μετὰ τῶν Μανιχαίων συνεκροτεῖτο ἅμιλλα, φθάσας τις ἀπὸ τοῦ Ἴστρου τὴν τῶν Κομάνων ἀπήγγελλε διαπεραίωσιν. ὁ δὲ βασιλεὺς μὴ μελλήσας ὅλως πρὸς τὸν Δάνουβιν ἤλαυνε τοῖς [*](5 ἑῴας seclusi 9 ὁ Leo Allatius: ὅ τε C 21 οἰόμενος C 23 καὶ r: κἂν C 32 μελήσας C)

261
[*](C) περιτυχοῦσι στρατιώταις συγχρησάμενος. καὶ τὴν Βιδύνην καταλαβὼν καὶ τοὺς βαρβάρους μὴ εὑρηκώς προέφθασαν γὰρ τὴν τοῦ αὐτοκράτορος ἔλευσιν μεμαθηκότες εἰς τοὐπίσω διαπερᾶσαι) παραχρῆμα στρατιώτας γενναίους ἀποδιελόμενος τὴν τῶν βαρβάρων ἐπιδίωξιν ἐπέτρεψεν. οἱ δὲ κατόπιν τούτων παραχρῆμα ἤλαυνον τὸν Ἴστρον διαπεράσαντες. καὶ ἐπὶ τρισὶ διώκοντες νυχθημέροις , ἐπεὶ τοὺς Κομάνους ἐθεάσαντο δι’ ὧν ἐπεφέροντο σχεδιῶν τὸν ἐκεῖσε τοῦ ΔανούΒεως ῥέοντα ποταμὸν διαπεράσαντες, ἄπρακτοι πρὸς τὸν [*](D) αὐτοκράτορα ἐπανέστρεψαν. ὁ δὲ βασιλεὺς ἠνιάθη μέν, ὅτι μὴ κατελήφθησαν παρὰ τῶν στρατευμάτων οἱ βάρβαροι, ὅμως μέντοι καὶ τοῦτο μέρος νίκης ἡγήσατο, ὅτι ἐξ ἀκοῆς καὶ μόνης τοὺς βαρβάρους ἀπῶσε καὶ ὅτι πολλοὺς τῶν ἀπὸ τῆς ΜανιχαΪκῆς αἱρέσεως εἰς τὴν ἡμετέραν μετήνεγκε πίστιν διπλοῦν στησάμενος τρόπαιον καὶ κατὰ βαρβάρων ἀπὸ τῶν ὅπλων καὶ κατὰ τῶν αἱρετικῶν ἀπὸ τῶν εὐσεβεστάτων λόγων. [*](P. 455) ὑποστρέψας τοίνυν καὶ αὖθις εἰς Φιλιππούπολιν καὶ μικρὸν διαναπαύσας ἑαυτὸν πάλιν ἀγώνων ἔχετο. τὸν γάρ τοι Κουλέοντα καὶ τὸν Κούσινον καὶ τὸν ἐπὶ τούτοις Φῶλον, ἄνδρας προστάτας τῆς ΜανιχαΪκῆς αἱρέσεως καὶ τὰ μὲν ἄλλα κατὰ τοὺς ἄλλους Μανιχαίους, δεινοὺς δὲ ἐνστῆναι τῇ ἑαυτῶν κακοδοξίᾳ καὶ πρὸς τὸ πεισθῆναι λόγοις ἀδαμανρτίνους, σπαράξαι δὲ τὸ θεῖον λόγιον καὶ κακοσχόλως αὐτὸ ἐκλαβεῖν εἰς ὑπερβολὴν εὐμηχάνους, τούτους μεταπεμπόμενος καθ’ ἡμέραν ἑκάστην πρὸς αὐτοὺς τὸν λογικὸν συνεκρότει [*](Β) πόλεμον. καὶ ἦν ἰδεῖν ἀγῶνα διπλοῦν , τοῦ μὲν βασιλέως, ὅπως σωθεῖεν, καὶ σφόδρα ὑπεραγωνιζομένου, τῶν δ’, ὅπως νικήσειαν τὴν λεγομένην Καδμείαν, διαφιλονεικούντων. ἑστᾶσι μὲν γὰρ καὶ οἱ τρεῖς θήξαντες ἀλλήλους καθάπερ συῶν ὀδόντες καὶ τοὺς λόγους τοῦ αὐτοκράτορος ἐν νῷ ἔχοντες [*](V. 360) διατέμνειν καὶ εἰ τις τὸν Κούσινον ἐξέφευγεν ἔνστασις, ταύτης ὁ Κουλέων ἀντελαμβάνετο καὶ ἀμηχανοῦντος Κουτὸ [*](23 addidi αὐτὸ r: αὐτῶ C 27 ὑπεραγωνιζομένου μένου r: ὑπεραγωνιζόμενον C 30 νῷ] ὠ C)
262
λέοντος ὁ Φῶλος αὖθις ἀντεξανίστατο ἢ καὶ πρὸς τὰς προτάσεις καὶ ὑποφοράς ἄλλος ἐπ’ ἄλλῳ ἠγείρετο καθάπερ μέγιστα κύματα ἐπὶ μεγάλοις καταλαμβάνοντα κύμασιν. [*](C) ὁ δὲ αὐτοκράτωρ τὰς πάσας τούτων διαλύων ὡς ἱστὸν ἀράχνης ἐνστάσεις ἐπέρραπτε μὲν εὐθὺς τῶν ἀκαθάρτων τὰ στόματα· ὡς δὲ πέπεικεν οὐδαμῶς, τέλος ἀπειρηκὼς πρὸς τὴν τῶν ἀνδρῶν τούτων ἠλιθιότητα προπέμπει τούτους εἰς τὴν βασιλίδα πόλιν ἑστίαν ἀποκληρωσάμενος αὐτοῖς τὰς περὶ τὸ μέγα παλάτιον περιδρόμους στοάς. οὐ μὴν ἄθηρος παντάπασιν ἠν, εἰ καὶ τούτους τοὺς ἀρχηγοὺς λόγοις τῷ τέως οὐκ ἐθήρασεν, ἀλλ’ ἡμέρας ἑκάστης προσῆγε Θεῷ [*](D) ὅπου μὲν ἑκατόν, ὅπου δὲ καὶ πλείους τῶν ἑκατόν, ὡς συμποσοῦσθαι τούς τε προτεθηραμένους καὶ τοὺς νῦν ὑπὸ τῆς τούτου γλώττης ἑαλωκότας εἰς μυρίας καὶ χιλιάδας ἀνδρῶν [*](P. 45) πολυαριθμήτων. καὶ τί γὰρ δεῖ λέγειν καὶ διατρίβειν περὶ ὧν ἡ σύμπασα οἰκουμένη ἐπίσταται καὶ μάρτυρές εἰσι καὶ ἀνατολὴ καὶ δύσις; πόλεις γὰρ ὅλας καὶ χώρας ταῖς παντοδαπαῖς αἱρέσεσι κεκρατημένας πολυτρόπως εἰς τὴν ἡμετέραν ὀρθόδοξον μετήνεγκε πίστιν. τοὺς μὲν τὰ πρῶτα φέροντας μεγάλων ἠξίου δωρεῶν καὶ τῶν στρατιωτῶν τοῖς λογάσι κατέλεγε · τοὺς δὲ χυδαιοτέρους συναθροίσας ἅπαντας καὶ ὅσοι σκαπανεῖς ἦσαν καὶ περὶ ἄροτρα καὶ βόας ἠσχόληντο, πάντας συναγαγὼν ἅμα καὶ τέκνοις καὶ γυναιξὶν καὶ πόλιν [*](Β) τούτοις δειμάμενος ἀγχοῦ που Φιλιππουπόλεως καὶ πέραν Εὔρου τοῦ ποταμοῦ ἐκεῖσε τούτους μετῴκισεν Ἀλεξιούποιν τὴν πόλιν κατονομάσας ἢ καὶ Νεόκαστρον, ὃ καὶ μᾶλλον ἐπεκράτησεν, ἀποδασάμενος καὶ τούτοις κἀκείνοις ἀρούρας τε καὶ οἰνόπεδα καὶ οἰκίας καὶ κτῆσιν ἀκίνητον. οὐ μὴν ἀφῆκεν αὐτοῖς ἀνίσχυρα τὰ τῶν δόσεων οὐδ’ ὥσπερ Ἀδώἄλλος [*](2 r: ἄλλο σὺν C 10 ἀρχηγοὺς r: ἀρχαίονς C λόγοις r: λόγους C 17 πόλλεις C 20 δωρεῶν r: δορεῶν (m ead superscripsit προνοιῶν) C τοῖς r: ταῖς C 22 σκαπανεῖς τ: ὅσοις καπανοῖς C 25 μετῴκησεν C 27 ἀποδασάμενος r: ἀποδνσάμενος C)
263
νιδος κήπους σήμερον ἀνθοῦντας καὶ αὔριον καταρρέοντας, ἀλλὰ καὶ χρυσοβούλλοις λόγοις τὰς πρὸς τούτους ἐνεπέδωσε δωρεὰς καὶ οὐκ εἰς τούτους μόνους περιισταμένας τὰς χάρι- [*](C) τας ἔστησεν, ἀλλὰ καὶ εἰς τοὺς ἐξ αὐτῶν καὶ τοὺς ἐξ ἐκείνων διαδοσίμους πεποίηκε· καὶ τούτων διαρρυέντων αἱ γυναῖκες αὖθις τῶν δεδωρημένων ἀντέχονται. οὕτως ἐκεῖνος ἐξήπλου τὰς χάριτας. ταῦτα μὲν οὕτω λελέχθω · τὰ γὰρ πλείω παρείθη. καὶ μή τις ἐπιμεμφέσθω τὴν ἱστορίαν, ὡς δῆθεν δωροδοκοῦσαν τὴν συγγραφήν. τῶν γὰρ νῦν ὄντων μάρτυρές [*](V. 361) εἰσι πολλοὶ τῶν ἀφηγουμένων, καὶ οὐκ ἂν ψευδηγορίας ἁλοίημεν. καὶ ὁ μὲν αὐτοκράτωρ πάνθ’ ὡς ἐχρῆν πεποιηκὼς ἀπάρας ἐκεῖθεν εἰς τὴν βασιλίδα πόλιν μετεσκηνώκει. [*](D) καὶ πάλιν οἱ αὐτοὶ ἀγῶνες καὶ διαλέξεις πρὸς τοὺς ἀμφὶ [*](P. 457) τὸν Κουλέοντά τε καὶ Κούσινον ἐγίνοντο τῷ αὐτοκράτορι συνεχεῖς. ἀλλὰ τὸν μὲν Κουλέοντα εἷλεν ὡς συνετώτερον, οἶμαι, καὶ δυνάμενον παρακολουθῆσαι λόγοις ἀληθείας καὶ τῆς ἡμετέρας μάνδρας πεποίηκε πρόβατον ἡμερώτατον. ὁ δέ γε Κούσινος καὶ ὁ Φῶλος ἐξαγριαίνοντες καὶ βαλλόμενοι μὲν καθάπερ σίδηρος ταῖς συχναῖς τοῦ αὐτοκράτορος ὁμιλίαις, [*](Β) ὅμως μέντοι σιδήρεοι μένοντες ἐξετράποντο τε καὶ οὐκ εὐαγώγως εἶχον αὐτῷ. καὶ διὰ τοῦτο ὡς πάντων Μανιχαίων βλασφημοτάτους καὶ καθαρῶς εἰς λαμπρὰν μελαγχολίαν ἐλαύνοντας εἰς τὴν οὑτωσὶ λεγομένην Ἐλεφαντίνην φρουρὰν ἐμβαλὼν καὶ τὰ πρὸς χρείαν ἅπαντα δαψιλῶς χορηγῶν μόναις ταῖς ἑαυτῶν κακοπραγίαις ἀφῆκεν ἀποθανεῖν.

[*](10 ψευδηγορίας r: ψευδηγορίαις C 11 ὡς] ὃς C 13 διαλέξεις r: διατάξεις C 23 λεγομένων C)
264

Ἀλλὰ τοιαῦτα μὲν τὰ κατὰ τὴν Φιλιππούπολιν καὶ [*](P. 4(??) V.) τοὺς Μανιχαίους ἔργα τοῦ αὐτοκράτορος· ἄλλος δ’ ἐκεῖθεν αὖθις βάρβαρος ἐξαρτύεται κατ’ αὐτοῦ κυκεών. ἐβουλεύετο γὰρ ὁ Σολυμᾶς σουλτὰν τὴν Ἀσίαν αὖθις δῃώσασθαι κἀκ τοῦ Χοροσᾶ καὶ τοῦ Χάλεπ δυνάμεις μετεκαλεῖτο, εἴ που γενναίως παρὰ τὸν αὐτοκράτορα ἀντικαταστῆναι σχοίη. ἐπεὶ δ’ αὐτῷ τὸ πᾶν τῆς τοῦ Σολυμᾶ σουλτὰν βουλῆς πρός τινος διεμηνύθη, ἐσκόπει καὶ αὐτὸν μέχρι τοῦ Ἰκονίου στρατεῦσαι καὶ καρτερώτατον τὸν μετ’ αὐτοῦ συναρράξαι πόλεμον. κεῖθι γὰρ τὸ σουλτανίκιον τῷ Κλιτζιασθλὰν ἀπομεμέριστο. δυνάμεις [*](B) τοίνυν ἐξ ἀλλοδαπῶν καὶ μισθοφορικὸν μετεκαλεῖτο πολὺ καὶ τὸ ἴδιον στράτευμα πανταχόθεν μετεπέμπετο. κατ ἀλλήλων οὖν ἀμφοτέρων τῶν στρατηγῶν τὴν μελέτην ποιουμένων ἐν τῷ μεταξὺ τὸ σύνηθες ἄλγημα τῶν ποδῶν συνέβη τῷ αὐτοκράτορι. καὶ δυνάμεις ἁπανταχόθεν μὲν συνέρρεον, ἀλλὰ κατὰ στράγγα καὶ οὐκ ἀθρόον διὰ τὸ πόρρω που τὰς σφῶν εἶναι πατρίδας· ἡ δέ γε ὀδύνη ἀπεῖργε τοῦτον οὐ τοῦ προκειμένου μόνον ἅψασθαι σκοποῦ, ἀλλὰ καὶ τοῦ βαδίξειν ἁπλῶς. καὶ κλινήρης ὢν ἤχθετο οὐ τοσοῦτον διὰ τὴν τῶν ποδῶν περιωδυνίαν ὁπόσον διὰ τὴν ἀναβολὴν τοῦ κατὰ C τῶν βαρβάρων ἔργου. οὐκ ἐλάνθανε ταῦτα τὸν βάρβαρον Κλιτξιασθλάν· ἔνθεν τοι καὶ ἀμεριμνήσας τὸ παρὸν τὴν Ἀσίαν ἅπασαν ἐλῄζετο ἑπτάκις κατὰ τῶν Χριστιανῶν ἐκσουλτανίκιον [*](10 r: σουλτανικὸν C 22 κλιτζισθλὰν C)

265
δρομὰς ποιησάμενος. καὶ γὰρ οὐδέποτε ἐπὶ τοσοῦτον τὸ ἄλγος ἐκεῖνο τὸν αὐτοκράτορα κατέσχεν · ἐκ διαστημάτων γὰρ μακρῶν πρὸ τοῦ ἐπερχομένη τούτῳ ἡ νόσος οὐ περιοδικῶς τὸ τηνικάδε ἀπήντησεν, ἀλλὰ συνεχὴς ἦν καὶ ἐπαλλήλους τοὺς παροξυσμοὺς ἐδίδου. ἀλλὰ τοῦτο τὸ πάθος πρό- [*](D) σχῆμα ἐδόκει τοῖς περὶ τὸν Κλιτξιασθλὰν νοσήματος, οὐ μέντοι νόσημα, ἀλλ’ ὄκνος καὶ ῥᾳθυμία ἔξωθεν περιβεβλημένη τὴν ποδαλγίαν· κἀντεῦθεν πολλὰ πολλάκις ἀπέσκωπτον [*](P. 461) κἀν ταῖς μέθαις κἀν τοῖς πότοις καθάπερ αὐτοφυεῖς ῥήτορες ἠθοποιίας τῆς τῶν ποδῶν ὀδύνης τοῦ αὐτοκράτορος οἱ βάρβαροι ἐποιοῦντο. καὶ κωμῳδίας ἐγίνετο πρόφασις ἡ τῶν ποδῶν ἀλγηδών. πρόσωπα γὰρ ἰατρῶν τε καὶ τῶν περὶ τὸν αὐτοκράτορα διαπονουμένων ὑπεκρίνοντο καὶ αὐτὸν δῆτα τὸν βασιλέα εἰς τὸ μέσον παράγοντες καὶ ἀναθέμενοι ἐπὶ κλίνης προσπαίζειν ᾤοντο. καὶ ἐπὶ ταύταις ταῖς παιδιαῖς γέλως τοῖς βαρβάροις ἐπῆρτο πολύς. οὐ μὴν ἐλάνθανε ταῦτα τὸν αὐτοκράτορα κἀντεῦθεν ἠρεθίζετο πρὸς τὴν κατ᾿ αὐτῶν [*](Β) μάχην μᾶλλον παφλάζων τὰ τοῦ θυμοῦ. οὐ πολὺ τὸ ἐν μέσῳ καὶ κουφισθεὶς τῆς ὀδύνης τῆς προκειμένης ὁδοιπορίας εἴχετο. [*](V. 365) τήν τε Δάμαλιν διαπεράσας καὶ τὸν ἀναμεταξὺ Κιβωτοῦ καὶ Αἰγιαλῶν διαπλῳσάμενος πορθμὸν καὶ τὴν Κιβωτὸν καταλαβὼν ἐκεῖθεν εἰς τὸ Λοπάδιν ἄπεισι τὴν τῶν ταγμάτων ἐκδεχόμενος ἄφιξιν καὶ ὁπόσον μισθοφορικὸν μετεπέμπετο. ἐπὰν δὲ συνεληλύθεισαν ἅπαντες, ἀπάρας ἐκεῖθεν σὺν ὅλαις δυνάμεσι τὸ τοῦ κυρίου Γεωργίου καταλαμβάνει φρούριον ἀγχοῦ τῆς τῇ Νικαίᾳ παρακειμένης λίμνης διακείμενον κἀκεῖθεν εἰς Νίκαιαν, εἶτα διὰ τριῶν ἡμερῶν αὖθις [*](C) ὑποστρέφει ἔνθεν τῆς γε τοῦ Λοπαδίου γεφύρας καὶ στρατοπεδεύει κατὰ τὴν Βρύσιν τοῦ Καρυκέως καλουμένην, οὕτω [*](6 κλιτζασθλᾶν C 7 ὄγγος C 13 ὑπεκρίνοντο r: ὑποκρίνοιτο C 15 πεδιαῖς C 18 παφλάζων τὰ τοῦ θυμοῦ r: παμφλάξοντα θυμοῦ C 20 Κιβωτοῦ καὶ Αἰγιαλῶν r: κιβωτῷ αἰγιαλῷ C 21 διαπλῳσάμενος r: διαπλωϊέμενος C 26 παρα κειμένης λίμνης r: παρακειμένη λίμνη C 27 διὰ om C)
266
δόξαν αὐτῷ, ἵνα τὸ μὲν στράτευμα πρότερον διὰ τῆς γεφύ ρας διαβιβάσας ἐν ἐπικαίρῳ τόπῳ τὰς σκηνὰς πήξηται κᾀθ’ οὕτως καὶ αὐτὸς ὁ αὐτοκράτωρ διὰ τῆς αὐτῆς γεφύρας διελθὼν μετὰ παντὸς τοῦ στρατεύματος τὴν βασιλικὴν καταθείη σκηνήν. οἱ δὲ μηχανικώτατοι Τοῦρκοι τὰ κατὰ τὴν περὶ τοὺς πρόποδας τῶν Λεντιανῶν καὶ τῆς οὕτω καλουμένης Κοτοιραικίας διακειμένην πεδιάδα λῃζόμενοι, ἐπεὶ τὴν τοῦ αὐτοκράτορος κατ᾿ αὐτῶν μεμαθήκεισαν ἔφοδον, [*](D) ἐκδειματωθέντες παραυτίκα πυρσοὺς παμπόλλους ἀνῆψαν ἐντεῦθεν φαντασίαν τοῖς ὁρῶσι στρατιᾶς πολλῆς παρέχοντες τάχα. καὶ οἱ μὲν πυρσοὶ τὸν ἀέρα ἐξέκαιον καὶ πολλοὺς τῶν ἀπείρων ἐξεδειμάτουν· τὸν δὲ αὐτοκράτορα ἐθρόει τούτων οὐδέν. κἀκεῖνοι μὲν τὴν λείαν πᾶσαν καὶ τοὺς δορυαλώτους ἀναλαβόμενοι ᾤχοντο· αὐτὸς δὲ κατὰ τὸ περίρυαλώτους πρὸς τὴν ἤδη † ἐκεῖσε πεδιάδα ἠπείγετο σπεύδων αὐτοῦ που τούτους καταλήψεσθαι, ἀλλ’ ἀστοχήσας τῆς ἄγρας καὶ πολλοὺς μᾶλλον τῶν Ῥωμαίων ἔτι ἐμπνέοντας εὑρηκώς, πολλοῖς δὲ καὶ νεκρῶν σώμασιν ἐντετυχηκὼς ἤχθετο ὡς [*](P. 4) εἰκὸς καὶ ἤθελε μὲν διώκειν, ἀλλ’ ἕνα μὴ τὸ πᾶν ἀπολέσῃ θήραμα, μὴ δυνατοῦ ὄντος τοῦ παντὸς στρατεύματος τοὺς φεύγοντας ὀξέως καταλαβεῖν, χάρακα μὲν αὐτοῦ που περὶ τὸ Ποιμανηνὸν πήγνυται καὶ παραχρῆμα ἀπολεξάμενος γενναίους ψιλοὺς στρατιώτας τὴν ἐπιδίωξιν τῶν βαρβάρων ἐπιτρέπει παραγγείλας ὅπως χρὴ ἐπιπορεύσασθαι τοὺς ἀλάστορας. οἱ δὲ τούτους ἐφθακότες εἴς τινα τόπον Κελλία ἐγχωρίως ὀνομαζόμενον μετὰ τῆς λείας πάσης καὶ τῶν δορυαλώτων ὡς πῦρ κατ’ αὐτῶν ἴενται καὶ αὐτίκα πλείστους [*](B) μὲν μαχαίρας ἔργον ἐποιήσαντο, ἐνίους δὲ ζωγρήσαντες καὶ τὴν λείαν πᾶσαν ἐκεῖθεν ἀναλαβόμενοι μετὰ νίκης λαμπρᾶς πρὸς τὸν αὐτοκράτορα ἐπανῆλθον. τούτους ἀποδεξάμενος καὶ τὴν παντελῆ τῶν πολεμίων φθορὰν ἐγνωκὼς πρὸς τὸ [*](9 παμπόλλας C 10 παρέσχοντες C 15 ἐκεῖσε] ῥηθεῖσαν ἐκειίνην? cf. e. c. II 280, 11. 17 18 σώμασι C 25 τούτοις C)
267
Λοπάδιον ἐπανέρχεται. κεῖθι δὲ παραγενόμενος καὶ μῆνας τρεῖς ὅλους ἐγκαρτερήσας τὸ μέν τι δι’ ἀνυδρίαν τῶν δι ὧν ἔμελλε διελθεῖν μερῶν θέρους γὰρ ὥρα παρῆν καὶ ἡ ἀλέα ἀφόρητος), τὸ δὲ καὶ τὸ μήπω φθάσαν τοῦ μισθοφορικοῦ στρατεύματος ἀπεκδεχόμενος. ἐπὰν δὲ ἅπαντες [*](C P. 366) ἀθροισθεῖεν ἐκεῖ, ἐζαναστὰς ἅπαν τὸ ὁπλιτικὸν τηνικαῦτα κατὰ τὰς ἀκρολοφίας τοῦ Ὀλύμπου καταθέμενος καὶ τῶν οὕτω καλουμένων Μαλάγνων αὐτὸν τὸν Ἀέρα κατέλαβε. τῆς δὲ βασιλίδος κατὰ τὴν Πρίγκιπον αὐλιζομένης, ἵν’ ἔχοι ῥᾷον ἐκεῖθεν τὰ περὶ τοῦ αὐτοκράτορος μανθάνειν περὶ τὸ Λοπάδιον ἐπανελθόντος, ὁ βασιλεὺς ἅμα τῷ τὸν Ἀέρα καταλαβεῖν διὰ τοῦ βασιλικοῦ μονήρους μεταπέμπεται αὐτὴν τὸ μέν τι καὶ τὸ ἄλγος ὑφορώμενος ἀεὶ τῶν ποδῶν, τὸ δέ τι καὶ τοὺς συμπαρομαρτοῦντας αὐτῷ τῶν ἐγκολπίων ἐχθρῶν [*](D) δεδιὼς διὰ τὴν ἄκραν αὐτῆς περὶ αὐτὸν ἐπιμέλειαν καὶ τὸ ἀγρυπνικώτατον ὄμμα.

Οὔπω τρίτη παρῆλθεν ἡμέρα καὶ ὁ περὶ τὸν βασιλικὸν κοιτωνίσκον ἀσχολούμενος κατὰ τὸ περίορθρον ἐλθὼν ἀγχοῦ τοῦ βασιλικοῦ σκίμποδος εἱστήκει. ἡ δὲ βασίλισσα [*](V. 463) διυπνισθεῖσα καὶ τοῦτον θεασαμένη Τούρκων ἡμῖν ἔφοδον ἀπαγγέλλειν ἔφη. τοῦ δὲ περὶ τὸ οὕτω καλούμενον τοῦ Γεωργίου φρούριον ἐφθακέναι λέγοντος κατεσίγασε τοῦτον ἡ βασιλὶς τῇ χειρί, ἵνα μὴ τὸν αὐτοκράτορα διυπνίσῃ. ὁ δὲ ἐν αἰσθήσει τῶν λεγομένων γεγονὼς ἐπὶ ταὐτῷ σχήματι καὶ γνώμης τέως ἦν· ἀνίσχοντος δὲ τοῦ ἡλίου πρὸς τὰς συνήθεις ἐργασίας ἐτράπετο ὅλος τῆς τούτου προμηθείας γεγονώς. οὔπω τρίτη παρῆλθεν ὥρα καὶ ἕτερος ἐκεῖθεν καταλαβὼν ἐγγίζειν ἤδη τοὺς βαρβάρους ἔλεγεν. ἡ δὲ αὐτοκρατόρισσα ἔτι συμπαρῆν τῷ αὐτοκράτορι δειλιῶσα μὲν ὡς εἰκός, ἐξεχομένη [*](Β) δὲ ὅμως τῆς ἐκείνου γνώμης. ἐπὰν δὲ πρὸς ἄριστον οἱ βασιλεῖς ἠπείγοντο, ἕτερος ᾑμαγμένος καταλαβὼν προσουδίσας [*](1 παραγενόμενος Wilkenus: παραγενομένου C 2 τι r: τοι C 8 Μαλαγίνων? αὐτὸς? περὶ r: παρὰ C τούτων? 28 αὐτοκρατόρησα C1 αὐτοκρατόρισα C2: sic etiam infra)

268
τοῖς ποσὶ τοῦ αὐτοκράτορος ἑαυτὸν ὑπὲρ κεφαλῆς τὸν κίν- δυνον ἵστασθαι ἐπώμνυτο τῶν βαρβάρων ἤδη ἐπικαταλαμβανόντων. ὁ δὲ αὐτοκράτωρ εὐθὺς τὴν πρὸς τὸ Βυζάντιον ἐπάνοδον τὴν αὐτοκρατόρισσαν ἐπέτρεψεν. ἡ δὲ πτοηθεῖσα ἐν μυχοῖς καρδίας ὅμως εἶχε τὸν φόβον καὶ οὔτε λόγοις οὔτε σχήμασι τοῦτον ἐνέφαινεν. ἀνδρεία γὰρ καὶ στάσιμος οὖσα τὴν φρένα καθάπερ ἡ παρὰ τοῦ Σολομῶντος ἐν παροιμίαις ὑμνουμένη ἐκείνη γυνὴ οὐ γυναικῶδες τι ἐνεδείξατο καὶ ἀθαρσὲς ἦθος, οἷα τὰ πολλὰ τὰς γυναῖκας ὁρῶμεν πασχού- [*](C) σας, ἐπειδάν τι φοβερὸν ἀκούσωσι· καὶ αὐτὸ τὸ χρῶμα κατηγορεῖ τῆς ψυχῆς τὴν δειλίαν, καὶ συχνάκις ἀνακωκύουσι γοερὸν ὥσπερ ἐκ τοῦ σχεδὸν αὐταῖς τῶν δεινῶν ἐφεστηκότων. ἀλλ’ ἥ γε βασιλὶς ἐκείνη, κἂν ἐδεδοίκει, περὶ τῷ αὐτοκράτορι ἐδεδοίκει, μή τι πάθῃ ἄτοπον· δευτέρως δὲ περὶ ἑαυτῆς ἐπεφόβητο. οὐ τοίνυν ἐκείνη κατ᾿ ἐκεῖνο καιροῦ ἀνάξιόν τι τῆς ἑαυτοῦ γενναιότητος ἐπεπόνθει, ἀλλ’ ἐχωρίζετο μὲν τοῦ αὐτοκράτορος ἄκουσα καὶ πυκνὰ περιστρεφομένη πρὸς ἐκεῖνον καὶ θαμὰ προσβλέπουσα, ὅμως μέντοι συντείνασα ἑαυτὴν καὶ οἷον τονώσασα μόγις ἀπηλλάγη τοῦ βασιλέως. κἀκεῖθεν κατα- [*](D) βᾶσα πρὸς θάλασσαν κἄπειτα εἰς τὸ ταῖς βασιλίσιν ἀποτεταγμένον μονῆρες εἰσεληλυθυῖα τὴν ᾐόνα τῆς Βιθυνῶν παραπλέουσα θαλαττίου κλύδωνος αὐτὴν κατασχόντος ταῖς ἀκταῖς τῆς Ἑλενουπόλεως τὴν ναῦν προσορμίσασα κεῖθι τέως αὐλίζεται. ἀλλὰ ταῦτα μὲν τὰ περὶ τὴν Αὔγουσταν· ὁ [*](V. (??)) δὲ αὐτοκράτωρ μετὰ τῶν συνόντων στρατιωτῶν τε καὶ συγγενῶν εὐθὺς ἐπὶ τοῖς ὅπλοις ἦν. καὶ δὴ ἐποχηθέντες ἅπαντες τὴν πρὸς Νίκαιαν ὥδευον. οἱ δὲ βάρβαροι Ἀλανόν τινα [*](P. (??)) κατασχόντες καὶ τὴν τοῦ βασιλέως κατ’ αὐτῶν ἔφοδον δι αὐτοῦ μεμαθηκότες, δι᾿ ὧν ἦλθον ἀτραπῶν, διὰ τούτων ἐπανῄεσαν φεύγοντες. ὁ δέ γε Στραβοβασίλειος καὶ Μιχαὴλ ὁ Στυπειώτης Στυπειώτην δὲ ἀκούων τις μὴ τὸν μιξοβάρβαρον νοείτω· ἀργυρώνητος γὰρ τούτου ἐκεῖνος δοῦλος γε- [*](7 ἡ om C περὶ C 31, 10 8 ἐνεδείξατο r: ἐνδείξατο C 23 ναῦ C)
269
γονὼς ἐς ὕστερον τῷ βασιλεῖ ὡς δῶρόν τι πρὸς αὐτὸν προσενήνεκται· ἀλλά τινα τῶν τῆς μείζονος τύχης), ἄνδρες οὗτοι μαχιμώτατοι καὶ τῶν πάλαι ὑμνουμένων, οὗτοι] κατὰ [*](Β) ἀκρολοφίας τῶν Γερμίων ἐνδιατρίβοντες καὶ τὰς ἀμφόδους περισκοποῦντες, εἰ που ταῖς ἄρκυσιν αὐτῶν καθάπερ τις θήρα οἱ βάρβαροι περιπεσόντες ἁλῷεν, ὡς τὴν τούτων ἔλευσιν μεμαθήκεισαν, παρὰ τὰς πεδιάδας τὰς οὕτω καλουμένας ἀνελθόντες καὶ ἀναδεξάμενοι τὸν μετ᾿ αὐτῶν πόλεμον μάχην συνεστήσαντο καρτερὰν ἡττήσαντες τούτους κατὰ κράτος. καταλαβὼν δὲ ὁ αὐτοκράτωρ τὸ πολλάκις εἰρημένον φρούριον Γεωργίου κἀκεῖθεν αὖθις κωμόπολιν τινα Σαγουδάους ἐγχωρίως καλουμένην καὶ τοῖς Τούρκοις μὲν μὴ ἐν- [*](C) τυχών, μεμαθηκὼς δὲ τὰ συμβάντα τούτοις παρὰ τῶν ἤδη ῥηθέντων γενναίων ἀνδρῶν, τοῦ τε Στυπειώτου καὶ τοῦ Στραβοβασιλείου φημί, καὶ ἀποδεξάμενος τὴν ἐξ αὐτῆς ἀρχῆς τόλμαν καὶ νίκην τῶν Ῥωμαίων , τηνικαῦτα ὁ αὐτὸς αὐτοῦ που ἔξωθεν τουτουὶ τοῦ καστελλίου τὸν χάρακα πήγνυται. τῇ δὲ μετ’ αὐτὴν ὡς παρὰ τὴν Ἑλενούπολιν κατελθὼν τῇ βασιλίδι ἐντετυχήκει ἔτι αὐλιζομένῃ διὰ τὸ τῆς θαλάττης ἄπλωτον. διηγησάμενος οὖν τὰ συμβάντα τοῖς Τούρκοις καὶ ὡς νίκης ἐπιθυμοῦντες συμφορᾷ προσεπέλασαν [*](D) καὶ κρατεῖν φανταζόμενοι μᾶλλον κεκράτηνται καὶ τἀναντία τῶν προσδοκηθέντων ἐφεύροσαν καὶ τῆς πολλῆς ἀθυμίας ἀνακτησάμενος αὐτὴν ἄπεισιν ὡς πρὸς Νίκαιαν. ἐκεῖσε δὲ ἔφοδον ἑτέρων μεμαθηκὼς Τούρκων ἔρχεται πρὸς τὸ Λοπάδιον· ἐν ᾧ μικρὸν χρονοτριβήσας καὶ μεμαθηκὼς τὴν Νίκαιαν καταλαμβάνειν πολὺ Τουρκικὸν στράτευμα τὰς δυνάμεις ἀναλαβόμενος ἀπονεύει πρὸς Κίον καὶ δι’ ὅλης τῆς αὐτῆς νυκτὸς μεμαθηκὼς αὐτοὺς τῇ Νικαίᾳ προσπελάζειν [*](3 οὗτοι seclusi 5 περισκοποῦντες r: παρασκοποῦντες C 8 lacuna sex litterarum in C 15 Στραβοβασιλείου r: στραβοβασίλει C αὐτῆς r: αὐτοῦ C 16 αὐτὸς] αὐτοκράτωρ? 17 τουτοῒ τὸ καστέλλιον C 19 ἐντετυχήκει r: ἐντυχήκει C 20 ἄπλωτον Lobeckius: ἄπλετον C 23 ἐφεύροσαν] cf. proverb. 2, 20)
270
ἤδη ἀπάρας ἐκεῖθεν ἔρχεται διὰ τῆς Νικαίας πρὸς Μίσκουραν. [*](P.) καὶ αὐτοῦ που βεβαιωθείς, ὡς τὸ μὲν ἅπαν στράτευμα τῶν Τούρκων οὔπω κατέλαβεν , ὀλίγοι δέ τινες παρὰ τοῦ Μονολύκου ἀποσταλέντες κατὰ τὸ Δολύλον ἐνδιατρίβουσι καὶ τὰ τῆς Νικαίας μέρη , ἐφ’ ᾧ τὴν αὐτοῦ περισκοπεῖν ἔλευσιν καὶ τὰς περὶ αὐτοῦ τῷ Μονολύκῳ διδόναι συνεχεῖς εἰδήσεις , Λέοντα μὲν τὸν Νικερίτην μετὰ τῶν ὑπ᾿ αὐτὸν δυνάμεων εἰς τὸ Λοπάδιον πέπομφεν ἐγρηγορέναι τε διὰ [*](V.) παντὸς παρακελευσάμενος καὶ τὰς ἀμφόδους ἐπιτηρεῖν καὶ ἅττα δὴ περὶ τῶν Τούρκων γνοίη, ταῦτα διὰ γραφῶν δηλοῦν αὐτῷ· τὸ δὲ ἐπίλοιπον στράτευμα ἐν ἐπικαίροις καταθέμενος [*](B) τόποις διέγνω βέλτιον εἶναι μηκέτι κατὰ τοῦ σουλτάνου χωρεῖν στοχαζόμενος τοὺς σωθέντας βαρβάρους τὴν κατ’ αὐτῶν ὁρμὴν διακηρυκεύσασθαι τοῖς κατὰ τὴν Ἀσίαν ἅπασι Τούρκοις, ὡς ἐν διαφόροις * ἐντετυχηκότες τοῖς Ῥωμαίοις προσέβαλλον, ὡς καρτερῶς ἀντέστησαν, ὡς ἡττηθέντες οἱ μὲν ἑάλωσαν, οἱ δὲ ἀνῃρέθησαν, ὀλίγοι δὲ καὶ τραυματισθέντες ἀπῴχοντο, κἀκ τούτου διαγνόντες τὴν αὐτοῦ ἐπέλευσιν οἱ βάρβαροι πορρωτέρω καὶ αὐτοῦ Ἰκονίου γενήσονται καὶ [*](C) κενόσπουδος αὐτῷ ἡ σπουδὴ γένηται. διὰ ταῦτα στρέψας τοὺς χαλινοὺς διὰ τῆς Βιθυνῶν τὴν Νικομήδειαν κατέλαβεν, ἕν’ ἐντεῦθεν ἀπελπίσαντες τὴν κατ’ αὐτῶν ἔφοδον ἐπανέλθοιεν ἕκαστος, οὗπερ τὴν οἴκησιν πρότερον ἐπεποίητο· ἐπὰν δὲ ἀποθαρρήσαντες αὖθις εἰς προνομὴν σκεδασθεῖεν, ὡς ἔθος τοῖς Τούρκοις, καὶ αὐτὸς ὁ σουλτάνος τοῦ προτέρου ἅψηται ἔργου, τηνικαῦτα καὶ αὐτὸς τῶν στρατιωτῶν μικρὸν ἀναπαυσαμένων καὶ τῶν ἵππων καὶ ὑποζυγίων πιόνων ἐντεῦθεν γεγονότων μετ᾿ οὐ πολὺ σφοδρότερον τοῦ αὐτῶν ἅψηται πολέμου καὶ τῆς μάχης καρτερῶς ἀνθέξεται. [*](D) διὰ ταῦτα τὴν Νικομήδειαν ἀναζητήσας, ὡς εἴρηται, καὶ καταλαβὼν τοὺς συνεφεπομένους αὐτῷ ἅπαντας τῶν στραπαρὰ [*](3 r: περὶ C 15 lacunam signavi: τόποις vel καιροῖς vel simile quid intercidit 20 κενόσπουδον C 24 σκεδασθεῖεν r: σχεδασθεῖεν C)
271
τιωτῶν εἰς τὰς ἐγγύθι κωμοπόλεις κατέθετο, ὡς οἵ τε ἵπποι καὶ τὰ ὑποζύγια τροφὴν ἀποχρῶσαν ἔχοιεν τῆς Βιθυνῶν γῆς πολὺν τὸν χόρτον ἀναδιδούσης καὶ αὐτοὶ δὴ οἱ στρα- τιῶται ῥᾳδίως ἀπό τε τῆς Βυζαντίδος καὶ τῶν πέριξ διὰ τοῦ παρακειμένου κόλπου ἀποχρῶντα τὰ πρὸς χρείαν κομίζοιντο, ἐπισκήψας αὐτοῖς ὅλῃ γνώμῃ πολλὴν ἐπιμέλειαν [*](P. 466) τῶν ἵππων καὶ ἀχθοφόρων κτηνῶν ποιεῖσθαι καὶ μηδ’ εἰς θήραν μηδ’ εἰς ἱππηλάσιον τὸ παράπαν ἐξιέναι, ἵνα καιροῦ καλοῦντος πίονες ὄντες τοὺς ἐπιβάτας εὐχερῶς φέροιεν καὶ πρὸς τὰς κατὰ τῶν ἐχθρῶν ἱππασίας χρήσιμοι αὐτοῖς εἶεν.

Ταῦτα τοιγαροῦν οἰκονομήσας ἐκεῖνος οἷα σκοπὸς καθῆστο πόρρωθεν φύλακας διὰ πάσης ἀτραποῦ ἐπιστήσας· μέλλων δὲ αὐτοῦ που ἡμέρας ἱκανὰς αὐλίζεσθαι μεταπέμπεται τὴν Αὔγουσταν δι’ ἃς πολλάκις αἰτίας εἰρήκειμεν, ἐφ ’ ᾧ συνεῖναι τούτῳ, μέχρις ἂν τὰς τῶν βαρβάρων ἐφόδους ἐνωτισθεὶς ἐκεῖθεν ἀπᾶραι βουληθείη. ἡ δὲ θᾶττον τὴν [*](Β) Νικομήδειαν καταλαμβάνει· ὁρῶσα δέ τινας τῶν ἐναντίων ἐπιγανυμένους οἷον ἐφ’ οἷς ὁ βασιλεὺς ἠπρακτήκει καὶ πανταχοῦ διαλοιδορουμένους τῷ βασιλεῖ καὶ ὑποψιθυρίζοντας, [*](V. 369) ὡς ἄρα κατὰ τῶν βαρβάρων τοσοῦτον παρασκευασάμενος καὶ πολλὰς συνειλοχὼς δυνάμεις καὶ μηδὲν μέγα ἠνυκὼς ἀπέκλινε πρὸς τὴν Νικομήδειαν, καὶ τοῦτο οὐκ ἐν γωνίαις μόνον, ἀλλὰ καὶ ἐν πλατείαις καὶ ἀμφόδοις καὶ τριόδοις ἀναισχυντότερον λέγοντας ἠνιᾶτο καὶ ἤσχαλλεν. ὁ δὲ αὐτοκράτωρ τὸ πέρας τῆς κατὰ τῶν ἐχθρῶν αὐτοῦ ὁρμῆς αἴσιον ἔσεσθαι [*](C) στοχαζόμενος, δεινὸς ὢν περὶ τὰ τοιαῦτα παρ’ οὐδὲν μὲν τὰς διατριβὰς ἐκείνων καὶ νεμέσεις ἐτίθετο, ὡς παιδαρίων ἀθυρμάτων πάμπαν τῶν τοιούτων καταφρονῶν καὶ τοῦ νηπιώδους αὐτῶν καταγελῶν φρονήματος· τὴν δέ γε Αὔγουσταν κρείττοσιν ἀνεκτᾶτο λογισμοῖς αὐτὸ τοῦτ’ ἔσεσθαι μείζονος νίκης αἴτιον ἐπομνύμενος, ὅπερ ἐκεῖνοι διασύρουσιν. ἐγὼ μὲν οὖν ἀνδρείαν οἶμαι, ὅταν τις σὺν εὐβουλίᾳ τῆς νίκης [*](3 δὴ r: δὲ C)

272
κρατήσειε· τὸ γὰρ θυμοειδὲς τῆς ψυχῆς καὶ δραστήριον ἄνευ τοῦ φρονεῖν κατηγορούμενον γίνεται καὶ θράσος ἐστὶν [*](D) ἀντὶ θάρσους. θαρροῦμεν γὰρ τοῖς ὅπλοις καθ’ ὧν δυνάμεθα· [*](P. 4) θρασυνόμεθα δὲ καὶ καθ’ ὧν οὐ δυνάμεθα, ὥσθ’ ὁπόταν κίνδυνος ἡμῖν ἐπικρέμαται, ἀπὸ * * κατὰ πρόσωπον προσβαλεῖν, τότε τρόπον ἕτερον τὸν πόλεμον μεταχειριζόμεθα καὶ ἀμαχεὶ τῶν ἐχθρῶν κρατεῖν ἐπειγόμεθα. καὶ πρώτη ἐστὶν ἀρετῶν ἡ στρατηγῶν σοφία κτᾶσθαι νίκην ἀκίνδυνον· τέχνῃ δ’ ἡνίοχος περιγίνεται ἡνιόχοιο, φησὶν Ὅμηρος. τὸ γὰρ μετὰ κινδύνου νικᾶν καὶ ἡ Καδμόθεν παροιμία διαφαυλίζει. ἐμοὶ δὲ ἄριστον νενόμισται καὶ τὸ ἐν αὐτῇ τῇ μάχῃ μηχανᾶσθαι τι πανοῦργον καὶ στρατηγικόν, ὁπηνίκα μὴ ἀπόχρη τὸ στράτευμα πρὸς τὴν τῶν ἐναντίων ἰσχύν· [*](B) καθώς ἐστιν ἐκ τῆς ἱστορίας ἀναλέγεσθαι τῷ βουλομένῳ, ὡς οὐκ ἄρα μονότροπος ἡ νίκη οὐδὲ μονοειδής, ἀλλὰ διαφόροις κόποις πάλαι μέχρι τοῦ δεῦρο κατορθουμένη, ὥστε τὴν μὲν νίκην μίαν εἶναι, τοὺς δὲ τρόπους, δι’ ὧν αὕτη τοῖς στρατηγοῖς περιγίνεται, διαφόρους τε καὶ ποικίλους τὴν φύσιν. τινὲς γὰρ τῶν πάλαι ὑμνουμένων στρατηγῶν αὐτῇ ἰσχύι * τῷδε τρόπῳ τοὺς ἐναντίους νικήσαντες φαίνονται· ἄλλῳ δὲ ἄλλοι πολλάκις χρησάμενοι τὴν νικῶσαν εἶχον. ὁ δέ γε ἐμὸς πατὴρ καὶ βασιλεὺς ὅπου μὲν ἀλκῇ τῶν ἐναντίων ἐκράτει, ὅπου δὲ καὶ περινοίᾳ τινὶ χρησάμενος, ἔστι δ’ [*](C) οὗ κἀν ταῖς μάχαις αὐταῖς ὀξύ τι στοχασάμενος καὶ τολμήσας τὴν νικῶσαν εἶχεν εὐθύς. ὅπου μὲν καὶ στρατηγικῷ μηχανήματι συγχρησάμενος, ὅπου δὲ καὶ διὰ χειρῶν μαχόμενος πολλὰ πολλάκις ἐξ ἀπροσδοκήτων ἐστήσατο τρόπαια. ἦν μὲν γάρ, εἴπερ ἄλλος τις, καὶ φιλοκίνδυνος ὁ ἀνήρ, καὶ συνεχεῖς ἦν ὁρᾶν αὐτῷ τοὺς κινδύνους ἐγειρομένους, ἀλλὰ ποτὲ μὲν γυμνῇ τῇ κεφαλῇ πρὸς τούτους παραπεδύετο καὶ [*](3 θάρσους r: θράσους C 5 post ἀπὸ aliquid intercidisse apparet 8 ἧ r: ἢ C 9 II. 23, 318 16 του r: τῆς C 20 lacunam signavi: ἰσχύι πεποιθότες? 27 ἀπροσδοκήτου? 28 εἴπερ r: ἤπερ C 30 ποτὲ r: τότε C)
273
[*](P. 370) ὁμόσε τοῖς βαρβάροις ἐχώρει , ποτὲ δὲ καὶ ἐσχηματίζετο [*](D) ὑποκατακλίνεσθαι καὶ τὸν ὀρρωδοῦντα ὑπεκρίνετο, ὡς καιρὸς ἐδίδου καὶ τὰ πράγματα ὑπηγόρευε. καὶ ἴνα συνελοῦσα τὸ πᾶν εἴποιμι, καὶ φεύγων ἐκράτει καὶ διώκων ἐνίκα, καὶ ἵστατο καταπίπτων καὶ καταβάλλων ὄρθιος ἦν κατὰ τὴν τῶν [*](V. 468) τριβόλων θέσιν · καὶ ταῦτα γὰρ ὅπως ἂν ῥίψειας ὀρθά σοι ἑστήξεται. πάλιν δ᾿ ἐνταῦθα γενομένη παραιτοῦμαι τὴν μέμψιν, ὅτι περιαυτολογοῦσα καταλαμβάνομαι· ἀλλὰ πολλάκις ἀπελογησάμην, ὅτι οὐχ ἡ τοῦ πατρὸς εὔνοια τοὺς λόγους τούτους παρέχεται, ἀλλ’ ἡ τῶν πραγμάτων φύσις. τί γὰρ κωλύει πρὸς τῆς ἀληθείας αὐτῆς, καὶ φιλοπάτορα εἶναι κατὰ ταὐτόν τινα καὶ φιλαλήθη; ἐγὼ μὲν γὰρ τἀληθῆ προειλόμην ξυγγράφειν καὶ περὶ ἀνδρὸς ἀγαθοῦ· εἰ δὲ τὸν αὐτὸν ξυμβέβηκεν εἶναι καὶ πατέρα τοῦ ξυγγραφέως, τὸ μὲν τοῦ πατρὸς ὄνομα προσερρίφθω ἐνταῦθα καὶ κείσθω ἐκ τοῦ [*](Β) παρέλκοντος· τῇ δὲ φύσει τῆς ἀληθείας ἀνακείσθω τὸ σύγγραμμα. ἐν ἄλλοις μὲν γὰρ τὴν πρὸς τὸν πατέρα ἐνεδειξάμην εὔνοιαν καὶ διὰ τοῦτο καὶ δυσμενῶν κατ’ ἐμαυτῆς ἠκόνησα δόρατα καὶ ξίφη παρέθηξα. καὶ ἴσασιν ὁπόσοι τὰ καθ᾿ ἡμᾶς οὐκ ἠγνόησαν πράγματα. οὐ μὴν ἐν τῷ τῆς ἱστορίας σχήματι καταπροδοίην ἂν τὴν ἀλήθειαν. ἄλλος μὲν γὰρ καιρός· ἐστιν εὐνοίας πατρικῆς, καθ’ ὃν ἡμεῖς ἠνδρισάμεθα, ἕτερος δὲ καιρὸς ἀληθείας, ὅντινα παραπεπτωκότα οὐκ ἂν παρὰ φαῦλον θείην. εἰ δ’, ὅπερ εἶπον, καὶ φιλοπάτορας ἡμᾶς συναποδείκνυσιν ὁ καιρὸς οὗτος, οὐ † παρὰ τοῦ τὰ τῆς ἀληθείας ἐπηλυγάσαι τὸ τῶν ἀνθρώπων μεμψίμοιρον. ὁ [*](C) μέντοι λόγος ἀνατρεχέτω αὖθις πρὸς τὸ προκείμενον. ἄλλο δ’ οὐδὲν ὁ αὐτοκράτωρ ἔργον εἶχεν, ἐφ’ ὅσον ἐκεῖ που τὴν αὐλαίαν ἐπήγνυτο, ἢ νεολέκτους τῷ παντὶ συγκαταλέγειν στρατεύματι ἐπιμελῶς τε ἐκπαιδεύειν, ὅπως χρὴ τόξον τείνειν καὶ δόρυ κραδαίνειν ἵππον τε ἐλαύνειν καὶ μερικὰς ποιεῖσθαι [*](8 ὅτι περιαυτολογοῦσα r: ὅτιπερ αὐτολογοῦσα C 21 σχήματι r: χρήματι C 25 παρὰ τοῦ] παραιτοῦμαι περὶ τοῦ? 28 ἔργον r: ἔργου C)
274
συντάξεις, τὸ καινὸν ἐκεῖνο σχῆμα τῆς παρατάξεως, ὅπερ αὐτὸς ἐξεῦρεν, ἀναδιδάσκων τοὺς στρατιώτας, ἔστιν οὗ καὶ αὐτὸς συνιππαζόμενος τούτοις καὶ παραθέων τὰς φάλαγγας καὶ τὸ δέον ἅπαν ὑποτιθέμενος. τοῦ ἡλίου δὲ τῶν μειζόνων ἀφισταμένου κύκλων καὶ παραμείψαντος μὲν τὴν [*](D) φθινοπωρινὴν ἰσημερίαν, ἐπικύπτοντος δὲ ἤδη πρὸς τοὺς νοτιωτέρους κύκλους, ἐπεὶ οὑτοσὶ εὔθετος ὁ καιρὸς ταῖς [*](P.) ἐκστρατείαις ἐδόκει, σὺν ὅλαις δυνάμεσι κατευθὺ Ἰκονίου ἤλαυνε καθ’ ὃν ἀρχῆθεν προέθετο λογισμόν. καὶ τηνικαῦτα τὴν Νίκαιαν καταλαβὼν εὐζώνους στρατιώτας μετ’ ἐμπείρων ἡγεμόνων ἀποδιελόμενος τοῦ λοιποῦ στρατεύματος εἰς προνομὴν κατὰ τῶν Τούρκων προεκδραμεῖν τούτους παρεκελεύσατο διεσπαρμένως τὰς ἐκδρομὰς ποιουμένους· ἀλλὰ μηδέ, [*](V. ) εἰ τὴν νίκην θεόθεν λάβοιεν καὶ κατατροπώσαιντο τοὺς ἐχθρούς, ἐς μακρὰν ἀποτελεῖν τὴν καταδρομήν, ἀρκουμένους δὲ τῇ δεδομένῃ μετ’ εὐταξίας πάλιν τὴν ὑποστροφὴν παρηγ- [*](Β) γύα ποιεῖν. καταλαβόντες οὖν ἅμα τῷ αὐτοκράτορι τόπον τινὰ * διακείμενον, ἐγχωρίως οὑτωσὶ Γαΐτα προσαγορευόμενον, ἐκεῖνοι μὲν εὐθὺς ἀπῄεσαν, ὁ δὲ ἀπάρας ἐκεῖθεν σὺν ὅλαις δυνάμεσι τὴν κατὰ τὸν Πιθηκᾶν διακειμένην καταλαμβάνει γέφυραν. εἶτα ἐν τρισὶν ἡμέραις διὰ τοῦ Ἀρμενοκάστρου καὶ τίν οὕτω καλουμένων Λευκῶν τὰς τοῦ Δορυλέου καταλαμβάνει πεδιάδας, ἀποχρώσας δὲ ταύτας πρὸς παρατάξεις κατανοήσας καὶ θέλων ἅπαντας θεάσασθαι καὶ τὴν ὁπλιτικὴν πάντως ἐγνωκέναι δύναμιν, ἣν πάλιν ὤδινε πολεμικὴν σύνταξιν καὶ ἐν διφθέραις πολλάκις συνεγράψατο σχηματίζων [*](C) τὰς παρατάξεις ἦν γὰρ οὐδὲ τῆς Αἰλιανοῦ τακτικῆς ἀδαής), ταύτην κατὰ τὸν παρεστηκότα τότε καιρὸν ἐν ἀληθείᾳ συντάξας κατὰ τὸ πεδίον ἐκεῖνο ἐστρατοπέδευσεν. εἰδὼς γὰρ οὗτος ἐξ ἐμπειρίας πάνυ πολλῆς, ὅτι ἡ Τουρκικὴ παράταξις οὐ κατὰ τὰς τῶν ἄλλων ἐθνῶν παρατάξεις συνέστηκεν, οὐδ’, ὡς Ὅμηρός φησιν, ἀσπὶς δ’] ἄρ’ ἀσπίδ’ ἔρειδε, κόρυς κόρυν, [*](18 lacunam signavi 25 πάντως r: παντὸς C 26 συνεγράψατο r: συνεγράψαντο C 32 II. 13,131. 16, 215 δ’ seclusi)
275
ἀνέρα δ’ ἀνήρ, ἀλλὰ καὶ τὸ δεξιόν κέρας τοῖς Τούρκοις καὶ τὸ εὐώνυμον καὶ τὸ μέτωπον ἀπ᾿ ἀλλήλων διέσπασται καὶ ἑστήκασιν οἷον ἀπερρωγυῖαι ἀπ᾿ ἀλλήλων αἱ φάλαγγες, καὶ [*](D) ὅταν τις ἐπὶ τὸ δεξιὸν ἢ τὸ εὐώνυμον κέρας ὁρμήσειεν, ἐφάλλεται αὐτῷ καὶ τὸ μέτωπον καὶ τὸ μετ᾿ ἐκεῖνο μέρος τῆς ὅλης παρατάξεως καὶ καθάπερ τινὲς λαίλαπες τὸ ὑποκείμενον συνετάραξαν· τὰ δὲ πολεμικὰ τούτοις ὄργανα, οὐ πάνυ δόρασι χρῶνται καθάπερ οἱ λεγόμενοι Κελτοί, ἀλλὰ πανταχόθεν κυκλοῦντες τὸν ἐχθρὸν τόξοις βάλλουσιν· καὶ ἔστιν ἡ ἄμυνα τούτων πόρρωθεν· ὁπόταν διώκῃ, ἁλίσκει τῷ τόξῳ, καὶ διωκόμενος κρατεῖ τοῖς βέλεσι, καἰ βάλλει βέλος καὶ τὸ βέλος πετόμενον ἢ τὸν ἵππον ἢ τὸν ἱππότην ἔπληξεν, ἀπὸ δὲ βαρυτάτης χειρὸς ἀφεθὲν δι’ ὅλου τοῦ [*](470) σώματος παρελήλυθεν· οὕτως εἰσὶ τοξικώτατοι. πρὸς γοῦν τοῦτο ὁ πολυπειρότατος ἐκεῖνος βασιλεὺς ἐνιδὼν τὰς παρατάξεις αὐτὸς ἐπεποίητο καὶ συνίστα τὰς φάλαγγας οὕτως, ὡς τοὺς μὲν ἀπὸ τῶν δεξιῶν τοξεύειν, ὅθεν αἱ ἀσπίδες προβέβληντο, τοὺς δὲ ἡμετέρους ἐκ τῶν ἀριστερῶν βάλλειν, ὅθεν τὰ ἀσκέπαστα ἦν τοῦ σώματος. καὶ αὐτὸς μὲν τὴν τοιαύτην κατανοήσας παράταξιν ὡς ἄμαχός ἐστιν ἐθαύμασε τῆς δυνάμεως· ὥσπερ τινὰ Θεοῦ σύνταξιν ἄντικρυς καὶ ἀγγέλων παρεμβολὴν τὴν τοιαύτην ἡγεῖτο παράταξιν. ἅπαντες δὲ καὶ ἐθαύμαζον καὶ ἐγεγήθεσαν τεθαρρηκότες ἐπὶ τῷ τοῦ [*](Β) αὐτοκράτορος σκέμματι. ἐκεῖνος δὲ ἅμα καὶ τὰς δυνάμεις κατα|νοῶν καὶ τὰς πεδιάδας, δι’ ὧν διιέναι ἔμελλε, φαν|ταζόμενος καὶ τὸ τῆς παρατάξεως στερρὸν καὶ ἀ|διάσπαστον λογιζόμενος χρηστὰς ἐλπίδας ἐντεῦθεν | ἐλάμβανε καὶ εἰς ἔργον ταύτας Θεῷ προβῆναι ἐπηύ|χετο.

Οὕτω γοῦν παραταζάμενος τὴν Σαντάβαριν | κατ- έλαβε . . . . . . . . τοὺς ἡγεμόνας ἅπαντας τῆς | τοιαύτης παρα- [*](10 τούτων] τοῦ Τούρκου? 16 αὐτὸς r: αὐτῶ C 25 κατανοῶν] iam inde a νοῶν codicis Coisliniani versus distinxi, ut paulo certius postea de evanidarum litterarum numero iudicetur 26 στερὸν C 30 in C litterae aliquot hic et in sequentibus evanuerunt)

276
τάξεως διελὼν τὸν μὲν Καμύτζην κατὰ | τοῦ Πολύβοτον καὶ [*](V.) τῆς κέδρου ἐξέπεμψε (πολί|χνιον δὲ τοῦτο ἐρυμνότατον τινος σατράπου | Πουχέα καλούμενον κατεχόμενον), τῷ δέ γε [*](C) Στυ|πειώτῃ κατὰ τῶν ἐν τῷ Ἀμορίῳ βαρβάρων ἀπελ|θεῖν . . . . . το. αἰσθόμενοι δὲ τῆς βουλῆς δύο | τινὲς Σκύθαι αὐτομολοι προσεληλυθότες τῷ Πουχέᾳ τὴν τοῦ Καμύτξη διεμήνυον ἔφοδον, ἅμα δὲ καὶ τὴν τοῦ αὐτοκράτορος ἔλευσιν. ὁ δὲ φόβῳ τηνικαῦτα πολλῷ συσχεθεὶς περὶ μέσας φυλακὰς τῆς νυκτὸς ἐκεῖθεν ἐξελθὼν μετὰ τῶν ὁμοφύλων ᾤχετο. αὐγαξούσης δὲ ἤδη τῆς ἡμέρας καταλαβὼν ὁ Καμύτξης τὸν μὲν Πουχέαν οὐχ εὗρεν, ἀλλ’ οὐδέ τινα τὸ παράπαν Τοῦρκον· πλῆρες δὲ λαφύρων τὸ πολίχνιον, τὴν Κεδρέαν φημί, εὑρηκὼς [*](D) πρὸς οὐδὲν τούτων ἀπένευσεν, ἀλλ’ ἠνιᾶτο καθάπερ οἱ θηραταί τὴν ἐν χεροῖν ἄγραν ἀπολωλεκότες καὶ μὴ ἀνασχόμενος εὐθὺς τὰς ἡνίας στρέψας κατὰ τοῦ Πολυβότου ἄπεισι καὶ ἀθρόον τούτοις ἐπεισπεσὼν κτείνει μὲν βαρβάρους ὑπὲρ ἀριθμόν, ἅπασαν δὲ τὴν λείαν καὶ τοὺς δορυαλώτους ἀναλαβόμενος περὶ τὰ κεῖθι μέρη αὐλίζεται τὴν τοῦ αὐτοκράτορος [*](Ρ. ) ἀπεκδεχόμενος ἔλευσιν. τὰ αὐτὰ καὶ ὁ Στυπειώτης τὸ Ποιμανηνὸν καταλαβὼν δράσας πρὸς τὸν βασιλέα ἐπανέστρεψε. καταλαμβάνει δὲ καὶ ὁ αὐτοκράτωρ τὴν Κεδρέαν περὶ ἡλίου δυσμάς. καὶ προσεληλυθότες παραχρῆμα αὐτῷ στρατιῶταί τινες ἔφασαν, πληθὺν ἀμέτρητον εἶναι βαρβάρων εἰς τὰ τοῦ πάλαι ᾀδομένου Βούρτζη πολίχνια ἀγχοῦ που διακείμενα. ὁ δὲ αὐτοκράτωρ αὐτίκα τε ἠκηκόει τοὺ λόγου καὶ πρὸς ἔργον ἡτοίμαστο. καὶ παραυτίκα τὸν ἐκείνου τοῦ Βούρτζη ἀπόγονον [*](Β) Βάρδαν τὴν κλῆσιν μετὰ Γεωργίου τοῦ Λεβούνη καὶ Σκύθην Πιτικὰν σκυθικῶς καλούμενον μετὰ τῶν ὑπ’ αὐτοὺς εἰς ἀξιόμαχον παραστήσας δύναμιν κατ᾿ ἐκείνων ἐξέπεμψεν ἐπισκήψας, ἐπὰν ἐκεῖσε παραγένωνται, προνομεῖς ἀποστεῖλαι κατὰ τῶν παρακειμένων κωμοπόλεων καὶ ἁπάσας δῃώσασθαι καὶ αὐτοὺς δὴ τοὺς αὐτόχθονας ἐκεῖσε μετοικίσαντας κομίπουχήα [*](3 C 4 στυππειώτη C 19 στυπιώτης C 21 Κεδρέαν r: κέδρην C)
277
σαὶ οἱ. ἐκεῖνοι μὲν οὖν εὐθὺς τῆς προκειμένης ὁδοῦ εἴχοντο, ὁ δὲ αὐτοκράτωρ ἐχόμενος τοῦ προτέρου σκοποῦ τὸ Πολύβοτον καταλαβεῖν ἠπείγετο καὶ μέχρις Ἰκονίου ἀποδραμεῖν. [*](C) ταῦτα διαλογιζόμενος καὶ ἔργου ἀπαρτὶ ἅπτεσθαι μέλλων, ἐπεὶ τοὺς βαρβάρους καὶ αὐτὸν δὴ τὸν Σολυμᾶν σουλτάνον τὴν αὐτοῦ ἔφοδον μεμαθηκότας ἐβεβαιοῦτο ἐμπρῆσαι τὰς ἀρούρας τῆς Ἀσίας ἁπάσας καὶ τὰς πεδιάδας, ὡς μήτε τοῖς ἀνθρώποις μήτε τοῖς ἵπποις τροφὴν τὸ παράπαν παρεῖναι, ἀπὸ δὲ τῶν ἀνωτέρων μερῶν ἄλλη βαρβάρων ἔφοδος διεκηρυκεύετο καὶ ἡ φήμη αὕτη ὑπόπτερος ἅπασαν διέτρεχε τὴν Ἀσίαν, τὸ μὲν ἐδεδίει, μὴ ἐν τῷ πρὸς Ἰκόνιον ἀπέρχεσθαι ἅπαν τὸ στράτευμα λιμοῦ παρανάλωμα διὰ τὴν σπάνιν τῶν [*](D) χορτασμάτων γένηται, τὸ δὲ καὶ τοὺς ἐλπιζομένους ἐκεῖ βαρβάρους ὑφορώμενος ἤχθετο. βουλὴν οὖν βουλεύεται συνετὴν τε καὶ τολμηράν, Θεὸν ἐπερωτῆσαι, εἰ χρὴ τῆς πρὸς τὸ Ἰκόνιον ἔχεσθαι ἢ κατά τῶν περὶ τὸ Φιλομήλιν [*](V. 373) βαρβάρων. βαρβάρων. ἐν δυσὶ γοῦν χαρτίοις περὶ τούτων ἐπερωτήσας καὶ ἄνωθεν τῆς ἱερᾶς καταθέμενος ταῦτα τραπέζης παννύχιον τὸν ὕμνον καὶ ἐκτενεῖς τῷ Θεῷ προσέφερε τὰς ἐντεύξεις. κατὰ δὲ τὸ περίορθρον εἰσελθὼν ὁ ἱερεὺς καὶ θάτερον τῶν τεθέντων χαρτίων ἀναλαβόμενος καὶ παρρησίᾳ λύσας ἁπάντων ὑπανεγίνωσκε τῷ αὐτοκράτορι τῆς πρὸς τὸ Φιλομήλιν ἀνθέξεσθαι ὁδοῦ παρακελευόμενον. ἀλλὰ [*](P. 472) ταῦτα μὲν τὰ κατὰ τὸν αὐτοκράτορα· ὁ δέ γε Βάρδας ὁ Βούρτζης ἐν τῷ ἔχεσθαι τῆς ἤδη ῥηθείσης ὁδοῦ στράτευμα πολὺ θεασάμενος ἑνωθῆναι μετὰ τοῦ Μονολύκου διὰ τῆς γεφύρας τοῦ Ζόμπη ἐπειγόμενον παρευθὺ ὁπλισάμενος συμμίγνυται τούτοις περὶ τὴν τοῦ Ἀμορίου πεδιάδα καὶ νικᾷ κατὰ κράτος. ἕτεροι δὲ ἀπὸ τοῦ ἀνατολικοῦ μέρους Τοῦρκοι κατερχόμενοι καὶ ὡς πρὸς τὸν Μονόλυκον σπεύδοντες παρa- [*](Β) τυχόντες τῇ τοῦ Βούρτζη παρεμβολῇ ἐκείνου μήπω φθάσαντος ἀφαιροῦνται τὰ παρατυχόντα ὑποζύγια καὶ τὰς παρασκευὰς [*](5 ἐπεὶ r: ἐπὶ C 6 ἐμπρῆσαι r: ἐμπρῆσαί τε C 10 ἀύτη C 18 ταῦτα r: ταύτης C)
278
τῶν στρατιωτῶν. ὁ δὲ Βούρτζης ἐκεῖθεν] νικητὴς ὑποστρέφων καὶ πολλὴν συνεπιφερόμενος λείαν συνηντηκώς τινι τῶν ἐκεῖθεν ἐρχομένων καὶ μεμαθηκώς, ὅπως οἱ Τοῦρκοι ἅπαντα τὰ ἐν τῇ παρεμβολῇ αὐτοῦ καὶ τὴν λείαν πᾶσαν ἀναλαβόμενοι ᾤχοντο, διεσκοπεῖτο τί ἂν χρὴ ποιεῖν. ὀξέως δὲ τὸν δρόμον τῶν βαρβάρων ποιουμένων ἤθελε μὲν καὶ αὐτὸς ὄπισθεν διώκειν τούτων, οὐκ ἠδύνατο δὲ κεκμηκότων τῶν ἵππων. καὶ διὰ τοῦτ’ ἀπειπὼν τὴν ἐπιδίωξιν, ὡς μὴ χεῖρόν τι συμβαίη, βραδεῖ ποδὶ σὺν εὐταξίᾳ στείχων κατὰ τὸ περίορθρον [*](C) τὰ ἤδη ῥηθέντα τοῦ Βούρτζη καταλαμβάνει πολίχνια καὶ ἐξοικίζει ἅπαντα. κἀκεῖθεν τούς τε δορυαλώτους ἀναλαμβάνων καὶ ὁπόση τις ἦν περιουσία τοῖς βαρβάροις ἐπαγόμενος καὶ μικρὸν ἐν ἐπικαίρῳ τόπῳ ἑαυτόν τε καὶ πάντας κεκοπιακότας ἀνακτησάμενος ἀνίσχοντος ἥλιον τῆς ὡς πρὸς τὸν αὐτοκράτορα φερούσης εἴχετο. ἐν τῷ μεταξὺ δὲ ἑτέρα τις περιτυχοῦσα τούτῳ Τουρκικὴ δύναμις παραχρῆμα ξυμμίγνυται τούτοις καὶ πόλεμος ἐντεῦθεν ἀναρριπίζεται μέγας. ἐφ’ ἱκανὸν δὲ τὴν μάχην ἀναδεξάμενοι τοὺς δορυαλώτους [*](D) ᾐτοῦντο καὶ τὰ ἐξ αὐτῶν ἀφαιρεθέντα λάφυρα διαβεβαιούμενοι, ὡς εἰ τῶν ἐπιζητουμένων τύχοιεν, οὐκέτι προσβαλεῖν τοῖς ‘Pωμαίοις ἐπιχειρήσουσιν, ἀλλ’ οἴκαδε ἀπελεύσονται. ὁ δὲ Βούρτζης οὐδαμῶς τῷ τῶν βαρβάρων θελήματι συνετίθετο, ἀλλὰ καρτεροῖς τῆς μάχης ἀντείχετο γενναίως ἀγωνιζόμενος. ἐπεὶ δὲ τῇ προτεραίᾳ ὕδατος τὸ παράπαν οὐκ ἀπεγεύσαντο μαχόμενοι, ἐπὰν ὄχθους ποταμοῦ τινος κατέλαβον, κατέψυχον τὸ καῦμα τοῦ δίψους καὶ αὖθις ἀμοιβαδὸν τῆς μάχης ἀντείχοντο· τῶν δὲ οὖθις τοῦ πολέμου ἀντεχομένων οἱ προκεκμηκότες διὰ τοῦ ὕδατος ἑαυτοὺς διανέπαυον. τοσαύτην δὲ τῶν βαρβάρων τόλμαν ὁ Βούρτζης ὁρῶν καὶ πρὸς τοσοῦτον πλῆθος ἀποκναίων ἐν ἀμηχανίᾳ ἦν καὶ οὐ τῶν κοινῶν τινα στρατιωτῶν πρὸς τὸν βασιλέα τὴν περὶ τούτων ἀγγελίαν [*](Ρ.) κομίσοντα πέπομφεν, ἀλλὰ τὸν ἤδη ῥηθέντα Γεώργιον τὸν [*](1 ἐκεῖθεν seclusi 3 ἐκεῖθεν r: ἐκεῖ C 27 ἀντεχομένων r: ἀντεμαχομένων C1 ἀντιμαχομένων C2)
279
Λεβούνην. ὁ δὲ μὴ ἔχων ἄλλην ἀτραπόν, ἐν ᾗ οὐ πλῆθος [*](374) Τούρκων παρῆν, ῥιψοκινδύνως ἐς μέσον τούτων ἑαυτὸν ὤσας διεληλύθει καὶ μέχρι βασιλέως διεσέσωστο. ὁ δὲ τὰ κατὰ τὸν Βούρτζην μεμαθηκὼς περί τε Τούρκων πληθύος ἀκριβέστερον διαγνοὺς καὶ ὡς χρεία τῷ Βούρτζῃ πολλῶν καὶ χειρῶν καὶ δυνάμεων, αὐτὸς μὲν τηνικαῦτα ἐπὶ τοῖς ὅπλοις ἦν καὶ τὸ στράτευμα ἐξώπλιζε. καὶ οὕτω κατὰ φάλαγγας [*](Β) καταστήσας τὸ ὁπλιτικὸν κατὰ τῶν βαρβάρων ἐπορεύετο σὺν εὐταξίᾳ πολλῇ. εἶχε δὲ τὸ μὲν ἔμπροσθεν κέρας ὁ βασιλεύς Μιχαήλ], τὸ δεξιὸν ὁ Βρυέννιος, τὸ ἀριστερὸν ὁ Γαβρᾶς καὶ τὴν οὐραγίαν ὁ Κεκαυμένος. ὡς δὲ πόρρωθεν οἱ Τοῦρκοι τούτους ἐδέχοντο, Νικηφόρος ὁ τῆς βασιλίδος ἀδελφιδοῦς, νέος ὢν καὶ πρὸς μάχας σφαδάζων, αὐτός τε προεκδεδραμήκει τῆς παρατάξεως καί τινας σὺν αὐτῷ ἐφελκυσάμενος Ἄρεως ὑπασπιστὰς καὶ συμπλακεὶς τοῖς κατ’ αὐτοῦ πρότερον ἐφωρμηκόσι πλήττεται μὲν τηνικαῦτα κατὰ τοῦ [*](C) γόνυος, πλήττει δὲ τὸν παίσαντα κατὰ τὸ στέρνον διὰ τοῦ δόρατος. ὁ δὲ παραχρῆμα τοῦ ἵππου κατενεχθεὶς ἄφωνος ἔκειτο. τοῦτο οἱ ὄπισθεν βάρβαροι θεασάμενοι τὰ μετάφρενα τοῖς Ῥωμαίοις παραυτίκα διδόασιν. ὁ δὲ βασιλεὺς ἀριστέα τὸν νεανίαν ἀπολαβὼν ἥσθη τὸ παραυτίκα καὶ μεγάλως τοῦτον ἐπαινέσας πρὸς τὸ Φιλομήλιον ἤλαυνε. καὶ περὶ τὴν λίμνην τῶν τεσσαράκοντα μαρτύρων ἐφθακὼς τῇ μετ’ αὐτὴν τὰ καλούμενα Μεσάνακτα κατέλαβεν· ἐκεῖθεν δ’ ἀπάρας τὸ Φιλομήλιν ἐξ ἐφόδου κατέσχεν. εἶτα ἀποσπάδας διαφόρους τοῦ στρατεύματος ἀποδιελόμενος παντὸς μεθ’ ἡγεμόνων γενναίων κατὰ πασῶν τῶν Ἰκονίῳ παρακειμένων [*](D) κωμοπόλεων ἐξαπέστειλεν, ἐφ’ ᾧ δῃώσασθαί τε καὶ τοὺς δορυαλώτους τῆς ἐκείνων ἀφαρπάσαι χειρός. οἱ δὲ ὡς θῆρές τινες διασπαρέντες ἁπανταχοῦ ἀγεληδὸν πρὸς τὸν βασιλέα τοὺς δορυαλώτους τῶν βαρβάρων κομίζοντες ἐπανῄεσαν [*](4 περὶ r: παρὰ C 7 οὕτο C 10 Μιχαήλ seclusi: scilicet olim a lectore quodam ad (Michaelis) Cecaumeni nomen adscriptum fuit γαυρᾶς C ἄρεος C 29 ἀφαρπάσαι r: ἀφαρπάσας C θηρατῆρές?)
280
μετὰ τῶν σκευῶν αὐτῶν τούτους ἐξανδραποδισάμενοι πάντας. συνείποντο δὲ τούτοις αὐθαιρέτως καὶ οἱ αὐτόχθονες τῶν τοιούτων χωρῶν Ῥωμαῖοι φεύγοντες τὰς τῶν βαρβάρων χεῖρας, γυναῖκές τε ὁμοῦ μετὰ τῶν νεογνῶν καὶ ἄνδρες αὐτοὶ καὶ παῖδες, καθάπερ εἴς τι κρησφύγετον ἐς τόν αὐτοκράτορα προσπεφευγότες. ὁ δὲ τὴν καινὴν ἐκείνην αὖθις παράταξιν διατυπωσάμενος καὶ μέσον τοὺς δορυαλώτους ἅπαντας σὺν [*](P. 4) γυναιξὶ καὶ παιδίοις εἰσελάσας τὴν αὐτὴν ἀτραπὸν διῄει, δι’ ἧς διεληλύθει ὁδοῦ, καὶ ἐφ’ οἷς ἂν προσεπέλασε τόποις, μετ’ ἀσφαλείας ἁπάσης ἐπορεύετο. καὶ εἶπες ἂν ἰδὼν πόλιν τινὰ ἔμψυχον πεπυργωμένην πορεύεσθαι κατὰ τὴν εἰρημένην ἐκείνην καινουμένην σύνταξιν.

Ὡς δὲ προσωτέρω προῄει, βάρβαροι μέν τινες οὐκ ἐφαίνοντο, παρείπετο δὲ ὁ Μονόλυκος ἐφ’ ἑκάτερα ἐν λόχοις τῷ στρατεύματι μετὰ ἀποχρώσης δυνάμεως. ἐπὰν δὲ διὰ τῆς ἀναμεταξὺ πεδιάδος τοῦ τε Πολυβότου καὶ τῆς ἤδη [*](B) ῥηθείσης ἐκείνης λίμνης διῄει, ἀπόμοιρα τις τοῦ βαρβαρικοῦ τάγματος, αὐτόσκευοι πάντες καὶ ψιλοὶ τολμητίαι, ἑκατέρωθεν λοχήσαντες τοῦ στρατοπέδου ἀθρόον ἀπὸ τῶν μετεώρων αὐτοῖς ἀνεφάνησαν. καὶ τὰ μὲν πρῶτα τὴν καινὴν ἐκείνην παράταξιν ὁ ἀρχισατράπης Μονόλυκος θεασάμενος [*](V.) γέρων τε ὢν καὶ πολλῶν ἐν πείρᾳ πολέμων τε καὶ ταγμάτων ἐξεπλάγη τεθαυμακὼς τὴν καινὴν ἐκείνην διασκευὴν τοῦ συντάγματος καὶ τὸν ξυνταγματάρχην ἐπεζήτει ἐγνωκέναι. τὸν αὐτοκράτορα Ἀλέξιον ἐστοχάζετο καὶ οὐχ ἕτερον ἡγεμόνα τῶν ταγμάτων εἶναι καὶ τῆς καινῆς ἐκείνης παρατάξεως. [*](C) καὶ ἤθελε μὲν προσβαλεῖν, οὐκ εἶχε δέ· ἀλλ’ ὅμως τὸ ἐνυάλιον ἀλαλάξαι ἐκέλευσε. πολλοῦ δὲ στρατεύματος φαντασίαν τοῖς Ῥωμαίοις παρασχεῖν μηχανώμενος μὴ συνασπίζειν, ἀλλὰ διῃρημένως καὶ ἀτάκτως, καθάπερ ἄνωθεν τὴν παράταξιν αὐτῶν διεγράψαμεν, θέειν ἐπέτρεψεν, ἴν’ ἐντεῦθεν τῷ ἀπροσδοκήτῳ τῆς θέας καὶ τοῖς τῶν ἵππων δρόμοις [*](7 σὺν addidi 12 καινουμένην r: κινουμένην C 25 τὸν γοῦν? 26 κηνῆς C ἐκείνης εὑρετὴν?)

281
κατάκροτον αὐτοῖς πεποιηκότες τὴν ἀκοὴν τὰς τῶν Ῥωμαίων δυνάμεις κ·αταπλήξαιεν. ὁ δέ γε αὐτοκράτωρ καθαπερεὶ πύργος προὔχων τῆς παρατάξεως προϊὼν ἢ στῦλος πυρὸς ἢ θεία τις καὶ οὐρανία ὄψις τὰς φάλαγγας αὐτῶν ἀνερρώννυε [*](D) καὶ ἐπὶ ταὐτοῦ βαδίζειν σχήματος ἐκέλευε καὶ θαρρεῖν παρεκελεύετο καὶ προσετίθει, μὴ πρὸς τὴν ἑαυτοῦ σωτηρίαν ἀποβλέπων τὸν τοσοῦτον ἀναδέξασθαι μόχθον, ἀλλὰ τῆς τῶν Ῥωμαίων εὐκλείας ἕνεκα καὶ δόξης καὶ πρὸς τούτοις ἑτοιμότατον εἶναι ὑπὲρ ἁπάντων ἀποθανεῖν. ἅπαντες οὖν τεθαρρηκότες ἕκαστος τὸν ἴδιον ἐφύλαττε τόπον πάνυ τὴν [*](Ρ. 475) πορείαν ἀνειμένως ποιούμενοι, τοσοῦτον ὡς μηδὲ κινεῖν δοκεῖσθαι τοῖς βαρβάροις. δι’ ὅλης οὖν τῆς ἡμέρας προσβάλλοντες τῷ Ῥωμαϊκῷ στρατεύματι καὶ μηδὲν ἠνυκότες μηθ’ ὅλως μήτε ἐκ μέρους διασπάσαι τὸ Ῥωμαϊκὸν σύνταγμα δυνηθέντες αὖθις πρὸς τὰς ἀκρολοφίας ἀνέτρεχον ἄπρακτοι καὶ πυρσοὺς τηνικαῦτα πλείονας ἀνάψαντες δι’ ὅλης νυκτὸς ὠρύοντο καθάπερ λύκοι, ἔστι δ’ οὗ πρὸς τοὺς Ῥωμαίους ἀπέσκωπτον· ἦσαν γὰρ καί τινες ἐν αὐτοῖς μιξοβάρβαροι ἑλληνίζοντες. αὐγαζούσης δὲ τῆς ἡμέρας τὰ αὐτὰ μηχανώμενος ὁ Μονόλυκος τοῖς Τούρκοις ἐπέταττε ποιεῖν. ἐπὶ τούτοις καταλαβὼν καὶ αὐτὸς ὁ Κλιτζιασθλὰν [*](Β) σουλτάνος καὶ θεασάμενος τὴν τοῦ στρατοπέδου εὐταξίαν ἐθαύμασε μέν, ἀπέσκωψε δὲ οἷα νέος πρὸς γέροντα τὸν Μονόλυκον, ὅτου χάριν τὴν μετὰ τοῦ αὐτοκράτορος ἀνεβάλετο μάχην. ὁ δὲ “ἐγὼ μὲν’’ ἔφη “ὡς γέρων ἢ δειλὸς ἀγχέμαχον τὴν μετ᾿ αὐτοῦ συμπλοκὴν ἀνεβαλόμην μέχρι τοῦδε. εἰ δὲ σὺ θαρρῶν ἦσθα, ἄγε δὴ πειράθητι καὶ αὐτός· τὸ πρᾶγμα διδάξει.” εὐθὺς οὖν αὐτὸς μὲν τοῖς περὶ τὴν οὐραγίαν οὖσι προσέβαλεν, ἑτέροις δὲ σατράπαις τὴν κατὰ πρόσωπον τοῦ αὐτοκράτορος προσβολὴν ἐπέταξε καὶ [*](C) ἄλλοις τὴν καθ’ ἑτέραν πλευρὰν τῆς παρατάξεως μάχην ἀνέθετο. ὁ γοῦν τὸ δεξιὸν κέρας ἐπέχων Νικηφόρος ὁ [*](8 ἕνεκα addidi 20 ἐπέττατε C 23 ἀπέσκοψε C 26 ἀγχεόμαχον C 29 δὲ addidi)
282
Βρυέννιος Καῖσαρ τις κατὰ τὴν οὐραγίαν μάχης αἰσθόμενος ἐσφάδαζε μὲν ἀμύνειν τοῖς ὄπισθεν, οὐκ ἤθελε ·δὲ ἀπειρίας ἢ νεότητος ἐνδείξασθαι τι, ἀλλ’ ἐπεῖχε καίτοι λυττῶντα τὸν [*](V. 376) κατὰ τῶν βαρβάρων θυμὸν καὶ σὺν εὐταξίᾳ ἐπὶ ταὐτοῦ σχήματος τὴν πορείαν ποιεῖσθαι ἐσπούδαζε. καρτερῶς δὲ τῶν βαρβάρων μαχομένων ὁ τὸ ἀριστερὸν κέρας ἐπέχων ὁ φίλτατός μοι τῶν ἀδελφῶν ὁ πορφυρογέννητος Ἀνδρόνικος τὰς ἡνίας στρέψας σφοδρὰν μετὰ τὴς ἰδίας φάλαγγος τὴν κατὰ τῶν βαρβάρων ἐπέλευσιν ἐποιήσατο. ὃς εἰς τὸ χαρι- [*](D) ἕστατον αὐτὸ τῆς ἡλικίας ἐληλυθώς, τόλμαν δὲ συνετὴν καὶ χεῖρα δεξιὰν καὶ φρόνησιν περιττὴν ἐν πολέμοις ἔχων πρὸ καιροῦ ᾤχετο καί, ὡς οὐκ ἄν τις ἤλπισεν, ἐξ ἡμῶν ἀπῆλθε καὶ κατέδυ. ὦ νεότης καὶ ἀκμὴ σώματος καὶ ἐπὶ τῶν ἵππων ἅλματα κοῦφα ποῦ ποτε κατερρεύσατε; μονῳδεῖν με τὸ ἐπὶ τούτῳ πάθος ἐκβιάζεται, ἀλλ’ ὁ τῆς ἱστορίας νόμος [*](P. 47) ἐκεῖθεν αὖθις ἀπείργει. θαυμάζειν δὲ ἔστι, πῶς οὐ γίνεταί τις καὶ νῦν καθάπερ καὶ πάλαι, φησίν, ἢ λίθος ἢ ὄρνις ἢ δένδρον ἤ τι τῶν ἀψύχων ὑπὸ μεγάλων κακῶν εἰς τὰ τοιαῦτα τὴν φύσιν ἀμείβων, εἴτε μῦθος τοῦτό ἐστιν εἴτε λόγος ἀληθής· καὶ τάχα κρεῖττον ἂν εἴη πρὸς τὰ μηδὲν αἰσθανόμενα μεταμείβειν μεταμείβειν τὴν φύσιν ἢ τοσαύτην αἴσθησιν δέχεσθαι τοῦ κακοῦ. εἰ γὰρ τοῦτ’ ἦν, τάχ’ ἄν με λίθον ἀπέδειξε τὰ συμπεσόντα δεινά.

Τὴν δὲ μάχην ἀγχέμαχον ἤδη γεγονυῖαν ὁ Νικηφόρος θεασάμενος καὶ πτοηθεὶς τὴν ἧτταν μετὰ τῆς ἰδίας παρατάξεως ὅλας ἡνίας στρέψας ἀμύνειν ἠπείγετο. καὶ τηνικαῦτα [*](Β) οἱ βάρβαροι νῶτα δεδωκότες καὶ σὺν αὐτῷ δὴ τῷ Κλιτζιασθλὰν σουλτὰν ἀνὰ κράτος φεύγοντες πρὸς τὰς ἀκρολοφίας ἠπείγοντο. πολλοὶ μὲν οὖν τηνικαῦτα πεπτώκασι πολεμοῦντες, οἱ πλείους δὲ καὶ ἑάλωσαν· τῶν δὲ σωθέντων ἁπάντων διασπαρέντων καὶ αὐτὸς δὴ ὁ σουλτάνος ἀπεγνωκὼς τὰς σῳζούσας ἐλπίδας μετὰ τοῦ οἰνοχοοῦντος αὐτῷ μόνον φεύγων [*](1 Βρυέννιος ὁ ἐμὸς καῖσαρ? 8 μετὰ r: κατὰ C 32 ἡνιοχοῦντος C)

283
περί τι τέμενος κατὰ τὴν ἀκρολοφίαν ἱόρυμένον, οὗ κυκλόθεν οὐρανομήκεις κυπάριτrοι στοιχηδὸν ἑστήκεσαν, ὑπὸ τῶν [*](C) διωκόντων αὐτὸν τριῶν Σκυθῶν καὶ τοῦ υἱοῦ τοῦ Οὐζᾶ στενοχωρηθεὶς ἀνελήλυθε καὶ μικρὸν ἐπὶ θάτερον παρεκ- κλίνας, ἐπεὶ μηδὲ γνώριμος τοῖς διώκουσιν ἦν, αὐτὸς μὲν σέσωστο , ὁ δέ γε οἰνοχόος παρὰ τῶν Σκυθῶν κατασχεθεὶς τῷ αὐτοκράτορι ὡς μέγα τι δῶρον προσενήνεκται. ὁ μὲν οὐν βασιλεν̀ς ἐπὶ τῇ τοιαύτῃ νίκῃ καταγωνισάμενος τοὺς ἐχθροὺς ἔχαιρεν , ἠνιᾶτο δέ, ὅτι μὴ καὶ ὁ σουλτάνος εἰς χεῖρας ἐμπεσὼν κατεσχέθη, ἀλλὰ παρὰ μικροῦ, τοῦτο δὴ τὸ πεπαροιμιασμένον , ἐρρύσθη. ἑσπέρας δὲ ἤδη καταλαβού- καταλαβούσης αὐrοῦ κατὰ τόπον αὐλίζεται, οἱ δὲ περισωθένrες τῶν [*](D) βαρβάρων αὖθις κατὰ τὰς ἀκρολοφίας ἀνελθόντες πυρσούς τε παμπόλλους ἀνῆψαν καὶ δι’ ὅλης νυκτὸς κατὰ τῶν Ῥω- ὡς κύνες περιυλάκτουν. Σκύθης δέ τις ἀποδράσας ἀπὸ τοῦ Ῥωμαί·κοῦ στρατεύμαrος καὶ προσεληλυθώς τῷ σουλτὰν ἔφη " rὴν μετὰ τοῦ αὐτοκράτορος μάχην ἡμέρας [*](V. 377) οὔσης μηδαμῶς ἐπιχείρει · οὐ γάρ σοι πρὸς καλὸν ἐσεῖταί. ἀλλ’ ἐπεὶ μὴ ἀποχρώσης τῆς πεδιάδος συνεσφιγμένως τὰς σκηνὰς ἐπήζατο, δι’ ὅλης νυκτὸς πρὸς τοὺς πρόποδας τῶν βουνῶν κατιόντες ψιλοὶ τοξόται καὶ συχνὰ τὰ βέλη κατ’ αὐτῶν πεμπέτωσαν καὶ οὐ τὴν τυχοῦσαν ζημίαν τῷ Ῥω- [*](P. 477) μαὶκῷ στρατεύματι ὑφέξουσι.υ τηνικαῦτα δὲ καὶ μιζοβάρ- βαρός τις ἐκεῖθεν αὖθις λαθὼν τοὺς Τούρκους πρὸς τὸν βασιλέα φοιrᾷ ἀπαγγέλλων , ἱπόσα ὁ Σκύθης τῷ σουλτάνῳ προσελθὼν ὑπέθετο, καὶ τὰ βεβουλευμένα ἅπανrα κατὰ τοῦ Ῥωμαἰ·κοῦ στρατεύματος σαφῶς διηγήσατο. ταῦτα μεμαθη- κὼς ὁ αὐτοκράτωρ διχῆ διελὼν τὸ στράτευμα τοὺς μὲν εἴσω τῆς παρεμβολῆς ὄνrας ἐγρηγορέναι καὶ νήφειν προσ- έταξε, τοὺς δέ γε λοιποὺς ὁπλίσασθαι τε καὶ ἐΜεν τῆς παρεμβολῆς ἐξελθόντας προυπαντῆσαί τοῖς καr’ αὐτῶν ἐρχο- μένοις Τούρκοις και τὴν μετ’ αὐτῶν ἀναδέξασθαι μάχην. [*](Β) οἱ δὲ βάρβαροι δι’ ὅλης νυκτὸς γυρόθεν περιζώσαντες τὸ στράτευμα πολλὰς ἐκδρομὰς περὶ τοὺς πρόποδας τῶν βου-
284
νῶν ποιούμενοι σνχνοὺς ὀϊστοὺς κατὰ τοῦ στρατεύματος ἔβαλλον. οἱ δὲ Ῥωμαῖοι κατὰ τὰς ὑποθήκας τοῦ αὐτοκράτορος ποιοῦντες ἐφύλαττον ἑαντοὺς μὴ διασπῶντες τὴν παράταξιν. ὑπαυγαζούσης δὲ τῆς ἡμέρας ἅπαντες ἐπὶ τοῦ αὐτοῦ σχήματος ᾔεσαν καὶ τὴν λείαν καὶ τὰς σκενὰς ἁπάσας καὶ αὐτοὺς δὴ τοὺς δορναλώτους μετά τε γυναικῶν καὶ παιδίων ἐς τὸ μέσον τῆς παρατάξεως αὖθις ἐλάσαντες τὴν πρὸς Ἀμποῦν ὥδευον. πόλεμος δὲ τηνικαῦτα καταλαμβάνει τούτους βαρὺς καὶ δεινός, ὁ γὰρ σονλτάνος σννάξας αὖθις τὰς δυνάμεις καὶ περιζώσας τὸ στράτευμα γυρόθεν καρτερῶς [*](c) ἐμάχετο, μηδαμῶς δὲ τὸν συνασπισμὸν τῶν Ῥωμαίων διακόψαι ἰσχύσας, ἀλλ᾿ ὥσπερ ἀδαμαντίνοις τείχεσι πρυσβαλὼν ἄπρακτος ἀπεπέμφθη. ἠνιᾶτο γοῦν δι᾿ ὅλης ἐκείνης τῆς νυκτὸς καὶ καθάπαξ ἀπογνοὺς μετὰ τοῦ Μονολύκον καὶ τῶν λοιπῶν σατραπῶν ἐβονλεύετο καὶ τὰ περὶ εἰρήνης ἐπιφωσκούσης ἡμέρας ᾐτεῖτο τὸν αὐτοκράτορα τούτον πᾶσι τοῖς βαρβάροις σννδόξαντος. οὐκ ἀποπέμπεται δέ, ἀλλὰ δέχεται τούτον τὴν ἱκεσίαν ὁ αὐτοκράτωρ καὶ παραχρῆμα τὸ ἀνακλητικὸν ἠχῆσαι ἐπέταξε καὶ οὕτως ἀτρεμεῖν ἅπαντας παρεκελεύσατο καὶ ἐπὶ τοῦ αὐτοῦ ἵστασθαι σχήματος μήτε τῶν ἵππων ἀποβάντας μήτε τὰς σκενὰς τῶν ὑποζνγίων [*](D) ἀποσάξαντας περιφραττομένους ἀοπίδι καὶ κυνέῃ καὶ δόρατι, καθά γε καὶ πρότερον δι᾿ ὅλης τῆς ὁδοιπορίας. ταῦτα δὲ δι᾿ οὐδὲν ἄλλο τῷ αὐτοκράτορι ᾠκονόμητο, ἀλλ᾿ ἵνα μὴ σνγχύσεως γενομένης πολλάκις τό τε σχῆμα τῆς παρατάξεως διασπασθῇ κἀντεῦθεν εὐάλωτοι ἅπαντες γένωνται. ἐδεδίει γὰρ τοὺς Τούρκονς πλῆθος πολὺ τούτονς ὁρῶν καὶ ἁπανταχόθεν τῷ Ῥωμαϊκῷ προσβάλλοντας στρατεύματι. ἐν ἐπικαίρῳ δὲ τόπῳ στὰς ὁ αὐτοκράτωρ τούς τε σνγγενεῖς αὐτοῦ ἅπαντας καὶ ἱκανοὺς τῶν στρατιωτῶν ἀπολεξάμενος ἐφ᾿ ἑκάτερα ἐπὶ κεφαλῆς μὲν αὐτὸς εἱστήκει, δεξιόθεν καὶ ἐξ εὐωνύμων οἱ καθ᾿ αἷμα καὶ ἐξ ἀγχιστείας αὐτῷ προσήκοντες καὶ τού- [*](Ρ.) [*](14 καὶ addidi 24 αὐτοχράτωρι C 31 εἱοτείχει C)
285
τοις ἐχομένως μιγὰς τῶν στρατιωτῶν ἔκκριτος, κατάφρακτοι ἅπαντες · ὁ δὲ τῶν ὅπλων ἀποστίλβων πυρσὸς τὸν ἀέρα πλέον καὶ τῆς ἡλιακῆς ἀκτῖνος κατηύγαζε. προσεληλύθει δὲ τηνικαῦτα καὶ ὁ σουλτάνος μετὰ τῶν ὑπ’ αὐτὸν σατραπῶν, ὧν ὁ Μονόλυκος χρόνῳ καὶ πείρᾳ καὶ ἀνδρίᾳ πάντων τῶν κατὰ τὴν Ἀσίαν Τούρκων ὑπερφέρων προῆγε, καὶ κααλαμβάνει τὸν βασιλέα κατὰ τὴν πεδιάδα τὴν μεταξὺ Αὐγουστόπολιν [*](V. 378) καὶ Ἀκρόνιον. οἱ δέ γε σατράπαι πόρρωθεν θεασάμενοι [*](Β) τὸν αὐτοκράτορα τῶν ἵππων ἀποβάντες τὴν συνήθη τοῖς βασιλεῦσι προσκύνησιν ἀποδεδώκασι. τόν δὲ σουλτάνον πολλάκις τοῦ ἵππου ἀποβῆναι ἐπιχειρήσαντα ὁ αὐτοκράτωρ οὐ ξυνεχώρει. ἀλλ’ ἐκεῖνος ταχὺ πεζεύσας τὸν πόδα τούτου ἠσπάσατο. καὶ ὃς χεῖρά τε δοὺς αὐτῷ καὶ ἵππον τῶν ἐκκρίτων ἐπιβῆναι ἐκέλευσεν. ἐπιβάντα δὲ τοῦτον καὶ παρὰ θατέραν πλευρὰν τοῦ αὐτοκράτορος προσεγγίσαντα παραχρῆμα τὸ ἀμφίον ὃ περιεβέβλητο λύσας τοῖς ὤμοις ἐκείνου ἐπέθετο. εἶτα μικρὸν ἐπισχὼν τὸ πᾶν τῶν αὐτῷ δεδογμένων δημηγορήσας ἐξέφηνε λέγων ὡς “εἰ μὲν τῇ βασιλείᾳ [*](C) Ῥωμαίων ὑπείκειν βούλεσθε καὶ τὰς κατὰ τῶν Χριστιανῶν ἐκδρομὰς ἀνακόψαι, χαρίτων μὲν καὶ τιμῆς ἀπολαύσετε καὶ ἀνέτως ἐν ταῖς ἀποτεταγμέναις ὑμῖν χώραις τοῦ λοιποῦ βιώσεσθε, οὗ τὸ πρότερον τὰς διατριβὰς εἴχετε πρὸ τοῦ Ῥωμανὸν τὸν Διογένην τὰς ἡνίας τῆς βασιλείας περιζώσασθαι καὶ τὴν ἧτταν ἐκείνην ἡττηθῆναι μετὰ τοῦ σουλτάνου συνάξαντα δυστυχῶς τὴν μάχην καὶ ἁλῶναι παρ’ αὐτοῦ. χρὴ οὖν τὴν εἰρήνην ἑλέσθαι τῆς μάχης καὶ τῶν ὑπὸ τὴν Ῥωμαίων ἀρχὴν ὁρίων ἀπέχεσθαι τοῖς ἰδίοις ἀρκουμένους. καὶ [*](D) εἴ μου πεισθῆτε τοῖς λόγοις συμβουλευομένου τὰ λῴονα, μεταμεληθήσεσθε οὐδαμῶς, ἀλλὰ καὶ πολλῶν δωρημάτων ἐπιτεύξεσθε. εἰ δὲ μή , ἐμὲ ἴστε ὀλοθρευτὴν τοῦ γένους ὑμῶν ἔσεσθαι.” ὁ δὲ σουλτάνος καὶ οἱ τούτου σατράπαι [*](7 κατὰ r: καὶ C 14 ἐπιβάντος δὲ τούτου). παρὰ r: περὶ C 15 προσεγγίσαντος?)
286
πρὸς ταῦτα μάλα προθύμως συνέθεντο λέγοντες “οὐκ ἂν αὐτόμολοι ἐνταῦθα παρεγενόμεθα, εἰ μὴ τὴν μετὰ τῆς σῆς βασιλείας εἰρήνην ἀσπάσασθαι προειλόμεθα”. τούτων οὖν ῥηθέντων ἀπέλυσε τούτους εἰς τὰς ἀποτεταγμένας αὐτοῖς σκηνὰς εἰς νέωτα τὰς συνθήκας κατεμπεδῶσαι ὑποσχόμενος. τῇ δὲ μετ’ αὐτὴν αὖθις τὸν σουλτάνον Σαϊσὰν τὴν κλῆσιν θεασάμενος ὁ βασιλεὺς καὶ τὰς μετ’ αὐτοῦ συνθήκας ὡς ἔθος πληρώσας χρήματα μὲν ὅτι πλεῖστα αὐτῷ ἐχαρίσατο καὶ τοῖς αὐτοῦ δὲ σατράπαις ἱκανῶς φιλοτιμησάμενος χαίροντας ἀπέλυσεν· ἐν τῷ μεταξὺ δὲ μεμαθηκὼς ὁ αὐτοκράτωρ, [*](Ρ. 479) ὅτι ὁ νόθος αὐτοῦ ἀδελφὸς Μασοὺτ τῆς ἀρχῆς αὐτοῦ βουλόμενος ἐπιδράξασθαι τὸν τοῦ Σαϊσὰν μεμελετήκει φόνον, νον, + ὑπεισελθόντων αὐτῷ σατραπῶν τινων, ὁποία ὡς ἐπίπαν γίνεσθαι, ξυνεβούλευε μεῖναι μικρόν, ἔστ᾿ ἂν τὰ κατ’ αὐτοῦ μελετώμενα σαφέστερον διαγνοίη, καὶ οὕτως ἀπελεύσεται γινώσκων τὰ συμπεσόντα καὶ φυλαττόμενος. ὁ δὲ παρ’ οὐδὲν τὴν τοῦ αὐτοκράτορος βουλὴν λογισάμενος καὶ θαρρῶν ἑαυτῷ ἔχετο τοῦ σκοποῦ. ἴνα γοῦν μὴ δόξῃ ὁ αὐτοκράτωρ τὸν αὐτόμολον σουλτάνον βίᾳ κατασχεῖν καὶ [*](B) μῶμος ἐντεῦθεν αὐτῷ προστριβῇ, ἐνεδίδου τῇ γνώμῃ τοῦ βαρβάρου φάμενος “καλὸν μὲν ἦν περιμεῖναι τέως μικρόν· ἐπεὶ δὲ καταθύμιόν σοι τοῦτό ἐστιν, ἀναγκαῖον τὸν δεύτερον ὅ φασι πλοῦν καὶ καταφράκτους στρατιώτας ἱκανοὺς Ῥωμαίων ἐξ ἡμῶν ἀναλαβέσθαι τοὺς ἀβλαβῆ σε διασώσοντας μέχρις αὐτοῦ Ἰκονίου”. ἀλλ’ οὐδὲ πρὸς τοῦτο καταπειθὴς ὁ βάρβαρος ἦν, ὁποῖα τὰ τῶν βαρβάρων ἤθη ἀγέρωχα μονονοὺ καὶ αὐτῶν νεφῶν ὑπερβάλλεσθαι οἰομένων. συνταξάμενος [*](V. 379) τοίνυν τῷ αὐτοκράτορι καὶ χρήματα ἱκανὰ λαβὼν τῆς πρὸς τὰ οἴκοι φερούσης εἴχετο. ὄνειρος δέ τις ἐφίστα- [*](C) ται αὐτῶ νυκτὸς οὐκ ἀπατηλὸς οὔτε ἐκ Διὸς πεμφθεὶς οὔτε [*](2 παρεγενόμεθα r: παραγενόμεθα C 11 ὁ ἀδελφὸς C, ὁ delevi 12 μεμελετήκει r: μελετήκει C 13 ἐπεξελθόντων? 22 κατὰ τὸν δ. ὅ. φ. π. καὶ] καταφράκτους? 24 διασώσοντας r: διασώσαντας C)
287
μὴν ἐποτρύνων πρὸς μάχας τὸν βάρβαρον, καθάπερ ἡ γλυκεῖά φησι ποίησις, Νηληΐῳ υἷι ἐοικώς, ἀλλὰ τἀληθῆ τῷ βαρβάρῳ προμαντευόμενος. ἐδόκει γὰρ τάχα μύας ἐν τῷ ἀριστᾶν ὅμαδόν περιχυθέντας αὐτῷ καὶ ὃν κατήσθιεν ἄρτον ἐκ τῶν χειρῶν ἀφαρπάσαι σπεύδοντας· τοῦ δὲ καταφρονητικῶς διατιθεμένου καὶ ἀποδιοπομπεῖν ἐπιχειροῦντος αἴφνης εἰς λέοντας ἀλλαξαμένους τὴν φύσιν καὶ ὑπερισχυκότας αὐτοῦ. διυπνισθεὶς δὲ τῷ συνοδοιποροῦντι τούτῳ στρατιώτῃ [*](D) τοῦ αὐτοκράτορος διηγεῖτο τὸν ὄνειρον πυνθανόμενος τί ἂν βούλοιτο τοῦ δὲ εἰς ἐχθροὺς τοὺς μύας τε καὶ τοὺς λέοντας διαλύοντος τοῦ ὀνείρου, αὐτὸς δὲ πιστεύειν οὐκ ἤθελεν, ἀλλὰ σπουδαίως καὶ ἀπερισκέπτως τῆς ὁδοιπορίας εἴχετο. σκοποὺς δὲ τάχα προαπεστάλκει ἐφ’ ᾧ περιαθρῆσαι, μή τινες ἐχθροὶ εἰς προνομὴν ἐξεληλύθεισαν. αὐτῶ δὲ τώ Μασοὺτ οἱ σκοποὶ ἐντετυχηκότες μετὰ πολλῆς στρατιᾶς ἤδη καταλαμβάνοντι καὶ ὁμιλήσαντες τούτῳ ξυνθέμενοι τε τῇ ἐκείνου κατὰ τοῦ Σαϊσὰν γνώμῃ ἐπέστρεψαν μηδένα ἑωρακέναι [*](P. 480) διαβεβαιούμενοι. πιστὸν δὲ τὸν λόγον δεξαμένῳ τῷ Σαϊσὰν καὶ ἀπεριμερίμνως ὁδεύοντι δυνάμεις αὐτῷ συναντῶσι αντῶσιβαρβαρικαὶ τοῦ Μασούτ. προπηδήσας δὲ τῆς φάλαγγος Γάζης τις υἱὸς τοῦ σατράπου Ἀσὰν Κατοὺχ τὴν κλῆσιν, ὃν προφθάσας ὁ Σαϊσὰν ἀνεῖλε σουλτάνος, παίει τοῦτον διὰ τοῦ δόρατος. ὁ δὲ γοργῶς ἐπιστραφεὶς ἐξαρπάζει τὸ δόρυ τῶν χειρῶν τοῦ Γαζῆ φάμενος ὡς “οὐκ ᾔδειν ἔγωγε, ὅτι καὶ γυναῖκες νῦν δόρατα φέρουσι καθ᾿ ἡμῶν”. καὶ τηνικαῦτα φεύγων τῆς πρὸς τὸν βασιλέα φερούσης [*](Β) εἴχετο· ἀπείργετο δὲ παρὰ τοῦ συνεφεπομένου αὐτῷ Πουχέα, ὃς τῷ μέρει τοῦ Μασοὺτ πάλαι προσκείμενος τῷ φαινομένῳ φιλίως τῷ Σαϊσὰν προσεφέρετο τὰ λῴονα τάχα ὑποτιθέμενος· τῇ δ’ ἀληθείᾳ πάγας αὐτῷ * καὶ βόθυνον ὀρύττων ξυνεβούλευε μὴ πρὸς τὸν βασιλέα παλινοστῆσαι, ἀλλ’ εἰς τὸ Τυράγιον εἰσελθεῖν μικρὸν τῆς ὁδοῦ παρεκκλί- [*](2 II. 2, 20 11 τοῦ ὀνείρου r: τὸν ὄνειρον C 21 σαζής C 22 σουλτάνος r: σουλτάνον C 30 lacunam signavi)
288
ναντα. πολίχνιον δὲ τοῦτο ἔγγιστα τοῦ Φιλομηλίου διακείμενον. πείθεται τοῖς τοῦ Πουχέα λόγοις ὁ Σαϊσὰν νήπιος καὶ καταλαβὼν τὸ Τυράγιον προσηνῶς παρὰ τῶν ἐποίκων Ῥωμαίων ἐδέχθη γινωσκόντων τὴν πρὸς αὐτὸν τοῦ βασιλέως εὐμένειαν. καταλαβόντες δὲ οἱ βάρβαροι καὶ αὐτὸς ὁ Μασοὺτ [*](C) περιζώσαντες γυρόθεν τὰ τείχη πρὸς πολιορκίαν ἀπένευον. ὁ δὲ προκύψας ἄνωθεν μεγάλως ἠπειλεῖτο τοῖς ὁμοφύλοις αὐτοῦ βαρβάροις ὅσον ἤδη λέγων δυνάμεις Ῥωμαϊκὰς καταλαμβάνειν αὐτοὺς τοῦ αὐτοκράτορος καὶ εἰ μὴ παύσονται τῆς μάχης, πείσεσθαι τόσα καὶ τόσα. ἀνθίσταντο δὲ καὶ οἱ ἐντὸς Ῥωμαῖοι τοῖς Τούρκοις γενναίως. ὁ δὲ Πουχέας τὴν σκηνὴν διαρρήγνυσι καὶ τὸν κρυπτόμενον τῇ δορᾷ λύκον εἰς τοὐμφανὲς ἐξαγαγὼν κάτεισι τῶν τειχῶν τῷ μὲν Σαϊσὰν ὑποσχόμενος θαρσῦναι μᾶλλον τοὺς ἐποίκους ἐφ’ ᾧ γενναιότερον ἀνθίστασθαι, ἀπειλούμενος δὲ μᾶλλον αὐτοῖς [*](D) καὶ ξυμβουλεύων ἐνδοῦναι καὶ τὰς πύλας ἀναπετάσαι τοῖς [*](V. 3) Τούρκοις, εἰ μὴ βούλοιντο βαρβαρικῆς χειρὸς παρανάλωμα γενέσθαι πολλῶν δυνάμεων ἤδη καταλαμβανουσῶν καὶ ἐξ αὐτοῦ Χοροσάν. οἱ δὲ τὸ μέν τι διὰ τὸ τῶν βαρβάρων πλῆθος ἐκδειματούμενοι, τὸ δέ τι καὶ ταῖς τοῦ Πουχέα ξυμβουλαῖς πεισθέντες παραχωροῦσι τῆς Μόδου τοῖς Τούρκοις. καἰ συλλαβόντες τὸν Σαϊσὰν σουλτάνον ἀποστεροῦσι τῶν ὀμμάτων· ὀργάνου δὲ πρὸς τοῦτο χρησιμεύοντος ἀπορούντων τὸ δοθὲν τῷ Σαϊσὰν παρὰ τοῦ αὐτοκράτορος μανουάλιον ἐχρημάτισε. καὶ ἦν ἰδεῖν τηνικαῦτα τὸ δοχεῖον φωτὸς σκότους καὶ ἀμαυρώσεως γεγονὸς αἴτιον. αὐγὴν δέ [*](P. 4) τινα μικρὰν ἔτι ὑποβλέπων, ἐπὰν τὸ Ἰκόνιον χειραγωγούμενος κατέλαβε, τεθάρρηκε τοῦτο τῇ τιθῇ κἀκείνη δὲ τῇ αὐτοῦ ὁμευνέτιδι. καὶ οὕτω μέχρις αὐτῶν ἀκοῶν τοῦ Μασοὺτ ὁ λόγος ἐφθακὼς ἐξετάραξε τὴν ψυχὴν τοῦ βαρβάρου. ὁ δὲ θυμοῦ πλησθεὶς τῷ Ἐλεγμῷ σατράπης δὲ οὗτος τῶν ἐπιπαύσονται [*](10 r: παύσεται C 16 ἀναπετάσαι r: ἀναπετάσας C 19. 20 τι r: τοι ex τι C1 24 μανουήλιον C1 μανουάλιον C2)
289
φανῶν) ἐπέσκηψε διὰ νευρᾶς τοῦτον ἀπάγξαι. τοιοῦτον τέλος τὰ τοῦ Σαϊσὰν σουλτάνου ἔσχεν ἐξ ἀβουλίας μὴ πεισθέντος ταῖς τοῦ αὐτοκράτορος παραινέσεσιν. ὁ δὲ αὐτοκράτωρ τῆς πρὸς τὴν βασιλεύουσαν φερούσης εἴχετο τὴν [*](Β) παράταξιν διόλου ἐπὶ τῆς αὐτῆς συντηρήσας εὐταξίας.