Ἀλλὰ παράταξιν καὶ φάλαγγας τις ἀκούων, ἀλλὰ δορυαλώτους καὶ λάφυρα, ἀλλὰ στρατηγὸν καὶ ξυνταγματάρχας νομίζοι ἂν ἐκείνων ἀκούειν, ὁποίων ἅπας ἱστορικὸς καὶ ποιητὴς ξυγγράφων μέμνηται. ἀλλ’ αὕτη ἡ παράταξις καινή τις καὶ παράδοξος ἅπασι κατεφαίνετο καὶ ὁποίαν οὐδείς πω οὔτε τεθέαται οὔθ’ ἱστορήσας τοῖς ἐς ὕστερον παρεπέμψατο. ἐπὰν γὰρ τῆς πρὸς τὸ Ἰκόνιον εἴχετο, συντεταγμένως τε ἐπορεύετο καὶ εὔρυθμον αὐλῷ τὴν κίνησιν τοῦ συντάγματος ἐπεποίητο. εἶπες ἂν τὴν φάλαγγα πᾶσαν ἰδὼν [*](C) καὶ κινουμένην ἀκίνητον μένειν καὶ ἱσταμένην πορεύεσθαι. τῷ μὲν γὰρ συνασπισμῷ καὶ τῇ ἀλληλουχίᾳ τῆς παρατάξεως τοῖς ἀσαλεύτοις ὄρεσιν ἐῴκει, ταῖς δὲ μεταβάσεσι κινεῖσθαι ὥσπερ ζῷον μέγιστον ‘ὲν ἡ σύμπασα φάλαγξ ὑπὸ μιᾶς κινουμένη καὶ μεταβαίνουσα ψυχῆς. ἐπὰν δὲ τὸ Φιλομήλιον κατέλαβεν ἁπανταχόθεν τοὺς ὑπὸ χεῖρα τῶν βαρβάρων ἀναρρυσάμενος, καθά που καὶ ἄνωθεν εἴρηται, μέσον τῆς παρατάξεως εἰσελάσας τούς τε δορυαλώτους καὶ αὐτὰς δὴ γυναῖκας καὶ τέκνα καὶ τὴν λείαν ἅπασαν ὑπαναστρέφων ἠρέμα [*](D) τε ἐπορεύετο καὶ οἷον σχολαίαν τε καὶ μυρμηκίζουσαν τὴν κίνησιν ἐπεποίητο. ἐπεὶ δὲ καὶ πολλαὶ τῶν γυναικῶν ἐγκύμονες ἦσαν, πολλοὶ δὲ καὶ νόσοις συνεσχέθησαν, ὁπηνίκα τις πρὸς τὸ τεκεῖν ἠπείγετο γυνή, σάλπιγξ τηνικαῦτα ἠχοῦσα νεύματι τοῦ αὐτοκράτορος ἀτρεμεῖς πάντας ἐποίει, καὶ ἅπαν τὸ σύνταγμα ἐκεῖ παραχρῆμα εἱστήκει. ὅταν δὲ τεκοῦσαν [*](Ρ. 482) μεμαθήκοι, ἄλλος ἦχος οὐ συνήθης καὶ τῆς κινήσεως προκλητικὸς ἠχήσας τὴν ὁδοιπορίαν ἅπασιν ἐπώτρυνεν. εἰ δέ τις καὶ ἐθανάτα, τὰ αὐτὰ αὖθις ἐγίνετο καὶ ὁ αὐτοκράτωρ [*](5 αὐτῆς r: αὐτοῦ C 9 ποητὴς C 13 εὔρρυθμον C αύλῷ r: αὐτῶ C 17 κινεῖσθαι r: κεκινεῖσθαι C 18 μικρᾶς C 22 δεῖ C)
290
πρὸς τὸν θνήσκοντα παρεγίνετο καὶ ἱερεῖς προσεκαλοῦντο
[*](V. 3) τοὺς ἐπιτελευτίους ᾄσοντες ὕμνους καὶ τῶν ἁγιασμάτω μεταδώσοντες τῷ θνῄσκοντι. καὶ οὕτω τῶν ἐπὶ τοῖς τε λευτῶσι πάντων νομίμως τελεσθέντων, οὐδὲ] μέχρις ἂν θνήσκων ἐνσοριασθεὶς ἐτάφη, οὐδὲ βραχὺ τὴν παράταξιν συνεχώρει κινεῖσθαι. ὁπηνίκα δὲ ἀριστῆσαι τούτῳ ἐδέησε, γυναῖκάς τε καὶ ἄνδρας, ὁπόσοι νόσοις ἢ γήρᾳ κεκμηκότες ἦσαν, μετακαλούμενος τὰ πλείω τῶν ἐδεσμάτων αὐτοῖς παρετίθει
[*](B) καὶ τοὺς συνδειπνοῦντας αὐτὸ τοῦτο ποιεῖν παρεκελεύετο. καὶ ἦν ἡ τράπεζα πανδαισία τις θεϊκὴ οὐκ ὀργά νων παρόντων οὐδὲ αὐλῶν οὐδὲ τυμπάνων οὐδὲ τὸ παράπα μουσικῆς τινος ἐνοχλούσης. τοιούτοις οὖν ἑαυτὸν ἐφοδιάζων. ἐπὰν τὸ Δαμάλιον κατέλαβεν (ἑσπέρα δὲ ἦν), οὐ λαμπρὰ μὲν αὐτῷ τὰ εἰς τὴν πόλιν γεγονέναι εἰσιτήρια ἐβούλετο οὐδὲ βασιλικὴν ἐπιδείξασθαι τὴν πομπὴν οὐδὲ θεατρικὴν τὴν παρασκευὴν ἠθέλησεν ἐς νέωτα τὴν διαπεραίωσιν φυλάξας, καθά γε καὶ ἐχρῆν. ἀλλ’ εὐθὺς εἰς μονῆρες εἰσελθὼν περὶ λύχνων ἁφὰς τὰ ἀνάκτορα κατέλαβε. τῇ δὲ μετ᾿ αὐτὴν
[*](C) ὅλος ἐγεγόνει τῆς τῶν δορυκλώτων καὶ ξένων θεραπείας. τῶν μὲν οὖν παίδων ὁπόσα γονέων ἐστέρηντο τῇ πικρᾷ τῆς ὀρφανίας τρυχόμενα κακότητι τοῖς τε συγγενέσι καὶ ὁπόσους σεμνοῦ βίου ᾔδει ὄντας καὶ τοῖς καθηγουμένοις τῶν ἱερῶν φροντιστηρίων διανείμας ἐπέσκηψε μὴ ὡς δοῦλα, ἀλλ’ ὡς ἐλεύθερα ἀνάγειν παντοίας παιδείας ἀξιοῦντας καἰ τὰ ἱερὰ ἐκπαιδεύοντας γράμματα. τινὰ δὲ καὶ εἰς ὅπερ αὐτὸς ἀνήγειρεν ὀρφανοτροφεῖον, παιδευτήριον τοῦτο πλέον πεποιηκὼς τοῖς ἐθέλουσι, παρεδίδου τοῖς προϊσταμένοις τὴν ἐγκύκλιον ἐκπαιδεύεσθαι παιδείαν. ἐν γὰρ τοῖς πρὸς τὴν ἀκρόπολιν
[*](D) μέρεσιν, ἔνθα καὶ τὸ στόμα τοῦ πόντου ἀνοίγεται, ναὸν ἐφευρηκὼς μεγέθει μέγιστον ἐπ’ ὀνόματι τοῦ μεγάλου τῶν ἀποστόλων Παύλου ἐνταῦθα πόλιν ἑτέραν ἐν τῇ βασιλίδι πόλει ἐδείματο. αὐτὸς μὲν γὰρ ὁ ναὸς ἐπ’ ἀκροτάτῳ τῆσδε
[*](4 οὐδὲ seelusi 9 αὐτὸ r: αὐτῷ C 14 εἰς] ἐκ C 17 αὐτὸς εὐθὺς?) 291
[*](P. 483) τῆς πόλεως ἕστηκεν οἷον ἀκρόπολις. ἡ δὲ νέα πόλις ἑκατέρωθεν γέγραπται εἰς σταδίους, ὁπόσους ἂν εἴπῃ τις, κατά τε πλάτος καὶ μῆκος· κύκλῳ δὲ ταύτης ἑστᾶσιν οἰκήματα πυκνά, κατοικίαι πενήτων καί, τὸ δὴ φιλανθρωπότερον, ἀνθρώπων λελωβημένων ἐνδιαιτήματα. ἔστι γὰρ ἰδεῖν τούτους κατ᾿ ἄνδρα ἕκαστον ἐπερχόμενον, ὅπου μὲν τυφλούς, ὅπου δὲ καὶ χωλούς, ὅπου δέ τι καὶ ἄλλο κακὸν ἔχοντας. τὴν στοὰν Σολομῶντος ἂν εἶπες ἰδὼν μεστὴν ἀνθρώπων πεπηρωμένων τὰ μέλη καὶ ὅλα τὰ σώματα. ὁ δὲ κύκλος διπλοῦς τε καὶ δίδυμος· οἱ μὲν γὰρ ἄνω καὶ μετέωροι κατοικοῦσι τῶν πεπηρωμένων τούτων ἀνδρῶν τε καὶ γυναικῶν,
[*](Β 382) οἱ δὲ κάτω καὶ πρόσγειοι παρασύρονται. τὸ δὲ τοῦ κύκλου μέγεθος, εἴ τις ἐθέλει τούτους ἰδεῖν, ἀρξάμενος πρωΐθεν εἰς ἑσπέραν ἂν τὸν κύκλον συνετέλεσε. τοιαύτη μὲν ἡ πόλις, τοιοῦτοι δὲ καὶ οἱ τῆς πόλεως ταύτης οἰκήτορες. οὔτε γήπεδα ἔχοντες οὔτε ἀμπελῶνας οὔτε τι ἄλλο τοιοῦτον, περὶ ὃ τὸν ἀνθρώπινον βίον ἠσχολῆσθαι καταλαμβάνομεν, ἀλλὰ κατὰ τὸν Ἰὼβ ἕκαστος ἢ ἑκάστη τὴν μὲν δημιουργηθεῖσαν αὐτοῖς οἰκίαν οἰκεῖ, αὐτόματα δὲ τὰ πρὸς τροφήν τε καὶ σκέπην παρὰ τῆς βασιλικῆς χειρὸς αὐτοῖς ἐπορίζετο. καὶ γὰρ τὸ παραδοξότατον, οἱ ἀκτήμονες ὥσπερ τινὲς δεσπόται κτήματα
[*](C) ἔχοντες καὶ προσόδους παντοδαπὰς φροντιστὰς ἔχουσι καὶ τοῦ βίου αὐτῶν ἐπιμελητὰς αὐτόν τε τὸν αὐτοκράτορα καὶ τοὺς ἀμφὶ τὸν αὐτοκράτορα σπουδεργούς. ὅπου γὰρ δήποτε γῆς κτῆμα ἦν ἐν καλῷ κείμενον, ταὐτὸν δὲ εἴπερ ἦν εὐπρόσοδον, τοῖς ἀδελφοῖς τούτοις φέρων ἐνείματο, ἀφ’ ὧν οἶνός τε αὐτοῖς κατὰ ποταμοὺς ἐπιρρεῖ καὶ ἄρτος καὶ ὅσα ἐπὶ τοῖς ἄρτοις σιτοῦνται ἄνθρωποι· οἱ δὲ ἐσθίοντες ὑπὲρ ἀριθμόν. καὶ τάχα, τολμῶ καὶ λέγω, εἴποι τις ἄν, πρὸς τὸ τοῦ ἐμοῦ σωτῆρος θαῦμα, τὸ τῶν ἑπτακισχιλίων φημὶ καὶ πεντακισχιλίων, ἀναφέρεσθαι τὸ τοῦ αὐτοκράτορος ἔργον.
[*](D) ἀλλ’ ἐκεῖσε ἐκ πέντε ἄρτων ἐκορέσθησαν χιλιάδες, καθὸ καὶ
[*](3 ἑστῶσιν C 14 συντελέσειε? 18 cf. Iob. 1, 4 25 εἴπερ ἦν r: εἰπεῖν C) 292
ὁ Θεὸς ὁ θαυματουργῶν· ἐνταῦθα δὲ τὰ μὲν τῆς φιλᾶν θρωπίας τῆς θείας ἐξέχεται ἐντολῆς· τὸ δ’ ἄλλο, ἐκεῖσε
[*](P. 4) μὲν θαῦμα, ὧδε δὲ χορηγία βασιλικὴ τὸ αὔταρκες τοῖς ἀδελ φοῖς πορίζουσα. εἰδοί ἐγὼ καὶ γραῦν γυναῖκα ὑπὸ νεᾶνι δος ὑπηρετουμένην καὶ ἄνδρα τυφλὸν ὑπὸ βλέποντος ἀν θρώπου χειραγωγούμενον καὶ ἄποδα πόδας ἔχοντα οὐ τοὺ ἑαυτοῦ ἀλλὰ τοὺς ἀλλοτρίους καὶ ἄχειρα ὑπ’ ἀνδρῶν ἑτέ ρων χειραγωγούμενον καὶ βρέφη τιθηνούμενα παρ’ ἀλλοτρίω μητέρων καὶ παραλύτους ὑπ’ ἄλλων ἀνθρώπων δουλευο μένους εὐρώστων. καὶ ὅλως διπλοῦν ἦν τὸ πλῆθος τῶ τρεφομένων, τῶν μὲν εἰς δουλευομένους ἀριθμουμένων, τῶ δὲ εἰς δουλεύοντας. τῷ μὲν αὐτοκράτορι οὐκ ἐξῆν τῷ παραλύτῳ εἰπεῖν “ἔγειρε καὶ περιπάτει” οὐδὲ τῷ τυφλῷ κελεῦ
[*](B) σαὶ τὸ βλέπειν οὐδὲ τῷ μὴ ἔχοντι πόδας ἐπιτρέπειν περιπατεῖν. ταῦτα ἦν τοῦ μονογενοῦς καὶ δι’ ἡμᾶς γεγονότος ἀνθρώπου καὶ ὑπὲρ ἀνθρώπων ἐνταυθοῖ πολιτευσαμένου. ἁ δὲ προσῆν, ἐκεῖνα ποιεῖ, ὑπηρέτας ἑκάστῳ διδόναι πεπηρωμένῳ καὶ τὴν αὐτὴν πρόνοιαν τιθέναι τῷ λελωβημένῳ, τῷ ὑγιαίνοντι· ὥστε εἴ τις βούλοιτο τὴν νέαν πόλιν καταμαθεῖν, ἣν ἐκ βάθρων ὁ ἐμὸς πατὴρ ἀνεδείματο, τετραπλῆν ἂν ἴδοι τὴν πόλιν καὶ πολλαπλῆν τῶν κάτω, τῶν ἄνω,
[*](C) τῶν ἀμφοτέροις τούτοις ἐξυπηρετουμένων. ἀλλὰ τίς ἐξαριθμῆσαι δυνήσαιτο τοὺς καθ’ ἡμέραν ἐσθίοντας ἢ τὴν καθ’ ἑκάστην δαπάνην καὶ τὴν γινομένην εἰς ἕκαστον πρόνοιαν;
[*](V. ) εἰς ἐκεῖνον γὰρ ἀναφέρω καὶ τὰ μετ’ ἐκεῖνον. ἐκεῖνος γὰρ ἀφωρίσατο τὰς ἀπὸ γῆς καὶ θαλάττης αὐτοῖς προνοίας· ἐκεῖνος γὰρ τὴν δυνατὴν ῥᾳστώνην αὐτοῖς περιεποιήσατο. προκάθηται δὲ ἀνήρ τις τῶν ἐνδοξοτάτων φροντιστὴς τῆς μυριάνδρου ταυτησὶ πόλεως· ὀρφανοτροφεῖον δὲ ταύτῃ τοὔνομα.
[*](D) ὀρφανοτροφεῖον δὲ προσαγορεύεται, ὅτι ἡ πρὸς τοὺς ὀρφανοὺς καὶ ἀποστρατεύτους φιλανθρωπία τοῦ αὐτοκράτορος * · ὅθεν
[*](7 ἑαυτοῦ r: ἑαυτῶν C 10 ευρρώστων C 17 ὑπηρέτας ex ὑπηρέται C1 26 τὰς r: τὰ C αὐτοῖς r: αὐτῆς C 27 γὰρ r: δὲ C 28 δὲ r: γὰρ C 31 φιλανθροπία C lacunam signavi) 293
καὶ τοὔνομα ἐπεκράτησε τὸ ἀπὸ τῆς τῶν ὀρφανῶν προμηθείας.
[*](485) σέκρετα γὰρ ἐπὶ τούτοις πᾶσι καὶ λογοπραγίαι τῶν προνοουμένων κατὰ τὰ τῶν πενήτων κτήματα καὶ χρυσόβουλλοι λόγοι ἐπιβραβεύοντες τοῖς τρεφομένοις τὸ ἀναφαίρετον. τῷ δὲ ναῷ τοῦ μεγαλοκήρυκος Παύλου κλῆρος μέγας κατείλεκτο καἰ πολὺς καὶ φώτων δαψίλεια. καὶ παραγενόμενος εἰς τουτονὶ τὸν νεὼν ἴδοις ἂν χοροὺς ἑκατέρωθεν ἀντᾴδοντας. κατέταξε γὰρ τῷ τῶν ἀποστόλων νεὼ ᾄδοντας καὶ ᾀδούσας κατὰ τὸν Σολομῶντα. ἐπιμελὲς γὰρ καὶ τὸ τῶν δὶακονισσῶν πεποίηκεν ἔργον. πολλὴν δὲ φροντίδα καὶ τῶν
[*](Β) ἐπιξενουμένων Ἰβηρίδων μοναχῶν ἐπεποίητο θύραν ἐκ θύρα ἀμειβουσῶν τὸ πρότερον, ἐπὰν εἰς τὴν Κωνσταντίνου ἐπιδημήσαιεν· ἀλλὰ καὶ ταύταις ἡ κηδεμονία τοὐμοῦ πατρὸς ἀνεδείματο φροντιστήριον μέγιστον τάς τε τροφὰς καὶ τὰς προσηκούσας ἐσθῆτας διοικονομησαμένου. ὁ μὲν οὖν Ἀλέξανδρος ἐκεῖνος ὁ Μακεδὼν αὐχείτω μὲν ἐπὶ τῇ κατ’ Αἴγυπτον Ἀλεξανδρείᾳ, ἐπὶ τῇ κατὰ Μήδους Βουκεφάλῃ, ἐπὶ τῇ κατ’ Αἰθιοπίαν Λυσιμαχίᾳ. ὁ δὲ αὐτοκράτωρ Ἀλέξιος οὐκ ἂν οὑτωσὶ ἐπὶ ταῖς ἀνεγερθείσαις παρ’ αὐτοῦ πόλεσιν ἐναβρύνοιτο, ἃς πανταχοῦ ἴσμεν ἀνοικοδομηθείσας αὐτῷ, ὅσον ἐπὶ ταύτῃ τῇ πόλει μεγαλαυχεῖ. ἀλλὰ ταῦτα μὲν τὰ
[*](C) τεμένη καὶ ἱερὰ φροντιστήρια εἰσιόντι σοι κατὰ λαιὰν ἀπαντήσειε· κατὰ δὲ τὴν δεξιὰν τοῦ μεγάλου τεμένους παιδευτήριον ἕστηκε τῶν γραμματικῶν παισὶν ὀρφανοῖς ἐκ παντοδαποῦ γένους συνειλεγμένοις, ἐν ᾧ παιδευτής τις προκάθηται καὶ παῖδες περὶ αὐτὸν ἑστᾶσιν, οἱ μὲν περὶ ἐρωτήσεις ἐπτοημένοι γραμματικάς, οἱ δὲ ξυγγραφεῖς τῶν λεγομένων σχεδῶν. καὶ ἔστιν ἰδεῖν καὶ Λατῖνον ἐνταῦθα παιδοτριβούμενον καὶ Σκύθην ἑλληνίζοντα καὶ Ῥωμαῖον τὰ τῶν Ἑλλήνων συγγράμματα μεταχειριζόμενον καὶ τὸν ἀγράμματον Ἕλληνα
[*](1 τὸ ἀπὸ τῆς r: τῆς ἀπὸ C 2 γὰρ] δὲ? 3 κατὰ r: καὶ C 8 τῶν ἀποστόλων] cf. Ducang. ad h. l. 9 ecclesiast. 2, 8 13 ‘ταύτας C 18 αἰθιόπην C 19 οὐχ ἂν addidi οὑτωσὶ r: οὑτοσὶ C 30 συγράμματα C) 294
ὀρθῶς ἑλληνίζοντα. τοιαῦτα καὶ περὶ τὴν λογικὴν παίδευσιν τὰ τοῦ Ἀλεξίου σπουδάσματα. τοῦ δὲ σχέδους τέχνη εὕρημα τῶν νεωτέρων ἐστὶ καὶ τῆς ἐφ’ ἡμῶν γενεᾶς.
[*](D) παρίημι δὲ Στυλιανούς τινας καὶ τοὺς λεγομένους Λογγιβάρδους καὶ ὅσους ἐπὶ συναγωγὴν ἐτεχνάσαντο παντοδαπῶν ὀνομάτων καἰ τοὺς Ἀττικοὺς καὶ τοὺς γεγονότας τοῦ ἱεροῦ καταλόγου τῆς μεγάλης παρ’ ἡμῖν ἐκκλησίας, ὧν παρίημι τὰ
[*](P.) ὀνόματα. ἀλλὰ νῦν οὐδ’ ἐν δευτέρῳ λόγῳ τὰ περὶ τούτων
[*](V. (??)) τῶν μετεώρων καὶ ποιητῶν καὶ αὐτῶν συγγραφέων καὶ τῆς ἀπὸ τούτων ἐμπειρίας· πεττεία δὲ τὸ σπούδασμα καὶ ἄλλα τὰ ἔργα ἀθέμιτα. ταῦτα δὲ λέγω ἀχθομένη διὰ τὴν παντελῆ τῆς ἐγκυκλίου παιδεύσεως ἀμέλειαν. τοῦτο γάρ μου τὴν ψυχὴν ἀναφλέγει, ὅτι πολὺ περὶ ταὐτὰ ἐνδιατέτριφα, κἄν, ἐπειδὰν ἀπήλλαγμαι τῆς παιδαριώδους τούτων σχολῆς καὶ εἰς ῥητορικὴν παρήγγειλα καὶ φιλοσοφίας ἡψάμην καὶ μεταξὺ τῶν ἐπιστημῶν πρὸς ποιητάς τε καὶ ξυγγραφέας ᾖξα καὶ τῆς γλώττης τοὺς ὄχθους ἐκεῖθεν ἐξωμαλισάμην, εἶτα
[*](B) ῥητορικῆς ἐπαρηγούσης ἐμοὶ κατέγνων τῆς τοῦ] πολυπλόκου τῆς σχεδογραφίας πλοκῆς. ἀλλὰ ταῦτα μέντοι προσιστορείσθω, εἰ καὶ μὴ ἐκ τοῦ παρέργου, ἀλλὰ διὰ τὸ τοῦ λόγου ἀκόλουθον.
Μετὰ δὲ ταῦτα τοῦ ἔτους * διιππεύοντος τῆς βασιλείας αὐτοῦ μέγιστον ἐπεγείρεται νέφος αἱρετικῶν. καὶ τὸ τῆς αἱρέσεως εἶδος καινόν, μήπω πρότερον ἐγνωσμένον τῇ ἐκκλησίᾳ. δύο γὰρ δόγματα συνελθέτην κάκιστα καὶ φαυλότατα ἐγνωσμένα τοῖς πάλαι χρόνοις, Μανιχαίων τε, ὡς ἄν τις εἴποι, δυσσέβεια, ἣν καὶ Παυλικιανῶν αἵρεσιν εἴπομεν, καὶ Μασσαλιανῶν βδελυρία. τοιοῦτον δέ ἐστι τὸ τῶν Βογομίλων δόγμα, ἐκ Μασσαλιανῶν καὶ Μανιχαίων συγκείμενον. [*](C) καὶ ὡς ἔοικεν, ἦν μὲν κἀν τοῖς πρὸ τοὐμοῦ πατρὸς χρόνοις, ἐλάνθανε δέ · δεινότατον γὰρ τὸ Βογομίλων γένος ἀρετὴν [*](6 τους ante γεγονότας addidi 8 οὐδ’ scripsi: οὐδὲν C 16 ξυγγραφέας r: ξυγγραφὰς C 18 τοῦ seclusi 22 τοῦ add C2 lacunam signavit Possinus 27 εἴπομεν r: εἴποιμεν C 31 τῶν C)
295
ὑποκρίνασθαι. καὶ τρίχα μὲν κοσμικὴν οὐκ ἂν ἴδοις βογομιλίζουσαν, κέκρυπται δὲ τὸ κακὸν ὑπὸ τὸν μανδύαν καὶ τὸ κουκούλιον. καὶ ἐσκυθρώπακεν ὁ Βογόμιλος καὶ μέχρι ῥινὸς σκέπεται καὶ κεκυφώς βαδίζει καὶ ὑποψιθυρίζει τὸ στόμα, τἄνδοθι δὲ λύκος ἐστὶν ἀκάθεκτος. καὶ τοῦτο τὸ ἔθνος τοιοῦτον ὂν δυσφορώτατον ὥσπερ ὄφιν ἐμφωλεύοντα τῇ
[*](D) χειᾷ ἐπῳδῶν ἴυγξιν ἀπορρήτοις ὁ ἐμὸς πατὴρ εἰς φῶς ἐξεκαλέσατο καὶ ἐξήνεγκεν. ἀπαρτὶ γὰρ τὸ πολὺ τῆς τῶν
[*](P. 487) ἑσπερίων καὶ ἑῴων ἀποθέμενος φροντίδος πρὸς τὸ πνευματικώτερον ἑαυτὸν ἐπέτεινεν. ἐν πᾶσι γὰρ τῶν ἁπάντων ἐκράτει· ἐν λόγοις διδακτικοῖς τοὺς περὶ λόγον ἐσπουδακότας ἐνίκα, ἐν μάχαις δὲ καὶ στρατηγίαις τῶν ἐν ὅπλοις θαυμαζομένων ὑπερεῖχεν. ὡς δὲ ἡ τῶν Βογομίλων ἁπανταχοῦ ἤδη διέσπαρτο φήμη (Βασίλειος γάρ τις μοναχὸς πολυτροπώτατος μεταχειρίσασθαι τὴν Βογομίλων ἀσέβειαν δώδεκα μὲν ἔχων μαθητάς, οὓς καὶ ἀποστόλους ὠνόμαζε, συνεφελκόμενος δὲ καὶ μαθητρίας τινάς, γύναια κακοήθη καὶ παμπόνηρα, ἐφήπλωσε τὴν κακίαν ἁπανταχοῦ) καὶ πολλὰς ψυχὰς
[*](P. 385) δίκην πυρὸς ἐπενείματο τὸ κακόν, οὐκ ἠνείχετο ἡ τοῦ βασιλέως ψυχὴ τοῦτο καὶ διερευνᾷ τὰ περὶ τῆς αἱρέσεως. καί
[*](Β) τινες τῶν Βογομίλων εἰς τὰ ἀνάκτορα ἤγοντο, ἅπαντες δὲ Βασίλειόν τινα κατήγγελον διδάσκαλον καὶ κορυφαῖον πρωτοστάτην τῆς βογομιλικῆς αἱρέσεως. ἐκ τούτων δὲ Διβλάτιός τις κατασχεθείς, ἐπεὶ ἐρωτώμενος ἀνομολογεῖν οὐκ ἠβούλετο, αἰκίαις παραδοθεὶς τηνικαῦτα τὸν λεγόμενον Βασίλειον ἀνωμολόγει καὶ οὓς ἐκεῖνος προεχειρίσατο ἀποστόλους. τοίνυν τὴν τούτου ἀναζήτησιν πολλοῖς ὁ αὐτοκράτωρ ἀνέθετο. καὶ δῆτα ἀναφαίνεται τοῦ Σαταναὴλ άρχισατράπης Βασίλειος, τὸ ἔνδυμα μοναχός, κατεσκληκώς τὸ πρόσωπον, τὴν ὑπήνην ψιλός, εὐμήκης τὴν ἡλικίαν πολυτροπώτατος μεταχειρίσασθαι τὴν ἀσέβειαν]. καὶ αὐτίκα ὁ
[*](C) αὐτοκράτωρ τὸ ἐνδομυχοῦν ἐθέλων παρασῦραι ταῖς πειθἐσκυθρώπωκεν
[*](3 C 20 τοῦτο r: τῷ, τοι, sic C 26 ἀνωμαλόγει C 30 verba πολυτροπώτατος μ. τ. ἀ. seclusi cf. 14 sq.) 296
ἀνάγκαις μετακαλεῖται τὸν ἄνδρα μεθ’ ὁσίου προσχήματος. καὶ γὰρ καὶ θώκων ὑπεξανέστη αὐτῷ καὶ καθέδρας μετέδωκε καὶ τραπέζης τῆς αὐτῆς καὶ ὅλην τὴν ὁρμιὰν τῆς ἄγρας αὐτῷ κατεχάλασε καὶ τὸ ἄγκιστρον περιπείρας παντοδαποῖς δελέασι τῷ παμφάγῳ τούτῳ κήτει παρέσχεν ἐμφαγεῖν καὶ ὅλον τὸ φάρμακον τῷ μοναχῷ τούτῳ καὶ πολλαχῷ τὴν κακίαν φέρων ἐνέχει διὰ παντοίων ὑποκρινόμενος μαθητὴς αὐτῷ ἐθέλειν γενέσθαι, οὐκ αὐτὸς τάχα μόνος, ἀλλὰ καὶ ὁ αὐτοῦ ἀδελφὸς Ἰσαάκιος ὁ σεβαστοκράτωρ, καὶ πάντα τὰ
[*](D) παρ’ αὐτοῦ λεγόμενα ὡς ἐκ θείας ὀμφῆς λογίζεσθαι καὶ ὑπείκειν τούτῳ ἐν πᾶσιν, εἰ μόνον τὴν τῆς ψυχῆς αὐτῷ σωτηρίαν πραγματεύσοιτο ὁ κάκιστος Βασίλειος. “καὶ ἐγὼ
[*](P. 48) μέν,’’ φησιν “ὦ πάτερ τιμιώτατε”, περιέχριε γὰρ τοῖς γλυκέσι τούτοις ὁ βασιλεὺς τὴν κύλικα, ὡς ἐξεμέσαι τὸν δαιμονιῶντα τὴν μελαγχολίαν αὐτοῦ) “ἄγαμαί σε τῆς ἀρετῆς ἕνεκα· ἀξιῶ σε] δὲ καταμαθεῖν, τίνα τὰ παρὰ τῆς σῆς τιμιότητος εἰσηγούμενα, ὡς τά γε τῶν ἡμετέρων μονονοὺ φαῦλα καὶ εἰς οὐδεμίαν ἀρετὴν φέροντα”. ὁ δὲ τὰ πρῶτα μὲν ἐσχηματίζετο καὶ τὴν λεοντῆν ὁ κατὰ ἀλήθειαν ὄνος ἐκεῖνος ἐφεῖλκεν εἰς ἑαυτὸν πανταχόθεν καὶ ἀπεπήδα πρὸς τὰ λεγόμενα, πλὴν ἐχαυνώθη τοῖς ἐπαίνοις· καὶ γὰρ καὶ ὁμοδίαιτον ἐποίησε τοῦτον. συμπαρῆν δ’ ἄρα τούτῳ ἐν πᾶσι καὶ συνεδραματούργει καὶ ὁ τοῦ βασιλέως ἐξάδελφος καὶ σεβαστοκράτωρ. ὁ δὲ τὰ τῆς αἱρέσεως δόγματα ἀπ-
[*](B) ἤμεσε. καὶ ὁ τρόπος ὁποῖος; παραπέτασμα γὰρ μεταξὺ τήν τε γυναικωνῖτιν ἀπετείχιζε καὶ τοὺς βασιλεῖς μετὰ τοῦ βδελυροῦ τούτου πάνθ’, ὅπως εἶχεν ἐν τῇ ψυχῇ, ἐξερευγομένου καὶ ἀναφανδὸν λέγοντος. ὁ δὲ γραμματεὺς ἀπεγράφετο ἔνδοθεν τοῦ πετάσματος τὰ λεγόμενα. καὶ ὁ μὲν λῆρος ἐκεῖνος διδάσκαλος τῷ δοκεῖν ἐγίνετο, ἐσχηματίζετο δὲ τὴν μαθητείαν ὁ βασιλεύς, ἀπεγράφετο δὲ τὰ τῆς διδασκα.
[*](1 ὁσίου r: οἵου C 16 σε seclusi 17 μονονοὺ r: μόνον C 22 ἄρα] ἅμα L. Allatius 25 interrogationis signum posuit idem 23 αὐτάδελφος?) 297
λίας ὁ ὑπογραμματεύς. πάντα δὲ ῥητά τε καὶ ἄρρητα ἐπισυνεῖρεν ὁ θεοπληγὴς ἐκεῖνος ἀνὴρ καὶ οὐδενὸς ἐφείσατο
[*](C) θεομισοῦς δόγματος, ἀλλὰ καὶ τὴν θεολογίαν ἡμῶν παρ-
[*](v. 385) εβλέψατο καὶ τὴν οἰκονομίαν πᾶσαν ἐφάντασε καὶ τοὺς ναούς, οἴμοι, τοὺς ἱεροὺς ναοὺς δαιμόνων ὠνόμακε καὶ τὸ τελούμενον παρ’ ἡμῖν σῶμα καὶ αἷμα τοῦ πρώτου καὶ ἀρχιερέως καὶ θύματος παρὰ φαῦλον ἔθετο καὶ ἐλογίσατο. ἀλλὰ τί τὸ ἐντεῦθεν; ἀπορρίπτει τὴν σκηνὴν ὁ βασιλεὺς καὶ ἀναπετάννθσι † τοῦτο· καὶ τὸ συγκλητικὸν ἅπαν συνήθροιστο καὶ τὸ στρατιωτικὸν συνείλεκτο σύνταγμα καὶ ἡ γερουσία τῆς ἐκκλησίας συνῆν. προὐκάθητο δ’ ἄρα τὸ τηνικαῦτα τοῦ τῆς
[*](D) βασιλίδος πόλεως θρόνου ὁ ἐν πατριάρχαις μακαριώτατος ὁ γραμματικὸς ὁ κύριος Νικόλαος. καὶ ἀνεγινώσκετο τὰ θεοστυγῆ δόγματα καὶ ὁ ἔλεγχος ἀδιάβλητος. καὶ οὐδὲ ὁ τῆς
[*](Ρ. 489) ἐναντίας μοίρας ἔξαρνος ἦν, ἀλλ’ αὐτίκα καὶ γυμνῇ τῇ κεφαλῇ πρὸς ἐναντιολογίας ἐχώρει καὶ πρὸς πῦρ καὶ μάστιγας καὶ μυρίους θανάτους ἀντιπαρατάξασθαι ὑπισχνεῖτο. πεπιστεύκασι γὰρ οἱ πλανώμενοι οὗτοι Βογόμιλοι πᾶσαν ἀπόνως ὑπενεγκεῖν τιμωρίαν ἀγγέλων δῆθεν ἐξαρπαζόντων αὐτῆς τῆς πυρκαϊᾶς. † πολλῶν δὲ πάντων αὐτῶν καὶ τὴν ἀσέβειαν ὀνειδιζόντων, καὶ ὅσοι τῆς αὐτοῦ ἀπωλείας αὐτῷ κεκοινωνήκασιν, ὁ αὐτὸς ἦν Βασίλειος, ἀμετακλινής, Βογόμιλος γενναιότατος· καίτοι πυρκαϊᾶς ἀπειλουμένης καὶ ἄλλων κακώσεων ἀπρὶξ τοῦ δαίμονος εἴχετο καὶ τὸν αὐτοῦ Σαταναὴλ
[*](Β) ἠγκαλίζετο. ἔμφρουρος δὲ γενόμενος καὶ πολλάκις πρὸς τοῦ βασιλέως πεμπόμενος καὶ πολλάκις παρακαλούμενος τὴν ἀσέβειαν ἐξομόσασθαι ὡσαύτως εἶχε πρὸς τὰς τοῦ βασιλέως παρακλήσεις. ἀλλὰ τὸ περὶ τοῦτον γεγονὸς τέρας μὴ παραδράμωμεν. πρὶν ἢ γὰρ τούτῳ ἐπιβλέψαι τὸν βασιλέα
[*](1 ἐπισυνεῖρεν r: ἐπισυνῆρεν C 3 ἡμῶν r: ἡμῖν C 4 ἐφάντασε] ἠφάνισε? 9 τοῦτο] τὸ ὕφος? 13 γραμματικὸς add in lac C2 15 ἔξαρχος C 20 πολλῶν δὲ πάντων αὐτῶν] ἀπειλούντων δὲ πάντων αὐτῷ? 25 γενόμενος καὶ πολλάκις r: πολλάκις γενόμενος καὶ C 28 τέρας r: πέρας C) 298
δριμύτερον, μετὰ τὴν τῆς ἀσεβείας ἐξαγόρευσιν ἀπῄει μὲν τῷ τέως εἰς οἰκίσκον τινὰ κείμενον ἀγχοῦ που τῶν βασιλικῶν οἰκημάτων ἄρτι πρώτως δι’ αὐτὸν κατασκευασθέντα. ἑσπέρα δ’ ἦν καὶ οἱ ἀστέρες οἱ ἄνω αἰθρίας οὔσης ἀπήστραπτον καὶ ἡ σελήνη μετὰ τὴν σύνοδον τὴν ἑσπέραν ἐκείνην ἐπύρσευε. τοῦ δὲ μοναχοῦ τὴν κέλλαν εἰσδύντος περὶ
[*](C) μέσας νύκτας αὐτομάτως λίθοι χαλαζηδὸν κατὰ τῆς κέλλης ἐβάλλοντο χειρὸς μὲν μηδεμιᾶς ῥιπτούσης τοὺς λίθους μηδέ τινος καταλιθοῦντος ἀνθρώπου τὸν δαιμονιώδη τοῦτον ἀββᾶν. μήνιμα δ’ ἦν, ὡς ἔοικε, τῶν ἀμφὶ τὸν Σαταναὴλ δαιμόνων ἐξωργισμένων, ἐν δεινῷ ποιουμένων, ὅτι δὴ τὰ * πρὸς τὸν βασιλέα ἐξωρχήσατο καὶ διωγμὸν κατὰ τῆς πλάνης λαμπρὸν ἐπήγαγε. καὶ ταῦτα μὲν Παρασκευιώτης τις καλούμενος
[*](D) ἀφορισθεὶς φύλαξ εἶναι τοῦ δαιμονιώδους ἐκείνου γέροντος, ὡς μὴ ἄδειαν ἔχειν προσομιλεῖν τισι καὶ τῆς αὐτοῦ λύμης μεταδιδόναι , τὰ φρικωδέστατα ἐπώμνυτο ἰδεῖν τε καὶ] ἀκοῦσαι μὲν τοὺς τῶν βαλλομένων λίθων καὶ κατὰ γῆς καὶ κατὰ κεράμων κρότους, ἰδεῖν δὲ συνεχεῖς καὶ ἀλλεπαλλήλους τοὺς λίθους, μηδένα δὲ μηδαμοῦ τὸν βάλλοντα τούτους θεά-
[*](Ρ. 49) σασθαι. συνεπελάμβανε γὰρ τῇ τῶν λίθων φορᾷ καὶ σεισμός
[*](V. 38) τις ἀθρόος καὶ τὸ ἐπίπεδον ἐκεκλόνητο καὶ τὰ περὶ τὸν ὄροφον ἐτετρύγεσαν. ὁ μέντοι Παρασκευιώτης, πρὶν μὲν ὑπονοῆσαι τὸ ἔργον δαιμόνιον, ἐθάρρει, ὡς ἐκεῖνος ἔφασκεν, ὁρῶν δέ, ὅτι οἱ μὲν λίθοι ἄνωθεν οἷον εἰπεῖν ἐξωμβρίζοντο καὶ τὸ γερόντιον ἐκεῖνο τὸ αἱρεσιαρκικὸν ἐνεδεδύκει τε καὶ ἐναποκέκλειστο, εἰς δαίμονας τὸ ἔργον ἀνενεγκὼν * οὐκ εἶχεν, ὅ τι καὶ γένοιτο.
Τὰ μὲν οὖν τοῦ τέρατος τούτου ταύτῃ ἐχέτω· ἠβουλόμην δὲ καὶ πᾶσαν τὴν τῶν Βογομίλων διηγήσασθαι αἵρεσιν· ἀλλά με κωλύει καὶ αἰδώς, ὥς πού φησιν ἡ καλὴ [*](B) [*](5 τὴν posterius addidit L. Allatius 9 ἀββᾶν L. Allatius: ἀβᾶν C 11 lacunam signavi: interciderunt fere haec αὐτῶν μυστήρια 13 τις addidi 15 προμιλεῖν C 16 ἰδεῖν τε καὶ seclusi 17 λίθων r: λίθους C 18 κρότους r: κρότον C 20 γὰρ] δὲ ? 26 lacunam signavi: intercidit μένειν vel simile quid)
299
Σαπφώ , ὅτι συγγραφεὺς ἔγωγε γυνὴ καὶ τῆς πορφύρας τὸ τιμιώτατον καὶ τῶν Ἀλεξίου πρώτιστον βλάστημα τά τε εἰς ἀκοὴν πολλῶν ἐρχόμενα σιγῆς ἄξια. βούλομαι μὲν γράφειν, ἴνα τὸ πλῆρες τῆς τῶν Βογομίλων παραστήσω αἱρέσεως· ἀλλ’ ἵνα μὴ τὴν γλῶτταν μολύνω τὴν ἐμαυτῆς, παρίημι ταῦτα. παραπέμπω δὲ τοὺς βουλομένους τὴν ὅλην αἵρεσιν τῶν Βογομίλων διαγνῶναι εἰς τὸ οὕτω καλούμενον βιβλίον δογματικὴν πανοπλίαν ἐξ ἐπιταγῆς τοὐμοῦ πατρὸς συντεθεῖσαν. καὶ γὰρ μοναχὸν τινα Ζυγαβηνὸν καλούμενον,
[*](C) γνωστὸν μὲν τῇ δεσποίνῃ καὶ πρὸς μητρὸς ἐμῇ μάμμῃ καὶ πᾶσι τοῖς τοῦ ἱερατικοῦ καταλόγου, γραμματικῆς δὲ εἰς ἄκρον ἐληλακότα καὶ ῥητορικῆς οὐκ ἀμελέτητον ὄντα καὶ τὸ δόγμα ὡς οὐκ ἄλλος τις ἐπιστάμενον, τοῦτον ὁ αὐτοκράτωρ μεταπεμψάμενος ἐπέταξεν ἁπάσας τὰς αἱρέσεις ἐκθέσθαι ἑκάστην ἰδίᾳ καὶ ἐφ’ ἑκάστῃ τὰς τῶν ἁγίων πατέρων ἀνατροπὰς ἐγγράψασθαι καὶ αὐτῶν δὴ τῶν Βογομίλων τὴν αἵρεσιν, καθὼς ὁ ἀσεβὴς ἐκεῖνος Βασίλειος ὑφηγήσατο. ταύτην τὴν βίβλον δογματικὴν πανοπλίαν ὁ αὐτοκράτωρ ὠνόμασε· μέχρι τοῦ νῦν οὕτω προσαγορεύεται τὰ βιβλία. ὁ δὲ λόγος αὖθις πρὸς τὴν τοῦ βασιλείου καθαίρεσιν ἀνατρεχέτω. ὁ γὰρ αὐτοκράτωρ τοὺς ἁπανταχοῦ γῆς μαθητὰς καὶ συμμύστας
[*](D) τοῦ βασιλείου μεταπεμψάμενος καὶ μάλιστα τοὺς δώδεκα λεγομένους μαθητὰς ἀπεπειρᾶτο καὶ τούτων τῆς γνώμης. καὶ ἦσαν ἄντικρυς μαθηταὶ βασιλείου. καὶ γὰρ ἐνεβάθυνε τὸ κακὸν καὶ εἰς οἰκίας μεγίστας καὶ πολλοῦ
[*](Ρ. 491) πλήθους ἥψατο τὸ δεινόν. καθάπαξ οὖν κατεψηφίσατο πυρκαϊὰν τῶν ἀλλοτρίων, τοῦ τε κορυφαίου καὶ τοῦ χοροῦ. ἀθροιζομένων γὰρ τῶν φωραθέντων Βογομίλων καὶ τῶν μὲν τῆς σφῶν ἀντιποιουμένων αἱρέσεως, τῶν δ᾿ ἀπαρνουμένων παντάπασι καὶ πρὸς τοὺς ἐλέγχοντας ἰσχυρῶς ἀνθ-
[*](1 Alcaeus 55 Β. (Aristot. rhet. 1, 9, 20) 9 Ζυγαβηνὸν L. Allatius: ζυγαδηνὸν η ex ι m 2) C 15 ἑκάστῃ, L. Allatius: ἑκάστω C 23 μαθητὰς] ἀποστόλους? 25 ἐνεβάθυνε r: ἐνεβόθυνε C οἰκείας C 26 πλήθου C) 300
ισταμένων καὶ τὴν Βογομιλικὴν διαπτυόντων αἵρεσιν, ἐπεὶ ἑτοίμως ὁ αὐτοκράτωρ τούτοις πιστεύειν οὐκ εἶχεν, ἵνα μή τις πολλάκις Χριστιανὸς τοις Βογομίλοις ὡς Βογόμιλος ἀναμιγνύηται ἢ Βογόμιλος ὡς Χριστιανὸς διαδράσῃ, καινόν τινα τρόπον ἐπινοεῖται, δι᾿ οὗ οἱ ὄντως Χριστιανοὶ ἀποφανθήσονται. ἐπὶ τοῦ βασιλικοῦ τοίνυν τῇ μετ᾿ αὐτὴν καθῆστο θρόνου, πολλοὶ δὲ τηνικαῦτα παρῆσαν τῆς τε συγκλήτου
[*](B) καὶ τῆς ἱερᾶς συνόδου καὶ τῶν Ναζιραίων αὐτῶν, ὁπόσοι λόγου μετεῖχον, λλογάδες. πάντων δὲ τῶν τὴν Βογομιλικὴν ἐγκαλουμέγων αἵρεσιν ἐς τὸ μέσον ὁμοῦ παραχθέντων ὁ
[*](V. 388) αὐτοκράτωρ αὖθις ἐπερωτᾶσθαι ἕκαστον ἐκέλευσεν. ὡς δὲ οἱ μὲν ὡμολόγουν Βογόμιλοι εἶναι καὶ τῆς σφῶν ἰσχυρῶς ἀντεποιοῦντο αἱρέσεως, οἱ δὲ παντάπασιν ἀνένευον Χριστιανοὺς ἑαυτοὺς ὀνομάζοντες καὶ παρ᾿ ἄλλων ἐλεγχόμενοι οὐδαμῶς κατετίθεντο, ἐπιτοξεύσας αὐτοῖς τὰς ὀφρῦς ἔφη “χρὴ τὴν σήμερον δύο καμίνους ἀναφθῆναι, θατέρᾳ δὲ τούτων σταυρὸν ἐμπαγῆναι αὐτῇ γῇ, εἶτα αἵρεσιν δοθῆναι πᾶσιν, ἵν᾿ ὁποῖοι τῇ τῶν Χριστιανῶν πίστει ἐπαποθανεῖν τὴν σήμερον
[*](c) βούλοιντο, ἀποκριθέντες τῶν ἄλλων τῇ τοῦ σταυροῦ καμίνῳ προσχωρήσωσιν, οἱ δὲ τῆς Βογομιλικῆς αἱρέσεως ἀντεχόμενοι πρὸς θατέραν ἐμβληθήσονται. βέλτιον γὰρ Χριστιανοὺς αὐτοὺς ὄντας ἀποθανεῖν ἢ ζῶντας ὡς Βογομίλους διώκεσθαι καὶ τὰς τῶν πολλῶν τύπτειν συνειδήσεις, ἄπιτε γοῦν καὶ ὑμεῖς [καὶ ἡμεῖς?], ὅπη βονλητόν, ἕκαστος χωρείτω.” ταῦτα μὲν οὖν πρὸς τοὺς Βογομίλους ἀποφηνάμενος ὁ βασιλεὺς ἐν σχήματι ἀπέλυσεν. εὐθὺς οὖν παραλαβόντες
[*](D) τούτους ἀπῄεσαν καὶ πλῆθος παρειστήκει πολὺ
[*](P. 492) συρρεόντων ἑκασταχοῦ. κάμινοι δὲ τηνικαῦτα ἑπταπλασίως κατὰ τὸν μελῳδὸν ἀνήπτοντο εἰς τὸ οὑτωσί πως καλούμενον Τζυκανιστήριν· τό πῦρ εἰς οὐρανοὺς ἀνῄει· ὁ σταυρὸς
[*](3 βογόμιλον C 4 ἀναμιγνύηται r: ἀναμίγννται C Βογόμιλος r: βόγομιλον C 5 ἀποφρανθήαονται C, corr m rec 18 ἐναποθανεῖν? cf. II 304, 9 21 πρὸς θατέραν τ: πρὸς θατέρων C 24 καὶ ἡμεῖς add sup vers C2, seclusi 29 Daniel. 3, 19) 301
ἐπὶ θατέρᾳ ἵστατο· αἵρεσις τοῖς ἐνόχοις ἐδίδοτο, ὅπη ποτ’ ὰν βουλητὸν ἑκάστῳ, χωρεῖν, ὡς καυθησομένων ἁπάντων. εἰτα τὸ ἄφυκτον ὁρῶντες τοῦ πράγματος, ὁπόσοι μὲν ἐν αὐτοῖς ὀρθόδοξοι ἦσαν, τῇ τοῦ σταυροῦ προσεχώρουν καμίνῳ ὡς ὄντως μαρτυρήσοντες· οἱ δέ γε ἀθεώτατοι τῆς μυσαρὰς ἀντεχόμενοι αἱρέσεως πρὸς θατέραν ἀπένευσαν. καὶ ἀπαρτὶ Β τούτων ἐν ταῖς καμίνοις ὁμοῦ ἐρρῖφθαι μελλόντων, οἱ μὲν παρεστῶτες ἅπαντες ὑπὲρ τῶν Χριστιανῶν ἤλγουν ὡς καυθησομένων ἤδη καὶ τοῦ βασιλέως πολλὰ κατεστύγναζον ἀγνοοῦντες τὸ οἰκονομούμενον. ἀλλὰ βασιλική τις πρόσταξις προκαταλαβοῦσα τοὺς δημίους ἐκείνους ἀπεῖρξε τοῦ ἐγχειρήματος. καὶ οὕτω βεβαίαν τὴν τῶν Βογομίλων ὄντως ὁ αὐτοκράτωρ ἐσχηκὼς κατάληψιν τοὺς συκοφαντουμένους Χριστιανοὺς πολλὰ παραινέσας ἀπέλυσεν, ἐκείνους δὲ πάλιν εἱρκταῖς εἶχε διαιρήσας] τοὺς ἀποστόλους τοὺ ἀσεβοῦς βασιλείου διακρίνας ἰῶν ἄλλων· εἶτα καθ’ ἑκάστην πεμπόμενος τοὺς μὲν δι’ ἑαυτοῦ ἐδίδασκεν πολλὰ παραινῶν τῆς μυσαρὰς ἀποσχέσθαι C θρησκείας, πρὸς δὲ τοὺς ἄλλους λογάδας τινὰς τοῦ ἱεροῦ ν. 389 τῆς ἐκκλησίας συντάγματος ἐπέσκηψε καθ’ ἑκάστην παραγινομένους ἀναδιδάσκειν αὐτοὺς τὴν ὀρθόδοξον πίστιν καὶ παραινεῖν ἀποσχέσθαι τῆς Βογομιλικῆς αἱρέσεως. καί τινες μὲν τούτων μετέβαλον ἐπὶ τὸ βέλτιον καὶ τῆς φρουρᾶς ἀπελύθησαν, οἱ δὲ τῇ σφῶν ἐπαπέθανον αἱρέσει ἐν εἱρκταῖς κατεχόμενοι, τροφῆς μέντοι καὶ ἀμφίων δαψιλῆ τὴν χορηγίαν ἔχοντες.
Τὸν μέντοι Βασίλειον ὡς ὄντως αἱρεσιάρχην καὶ ἀμεταμέλητον παντάπασιν ἅπαντες τῆς ἱερᾶς συνόδου καὶ τῶν Ναζιραίων λογάδες καὶ αὐτὸς δὴ ὁ τότε πατριάρχης Νικόλαος πυρὸς ἄξιον ἔκριναν. οἷς καὶ ὁ αὐτοκράτωρ σύμψηφος D ἦν πολλὰ πολλάκις προσομιλήσας αὐτῷ καὶ ἄνδρα P. 493 σκαιὸν διαγνοὺς καὶ τῆς αἱρέσεως μὴ ἀφιστάμενον, ἔνθεν τοι [*](7 ταῖς r: τοῖς C 11 ἐκείνων? 15 διαιρήσας seclusi 21 βωγομιλικῆς ex γνωμικῆς C2 23 ἐναπέθανον? cf. II 300, 18. 304, 9 28 δὴ r: δὲ C)
302
καὶ πυρκαϊὰν μεγίστην κατὰ τὸν ἱππόδρομον ἀνάψας. βόθρος τε ὠρώρυκτο μέγιστος καὶ ξύλων πλῆθος, πάντα δένδρα ὑψίκομα καὶ συντεθέντα, ὄρος ἐδείκνυ τὴν σύνθεσιν. εἶτα τῆς πυρᾶς ἀναφθείσης ἠρέμα μὲν τὸ πλῆθος πολὺ κατά τε τὸ ἐπίπεδον τοῦ ἱππικοῦ καὶ κατὰ τοὺς βαθμοὺς συνέρρει καραδοκοῦντες πάντες τὸ γενησόμενον. ἐκ θατέρου σταυρὸς ἐπήγνυτο καὶ αἵρεσις ἐδίδοτο τῷ ἀσεβεῖ, εἴ που τὸ πῦρ πτοηθεὶς καὶ μεταβαλὼν τὴν γνώμην ἐπὶ τὸν σταυρὸν χωρήσειε, ἴνα τῆς καμίνου τηνικαῦτα ἐλεύθερος γένηται. παρῆν δὲ καὶ τὸ τῶν αἱρετικῶν πλῆθος ὁρῶν τὸν κορυφαῖον Βασίλειον.
[*](B) ὁ δὲ πρὸς ἅπασαν τιμωρίαν καὶ ἀπειλὴν καταφρονητικὸς κατεφαίνετο καὶ πορρωτέρω μὲν ὢν τῆς πυρκαιὰς κατεγέλα καὶ ἐτερατεύετο λέγων ἁρπάσειν αὐτὸν ἐκ μέσου πυρὸς ἀγγέλους τινὰς καὶ ὑπέψαλλε τὸ Δαυιτικὸν ἐκεῖνο τὸ “πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ· πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις”. ἀλλ’ ἐπειδὰν τὸ πλῆθος διαναστὰν ἐδίδου μετὰ παρρησίας αὐτῷ κατιδεῖν τὸ φρικῶδες ἐκεῖνο θέαμα τῆς πυρκαϊᾶς (καὶ γὰρ ἐκ πολλοῦ διαστήματος ᾐσθάνετο τοῦ πυρὸς καὶ ἐπαιρομένην τὴν φλόγα ἑώρα καὶ βροντῶσαν οἷον καὶ ἀποσπάδας ἀφιεῖσαν πυρὸς εἰς ὕψος μετεωριζομένας τῆς
[*](C) μέσον τοῦ ἱππικοῦ ἱσταμένης πυραμίδος λιθίνης), ἐνταῦθα ὁ θρασὺς ἐκεῖνος ἀποδειλιᾶν πρὸς τὸ πῦρ καὶ θορυβεῖσθαι ἐδόκει. ἔστρεφε γὰρ τὰς ὄψεις πολλάκις καὶ ἐκρότει τὰς χεῖρας καὶ ἐπάτασσε τὸν μηρὸν οἷον τοῖς ὅλοις ἐξαπορούμενος. ὅμως καὶ οὕτως ἔχων καὶ ἀπὸ μόνης τῆς θέας ὡς ἀδαμάντινος ἦν. οὔτε γὰρ τὸ πῦρ κατεμάλαξε τὴν σιδηρᾶν αὐτοῦ ψυχὴν οὔτε αἱ τοῦ αὐτοκράτορος πρὸς αὐτὸν διαπόμπιμοι διαμηνύσεις κατέθελξαν, ἀλλ’ εἴτε ἀπόνοια μεγίστη τοῦτον κατείληφε διὰ τὴν παρεστῶσαν ἀνάγκην καὶ συμφο-
[*](D) ρὰν καὶ ἀπόρως οὕτως εἶχε τῆς γνώμης καὶ διάκρισιν οὐδοπωσοῦν ἐλάμβανε τοῦ συμφέροντος, εἴτε καὶ ὁ κατασχὼν
[*](1 ὑπόδρομον υ in ras m 2) C 2 ὠρόρυκτο C 8 μεταβὼν C 9 ἵνα addidi 14 psalm. 90, 7. 8 16 διαναστὰν r: διανιστᾶν C 20 μετεωριζομένας r: μετεωριζομένης C) 303
τὴν ψυχὴν αὐτοῦ διάβολος, ὅπερ καὶ μᾶλλον δοκεῖ, σκότος αὐτοῦ βαθύτατον κατεσκέδασεν, εἱστήκει πρὸς πᾶσαν ἀπει-
[*](V. 390) λὴν καὶ πρὸς πάντα φόβον ἀμηχανῶν ὁ κατάπτυστος ἐκεῖνος Βασίλειος καὶ νῦν μὲν πρὸς τὴν πυρκαϊὰν ἐκεχήνει, νῦν δὲ
[*](Ρ. 494) πρὸς τοὺς παρεστῶτας. καὶ πᾶσιν ὡς ἀληθῶς κατεφαίνετο μεμηνὼς καὶ μήτε πρὸς τὴν πυρκαϊὰν ἐφορμῶν μητ’ ὀπισθόπους ὅλως γινόμενος, ἀλλ’ ἐπεπήγει καὶ ἀκίνητος ἦν, ἐφ’ οὗ που καὶ τὰ πρῶτα κατελάβετο. πολλῶν δὲ λόγων ῥεόντων καὶ τῶν τερατολογιῶν αὐτοῦ διὰ πάσης γλώττης φερομένων δείσαντες οἱ δήμιοι, μή πως ἄρα οἱ ἀμφὶ τὸν Βασίλειον δαίμονες ἄτοπόν τι τερατουργήσειαν παραχωροῦντος Θεοῦ καὶ ἀλώβητος ἐκ μέσου τοῦ τοσούτου πυρὸς ὀφθείη ὁ κάκιστος πρός τινα τόπον δημοσιώτατον ἀφιγμένος καὶ γένηται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης, δοκιμασίαν τινὰ ἔδοξαν ποιήσασθαι. τερατευομένου γὰρ ἐκείνου καὶ αὐχοῦντός, ὡς
[*](Β) ἐκ μέσου τοῦ πυρὸς ἀλώβητος ὀφθήσεται, ἀναλαβόμενοι τὸν μανδύαν αὐτοῦ ἔφασαν ὡς “ἴδωμεν, εἰ μὴ τῶν σῶν ἀμφίων ἅψεται τὸ πῦρ”. καὶ παραχρῆμα εἰς μέσον ἔρριψαν τῆς καμίνου. ὁ μὲν οὖν Βασίλειος ἐπὶ τοσοῦτον ἐγάννυτο ὑπὸ τοῦ ἐξαπατῶντος αὐτὸν δαίμονος λέγων ὡς “ὁρᾶτε τὸν μανδύαν εἰς ἀέρα ἀνιπτάμενον”; οἱ δὲ ἐκ τοῦ κρασπέδου τὸ ὕφασμα κατανοήσαντες ἄραντες ὦσαν αὐτὸν αὐτοῖς ἱματίοις καὶ ὑποδήμασιν εἰς τὸ μέσον τῆς καμίνου. καὶ τοσοῦτον ὥσπερ κατ’ αὐτοῦ θυμουμένη ἡ φλὸξ διεβοσκήθη τὸν ἀσεβῆ, ὥστε μηδὲ κνίσσαν τινὰ γενέσθαι μηδὲ καπνοῦ τινος καινοτομίαν ἑτέραν, ἀλλ’ ἢ μόνον λεπτὴν τινα γραμμὴν καπνώδη
[*](C) φανῆναι κατὰ τὸ μέσον τῆς φλογός. καὶ γὰρ καὶ τὰ στοιχεῖα κατὰ τῶν ἀσεβῶν ἐπαίρεται· φείδεται δέ, ὥς γε τἀληθὲς εἰπεῖν, τῶν θεοφιλῶν, ὥσπερ ποτὲ ὑπεχώρει καὶ ὑπείκαθε τοῖς θεοφιλέσιν ἐκείνοις νεανίαις ἐν Βαβυλῶνι καὶ περιέστεφεν αὐτοὺς τὸ πῦρ καθάπερ τις χρυσοειδὴς θάλαμος. ἐνταῦθα δὲ τὸν ἀλάστορα τοῦτον Βασίλειον οὔπω ἀκριβῶς οἱ τοῦτον μετεωρίσαντες εἶχον, καὶ ἡ φλὸξ ἐδόκει
[*](16 τοῦ add C2) 304
προεκτρέχειν ἐφ’ ᾧ τὸν δυσσεβῆ ἐξαρπάσαι. τὸν δ’ ὑπόλοιπον ἀριθμόν, ὅσοι τῆς ἀπωλείας ἦσαν τοῦ βασιλείου, σφαδάξοντος τοῦ παρεστηκότος λαοῦ καὶ βιαζομένου ἐπιρρίψειν καὶ αὐτοὺς τῷ πυρί, ὁ αὐτοκράτωρ οὐ συνεχώρησεν ἐγκλεισθῆναι κελεύσας ἐν ταῖς τῶν μεγίστων ἀνακτόρων στοαῖς καὶ
[*](D) τοῖς περιδρόμοις. καὶ τούτου γεγονότος διελύθη τὸ θέατρον. καὶ μετὰ ταῦτα διαδέχεται τοὺς ἀθέους τις ἄλλη ἀσφαλεστάτη
[*](P. 49(??)) φρουρά, εἰς ἣν ἐμβληθέντες καὶ πολύν τινα χρόνον διατετριφότες τῇ ἀσεβείᾳ αὐτῶν ἐναπέθανον. τοῦτο μὲν οὖν ὕστατον ἔργον καὶ ἆθλον τῶν μακρῶν ἐκείνων πόνων καὶ κατορθωμάτων τοῦ αὐτοκράτορος καὶ καινοπραγία τις καὶ τόλμῃ παράδοξος. καὶ οἶμαι ὁ τότε παρὼν ἢ καὶ συνὼν ἐκείνῳ θαυμάζει μέχρι τοῦ νῦν καὶ οὐχ ὕπαρ τὰ τότε γεγενημένα θεάσασθαι δοκεῖ, ἀλλ’ ὄνειρός τις αὐτῷ καὶ φαντασία φαίνεται. καὶ γὰρ ἐξ ὅτου τῶν ὁρίων τῆς Ῥωμαίων ἀρχῆς ἐξ αὐτῆς τοῦ Διογένους ἀναρρήσεως οἱ βάρβαροι ἐπέβησαν
[*](B) οὐκ εὐτυχῶς ἐκ πρώτης, ὅ φασι, βαλβῖδος κατ’ αὐτῶν ἐξορμήσαντος,
[*](V.) οὐ μέχρι τῆς τοὐμοῦ πατρὸς αὐτοκρατορίας ἡ βαρβαρικὴ χεὶρ συνέσταλται, ἀλλὰ καὶ ξίφη καὶ δόρατα κατὰ Χριστιανῶν ἐξεθήγετο, καὶ μάχαι καὶ πόλεμοι καὶ σφαγαί. ἠφανίζοντο μὲν πόλεις, ἐλῄζοντο δὲ χῶραι καὶ πᾶσα ἡ Ῥωμαίων γῆ Χριστιανῶν αἵμασιν ἐμιαίνετο. οἱ μὲν γὰρ βέλεσί τε καὶ δόρασιν οἰκτρῶς ἔπιπτον, οἱ δὲ τῶν σφετέρων ἀπελαυνόμενοι δορυάλωτοι πρὸς τὰς πόλεις Περσίδος ἀπήγοντο. καὶ τρόμος ἅπαντας εἶχεν ἐπὶ τὰ ἄντρα καὶ τὰ ἄλση καὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς ἀπὸ τῶν εἰσπιπτόντων δεινῶν
[*](C) κρύπτεσθαι ἐπειγομένους. ἐν τούτοις οἱ μὲν ἐποτνιῶντο ἐφ’ οἷς ἔπασχον πρὸς Περσίδα ἀπαγόμενοι, οἱ δ’ ἔτι περιόντες, εἴ πού τινες τοῖς Ῥωμαϊκοῖς ὁρίοις ἐναπέμειναν, βύθιον στένοντες ὁ μὲν υἱόν, ὁ δὲ θυγατέρα ἐθρήνει· ὁ δὲ ἀδελφόν, ὁ δὲ ἀδελφιδοῦν ἀπεκλαίετο πρὸ καιροῦ θνήσκοντα καὶ οἷα γυναῖκες θερμὸν κατέσταζον δάκρυον. καὶ οὐκ ἦν τίτε οὐπεριδρόμοις
[*](6 r: παραδρόμοις C 11 κενοπραγία C 17 ἐξορμήσαντος r: ἐξορμήσαντες C 25 τρόμος r: δρόμος C) 305
δεμία τις σχέσις ἄδακρυς οὐδ’ ἀστένακτος. βασιλεὺς δὲ πλὴν ὀλίγων, λέγω δὲ Τζιμισκῆν τε καὶ Βασίλειον τὸν βασιλέα, ἔκτοτε καὶ μέχρι τοὐμοῦ πατρὸς οὐδεὶς ἄκροις ποσὶ τῆς Ἀσιάτιδος ἐφάψασθαι τὸ παράπαν τετόλμηκεν.
[*](D)Ἵνα τί δὲ περὶ τούτων; αἰσθάνομαι γὰρ ἐμαυτῆς οἷον τις λεωφόρου ἐκτρεπομένης, διττόν μοι τὸν ἀγῶνα τοῦ λόγου τῆς προκειμένης ὑπαγορευούσης ὑποθέσεως ἱστορεῖν ἅμα καὶ τραγῳδεῖν τὰ ξυμπεσόντα τῷ αὐτοκράτορι, ἱστορεῖν [*](P. 496) μὲν τοὺς ἀγῶνας, εἰς μονῳδίαν δὲ ἄγειν ὁπόσα τὴν καρδίαν διεμασσήσατο. μεθ’ ὧν τάττοιμι ἂν καὶ τὸν ἐκείνου θάνατον καὶ πάσης τῆς ἐπιγείου λήξεως ὄλεθρον. ἀλλὰ γὰρ ἀναμέμνημαι καὶ λόγων τινῶν πατρικῶν τῆς μὲν ἱστορίας ἀπαγόντων, εἰς δὲ τοὺς θρήνους καὶ τὰς ὀλοφύρσεις παρακαλούντων. ἤκουον γὰρ καὶ τούτου πολλάκις, ἤκουον τὴν μητέρα καὶ βασιλίδα ἀνακόπτοντος ἐπιτάττουσαν τοῖς σοφοῖς διὰ τῆς ἱστορίας τοῖς ἐς ὕστερον παραπέμψαι τοὺς ἐκείνου πόνους καὶ τὰ πολλὰ ἆθλα ἐκεῖνα καὶ τὰ σκάμματα, μονῳδεῖν δὲ ἐπ’ αὐτῷ καὶ κλαίειν τὰ συμπεσόντα οἱ δεινά. οὔπω [*](Β) γὰρ ἔτος ἓν πρὸς τῷ ἡμίσει διελήλυθεν, ἑὲ οὗπερ τῆς ἐκστρατείας ἐπανελήλυθεν ὁ αὐτοκράτωρ, καὶ νόσος ἄλλη δεινὴ τις ἐπισκήψασα βρόχον ἐπήνεγκε τούτῳ θανάσιμον, εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, τὴν τοῦ παντὸς καταστροφὴν καὶ φθοράν. ἀλλ’ ἐπεὶ τὸ τῆς ὑποθέσεως ἐκβιάζει μέγεθος, φιλοπάτωρ τε ἅμα καὶ φιλομήτωρ ἐξ αὐτῶν σπαργάνων γεγενημένη [*](V. 392) θεσμοὺς ἱστορίας ὑπερεκπίπτειν ἔρχομαι διηγησομένη, ὅπερ οὐ πάνυ τι βούλομαι, τὴν τοῦ αὐτοκράτορος τελευτήν. ἱπποδρομίας γὰρ γενομένης ἐξ αἰτίας ἀνέμου τηνικαῦτα πνεύσαντος σφοδροῦ ἀναρροιβδῆσαν οἷον τὸ ῥεῦμα καὶ τῶν [*](C) ἄκρων ὑποχωρῆσαν θάτερον τῶν ὤμων κατειλήφει. οἱ μὲν οὖν πολλοὶ τῶν ἰατρῶν οὐδὲ συνίεσαν ὅλως τὴν ἐπερχομένην ἡμῖν ἀπειλὴν ἐντεῦθεν. ὁ δέ γε Καλλικλῆς Νικόλαος, ὑτωσὶ γὰρ προσηγορεύετο, μάντις ἦν ἡμῖν τῶν ἀπευκταίων [*](2 τζιμισχῆν C 18 κλαίειν κελεύοντος? 30 συνίεσαν r: συνῄεσαν C)
306
κακῶν καὶ πτοεῖσθαι ἔλεγε, μὴ τῶν ἄκρων ὑποχωρῆσαν καὶ ἄλλην διαπορευόμενον ἀβοήθητον τὸν κίνδυνον τῷ κάμνοντι ἀπεργάσοιτο· κἂν πιστεύειν οὐκ εἴχομεν, ὅτι μηδ’ ἠβουλόμεθα. οὐδεὶς μὲν οὖν τηνικαῦτα πλὴν τοῦ Καλλικλέους διά τινων καθαρσίων κένωσιν προετεθύμητο. οὐδὲ γὰρ εἴωθε τὸ σῶμα τοῦτο λαμβάνειν καθάρσιον, ἀλλὰ παντάπασιν
[*](D) ἀγύμναστος ἦν πρὸς τὰς φαρμακοποσίας. ᾧπερ οἱ πλείους
[*](P. 497) καὶ μᾶλλον ὁ Παντεχνὴς Μιχαὴλ συγχρώμενος παντελῶς ἀπεῖργε τὴν κάθαρσιν. ὁ δέ γε Καλλικλῆς τοῦ μέλλοντος στοχασάμενος ἐπιφωνηματικῶς αὐτοῖς ἔλεγεν ὡς “νῦν μὲν τῶν ἄκρων ἡ ὕλη ἀφεμένη πρὸς τὸν ὦμον ἐνέσκηψε καὶ τὸν τράχηλον· εἰσαῦθις δὲ μὴ διὰ καθαρσίων κενωθεῖσα εἴς τι τῶν πρωτουργῶν μορίων ἢ καὶ αὐτὴν τὴν καρδίαν ἐπιρρεύσασα ἀνίατον τὴν βλάβην ἀπεργάσεται”. παρῆν γὰρ καὶ αὐτὴ ἐξ ἐπιταγῆς τῆς ἐμῆς δεσποίνης ἐφ’ ᾧ τοῖς τῶν ἰατρῶν λόγοις διαιτῆσαι καὶ ἤκουον τῶν λεγομένων καὶ τοῖς τοῦ Καλλικλῆ κἀγὼ συνετιθέμην λόγοις. τῶν πλειόνων
[*](Β) δ’ ὅμως ἡ ψῆφος ἐκράτει. ἀλλὰ τότε δὴ τότε τύ μὲν ῥεῦμα τοῦ βασιλικοῦ σώματος τὰς συνήθεις ἐπικρατῆσαν ἡμέρας ἀπεμαραίνετο καὶ πρὸς ὑγείαν ὁ κάμνων ἐπανῄει. οὔπω μῆνες παρῆλθον ἓξ καὶ ὀλέθριον νόσημα ἐκ τῆς πολλῆς τάχα ἀθυμίας τῶν καθ’ ἑκάστην προσπιπτόντων αὐτῷ καὶ τῆς συνόδου τῶν κοινῶν φροντίδων ξυμβέβηκε. καὶ ἤκουον αὐτοῦ θαμὰ πρὸς τὴν βασιλίδα διηγουμένου καὶ οἷον ἐπεγκαλοῦντος αὐτῇ τὸ νόσημα· “τί ποτ’ ἄρα τὸ συμβαῖνόν μοι περὶ τὴν ἀναπνοὴν πάθος; βούλομαι γὰρ ἀναπνεῦσαι βαθὺ
[*](C) καὶ ἀθρόον καὶ οἷον κουφισθῆναι τῆς ἐγκειμένης ἀνίας ἐν τῇ καρδίᾳ· τοῦτο δὲ πολλάκις ἐπιχειρῶν οὐδὲ ἅπαξ δύναμαι πολλοστημόριον ἀναπέμψαι τοῦ ἐπιθλίβοντος βάρους, τὸ δ’ ἐπίλοιπον καθάπερ τις λίθος ἐπίκειταί μου τῇ καρδίᾳ βαρύτατος ἀνακοπῆς ἐν τῷ μεταξὺ γενομένης τοῦ στεναγμοῦ,
[*](2 διαπορευόμενον τὸ ῥεῦμα? 3 εἴχομεν r: ἔχομεν C 4 Καλλικλέους r: καλλικλέος C 16 ἢκουσον C 17 τοῖς] τῆς C συντιθέμην C 22 ὑπὸ τῶν? 24 ἐπαγγέλλοντος?) 307
καὶ τὴν αἰτίαν συνιδεῖν οὐκ ἂν ἔχοιμι οὐδ’ ὁπόθεν τὸ τοιοῦτον ἐγγίνεται μοι. καὶ ἄλλο δέ τι προσαναγγέλλω, φιλτάτη ψυχή, κοινωνὲ τῶν ἐμῶν παθῶν καὶ βουλευμάτων· χάσμα πολλάκις ἐπέρχεταί μοι, καὶ διακοπτόμενον ἐν τῷ μεταξὺ τὸ εἰσπνεόμενον πνεῦμα μεγίστην μοι τὴν ἀνίαν
[*](D) ἐπάγει. τί ποτε ἄλλο τὸ καταλαβόν με τοῦτο δεινόν, εἰ οἶδας, φράζε.” ἡ δέ γε βασιλὶς ταῦτα ἀκούουσα καὶ ἅπερ ἐκεῖνος πάσχει παρ’ ἐκείνου μανθάνουσα ἐδόκει μὲν εἶναι αὐτῆς τὰ
[*](V. 393) πάθη καὶ ὥσπερ ἀνακοπτομένη καὶ αὐτὴ ὑπὸ τοῦ ἄσθματος, οὕτω διέκειτο πρὸς τοὺς λόγους τοῦ αὐτοκράτορος. συχνῶς
[*](Ρ. 498) δὲ τοὺς ἐπιστήμονας μεταπεμπομένη τῶν ἰατρῶν τὸ τοῦ νοσήματος εἶδος πολυπραγμονεῖν ἠναγκάζετο καὶ τῶν αἰτίων τὰ προσεχῆ καὶ τὰ πόρρω ᾐτεῖτο μαθεῖν. οἱ δὲ τὴν χεῖρα ταῖς ἀρτηρίαις ἐπιβάλλοντες ἔμφασιν παντοίου εἴδους ἀνωμαλίας πᾶσαν τῆς ἀρτηρίας κίνησιν εὑρίσκειν ἀνωμολόγουν, τὸ δ’ αἴτιον συνιδεῖν οὐκ εἶχον ὅπη· μηδὲ τὴν τοῦ βασιλέως δίαιταν ἁπαλὴν ἠπίσταντο, ἀλλὰ πάνυ σωφρονεστάτην καὶ λιτὴν καὶ ὅλως γυμνικήν τε καἰ στρατιωτικὴν ἀπαγορεύσασθαι τὰ τῶν ἀπὸ τῆς περιττῆς διαίτης ὑλῶν, εἰς αἰτίαν ἄλλην τὰ τῆς στενοχωρίας ἀνέφερον καὶ ποκαταρκτικὸν
[*](Β) αἴτιον ταυτησὶ τῆς νόσου οὐδὲν ἄλλο ἔλεγον ἢ τὴν τῶν φροντίδων πολλὴν συντονίαν καὶ τὸ συνεχὲς καὶ πυκνὸν τῶν θλίψεων θερμαινομένης ἐκεῖθεν αὐτῷ τῆς καρδίας καὶ τὸ περιττὸν ἅπαν ἑλκούσης ἐξ ὅλου τοῦ σώματος. ἐντεῦθεν ἡ δεινὴ νόσος ἐπελθοῦσα τῷ αὐτοκράτορι ἀνακωχὴν ὅλως οὐκ ἐνεδίδου, ἀλλ’ ὡς ἀγχόνη συνέπνιγε. τοσοῦτον δὲ καθ᾿ ἑκάστην ηὔξανε τὸ τῆς νόσου, ὡς μηκέτι ἐκ διαστημάτων, ἀλλὰ συνεχῶς καὶ ἀδιαστάτως ἐπέρχεσθαι, ὡς μηδὲ πρὸς θατέραν δύνασθαι κατακλιθῆναι τὸν αὐτοκράτορα πλευρὰν μηδὲ πρὸς ἰσχύος ἔχειν ἀβίαστον τὸ παράπαν εἰσπνεῦσαι τὸν ἀέρα. ἅπας οὖν τηνικαῦτα μετεκαλεῖτο ἰατρὸς καὶ ἡ τοῦ
[*](9 ὑπὸ addidi 17 ἁπαλὴν fere evanuit in C, om Possinus 18 ἀπαγορεύσασθαι τὰ C ἀπαγορεύσαντα Possinus 28 πρὸς r: περὶ C) 308
αὐτοκράτορος νόσος ὑπόθεσις αὐτοῖς προὔκειτο. ἐμερίζοντο
[*](c) δὲ ταῖς γνώμαις καὶ κατετέμνοντο, καὶ ἄλλος ἄλλο τι διεγίνωσκε καὶ πρὸς τὴν διάγνωσιν ἐπειρᾶτο προσάγειν τὴν θεραπείαν. ὅπως δ’ ἂν εἶχεν ἢ οὕτως ἢ οὕτως, δύσκολον εἶχε τὰ κατὰ τὸν αὐτοκράτορα. οὐδὲ γὰρ ἂν ἀκαρῆ χρόνον ἐλεύθερον εἰσπνεῦσαι δεδύνητο. ὄρθιος γὰρ ἠναγκάζετο διόλου ἀνακαθήμενος ἀναπνεῖν· εἰ δέ που καὶ ὕπτιος κέοιτο ἢ κατὰ θατέραν πλευράν, φεῦ τότε τοῦ βρόχου. οὐδὲ γὰρ ἐνῆν συρμάδα μικρὰν τοῦ ἔξωθεν ἀέρος εἰσρυῆναί τε καὶ ἀπορρυῆναι κατά γε τὴν ἀναπνοήν τε καὶ εἰσπνοήν. ἀλλὰ καὶ ὁπηνίκα ἐλεήσας τις τοῦτον ὕπνος ἐπέλθῃ, καὶ τότε τῆς πνιγμονῆς ἐπεδίδου· ὥστε κατὰ πάντα καιρὸν καὶ ἐγρηγορότος
[*](D) αὐτοῦ καὶ ὑπνώττοντος ἡ συμφορὰ τῆς ἀγχόνης ἐπετίθετο.
[*](Ρ. 48(??)) ἐπεὶ δὲ καθάρσιον οὐκ ἐδίδοτο, πρὸς φλεβοτομίαν ἀπέβλεψαν καὶ τὴν μὲν διὰ τοῦ ἀγκῶνος ἀπέταμον· οὐ μὴν τῆς φλεβοτομίας ἀπώνατο, ἀλλ’ ὡσαύτως καὶ πάλιν εἶχε καὶ δύσπνους ἦν ὅλος καὶ ἐκινδύνευε διόλου στενὸν ἀναπνέων ταῖς χερσὶν ἡμῶν ἐναπερυγεῖν τὴν ψυχήν. ἀλλ’ ἐράϊδε μὲν τὰ τῆς διαθέσεως τῆς διὰ τῶν πεπέρεων ἀντιδότου δοθείσης. καὶ ἡμεῖς ὑφ’ ἡδονῆς οὐκ εἴχομεν, ὅ τι καὶ χρησαίμεθα τῆς εὐφροσύνης· ἀλλὰ καὶ χαριστήριον ἀναπέμπομεν τῷ Θεῷ. πάντα δὲ ἦσαν ἄρα πλάνη. εἰς τρίτην γὰρ ἡμέραν ἢ καὶ τετάρτην εὐθὺς πάλιν αἱ αὐταὶ ἀγχόναι κατὰ
[*](Β) τοῦ βασιλέως καὶ στενοχωρίᾳ τοῦ πνεύμονος. ἐλπίζω δ’, εἰ μὴ χείρω ἐξ ἐκείνου τοῦ πόματος γέγονεν ἀναχέαντος
[*](v. 3) τὰς ὕλας καὶ κρατῆσαι μὴ δυναμένου, ἀλλ’ εἰς τὰς κοιλότητας τῶν ἀρτηριῶν ἐνθεμένου καὶ ἐπιτείναντος τὴν διάθεσιν. ἐντεῦθεν οὐδὲ σχῆμα κατακλίσεως εὐπετῶς ἦν ἐφευρεῖν παντάπασιν αὐτῷ τῆς νόσου ἐπακμαζούσης. ἀλλὰ γὰρ διανυκτερεύων ἦν ὁ βασιλεὺς ἐξ ἑσπέρας εἰς ὄρθρον ἄυπνος, μήτε τροφῆς ἐλευθέρας μεταλαμβάνων μήτ’ ἄλλου τινὸς τῶν εἰς σωτηρίαν ἀποβλεπόντων. πολλάκις γοῦν ἐγώ, μᾶλλον συνἀνακαρεὶ
[*](5 C 29 ἐπακμαζούσης r: ἀπακμαζούσης C) 309
[*](c) εχῶς καὶ τὴν μητέρα τεθέαμαι διανυκτερεύουσάν τε τώ βασιλεῖ καὶ κατόπιν τούτου ἐπὶ τῆς κλίνης καὶ ὑπανέχουσαν τοῦτον ταῖς χερσὶ καὶ παραμυθουμένην τρόπον τινὰ τὴν ἀναπνοήν. ἐχεῖτο μέντοι αὐτῆς τῶν ὀμμάτων τὸ δάκρυον καὶ ὑπὲρ τὰ Νειλῷα ῥεύματα. ὁπόσην τε τὴν περὶ αὐτὸν δι᾿ ὅλης ἡμέρας τε καὶ νυκτὸς σπουδὴν ἐπεποίητο καὶ τὸν μόχθον ὅσον ἐνεδείκνυτο διαπονουμένη περὶ τὴν αὐτοῦ θεραπείαν καὶ κλίσεις καὶ μετακλίσεις καὶ στρωμάτων παντοίας μηχανωμένη θέσεις, οὐκ ἔστιν ἐρεῖν. ἀλλ’ οὐκ ἦν οὐδενὶ τὸ παράπαν ῥᾳστώνης μετασχεῖν. παρείπετο γὰρ οἷον ἀγχόνη τῷ αὐτοκράτορι, μᾶλλον καὶ συνείπετο καὶ οὐκ ἀνίει συμπνίγουσα.
[*](D) μηδεμίαν δὲ τῆς νόσου ἐχούσης τὴν ἴασιν ἐν τοῖς πρὸς νότον ἀνακτόροις ἀπῆλθεν ὁ βασιλεύς. στενοχωρούμενος δὲ μίαν τινὰ παραψυχὴν τὴν ἐκ τῆς κινήσεως εὕρισκε, καὶ ταύτην διηνεκῆ ἡ βασιλὶς ἐμηχανήσατο γίνεσθαι τοῦ βασιλικοῦ σκίμποδος κατά τε τῶν πρὸς κεφαλὴν καὶ πόδας μερῶν τούτου ξύλ’ ἄττα προσεπιζεύξασα ἀνδράσιν ἐδίδου
[*](Ρ. 500) τοῦτο φέρειν μετέωρον διαδεχομένοις ἀλλήλους τὸν περὶ τοῦ αὐτοκράτορος πόνον. ἐντεῦθεν ἀπὸ τοῦ μεγάλου παλατίου καταλαμβάνει τὰ Μάγγανα. ἀλλὰ καὶ τούτων γενομένων οὐδὲν πλέον τῷ βασιλεῖ πρὸς σωτηρίαν ἐπραγματεύθη. εἰς τοὐπίσω δὲ τὰ τῆς νόσου χωροῦντα ἡ βασιλὶς ὁρῶσα καὶ τῆς ἐξ ἀνθρώπων βοηθείας παντάπασιν ἀπελπίσασα θερμότερον τὰς ὑπὲρ αὐτοῦ αἰτήσεις πρὸς Θεὸν ἐποιεῖτο πρὸς πᾶν τέμενος δαψιλεῖς τὰς φωταυγὰς ποιουμένη καὶ τοὺς ὕμνους συνεχεῖς καὶ ἀκαταπαύστους, διαδόσεις δὲ τοῖς
[*](Β) ἁπανταχοῦ γῆς καὶ θαλάσσης οἰκοῦσιν εἰργάζετο ἅπαντας μὲν μοναχοὺς ἐν ὄρεσι καὶ σπηλαίοις οἰκοῦντας ἢ καὶ ἄλλως τὸν μοναχικὸν ἐπιόντας βίον εἰς ἐκτενεῖς δεήσεις ἐπεγείρουσα, ἅπαντας δὲ νοσοῦντας ἢ καὶ ἐν εἱρκταῖς κατεχομένους καὶ τετρυχωμένους πλουσιωτάτους ἐργαζομένους ταῖς δόσεσιν
[*](1 συνδιανυκτερεύουσάν Possinus 8 καὶ ante στρωμάτων addidi 9 μηχανωμένη r: μηχανωμένης C 11 μᾶλλον C 18 ἀλλήλως? τὸν r: τῶν C 19 πόνον r: πόνων C) 310
ὁμοῦ πρὸς τὰς ὑπὲρ τοῦ αὐτοκράτορος εὐχὰς προσεκαλεῖτο. ἐπεὶ δὲ τὸ τοῦ αὐτοκράτορος σπλάγχνον ἐξῳδήκει τε καὶ εἰς ὄγκον ἐπιφανῆ προελήλυθεν || οἱ τε πόδες ἐξῳδήκεσαν καὶ πυρετὸς τὸ βασιλικὸν | σῶμα κατεῖχεν, εἰς καυτῆρας ἐντεῦθέν τινες τῶν | ἰατρῶν ἀπεῖδον μικρὰ πεφροντικότες τοῦ πυ|ρετοῦ. ἀλλ᾿ ἦν ἅπασα θεραπεία ἀνωφελὴς καὶ | κενή.
[*](c) οὐδὲ γὰρ ὁ καυτὴρ ὤνησεν, ἀλλ’ ἐν αὐτοῖς καὶ | τὸ σπλάγχνον ἦν καὶ τὰ ἀναπνευστικὰ δυσκόλως | ἔχοντα. ὥσπερ δὲ ἐξ ἄλλης πηγῆς ῥεύματος | εἰς τὸν γαργαρεῶνα ἐπενεχθέντος καὶ ὧν οἱ | Ἀσκληπιάδαι φασὶν οὐρανῶν ἐπιλαβομένου | καὶ τῶν οὔλων αὐτῶν φλεγμηνάντων καὶ τῆς φά|ρυγγος ἀπαρθείσης
[*](V. 395) καὶ τῆς γλώττης ἐξογκω|θείσης ἐντεῦθεν οἱ πόροι τε ἀπεστενώθησαν πρὸς τὰ ἑαυτῶν πέρατα συνελθόντες, δι ὧν τὰ τῆς τρο|φῆς ἔμελλε διελθεῖν, καὶ τὸ τῆς ἀτροφίας δεινὸν | παντελῶς ἀσιτία] ἡμῖν ἐπεκρέματο· κἂν ἐγώ, | Θεὸς ἴστω, πολλὴν ἐποιούμην τὴν περὶ τῆς τροφῆς | πραγματείαν καὶ τὰ σιτία καθ’ ἑκάστην διὰ τῶν | [ἐμῶν]
[*](D) τούτῳ χειρῶν ῥοφηματώδεις τὰς | [τροφ]ὰς ἅπαντα γοῦν | [προσ]φερόμενα ἐπὶ τῇ θεραπείᾳ | . . . . . ἐφαίνετο, καὶ τὰ τῆς σπουδῆς ἅπαντα | [κενόσπουδα] καὶ τὰ ἡμέτερα καὶ τὰ τῶν δέκα δὲ καὶ μιᾶς ἡμέρας τοῦ περὶ τὰ τε|[λευταῖα] ἐπιγεγονότος τούτῳ νοσήματος ἐπα|[κμάζ]οντος καὶ ἐπαπειλοῦντος τὸν κίνδυνον | . . . . ρας διαθέσεως ἐπιγενομένης διάρροια | [ἐφάνη.] οὕτως ἄλλο ἐπ’ ἄλλῳ κακὸν καθ’ ἐπεκυλίετο. οὐκ ἦν πρὸς ὁπότερον | [σκοπ]εῖν οὔτε τοὺς
[*](P. 501) Ἀσκληπιάδας οὔθ’ ἡμᾶς τοὺς | [πεὶ] τὸν οὔτε | . . . . . . ναντα, ἀλλὰ πάντα ἑώρα πρὸς ὄλεθρον. | [καὶ] τοῦ λοιποῦ τὰ καθ’ ἡμᾶς ἐν σάλῳ | [ἦν,] ἐταράττετο τὰ καθεστηκότα, καὶ φόβος [κίνδυνος] ἐπὶ κεφαλῆς συνεστήκεσαν.
[*](2 τε] hic incipit fol. 243v C 10 ἐπιλαβόμενον r: ἐπιλαβομένης C 11 ἀπαγχθείσης? 15 ἀσιτία seclusi 19 τῇ add C2 20 ἀνωφελῆ? 29 σάλλω C) 311
δρεῖον ἀεὶ κἀν τοῖς ἔμπροσθεν κινδύνοις | [ἡ αὒγου]στα, δὲ τὸ τηνικάδε ἠνδρίσατο | καἰ τῷ πάθει τῆς λύπης ἐμβριμησαμένη εἱ|στήκει καθάπερ τις ὀλυμπιονίκης πρὸς τὰς
[*](Β) δρι|μυτάτας ἐκείνας ὀδύνας ἀντιπαλαίουσα. κατε||τιτρώσκετο μὲν γὰρ τὴν ψυχὴν καὶ ἐταράττετο τὴν | καρδίαν ὁρῶσα τὸν αὐτοκράτορα οὕτως ἔχοντα, | ἀλλὰ ξυνέτεινεν ἑαυτὴν καὶ ἐνεκαρτέρει πρὸς τὰ | δεινά· καὶ ἐδέχετο μὲν τὰς τρώσεις καιρίας, καὶ | τὸ πάθος αὐτῶν καθικνεῖτο τῶν μυελῶν, ἀντεῖχε | δὲ ὅμως. καίτοι ἀστακτὶ ταύτης κατέρρει τὸ δάκρυον, | καὶ τηκεδὼν κατέλαβε τοῦ προσώπου τὸ κάλλος, | καὶ ἐν ῥισὶν ἀπῃώρητο τὴν ψυχήν. πεντεκαιδε|κάτην δὲ τοῦ Αὐγούστου ἄγοντος (πέμπτη δὲ ἦν τῆς | τηνικαῦτα ἐκείνης, καθ’ ἣν ἡ τῆς ὑπερ|αμώμου δεσποίνης ἡμῶν καὶ θεομήτορος κοίμησις | ἑορτάζεται) πρωίας ἐπαληλιφότες
[*](c) τὴν κεφαλὴν | τοῦ αὐτοκράτορος τινες τῶν Ἀσκληπιαδῶν, ἅτ|τα δὴ τούτοις ἔδοξεν, ἐκεῖνοι μὲν οἴκαδε ἐχώρησαν | οὐ μάτην οὐδὲ διά τινα χρείαν αὐτοῖς ἐπείγουσαν, ἀλλὰ | γνόντες τὸν ἐξ ὑπογύου ἐπικείμενον τῷ αὐ|τοκράτορι κίνδυνον. τρεῖς μὲν γὰρ ἦσαν οἱ κο|ρυφαῖοι τῶν ἰατρῶν, ὅ τε ὑπερφυὴς Νικόλαος | ὁ Καλλικλῆς καί τις ἕτερος Μιχαὴλ ὁ Παντες[νὴς] | ἐκ γένους τὴν ἐπωνυμίαν λαχὼν καὶ ὁ . . . . . . . . | λιβὸς Μιχαὴλ ὁ ἐκτομίας. ἡ μέντοι βα[σίκισσα] | κυκλώσαντος αὐ-
[*](D) τὴν παντὸς τοῦ συ[γγενῶν χοροῦ] | ἀναγκάζοντος μεταλαβεῖν
[*](V. 396) τροφῆς . . . . . . . . . . . . | μὴ μεταλαβοῦσαν καὶ ὕπνου τινὸς μ . . . . . . . . . | συνεχεῖς καὶ ὅλας νύκτας διατελέσασθαι . . . . . . . | ἐπὶ τῇ θεραπείᾳ τοῦ βασιλέως . . . . . . . . . . . . . | ἐπείθετο· ἀλλὰ λειποθυμίας ἐσχάτης [ἐπιγε]|γενημένης τῷ
[*](P. 502) αὐτοκράτορι πάλιν . . . . . . . . . | το ᾔσθετο ἀποκαραδοκήσασα τὴν . . . . . . . . | ζωὴν κατέβαλε τε ἑαυτὴν ἐπὶ τοῦ . . . . . . . . . . | ἐκώκυε τε συνεχῶς καὶ ἐπλήττετο [καὶ ἐθήνει] | ἐφ’ οὕτως
[*](30) ἐπιβεβηκόσι κακοῖς καὶ [ἐβούλετο] | μὲν αὐτίκα ἀπερεύξασ[θαι, οὐκ ἐδή]|νατο δέ. ὁ δὲ βασιλεὺς καίτοι θαν[ούμενος] | καὶ καταδυναστεύοντος αὐτοῦ τοῦ [πάθους
[*](1 κἀν r: καὶ C 4 incipit fol. 244 C 21 ὀ πι Possinus) 312
ὥσ]|πρ κρείττων καὶ θανάτου γενόμεν[ος] . . . . . | ἐκήδετο τε τῆς βασιλίσσης καὶ [κατεστρέ]|φετο τὴν μετ[ὰ μιᾶς τῶν] | θυγατέρων. ἡ τρίτη δ’ ἦν αὕτη κατὰ γένν[ημα, ἠ] || πορφυρογέννητος εὐδοκία. ἡ γὰρ Μαρία ἄλλη τις οἷον Μαρία χρηματίζουσα οὐ περὶ τοὺς πόδας τηνικαῦτα
[*](Β) καθημένη τοῦ ἐμοῦ δεσπότου ὥσπερ τότε ἐκείνη , ἀλλὰ τοῖς περὶ τὴν κεφαλὴν μέρεσιν ἐνασχολουμένη ὕδωρ ἐδίδου τούτῳ διὰ τοῦ κυπέλλου, οὐ δι’ ἐκπώματός τινος πίνειν, ἵνα μὴ γένοιτό οἱ πολλάκις δυσκόλως περὶ τὴν κατάποσιν φλεγμαινούσης ἰῆς ὑπερῴης καὶ αὐτῆς δὴ τῆς γλώττης καὶ τοῦ φάρυγγος, ἀναφέρειν τοῦτον ἐθέλουσα. ἐκεῖνος δὲ σταθηρὰς μὲν καὶ ἀνδρικὰς διεμήνυε τηνικαῦτα παραινέσεις, ὅμως μέντοι ἐσχάτας. καὶ “τί”, φησι “προεξάγεις σαυτὴν οὕτω κατατρυχομένη τῇ ἡμῶν τελευτῇ καὶ ἡμᾶς καταναγκάζεις τοῦ
[*](c) κατεπείγοντος θανάτου προαπελθεῖν; οὐ βλέψεις οὖν πρὸς ἑαυτὴν καὶ πρὸς τὰ ἐνεστη|κότα δεινά, ἀλλ’ ἔκδοτον σαυτὴν ποιεῖς τῷ ἐπιρ|ρεύσαντί σοι πόντῳ τῆς λύπης”; ταῦτα ἐκείνῃ μὲν | εἶπε, τῇ δὲ βασιλίδι ἀνέξαινε μὲν μᾶλλον τὸ | [τρα]ῦμα τῆς συμφορᾶς. ἐγὼ δὲ παντοία ἦν καὶ ὄ|[μνυμ]ι τοῖς τε παροῦσι φίλοις καὶ τοῖς ὕστερον ἐν|[τευξομ]ένοις ἀνθρώποις τῷ συγγράμματι τούτῳ τὸν | [πάντ᾿ εἰδότα] Θεὸν, ὡς ἄμεινον εἶχον τῶν μεμη|[νότων, ἀλλ᾿] ὅλη τοῦ πάθους ἐγεγόνειν. ἐνταῦθα | [γοῦν] καὶ φιλοσοφίας καὶ | [νῦν μὲν] ἐπονούμην περὶ τὸν πατέρα καὶ τὰς
[*](D) αὐτῷ | [διακονίας] καὶ τοῦ σφυγμοῦ τὰς κινήσεις περὶ τῆς ἀναπνοῆς τοῦ αὐτοκράτορος | ἐπολυ]πραγμόνουν, νῦν δὲ περὶ τὴν μητέρα ἀνεστρε|[φόμην] καὶ ἀνεκτώμην
[*](Ρ. 50(??)) αὐτὴν εἰς δύναμιν. ἀλ|[λ] . . . . . . . . . . τὰ μέρη καὶ παντάπασιν ἀθεράπευτα | . . . . . . . [ὁ α]ὐτοκράτωρ ἀναφέρειν ἐσχάτης λει|[ποθυμίας οὐκ] εἶχε, καὶ τῆς Αὐγούστας ἡ ψυχὴ συνα|[πέρχεσθαι ἠ]πείγετο τῷ αὐτοκράτορι. οὕτως εἶχον | . . . . . . . . . . . κἀν καὶ ὡς ἀληθῶς, τοῦτο δὴ τὸ ψαλλό-
[*](4 incipit fol. 244v C 17 πόντῳ r: πόνῳ C 32 ps. 17, 5. 6) 313
[μενον, αἱ ὠδ]ῖνες θανάτου τὸ τηνικαῦτα καὶ τότε δὴ ᾐσθόμην ἔκφρονος ἐμαυ|[τῆς γενομένης] . . . . ἐμεμήνειν γὰρ καὶ οὐκ εἶχον ὅ τι | [καὶ γένω]μαι
[*](V. 397) τράπωμαι ὁρῶσα τήν τε | [βασιλ]ίδα εἰς τὸν
[*](Β) τῶν || συμφορῶν καὶ τὸν αὐτοκράτορα ταῖς συνεχέσι λειπο[θυμίαις] | εἰς τοὔσχατον τῆς ζωῆς ἐλαυνόμενον. ἀλλὰ καὶ [κάλιν ἔχων]| ἐκεῖνος ἀνενέγκαι τῆς ὕ[δατος] | αὐτῷ ἐπιρρανθέντος ψυχροῦ καὶ τοῦ τῶν ῥόδων σταλάγ|ματος παρὰ τῆς φιλτάτης ἐμῆς ἀδελφῆς Μαρίας | τὰ αὐτὰ περὶ τῶν αὐτῶν ἐπέσκηπτε τῇ βασιλίδι. | καὶ πάλιν εἰς τρίτην λειποθυμίαν ἐνέπιπτεν . . . . . . | καὶ μετάστασις ἔδοξε τῇ βασιλικῇ κλίνη . . . . . . . | τῶν ἀμφὶ τὸ σῶμα ἐκείνου πονούντων καὶ με . . . . | καὶ μετεστήσαμεν τὸν αὐτο-
[*](c) κράτορα κλινοπετῆ [εἲς τι] | μέρος ἕτερον οἰκήματος, εἰ πού γε [ἒχ]|οι ἐλευθεριώτερον ἀναπνεύσαντα ἀέρα τῆς λειπο|θυμίας ἀνενεγκεῖν. ἀπέβλεπε γὰρ τὸ μέρος ἐκεῖνο | πρὸς βορρᾶν καὶ οἰκήματα οὐδαμοῦ ἦσαν ἐπι . . . | θοῦντα ταῖς θύραις. ἀλλ’ ὁ τῆς βασιλείας διάδοχος | προφθάσας ὑπεξῄει πρὸς τὸ ἀποτεταγμένον | οἴκημα τὸν τοῦ βασιλέως ἐπιγνοὺς ἄναν . . . . | καὶ ἐπέσπευδε τὴν ἐξέλευσιν καὶ ἠπείγετο [εἰς τὸ] | μέγα παλάτιον. ἡ πόλις δὲ νυ . . . . . . . . | ἐταράχθη γάρ, οὐ μέντοι καὶ πανατάπασιν
[*](D) . . . . . . . . | ἡ δέ γε βασιλὶς “ἐρρίφθω τὰ πάντα” εἶπ[ε] . . . . . . . . . | κωκυτοῦ “καὶ διάδημα καὶ βασιλεί[α
[*](P. 504) καὶ ἐξουσία καὶ] | κράτος ἅπαν καὶ θρόνοι τε καὶ ἀρχαὶ [καὶ ἄρχωμεν τῆς]|θρηνῳδίας”. συνεπεκώκυον δὲ καίαὐτῇ[πάντων] καταφρονήσασα, καὶ συνεπένθουν καὶ . . . . . . | καὶ ἐσπάραττον ἑαυτὰς γοερὸν ἀνοιμώζου[σαι. ἀλλ᾿ ] | εἰς δύναμιν ἀνελαυνόμεθα ταύτην. ἐπ[ὶ γὰρ ταῖς ἐ]|σχάταις ἀναπνοαῖς ὁ βασιλεὺς ἦν καὶ τοῦ[το δὴ τὸ λε]|γόμενον ἐψυχορράγει. πρὸς τῇ κεφαλῇ [αὐτοῦ ἐπὶ] | γῆς ἡ βασιλὶς ἔρριπτο ἔτι
[*](1 ἶνες C 5 incipit fol 245 C 8 ἐπιρραθέντος C1 19 ἀποτεταγμένον r: ἀποτεταμέν,ον C 23 ἐρίφθω C 25 θρόνο C 28 ἀνοιμώζοθυ r: ἀνοιμόζου C) 314
τ . . . . . . . | καὶ τὰ κοκκοβαφῆ πέδιλα καὶ ἐπα . . . . . . . . . . | κατετιτρώσκετο καὶ οὐκ εἶχεν ὅπως . . . . [τὴν] τῆς καρδίας. τῶν δὲ [Ἀσκληπιαδῶν τινες] |
[*](B) πάλιν καὶ μικρὸν ἐγκαρ[τερήσαντες] | ἁπτόμενοι τοῦ καρποῦ τοῦ βασιλικοῦ ἡ . . . . . . . . . . | ἐκεῖθεν τῶν πληγῶν τῆς ἀρτηρίας αὐτῆς . . . . . . . . . ., | ὅμως μέντοι κατειρωνεύοντο τοῦ καιροῦ καὶ ἡ . . . . . . | καὶ ὑπετείνοντο τὰς μὴ φαινομένας χρηστὰς ἐλ|πίδας. τοῦτο δὲ προνοίᾳ τινὶ ἐποίουν γινώσ[κοντες,] || ὅτι ἅμα τῇ ἀπαγορεύσει τῆς ζωῆς τοῦ βασιλέως | συναποπνεύσει καὶ ἡ βασιλὶς τὴν ψυχήν. ἀλλ’ ἡ νουνεχὴς ἐκείνη βασίλισσα τούτοις οὔτε πιστεύειν οὔτε ἀπιστεῖν εἶχεν. ἐπίστευε μὲν τεχνίτας αὐτοὺς πάλαι γινώσκουσα, διαπιστεῖν δ’ εἶχεν, ὅτι ἐπὶ ξυροῦ ἀκμῆς τὰ τῆς ζωῆς τοῦ
[*](c) αὐτοκράτορος ἑστηκότα ἑώρα. ἐπὶ τρυτάνης δὲ οἷον ἑστηκυῖα εἰς ἐμὲ πολλάκις ἐξητένιζε καὶ τὸν ἐμὸν περιέμενε τρίπουν,
[*](V. 39(??)) ὡς σύνηθες ἦν αὐτῇ κἀν τοῖς ἄλλοτε ξυμπίπτουσι περιστατικοῖς, καὶ ὅ τι ἂν αὐτῇ ἀποφοιβάσαιμι προσεδόκα. ἡ μὲν ἐμὴ δέσποινα καὶ φιλτάτη τῶν ἀδελφῶν Μαρία, | τὸ τοῦ γένους ἡμῶν ἐγκαλλώπισμα, ἡ σταθηρὰ | [γυνή,] τὸ ἁπάσης ἀρετῆς καταγώγιον, μεταξὺ τῆς βασιλίδος καὶ τοῦ αὐτοκράτορος ἱσταμένη | [ἐς τὸ] αὐτοῦ χειρίδιον ἐνίοτε τοῦ τοὐ|[ναντίον] πρὸς τὸν αὐτοκράτορα ὁρᾶν. ἐγὼ
[*](D) δὲ ἐπέβαλον | [πάλιν] τὴν δεξιὰν τῷ καρπῷ καὶ τὴν [τῶν σφ] σφ]υγμῶν περιεσκοπούμην, τὴν δὲ τὰς χεῖρας τῇ κεφαλῇ | . . . . . . . εψοσαν τὴν καλύπτραν ἐν ᾧ γὰρ εἶ|[χεν, ἔμελλε] καὶ τὴν νασιλικὴν ἐσθῆτα μεταμ|[φιέσασθαι)] τοσαυτάκις ἐπεῖχον ῥώμην τινὰ |
[*](P. 50) . . . . . μανθάνουσα τῶν σφυγμῶν. ἠπατώμην | . . . . . . οὐ γὰρ ῥώμη τις ἦν τὸ φαινόμενον με| . . . . . . . ἀλλ’, ἐπειδὴ τὸ τῆς ἀναπνοῆς μέγα | . . . . . . . . . . . ., συνδιίστατο καὶ τὰ τῆς ἀρτηρίας | [καὶ τοῦ πυ]εὐμονος. ἀφεμένη δὲ
[*](9 incipit fol. 245v ἀπαγορεύσει r: ἀπαγορεύσῃ C 19 σταθηρὰ φωνὴ, τὸ Possinus 24 υγμῶν r: ιγμῶν C 25 καὶ ἀπορρίψουσαν? 28 σφυγμῶν r: σφιγμῶν C) 315
τοῦ | [αὐτοκρ]άτορος καὶ πρὸς τὴν βασιλίδα μένη πάλιν ἐπέβαλον τῷ καρπῷ | . . . . . . . [ἀσφ]υξίαν. ἡ
[*](Β) μὲν ἔνυττέ με πολλάκις, ὅτι | [οἱ ἐβού]ετο δηλῶσαι σφυγμοῦ. | ἐπεὶ δὲ . . . . . . . . . . αὖθις ἡψάμην καὶ ὐπενδιδόντα ἔγνω|[κα πάντα τ]]ά τῆς δυνάμεως καὶ εἰς ἀσφυξίαν | [ἐληλυθέναι] τελεώτατα τὰ τῶν ἀρτηριῶν, τὴν κεφαλὴν αὖος καὶ ἀπό|ψυκτος ἦν πρὸς γῆν ἀπονεύσασα καὶ μηδὲν | φθεγγομένη καὶ τὼ χεῖρε τοῖς ὄψεσιν ἐπι|βαλοῦσα καὶ ὀπισθόπους γενομένη ἐθρήνουν. || ἡ δὲ συνεῖσα τοῦ πράγματος καὶ τοῖς ὅλοις | ἀπαγορεύσασα ἐκώκυσέ τε ἀθρόον μέγα κ[αὶ] | διωλύγιον. ἀλλὰ γὰρ πῶς παραστήσω τὴν | κατασχοῦσαν τὴν οἰκουμένην ἅπασαν συ[μφο]|ρὰν ἢ πῶς
[*](c) τὰ ἐμαυτῆς ἀποκλαύσομαι; [τήν] | τε ἀπέθετο καὶ τὰς | ἐκείνας ἐθείρας μαχαιρίδιόν τι λαβοῦσα ἐν χρῷ διέτεμε καὶ τὰ κοκκοβαφῆ [πέδιλα] | τῶν ποδῶν μέλανα[σάνδαλα] | ἐδεῖτο τὰ προστυχόντα. ἀλλάξασθαι δὲ καὶ | τὴν πορφυρίδα βουλομένη μελαίνης ἐσ|θῆτος προχείρως ἱμάτιον οὐχ εὑρίσκετο. | ἐξ ὧν δὲ ἡ τρίτη τῶν ἐμῶν ἀδελφῶν εἶχ[εν αμ]|φίων καταλλήλων τῷ καιρῷ καὶ τῷ πράγ[ματι] | χηρείας καὶ πάλαι κακοῖς ὁμιλήσασα, [λα]|βοῦσα ἡ βασιλὶς ἀμφιέννυτο καὶ τὴν ἀ[φελὴ] | καὶ ζοφώδη κάλυπτραν
[*](D) ἐπέθετο τῇ κεφαλῇ. | καὶ ἐν τούτοις ὁ αὐτοκράτωρ τὴν
[*](V. 399) ἱερὰν ψυχὴν | ἀφῆκε Θεῷ, καὶ ὁ ἐμὸς ἥλιος ἔδυ. ἐφ . . . . . |
[*](P. 506) οἱ μὴ ἀπὸ πάθους ἁλισκόμενοι τὴν [φωνὴν] | ἐκόπτοντο, γοερὸν ἀνοιμ[ώζοντες] | εἰς οὐρανὸν τὰς φωνὰς ἀνέπεμπον . . . . . . . . . | τὸν εὐεργέτην, τὸν τὰ πάντα αὐτοῖς . . . . . . . . | σαντα ἀποκλαιόμενοι. ἐγὼ μὲν οὖν [καὶ νῦν ἀ]|πιστῶ ἐμαυτῇ, εἴπερ ζῶ τε καὶ γράφω καὶ μνη|μονεύω θανάτου τοῦ αὐτοκράτορος, καὶ | ἐπαφῶμαι τῷ ὀφθαλμῷ, μήποτε ἄρα ὄ|ναρ ἐστὶ τὰ νῦν ὑφ’ ἡμῶν ὑπαγορευό[μενα, ἢ] | δέ γε καὶ μὴ ὄναρ ἐστὶν ἀλλ’ ἔκστασις τε | καὶ παρα-
[*](1 σεβαστοκράτορος Possinuw 2 Ἀλεξίαν Possinus 4 σφυγμοῦ r: σφιγμοῦ C 5 ἀσφιγξίαν C 9 incipti fol. 246 C 12 κατασχοῦσαν r: καταχοῦσαν C 27 παύσαντα Possinus) 316
κοπὴ καὶ πάθος περὶ ἐμὲ [μάσινον] | καὶ ἀλλόκοτον. γὰρ ἀπορρυέντος ἐ[κείνου] | τοῖς βιοῦσιν ἐγὼ συντάττομαι καὶ συν . . . | ζῶσιν ἢ πῶς οὐ συνεπαφῆκα καὶ [ἐγὰ τὴν] |
[*](B) ψυχὴν ἢ εὐθὺς ἐκπνεύσαντος συνεξ[ἐπνευσα] | καὶ ἀναίσθητος ἀπωλόμην; εἰ δὲ μὴ τοῦτο [ἐπε]|πόνθειν, πῶς τινων ὑψηλῶν καὶ μετε|ώρων αὐτὴν ὤθησα ἢ κατὰ κυμάτων ἐν [έρριψα] | ποντίων; συμφοραῖς μεγάλαις τὴν ζωὴν ἀ ἔγραψα. ἀλλ᾿ ἔστιν ἄρα κατὰ τὴν τραγῳ[δί]||[αν] πάθος καὶ συμφορὰ θεήλατος, ἧς οὐκ ἂν ἄχθος | [ἀρ]οίμην οὕτω γὰρ με ὁ Θεὸς συμφορῶν μεγάλων | πεποίηκε καταγώγιον. ἀπεβαλόμην τοσοῦτον | φωστῆρα τῆς οἰκουμένης, τὸν
[*](c) μέγαν Ἀλέξιον· καὶ | μὴν ἡ ψυχὴ τοῦ ταλαιπώρου ἐπετρόπευε σώματος. | [ἐ]πέσβη καὶ ὁ μέγιστος λύχνος, μᾶλλον πάμφω|τος ἐκείνη σελήνη, τὸ μέγα τῆς ἀνατολῆς καὶ δύ|σεως πρᾶγμα καὶ ὄνομα, ἡ βασιλὶς Εἰρήνη· καὶ | [μὴν ζ] ῶμεν καὶ τὸν ἀέρα ἐμπνέομεν. εἶτα ἄλλων | [ἐπ᾿] ἄλλοις καὶ πρηστήρων με|γάλων καταιγισάντων ἡμᾶς ἐπ’ αὐτὸ τὸ κορυφαι|ότατον τῶν κακῶν ἰδεῖν τοῦ Καίσαρος θάνατον | [ἐπ]ηλάθημεν
[*](D) καὶ τετηρήμεθα τοσαύταις κακῶν | περιστάσεσι. μετὰ γάρ τινας ἡμέρας τοῦ κακοῦ | δυναστεύοντος καὶ τῆς τέχνης ἀπαγορευούσης | εἰς πέλαγος ἀθυμίας ἐμαυτὴν διαφεῖσα τοῖς | ὅλοις ἠγανάκτουν τοῦτο μόνον, ὅτι καὶ ἡ ψυχή μου | παρῆν ἐν τῷ σώματι. καὶ εἰ μή, ὡς ἔοικεν, ἀδα|[μαντ]ίνη τις ἦν ἢ ἄλλης τινὸς φύσεως διάπλασις | . . . . . . . . . . . καὶ ξενίζουσα, κἂν ἀπωλόμην εὐ|[θύς· ζῶσα δὲ] μυρίους θανάτους ἀπέθανον. Νιόβην | . . . . . . . [κατ]ά τινων τερατευομένην ἀκούομεν |
[*](P.) . . . . . . . . . εἰς λίθον μεταβαλοῦσαν διὰ πένθος | . . . . . . . . . . εἶτα καὶ μετὰ τὴν ἀμοιβὴν τὴν εἰς | [ἀναίσθητον] φύσιν παραπέμπουσαν τὸ πάθος ἀθά | [νατον] καὶ ἀναίσθητον. ἐγὼ δ’ ἄρα καὶ | [κακοπα]θεστέρα ἐκείνης, ὅτι καὶ μετὰ τὰς μεγίστας | [καὶ ἐσχάτας] μεμένηκα οὕτως αἰσθη|[σομένη καὶ] ἄλλων. ἦν ἄρα πρὸς
[*](3 σύνειμι τοῖς? 5 πόνθει C 8 incipit fol. 246v 9 cf. Eurip. Orest. 2 24 ἀλλόκοτος τε?) 317
πέτραν ἄψυχον ἀμει| . . . . . . . . . . . . τα μου ἀπορέειν δακρύων ἔμενον | . . . . . . . οὕτως ἀναισθήτως ἔχουσα πρὸς τὰς συμ|[φορὰς] . . . . . τοσαῦτα ὑπενεγκεῖν δεινὰ καὶ εἰς |
[*](Β) [τὰ] παλάτια ἐξ ἀνθρώπων ἐπεγείρεσθαι μοι
[*](V. 400) δυστυχέστερον καὶ τῶν τῆς Νιόβης κακῶν | . . . . . . . μὲν μέχρι τοῦδε φθάσαντα τὰ δεινὰ τῆς | . . . . . . . ὡς ἔληξεν. ἤρκει ἂν ἐπ’ ἀμφοῖν τοῖν βασι|[λέοιν] καὶ ἡ τοῦ Καίσαρος συμφορὰ καὶ τὰ ἐκείνων | [παθ]ήματα εἰς καὶ τῆς ψυχῆς | καὶ τοῦ σώματος· νῦν δὲ ὥσπερ ποταμοί τινες || ἐξ ὑψηλῶν ὀρῶν καταρρέοντες μο . . . . . . . | σί τε τὰ τῶν δυστυχημάτων ῥεύματα . . . . . . | ὡς εἰς μίαν χαρά-
[*](C) δρᾶν συγκατακλύζουσαν . . . | τὴν ἐμὴν οἰκίαν. τέλος γοῦν ὁ λόγος [ἐχέτω], | μὴ καὶ ἀναγράφοντες τὰ λυπηρὰ ἐμπικραινοίμεθα.
[*](10 incipit fol. 247 C 12 nihil deesse videtur: noli enim εἰς addere Possinus hoc epigramma subiecit λῆξεν ὅπου βιότοιο Ἀλέξιος ὁ Κομνηνός,ἔνθα καλὴ θυγάτηρ λῆξεν Ἀλεξιάδος. Gronovius ante hos versus habet haec: Εῤῥίκου τοῦ Δορμαλίου (cf. Schopenum praef. p. XIV).)