Alexias

Anna Comnena

Anna Comnena. Annae Comnenae. Porphyrogenitae Alexias. Reifferscheid, August, editor. Leipzig: Teubner, 1884.

Ἐπεὶ δὲ ἄνδρας καὶ ἀμφοτέρους γενναίους εἰς πόλεμον ὁ λόγος κατεστήσατο, τόν τε Βρυέννιον καὶ τὸν ἐμὸν [*](1 σύροις τε καὶ τῶν ἄλλων καὶ μάλιστα F καὶ τῶν ἄλλων κόλπων Α κόλπων τε τῶν ἄλλων καὶ μάλιστα 3 ἐκπίπτουσι Α ἐκπέμπουσι F 25 μετ’ alterum add Hoeschlius 27 κλωπιτευειν)

19
[*](D) πατέρα τὸν Κομνηνὸν Ἀλέξιον (οὐδὲν γὰρ ἕτερος τοῦ ἀνδρείαν ἀπελιμπάνετο οὐδὲ τὰ τῆς ἐμπειρίας [*]((??) 13) ἕτερος ἑτέρου παρ’ ἔλαττον εἷχεν), ἄξιόν ἐστι καταστησαμένους τούτους εἰς φάλαγγας καὶ ἀντιπαρατάξεις ἐκεῖθεν ἀποσκοπῆσαι τοῦ πολέμου τὴν τύχην. τὼ μὲν γὰρ ἄνδρε τούτω καὶ ἄμφω ἤστην καλὼ καὶ γενναίῳ καὶ τά γε εἰς χεῖρας καὶ πεῖραν ἴσοι ὥσπερ ἐπὶ τρυτάνης ἱστάμενοι· ὁρᾶν δὲ ἡμᾶς χρεών, ὅπου τὰ τῆς τύχης ἐπέβρισεν. 6 μὲν γὰρ Βρυέννιος μετὰ τοῦ θαρρεῖν ταῖς δυνάμεσι καὶ τὴν πεῖραν προὐβάλλετο [*]((??) 11) καὶ τὴν εὐταξίαν τῆς παρατάξεως· ὁ δ’ Ἀλέξιος ἐκ τοῦ ἑτέρου ὀλίγας μὲν ἐλπίδας καὶ πάνυ ἀφελεῖς εἶχεν ὅσον ἐπὶ τῷ στρατεύματι, ἀντιπροὐβάλλετο δὲ τὴν ἀπὸ τῆς τέχνης ἰσχὺν καὶ τὰς στρατηγικὰς μηχανάς. ἤδη γὰρ ἀλλήλοιν αἰσθόμενοι καὶ ὅτι πολέμων ἤδη καιρὸς ὁ μὲν Βρυέννιος, ἐπειδὴ τὰς ἐφόδους αὐτοῦ προϋποτέμνεσθαι τὸν Κομνηνὸν Ἀλέξιον μεμαθήκοι καὶ περὶ Καλαυρὴν στρατοπεδεύειν, οὕτω ξυνταξάμενος ἀντεπήρχετο. εἴς τε γὰρ δεξιὸν κέρας καὶ εὐώνυμον τάξας τὸ στράτευμα τοῦ μὲν δεξιοῦ κατάρχειν τὸν αὐτάδελφον Ἰωάννην ἐπέταττε· πεντακισχίλιοι δ᾿ ἦσαν οἱ τοῦτο τὸ μέρος συμπληροῦντες, Ἰταλοί τε καὶ τῆς τοῦ Μανιάκου [*](Β) ἐκείνου ἀποσπάδος καὶ μὴν καὶ ἐκ Θετταλίας ἄνδρες ἱππεῖς καὶ μοῖρά τις τῶν ἀπὸ τῆς ἑταιρίας οὐκ ἀγεννής. θάτερον δὲ τὸ εὐώνυμον κέρας ὁ Ταρχανειώτης εἶχε Κατακαλών, Μακεδόνας τε καὶ Θρᾷκας ἐξωπλισμένους εἰς τρισχιλίους τοὺς ξύμπαντας συναριθμουμένους. αὐτὸς δ’ ὁ Βρυέννιος τὸ μέσον κατεῖχε τῆς φάλαγγος ἔκ τε Μακεδόνων καὶ Θρᾳκῶν συντεταγμένον καὶ τοῦ ἀρχοντικοῦ σύμπαντος ὅσον ἐπίλεκτον. πάντες δὲ ἐφ’ ἵππου Θετταλῆς ἐποχούμενοι καὶ τοῖς σιδηροῖς θώραξι καὶ τοῖς περὶ τὴν κεφαλὴν κράνεσιν ἐξαστράπτοντες, τῶν τε ἵππων διεγειρομένων ἐς ὀρθὸν οὖς καὶ τῶν ἀσπίδων πρὸς ἀλλήλας παταγουσῶν πολλή τις αὐγὴ αὐτῶν τε καὶ τῶν κορύθων ἐκεῖθεν ἐξέπιπτε μετὰ δείματος. ὁ δὲ [*](22 ἑταιρείας 28 ἵπποις Θετταλοῖς 31 πατταγουσῶν F)
20
εἰς μέσους κυκλούμενος ὁ Βρυέννιος καθάπερ τις Ἄρης ἢ [*](C) Γίγας ὑπερωμίας εἰς πῆχυν ἕνα τῶν ἄλλων πάντων ὑψούμενος καὶ αὐτόχρημα θάμβος ἦν καὶ φόβος τοῖς θεωμένοις. ἔξωθεν δὲ τοῦ τάγματος ὅλου ὡσανεὶ δυεῖν σταδίων διάστημα Σκύθαι τινὲς ἦσαν σύμμαχοι βαρβαρικοῖς κεκοσμημένοι τοῖς ὅπλοις. παρήγγελτο δὲ, ἐπειδὰν οἱ πολέ¬μιοι προφανεῖεν καὶ ἡ σάλπιγξ πολέμιον ἀλαλάξειεν, εὐθὺς κατὰ νώτων ἐμπίπτειν καὶ βάλλειν τοὺς Σκύθας τοῖς πολεμίοις καὶ θλίβειν αὐτοὺς τοῖς πυκνοῖς καὶ συνεχέσι το¬ξευμασι, τοὺς δὲ λοιποὺς πυκνὰ συνασπισαμένους ἐμπίπτειν κατὰ τὸ καρτερώτατον. οὕτω μὲν οὗτος τοὺς ἀμφ᾿ αὐτὸν διετάξατο· ὁ δέ γε ἐμὸς πατὴρ ὁ Κομνηνὸς Ἀλέξιος [*](D) τοῦ τόπου τὴν θέσιν κατασκεψάμενος τὸ μὲν τοῦ στρατεύματος κατέστησεν ἔν τισι κοιλάσι, τὸ δ᾿ ἀντιμέτωπον ἔστησε τῆς στρατιᾶς Βρυεννίου. ἄμφω δὲ παραταξάμενος, τὸ ὑποκαθήμενον καὶ τὸ προφανές, καὶ πτερώσας λόγοις ἄνδρα ἕκαστον καὶ εἰς ἀνδρείαν ἐπάρας τῷ μὲν ἐπέσκηπτε τῷ προλοχίζοντι τάγματι, ἐπειδὰν κατὰ νώτου γένοιντο τῶν πολεμίων, ἐξ αἰφνιδίου προσπίπτειν καὶ μετὰ ῥύμης ὅτι πολλῆς καὶ σφοδρᾶς ἐπαράττειν κατὰ τοῦ δεξιοῦ κέρατος· τοὺς δ᾿ ἀθανάτους λεγομένους καί τινας ἀπὸ τῶν Κελτῶν [*](Ρ) ἑαυτῷ παρακατέβχε καὶ τούτων προὐτέτακτο· τῶν δὲ Χωματηνῶν καὶ Τούρκων ἔξαρχον τὸν Κατακαλὼν κατέστησε καὶ πρὸς τὸ Σκυθικὸν ἅπαν ἔχειν τὸν νοῦν καὶ τὰς διεκδρομὰς αὐτῶν φυλάττειν παρεκελεύσατο. ταῦτα μὲν οὕτως εἶχε· καὶ ἐπεὶ κατὰ τοὺς κοιλώδεις τόπους τὸ τοῦ Βρυεννίου γέγονε στράτευμα, εὐθὺς σύνθημα δεδωκότος τοὐμοῦ πατρὸς Ἀλεξίου [*](V.) μετὰ βοῆς καὶ ἀλαλαγμοῦ ἐμπηδῆσαν τὸ περὶ τὴν ἐνέδραν στράτευμα τῷ τε αἰφνιδίῳ κατέπληξαν τοὺς πολεμίους, ἕκαστος τὸν παρατυχόντα πλήττων τε καὶ φονεύων, καὶ εἰς φυγὴν κατηνάγκασαν. ἀλλ᾿ ὁ Βρυέννιος Ἰωάννης καὶ τοῦ ἡγεμόνος αὐτάδελφος μνησθεὶς ἐνταῦθα θούριδος ἀλκῆς καὶ [*](P.) [*](4 δνοῖν 12 αὑτὸν 15 καὶ τὸ 25 φυλάττειν Α ἀπελάττειν F 30 τὸν παρατυχόντα Α τῶν παρατνχόντων F)
21
θυμοῦ τῷ ψαλλίῳ στρέψας τὸν ἵππον καὶ τὸν ἐπιόντα ἀθάνατον πληγῇ μιᾷ καταβαλὼν ἔστησε τε κλονουμένην τὴν φάλαγγα καὶ οὕτω συντάξας ἀπῶσε τοὺς πολεμίους. οὕτως οἱ ἀθάνατοι προτροπάδην μετά τινος ἀκοσμίας ἔφευγον ὑπὸ τῶν κατόπιν ἀεὶ στρατιωτῶν ἀποκτιννύμενοι. ὁ δέ γε ἐμὸς πατὴρ εἰς μέσους ἑαυτὸν ἐμβαλὼν τῶν πολεμίων καὶ γενναίως ἀγωνιζόμενος ἐκλόνει μὲν καὶ οὗτος τὸ μέρος, ἐφ’ ᾧπερ ἂν παραγίνοιτο, πλήττων ἕκαστον τὸν πρὸς αὐτὸν ἰόντα καὶ εὐθὺς καταβάλλων, ἐλπίζων δὲ ξυνέπεσθαι καί τινας ἀμύνειν αὐτῷ στρατιώτας ἀκατασχέτως εἴχετο τοῦ ἀγῶνος. [*](C) αἰσθόμενος δὲ διαρραγεῖσαν τὴν ἑαυτοῦ φάλαγγα ἤδη πολλαχοῦ σκεδασθεῖσαν τοὺς εὐψυχοτέρους (ἕξ οἱ σύμπαντες) συλλεξάμενος ἐβουλεύσατο σπασαμένους τὰ ξίφη 5 ἐπειδὰν ἐγγίσαιεν τῷ Βρυεννίῳ, κατ’ αὐτοῦ χωρεῖν ἀναισχύντως, κἂν δέοι κἀκείνους αὐτῷ συναποθανεῖν. ἀλλ’ ἀπεῖρξε τοῦ τοιούτου βουλεύματος Θεόδοτος τις στρατιώτης, ἀνὴρ τὠμῷ πατρὶ παιδόθεν ὑπηρετήσας, ὡς ἄντικρυς παραβόλου τοῦ ἐγχειρήματος ὄντος. τὴν ἐναντίαν οὖν τραπόμενος ὁ Ἀλέξιος ὀλίγον μὲν ὑπεξάγειν ἑαυτὸν τῆς τοῦ Βρυεννίου στρατιᾶς ἐβούλετο, γνωρίμους δέ τινας τῶν διασκεδασθέντων ἐπισυλλέξας καὶ συστησάμενος αὖθις τῷ ἔργῳ ἐνέκειτο. μήπω [*](D) δὲ τοὐμοῦ πατρὸς ἐκεῖθεν ἑαυτὸν ὑπεξαγαγόντος οἱ Σκύθαι τοὺς περὶ τὸν κατακαλῶν Χωματηνοὺς ἐκλόνουν βοῇ πολλῇ καὶ ἀλαλαγμῷ χρώμενοι, καὶ ἐπειδὴ καὶ τούτους ἀπώσαντο καὶ εἰς φυγὴν εὐκόλως ἐτρέψαντο, πρὸς λαφυραγωγίαν ἀπέβλεψαν καὶ φυγὴν] καὶ τὰς ἑαυτῶν ἀνεζήτουν διατριβάς. τοιοῦτον γὰρ τὸ ἔθνος τὸ Σκυθικόν· μήπω καθαρῶς τὸν ἀντίπαλον καὶ τὸ κράτος ἀναδησάμενοι διαφθείρουσι τὴν νίκην τῇ λαφυραγωγίᾳ. τὴν γὰρ οὐραγίαν τοῦ Βρυεννικοῦ στρατεύματος καταλαβὸν ἅπαν τὸ θητικὸν ταῖς τάξεσιν αὐτῶν ξυνεμίγνυτο φόβῳ τῶν Σκυθῶν τοῦ μή [*]((??) 13) παθεῖν ἕνεκα παρὰ τούτων· ἀεὶ δέ τι συρρέον ἐπὶ τούτους, [*](17 τὠμὼ S: τοὐμῷ F 18 τραπόμενος Α τρεπόμενος F 26 καὶ φυγὴν F om. Α: seclusi)
22
ὅσον ἐξέφυγε τὰς χεῖρας τὰς Σκυθικάς, σύγχυσιν οὐ μικρὰν ταῖς τάξεσιν ἐνεποίησε τῶν σημαιῶν ἀναμιχθεισῶν ἀλλήλαις. ἐν τούτοις δὲ ἐναπειλημμένος ὢν οὑμὸς πατὴρ Ἀλέξιος, ὡς καὶ πρόσθεν ἐλέυομεν, περιχορεύων ἐντὸς τοῦ στρατεύματος τοῦ Βρυεννικοῦ ὁρᾷ τῶν ἱπποκόμων ἕνα τοῦ Βρυεννίου ἵππον τινὰ τῶν βασιλικῶν ἐπισυρόμενον, τῇ τε ἁλουργῷ ἐφεστρίδι κεκοσμημένον καὶ κατάχρυσα τὰ φάλαρα ἔχοντα καὶ δὴ καὶ τοὺς κατέχοντας τὰς ἐξ ἔθους τοῖς βασιλεῦσι παρεπομένας ῥομφαίας ἐγγύθεν αὐτῷ παραθέοντας. ταῦτ’ οὖν θεασάμενος καλύπτει μὲν τὸ πρόσωπον τῷ θωρακιδίῳ, ὃ τῆς κόρυθος κύκλῳ ἐξήρτητο, σφοδρῶς δὲ κατ’ αὐτῶν ἐξορμήσας σὺν τοῖς [*](Β) ἓξ στρατιώταις, οὓς ἄνωθεν ὁ λόγος ἐδήλωσε, καταβάλλει μὲν καὶ τὸν ἱπποκόμον, αἱρεῖ δὲ καὶ τὸν βασιλικὸν ἵππον, συναφαιρεῖται δὲ καὶ τὰς ῥομφαίας καὶ λάθρᾳ λάθρᾳ τοῦ στρατεύματος. ἐν τῷ ἀκινδύνῳ δὲ καταστὰς τόν τε χρυσοφάλαρον ἐκεῖνον ἵππον ἐξέπεμψε καὶ τὰς παρ’ ἑκάτερα τοῦ βασιλικοῦ σώματος στρεφομένας ῥομφαίας καὶ κήρυκά τινα μεγαλοφωνότατον παρακελευσάμενος ἁπανταχοῦ τοῦ στρατεύματος [*](V. (??)) διαθέοντα βοᾶν ὡς ὁ Βρυέννιος ἐπεπτώκει. τοῦτο γενόμενον πολλοὺς τῶν σκεδασθέντων τοῦ στρατεύματος τοῦ μεγάλου δομεστίκου τῶν σχολῶν καὶ ἐμοῦ πατρὸς ἁπανταχόθεν [*](C) ξυνέλεγε καὶ παλιμπορεύτους ἐποίει, τοὺς δὲ καὶ ἐγκαρτερεῖν. οἱ δὲ ἑστήκεσαν ἀτρεμοῦντες, ἵνα ἕκαστος ἔτυχε, καὶ εἰς τοὐπίσω τὰς ὄψεις στρέψαντες ἐξεπλήττοντο ἐφ’ οἷς ἐλπίδα ἑώρων. ἑώρων. καὶ ἦν ἰδεῖν ἐπ’ αὐτοῖς καινόν τι γενόμενον, τῶν ἵππων ἐν οἷς ἐπωχοῦντο τὰς κεφαλὰς ἐπὶ τὸ πρόσω ὁρώσας, τὰ δ’ αὐτῶν πρόσωπα εἰς τοὐπίσω ἐστραμμένα, καὶ μήτε ἐπὶ τὰ πρόσω χωροῦντας μήτε εἰς τοὐπίσω στρέψαι τοὺς χαλινοὺς ἐθέλοντας, ἀλλ’ ἐκθάμβους ὄντας καὶ ἐξαπορουμένους οἷον ἐπὶ τοῖς ξυμπεσοῦσιν. οἵ τε γὰρ Σκύθαι νόστου μνησάμενοι καὶ οἴκαδε ἀπιόντες οὐκ ἔμελλον ἔτι [*](D) ἐπιδιώκειν, ἀλλὰ πόρρω τῶν στρατευμάτων ἀμφοῖν γεγονόἐνεποίησεν [*](2 F 9 τοῦτο 12 ἐδήλωσεν 16 ἐξέπεμψεν)
23
τες μετὰ τῆς λείας αὐτοῦ που περιπεπλάνηντο. τό τε διακηρυκευόμενον, ὡς ἄρα ὁ Βρυέννιος ἑάλω καὶ κατενήνεκτο, ἐθαρσοποίει τοὺς τέως δειλοὺς καὶ φυγάδας καὶ τὸ κηρυττόμενον αὐτόθεν εἶχε τὸ πιθανὸν ἐνδεικνυμένου πανταχόθι μετὰ τῶν βασιλικῶν παρασήμων τοῦ ἵππου καὶ τῶν ῥομφαιῶν μονονουχὶ διαγγελλουσῶν, ὡς ὁ φυλαττόμενος ταύταις Βρυέννιος χειρὸς πολεμίας γέγονεν ἔργον.

Εἶτα ἡ τύχη ξυνέβαλε καί τι τοιοῦτον. ἀπόμοιρα τις ἐκ τῆς συμμαχίας τῶν Τούρκων καταλαμβάνει τὸν δομέστικον τῶν σχολῶν Ἀλέξιον καὶ ὡς καθειστήκει τὰ τοῦ πολέμου, [*]((??) 14) μαθόντες καὶ τοὺς πολεμίους, ὅπου καὶ εἶεν, ἐπιζητή- σαντες ἐπὶ λόφου τινὸς συνεληλυθότες τῷ Κομνηνῷ Ἀλεξίῳ καὶ ἐμῷ πατρὶ ἐκείνου δεικνύντος τῇ χειρὶ τὴν στρατιὰν ἐθεῶντο τούτους ὥσπερ ἀπό τινος σκοπιᾶς. εἶχε δὲ ὧδε τὰ κατ’ αὐτούς. συγκεχυμένοι τε γὰρ ἦσαν μήπω συντάξαντες ἑαυτοὺς καὶ ὡς τὴν νίκην ἤδη ἀράμενοι καταφρονητικῶς εἶχον καὶ ἔξω κινδύνων ἑαυτοὺς ᾤοντο· μάλιστα δὲ ἀναπεπτώκεισαν τῶν τῷ ἐμῷ πατρὶ ξυνεπομένων Φράγγων προσκεχωρηκότων τῷ Βρυεννίῳ διὰ τὴν προγεγενημένην τροπήν. [*](Β) καὶ γὰρ τῶν ἵππων ἀποβεβηκότων τῶν Φράγγων καὶ δεξιὰς διδόντων αὐτῷ, καθάπερ δὴ πάτριόν ἐστι διδόναι τὰς πίστεις, ἄλλος ἀλλαχόθεν πρὸς τούτους ξυνέρρεον θεασόμενοι τὸ γινόμενον. διεσάλπιζε γὰρ ἡ φήμη τὸ στράτευμα, ὡς ἄρα καὶ οἱ Φράγγοι τούτοις προσέθεντο τὸν ἀρχιστράτηγον καταλελοιπότες Ἀλέξιον. οὕτω δῆτα συγκεχυμένως ἔχοντας τούτους οἱ ἀμφὶ τὸν ἐμὸν πατέρα καὶ τοὺς νεήλυδας Τούρκους θεασάμενοι εἰς τρεῖς μοίρας ἑαυτοὺς διενείμαντο καὶ τὰς μὲν δύο ἐλλοχεῖν αὐτοῦ που διέταττον, τὴν δὲ τρίτην μερίδα χωρεῖν ἐπὶ τοὺς πολεμίους ἐκέλευον. καὶ τὸ ξύμπαν τῆς [*](C) τοιαύτης διαταγῆς ἐς τὸν ἐμὸν πατέρα Ἀλέξιον ἀνεφέρετο. οἱ μέντοι Τοῦρκοι οὐ κατὰ φάλαγγα συντεταγμένως ἐπῄεσαν ἅμα πάντες, ἀλλὰ μεμερισμένως καὶ ἀπ’ ἀλλήλων κατά [*](28 τρίττην F 32 καὶ om κατά τινας ὁμίλους ἀπ’ ἀλλήλων)

24
ὁμίλους διεστηκότες ἑκασταχοῦ · εἶτα προσβάλλειν ἑκάστην ἕλην τοὺς ἵππους ἐπὶ τούτους ἐλαύνοντας καὶ πυκνοῖς ἀποχρῆσθαι τοξεύμασι. συνείπετο δὲ τούτοις καὶ ὁ τὴν ὅλην στρατηγίαν ἀναδησάμενος ἐμὸς πατὴρ Ἀλέξιος συλλέξας ἀπὸ τῶν σκεδασθέντων ὅσους ὁ καιρὸς ὑπηγόρευε στρατιώτας. ἐνταῦθά τις τῶν ἀμφὶ τὸν Ἀλέξιον ἀθανάτων θρασύσπλαγχνός [*](V. 1) τις ὢν καὶ τολμητίας προεξελάσας τὸν ἵππον καὶ ἄλλων προεκδραμὼν ἄντικρυς κατὰ τοῦ Βρυεννίου ὅλους [*](D) χαλάσας ῥυτῆρας ἐφέρετο. καὶ αὐτὸς μὲν τὸ δόρυ μάλα σφοδρῶς ἐρείδει κατὰ τῶν στέρνων ἐκείνου, ὁ δὲ γοργῶς τοῦ κουλεοῦ τὸ ξίφος ἑλκύσας μήπω φθάσαντος τοῦ κραταιότερον ἐρεισθῆναι τοῦτό τε ἀπέκοψεν αὐτίκα καὶ τὸν τρώσαντα κατὰ τῆς κλειδὸς πλήξας ὅλῳ βραχίονι κατενεγκὼν τὴν πληγὴν ἅμα τὴν χεῖρα πᾶσαν ἐξέτεμεν αὐτῷ θώρακι. οἱ μὲν οὖν Τοῦρκοι ἄλλος ἐπ’ ἄλλῳ καταλαμβάνοντες τοῖς συνεχέσι βέλεσι τὸ στράτευμα κατεσκίαζον. οἱ δέ γε περὶ τὸν Βρυέννιον ἐπλήγησαν μὲν τῷ αἰφνιδίῳ, ὅμως συλλέξαντες ἑαυτοὺς καὶ εἰς τάξεις καταστησάμενοι τὸ τοῦ πολέμου [*](Ρ. 1) βάρος ἐδέξαντο ἄλλος ἄλλον παρακαλοῦντες ἀνδρίζεσθαι. οἱ μέντοι Τοῦρκοι καὶ ὁ ἐμὸς πατὴρ βραχύ τι πρὸς τοὺς πολεμίους ἀντικαταστάντες ἑξῆς φεύγειν ἐσχηματίζοντο κατ᾿ ὀλίγον ἐφέλκοντες εἰς τὰς ἐνέδρας τοὺς πολεμίους καὶ τεχνικῶς ὑποσύροντες. ἐπεὶ δὲ κατὰ τὴν πρώτην γεγόνασιν ἐνέδραν, ἐξ ὑποστροφῆς κατὰ μέτωπον τούτοις εἱστήκεσαν. καὶ συνθήματός τινος γεγονότος εὐθὺς καθάπερ σφηκιαί τινες ἄλλος ἀλλαχόθεν διεξιππάζοντο τῶν ἐλλοχιζόντων καὶ ἀλαλαγμῷ πολλῷ καὶ βοῇ καὶ τοῖς ἐπαλλήλοις τοξεύμασι τά τε ὦτα κατάκροτα τῶν ἀμφὶ τὸν Βρυέννιον ἐποιήσαντο καὶ τὰ ὄμματα ξυνεζόφωσαν τῇ πυκνότητι τῶν βελῶν ἁπανταχόθεν διεκπιπτόντων. [*](B) πιπτόντων. ἐνταῦθα δὲ μὴ ἀντιστῆναι δυνάμενον τὸ τοῦ Βρυεννίου στράτευμα (ἤδη γὰρ πᾶς κατετέτρωτο καὶ καἰ ἄνθρωπος) πρὸς τροπὴν ἀπέκλινε τὴν σημαίαν καὶ τὸν [*](3 τοξεύμασιν 7 τοῖς ἄλλοις F1 28 ὄμματα Α σώματα F)
25
νῶτον παίειν παρέσχε τοῖς ἐναντίοις. ἀλλ’ ὅ γε Βρυέννιος καίτοι πολλὰ βαρυνόμενος ὑπὸ τοῦ πολέμου καὶ σὺν βίᾳ ὠθούμενος ἐδείκνυ τὸ ἀνδρεῖον καὶ εὔψυχον ἀεὶ μὲν ἐπιστροφάδην τύπτων τὸν ἐπιόντα, ἀεὶ δὲ τὰ τῆς φυγῆς καλῶς καὶ ἀνδρείως διοικονομούμενος. συνήραντο δὲ τούτῳ καὶ ὁ ἀδελφὸς ἐξ ἑκατέρου μέρους καὶ ὁ υἱὸς καὶ κατ’ ἐκεῖνο καιροῦ [*](C) θαῦμα τοῖς πολεμίοις ἐδείχθησαν ἡρωϊκῶς ἤδη δὲ τοῦ ἵππου καμόντος καὶ μὴ δυναμένου φεύγειν ἢ καὶ διώκειν (ἐγγὺς γὰρ ἦν τοὺς ἐπαλλήλους δρόμους) ἀνασειράσας τοῦτον ὁ Βρυἐννιος καθάπερ τις ἀθλητὴς γενναῖος εἱστήκει πρὸς τὰς λαβὰς καὶ πρὸς ἑαυτὸν δύο τῶν Τούρκων γενναίους ἐξεκαλέσατο. ὧν ὁ μὲν εἷς παίει τῷ δόρατι, ἀλλ’ οὐκ ἔφθη δοῦναι βαρεῖαν πληγὴν καὶ λαμβάνει ἀπὸ τῆς δεξιᾶς τἀνδρὸς βαρυτέραν. φθάνει γὰρ ἀποκόψας τούτου τὴν χεῖρα ὁ Βρυέννιος τῷ ξίφει, ἣ μετὰ τοῦ δόρατος πρὸς τοὔδαφος ἐξεκυλίσθη. ἅτερος δὲ τούτων τοῦ ἰδίου ἵππου καταπηδήσας καθάπερ τις [*](D) πάρδαλις ἥλατο ἐπὶ τοῦ ἵππου τοῦ Βρυεννίου ἐναρμόσας ἑαυτὸν ἐπὶ τῆς ὀσφύος. καὶ ὁ μὲν εἴχετο τούτου ἀπρὶξ ἐπιβαίνειν ἐπειρᾶτο τοῦ νώτου, ὁ δὲ καθόπερ θηρίον ἐπιστρέψας ἑαυτὸν ἐκκεντεῖν διὰ τοῦ ξίφους ἐβούλετο. οὐ μέντοι κατὰ νοῦν ἐχώρει αὐτῷ τὰ πράγματα, ἀεί τι τοῦ κατὰ νῶτον Τούρκου λυγιζομένου καὶ τὰς τρώσεις ἐκφεύγοντος. ἐπεὶ δὲ καὶ ἡ δεξιὰ αὐτῷ ἀπειρήκει κενεμβατοῦσα καὶ ἀπεῖπεν ὁ ἀθλητής , ἐνταῦθα πρὸς ἅπασαν χεῖρα πολεμίων ἐνδέδωκεν ἑαυτόν. οἳ καὶ συλλαβόμενοι τοῦτον καὶ ὥσπερ μέγα κῦδος ἀράμενοι κομίζουσιν Ἀλεξίῳ τῷ Κομνηνῷ οὐ πάνυ μέν τοι πορρωτέρω καθεστηκότι τῆς τοῦ Βρυεννίου ἁλώσεως, ἐκτάττοντι δὲ τάς τε τῶν βαρβάρων καὶ τὰς ἑαυτοῦ φάλαγγας [*]((??). 17) καὶ πρὸς τὸν πόλεμον ἐρεθίζοντι. καὶ πρότερον μὲν διά [*]((??). 16) τινων κηρύκων τὴν ἅλωσιν τοῦ ἀνδρὸς διεπέμψαντο, ἔπειτα δὲ καὶ αὐτὸν παριστῶσι τῷ στρατηγῷ θέαμα ὄντως φοβερὸν [*](18 ἥλατο Diesterwegius: ἥλλατο FA 22 τι Α τοι 28 μέν τοι r: μέντοι)
26
καὶ πολεμοῦντα καὶ ἁλισκόμενον. οὕτω μὲν οὖν τὸν Βρυέννιον εἰς χεῖρας ἔχων ὁ Κομνηνὸς Ἀλέξιος δορύκτητον τῷ βασιλεῖ ἐκπέμπει Βοτανειάτῃ μηδέν τι λυμηνάμενος αὐτοῦ τὰ ὄμματα ὅλως ὁ ἀνήρ. οὐ γὰρ ἦν τοιοῦτος ὁ Κομνηνός, ὥστε μετὰ τὴν ἅλωσιν ἐπεξέρχεσθαι τοῖς ἐπ’ αὐτὸν καταστᾶσιν, ἀλλ’ εἰς τιμωρίαν αὐτάρκη ἐνόμιζε τὴν τοῦ πολέμιον ἅλωσιν · τὰ δ’ ἐντεῦθεν φιλανθρωπίαι τε καὶ φιλοφροσύναι καὶ φιλοτιμία πολλή. ὅπερ κἀν τῷ Βρυεννίῳ ἐνεδείξατο. καὶ [*](Β) γὰρ ἱκανὸν αὐτῷ μετὰ τὴν ἅλωσιν συμπορευθεὶς διάστημα, ἐπὰν τὸν * οὕτω καλούμενον τόπον κατέλαβεν ἀνακτήσασθαι τῆς λύπης χρησταῖς ἐλπίσι τὸν ἄνδρα βουληθεὶς πρὸς αὐτὸν ἔφη ἀποβάντες τῶν ἵππων καθεζώμεθα μικρὸν ἑαυτοὺς διαναπαύσοντες”. ὁ δὲ τὸν περὶ ψυχῆς δεδιὼς κίνδυνον μεμηνόσιν ἐῴκει καὶ οὔ γε ῥᾳστώνης ἐν χρείᾳ ἦν. πῶς γὰρ ὁ καὶ αὐτὴν ἀπολεγόμενος τὴν ζωήν; ἀλλ’ ὅμως τῷ στρατηγοῦ εὐθὺς ὑπετάγη βουλήματι. τοιοῦτον γὰρ τὸ δοῦλον πρὸς ἅπαν τὸ ἐπιταττόμενον ῥᾳδίως ὑπεῖκον, καὶ μᾶλλον εἰ [*](C) δορυάλωτον ἄγοιτο. ἀποβάντες τοίνυν οἱ δημαγωγοὶ τῶν ἵππων, ὁ μὲν ἔνθεν ὡς ἐπὶ στιβάδος ἐπὶ πόας εὐθὺς ἀνέκειτο χλοερᾶς, ἐκεῖθι δ’ ὁ Βρυέννιος ῥίζης ὕπερθεν ὑψικόμου δρυὸς τὴν κεφαλὴν ἀνέχων. κἀκεῖνος μὲν ἐκάθευδε, τὸν δ᾿ οὐκ εἶχε νήδυμος ὕπνος, τοῦτο δὴ τὸ τῆς γλυκείας ποιήσεως, ἀλλὰ τὸν ὀφθαλμὸν ἀνατείνας καὶ τὸ ἀπῃωρημένον τοῖς πτόρθοις ξίφος θεασάμενος, ἐπεὶ μηδένα μηδαμοῦ τότε παρόντα ἑώρα, ἀνακτησάμενος τῆς ἀθυμίας ἑαυτὸν κρείττονος λογισμοῦ καὶ ἀποκτεῖναι τὸν ἐμὸν πατέρα βουλεύεται. καὶ τάχα ἂν εἰς ἔργον ἀπέβη τὸ βούλευμα, εἰ μή τις ἄνωθεν [*](D) θεία τοῦτον διεκώλυσε δύναμις τὸ ἄγριον τοῦ θυμοῦ ἐξημερώσασα καὶ ἱλαρὸν τῷ στρατηγῷ ἐνατενίζειν παρασκευάσασα. ταῦτα ἐγὼ ἐκείνου διηγουμένου πολλάκις ἤκουον. [*](3 τι Α μέντοι F αὐτοῦ om. 4 ὅλως in mg. add. F1 10 lacuna quinque litterarum in F 14 οὔ γε r: οὔτε FA οὔ τι γε 8 οὐ τῆς idem in addendis 20 ἐκεῖθεν Α ὑψικόμου s: ὑψικλόνου FA 22 ἔχε)
27
ἔνεστι δὲ τῷ βουλομένῳ ἐντεῦθεν κατανοεῖν, ὅπως τὸν Κομνηνὸν ἐς μείζονα ἀξίαν παρεφυλάττετο ὁ θεὸς καθάπερ τι χρῆμα τίμιον τὰ Ῥωμαίων σκῆπτρα δι’ αὐτοῦ επανακαλέσασθαι θέλων. εἰ δέ τι μετὰ ταῦτα συμβέβηκε τῷ Βρυεννίῳ τῶν ἀβουλήτων, αἰτία τῶν ἀμφὶ τὸν βασιλέα τινῶν, ὁ ἐμὸς πατὴρ ἀναίτιος.

Τὰ μὲν οὖν κατὰ τὸν Βρυέννιον οὕτω διήνυστο. ὁ [*](Ρ. 17) δὲ μέγας δομέστικος 'Aλέξιος καὶ ἐμὸς πατὴρ οὐκ ἀτρεμήσειν, ἀλλ’ ἐξ ἀγώνων εἰς ἀγῶνας μεταχωρεῖν. ὁ γὰρ Βορῖλος τῶν ἀμφὶ τὸν Βοτανειάτην οἰκειότατος βάρβαρος ἐξελθὼν τῆς πόλεως καὶ ὑπαντήσας τῷ μεγάλῳ δομεστίκῳ καὶ ἐμῷ πατρὶ τὸν Βρυέννιον ἐκ τῶν χειρῶν αὐτοῦ παραλαβὼν ἔδρασεν ὅ τι δὴ καὶ ἔδρασεν· ἐπισκήπτει δὲ παρὰ τοῦ βασιλέως τῷ ἐμῷ πατρὶ χωρεῖν ὡς ἐπὶ τὸν Βασιλάκιον ἤδη καὶ τοῦτον βασιλείας περιθέμενον διάδημα καὶ τὴν ἑσπέραν μετά γε τὸν Βρυέννιον ἀκατασχέτως κυμαίνοντα. ὁ τοι Βασιλάκιος οὗτος ἀνὴρ μὲν ἦν τῶν πάνυ θαυμαζομένων [*](Β) ἐπ’ ἀνδρείᾳ τε καὶ θυμῷ καὶ τόλμῃ καὶ ῥώμῃ· ἄλλως δὲ ἄνθρωπος τυραννικὴν ψυχὴν ἔχων ἐφεῖλκεν εἰς ἑαυτὸν τὰς [*](V. 18) ὑπερηφάνους τιμὰς καὶ ἀναρρήσεις τὰς μὲν ἐπενοεῖτο, τὰς δὲ προσέταττε. τοῦ γὰρ Βρυεννίου καθαιρεθέντος οὗτος καθάπερ ἐκείνου διάδοχος γεγονὼς τὴν πᾶσαν εἰς ἑαυτὸν ἀνεδέξατο τῆς τυραννίδος ὑπόθεσιν. καὶ ἀπὸ τῆς Ἐπιδάμνου ἀρξάμενος μητρόπολις δὲ αὕτη προκαθημένῃ τοῦ Ἰλλυρικοῦ) μέχρι τῆς τῶν Θετταλῶν πόλεως ἧκε πάντα καταστρεψάμενος αὐτὸς ἑαυτὸν καὶ χειροτονήσας εἰς βασιλέα καὶ εὐφημήσας καὶ τὸν πλάνητα τούτου στρατὸν ὅποι καὶ βούλοιτο μεταφέρων. [*](C) φέρων. ἦν γὰρ καὶ ἄλλως μὲν θαυμαζόμενος ὁ ἀνὴρ τε μεγέθει σώματος καὶ κράτει βραχιόνων καὶ προσώπου σεμνότητι, οἷς μᾶλλον ἁλίσκεται τὸ ἀγροικικὸν τοῦτο καὶ στρατιωτικὸν ἔθνος. οὐ γὰρ διορᾷ εἰς ψυχὴν οὐδ’ ἐνατενίζει πρὸς ἀρετήν, ἀλλὰ μέχρι τῶν τοῦ σώματος ἀρετῶν ἵσταται [*](17 ἠν μὲν F)

28
τόλμαν καὶ ῥώμην καὶ δρόμον καὶ μέγεθος θαυμάζον καὶ ταῦτα κρῖνον ἄξια ἁλουργίδος καὶ διαδήματος. ὁ δὲ καὶ ταῦτα ἔχων οὐκ ἀγεννῆ , καὶ τὴν ψυχὴν εἶχεν ἀνδρείαν καὶ ἀκατάπληκτον· καὶ ὅλως οὗτος ὁ Βασιλάκιος τυραννικόν τι καὶ ἔπνει καὶ ἔβλεπε. φθέγμα τε γὰρ αὐτῷ βροντῶδες καὶ οἷον· καταπλῆξαι στρατιὰν ὅλην καὶ ἐμβόημα ἱκανὸν συστεῖλαι ψυχῆς θράσος. καὶ ἄμαχος ἐν λόγοις ἐπίσης ἐπιχειρῶν ἐπᾶραί [*](D) τε καὶ συστεῖλαι τὸν στρατιώτην εἰς πόλεμον καὶ φυγήν. μετὰ τοιούτων πλεονεκτημάτων στρατευόμενος ὁ ἀνὴρ καὶ περὶ αὐτὸν συλλεξάμενος ἄμαχον στρατιὰν τὴν Θετταλῶν πόλιν καταλαμβάνει , καθάπερ ἔφημεν. ὁ δέ γε ἐμὸς πατὴρ ὁ Κομνηνὸς Ἀλέξιος ὡς πρὸς Τυφῶνα μέγαν ἢ Γίγαντα ἀντιπαραταξάμενος καὶ πᾶσαν ἑαυτῷ ἀνεγείρας στρατηγικὴν μηχανὴν καὶ φρόνημα γενναῖον ὡς πρὸς ἀντίπαλον ἀξιόμαχον παρεσκεύαστο. καὶ μήπω τὸν ἐκ τῶν προτέρων [*](P. 18) ἄθλων κονιορτὸν ἀποτιναξάμενος μηδὲ τὸν λύθρον τοῦ ξίφους καὶ τῶν χειρῶν ἀποπλυνάμενος ὥσπερ λέων ἐχώρει βλοσυρὸς πρὸς τὸν χαυλιόδοντα τοῦτον σῦν Βασιλάκιον τὸν θυμὸν αὐτοῦ ἀνεγείρας. καὶ καταλαμβάνει δῆτα τὸν ποταμὸν Βαρδάριον· οὕτω γὰρ ἐγχωρίως αὐτὸν ὀνομάζουσι· ῥεῖ μὲν γὰρ ἄνωθεν ἀπὸ τῶν ἐγγύθεν τῆς Μυσίας ὀρῶν, παραμείβων δὲ πολλοὺς μεταξὺ τόπους καὶ διορίζων πρός τε τὴν ἕω καὶ τὴν ἑσπέραν τά τε Βερροίᾳ καὶ τὰ Θεσσαλονίκῃ προσήκοντα ἐκδίδωσιν εἰς τὴν καθ’ ἡμᾶς καὶ νοτίαν θάλσσαν. πάσχουσι δὲ οἱ μέγιστοι τῶν ποταμῶν τοιοῦτόν [*](Β) τι. ἐπειδὰν διὰ τῆς προσχώσεως ἀνάστημα τι ἀξιόλογον ἐπιφορήσωσι γῆς, τότε δὴ ἐπὶ τὰ κατάρροπα ῥέουσιν ὥσπερ δὴ μεταμείβοντες τὰς πρώτας κοίτας αὐτῶν καὶ τὴν μὲν παλαιὰν καταλείπουσι πάροδον διάκενον ὑγροῦ καὶ χηρεύουσαν ὕδατος, ἣν δὲ νῦν διοδεύουσιν, ἐμπιπλῶσι ῥευμάτων πολλῶν. τούτων οὖν τῶν δυεῖν παρόδων, τῆς τε παλαιᾶς χαράδρας καὶ τῆς ἄρτι γενομένης πορείας, τὸ μεταξὺ θεασάμενος [*](19 αὑτοῦ 20 βαρδάριον Α βαρδ αρ F Βαρδάρον ὀνομάξουσιν 23 τὰ ante Θ. om.)
29
στρατηγικώτατος οὗτος Ἀλέξιος καὶ ἐμὸς πατὴρ καὶ τὸν μὲν ὁλκὸν τοῦ ποταμοῦ ὡς ἀσφάλειαν θέμενος ἐκ θατέρου, τῇ [*](C) δὲ παλαιᾷ διόδῳ ἤδη φάραγγι γεγονυίᾳ ἐκ τῆς τοὺ ἐπιρροίας καθάπερ αὐτοφυεῖ ἀποχρησάμενος διώρυχι ἐστρατοπέδευσεν, οὐ πλεῖον τῶν δυεῖν ἢ τριῶν σταδίων ἀλλήλων ἀποδιεστηκότων. καὶ εὐθὺς ἐν παραγγελίᾳ πάντες ἦσαν, ἡμέρας μὲν ἀναπαύσασθαι καὶ παραμυθῆσαι ὕπνῳ τὸ σῶμα καὶ τοῖς ἵπποις τροφὴν δοῦναι τὴν ἀρκοῦσαν· μέλλουσι γὰρ τῆς ἑσπέρας καταλαβούσης ἀγρυπνῆσαι τε καὶ ἐλπίζειν ἀδόκητόν τι παρὰ τῶν πολεμίων ἐπισυμβῆναι. ταῦτα δέ, οἶμαι, διῳκονόμητο ὁ ἐμὸς πατὴρ κίνδυνον ὑφορώμενος κατὰ τὴν [*](D) ἑσπέραν ἐκείνην παρὰ τῶν πολεμίων. ἐπιθήσεσθαι γὰρ ἑαυτῷ [*](V. 19) τούτους ἤλπιζεν εἴτ᾿ ἐκ πολυπειρίας τοῦτο προμαντευόμενος εἴτε ἄλλως εἰκάσας. οὐ μὴν τὰ τῆς προφητείας αὐτῷ εἰς μακρὰν ἐληλύθει οὐδὲ προέγνω μέν, οὐ τὸ δέον δὲ διῳκήσατο, ἀλλ’ ἀπάρας τῆς τούτου σκηνῆς ἅμα τοῖς ἀμφ’ αὐτὸν στρατιώταις σὺν ὅπλοις καὶ ἵπποις καὶ πᾶσι τοῖς πρὸς μάχην ἐπιτηδείοις ἀπέστη μὲν τῆς σκηνῆς λαμπάδας τε καταλελοιπὼς ἐκεῖθι πανταχόθεν φαινούσας καί τινα τῶν ἀμφ’ αὐτὸν οἰκεῖον Ἰωαννίκιον πάλαι τὸν μοναχικὸν ἑλόμενον βίον τὴν σκηνὴν καταπιστεύσας καὶ ὅσα ἐπεφέρετο εἴς τε τράπεζαν χρειώδη καὶ τὴν ἄλλην παρασκευήν · αὐτὸς δὲ πορρωτάτω ἀπιὼν ἐκάθητο μετὰ τῆς ἐνόπλου στρατιᾶς τὸ μέλλον καραδοκῶν, τοῦτο τεχναζόμενος, ἵν᾿ ὁ Βασιλάκιος ἀνημμένας ἁπανταχόθεν πυρκαιὰς ἰδὼν καὶ λαμπαδουχουμένην τὴν τοὐμοῦ πατρὸς σκηνὴν οἰήσαιτο ἐκεῖθι τοῦτον εἶναι [*](Ρ. 19) διαναπαυόμενον, ὡς ἐντεῦθεν ἐκείνῳ τοῦτον ἁλώσιμον εἶναι καὶ ὑποχείριον.

Οὐκ εἰς μάτην, καθάπερ εἰρήκειμεν, ἡ μαντεία τοὐμοῦ πατρὸς Ἀλεξίου. ἐπῆλθε γὰρ τῷ προσδοκωμένῳ στρατοπέδῳ ἀθρόον ὁ Βασιλάκιος σὺν ἱππεῦσί τε καὶ πεζοῖς [*](18 τε om. F 19 τοῖς ἐκεῖθι F 25 πανταχόθεν λαμπαδουχουμένην s: λαμπαδοχουμένην F 29 μάτην δέ Α 30 Ἀλεξίου ἐγεγόνει Α)

30
μυρίανδρον στρατιὰν ἐπαγόμενος καὶ τὰς μὲν κλισίας ἐφεῦρεν ἑκασταχοῦ ἀναλαμπούσας πυρί, ἐξαστράπτουσαν δὲ καὶ τὴν τοῦ στρατηγοῦ σκηνὴν θεασάμενος ὡς εἶχε ῥύμης εἰς ταύτην εἰσεληλύθει πολυτάρακτόν τι καὶ θορυβῶδες βοῶν. ὡς δ’ οὐκ ἦν οὐδαμοῦ ὁ προσδοκώμενος οὐδέ τις ἀνέπτη στρατιώτης ἐκεῖθεν τὸ παράπαν ἢ στρατηγός, εἰ τινες καταλελειμμένοι τῶν θητευόντων εὐκαταφρόνητοι, ἔτι [*](Β) μᾶλλον ἐβόα καὶ ἐκεκράγει ποῦ ποτέ ἐστιν ὁ τραυλός;” οὑτωσὶ καὶ τοῖς ῥήμασιν εἰς τὸν μέγαν δομέστικον ἀποσκώπτων. ἦν γὰρ τἆλλα μὲν οὗτος ὁ ἐμὸς πατὴρ Ἀλέξιος εὔστομος καὶ οὐδεὶς οὕτω ῥήτωρ ἦν αὐτοφυὴς ἔν τε ἐνθυμήμασι καὶ ἐπιχειρήμασι, μόνον δὲ κατὰ τὸν φθόγγον τοῦ ῥῶ ὑπωλίσθαινέ τε μετρίως καὶ ἀσυμφανῶς διώκλα ἡ γλῶττα, καίτοι κατὰ τἆλλα στοιχεῖα τὸν ῥοῦν ἀκάθεκτον ἔχουσα. ἀλλ’ ὁ μὲν οὕτως ὀνειδίζων ἐβόα καὶ διηρευνᾶτο καὶ ἀνέτρεπε πάντα καὶ κιβώτια καὶ σκίμποδας καὶ σκεύη καὶ αὐτὴν δὴ τὴν τοὐμοῦ πατρὸς κλίνην, μή πως ὁ στρατηγὸς ἔν τινι [*](C) τούτων κέκρυπτο. καὶ θαμὰ πρός τε τὸν μοναχὸν οὕτω καλούμενον Ἰωαννίκιον ἐνέβλεπε· καὶ γὰρ διὰ σπουδῆς ἐπεποίητο ποίητο ἡ μήτηρ ἐν ἁπάσαις ταῖς αὐτοῦ ἐκστρατείαις ὁμόσκηνον ἔχειν τῶν τιμιωτέρων τινὰ μοναχὸν, καὶ ὁ εὔνους οὗτος υἱὸς ὑπεῖκε τῷ μητρικῷ θελήματι οὐ τὰ ἐν βρέφει μόνον, ἀλλὰ καὶ ἐς μείρακας παραγγείλας καὶ μέχρις ἂν γυναικὶ συνηρμόσθη· καὶ τὰ τῆς σκηνῆς ἅπαντα ἱ Βασιλάκιος διηρευνᾶτο καί, τοῦτο δὴ τὸ τοῦ Ἀριστοφάνους, ἐρεβοδιφῶν οὐκ ἀνίει πυνθανόμενος ἅμα καὶ τὸν Ἰωαννίκιον περὶ τοῦ δομεστίκου. [*](D) τοῦ δὲ πρὸ ὥρας ἐξιέναι ξὺν παντὶ τῷ στρατεύματι διισχυριζομένου, γνοὺς ὅτι πολὺν τὸν πλάνον ὑπέμεινε καὶ τοῖς ἅπασιν ἀπειπάμενος ἄλλας ἐκ ἄλλων φωνὰς μεταμείβων ἐβόα ἄνδρες συστρατιῶται, ἠπατήμεθα· ὁ πόλεμος ἐξωθεν”. οὔπω τέλος ἔσχεν ὁ λόγος αὐτῷ, καὶ ἐξιοῦσι τοῦ στρατοπέδου [*](1 ἐφευρὼν 4 πολυτάραχόν τι Α τε F 12 ῥῶ ὡς F 13 διέκλα Hoeschelius διώκλαζε G. Dindorfius 25 nub. 29 ἐξ r: ἐκ)
31
[*]((??). 20) ἐφίσταται τούτοις ὁ ἐμὸς πατὴρ ὁ Κομνηνὸς Ἀλέξιος προπηδήσας [*](P. 20) τῆς στρατιᾶς σὺν ὀλίγοις τισὶ μετὰ σφοδρότητος. καί τινα εἰς συνιστῶντα συνιστῶντα τὰς φάλαγγας θεασάμενος (καὶ γὰρ οἱ πλείους τῶν στρατιωτῶν τῶν ἀμφὶ τὸν Βασιλάκιον εἰς τὴν λείαν ἑαυτοὺς ἐπιδεδωκότες καὶ τὰ λάφυρα — τοῦτο γὰρ καὶ πάλαι τὠμῷ πατρὶ ἐμεμηχάνητο — οὔπω ἔφθησαν συνελθεῖν καὶ εἰς παράταξιν καταστῆναι, καὶ ἐπέστη αὐτοῖς ἀθρόον κακὸν ὁ μέγας δομέστικος), ἰδὼν δὲ τὸν καθιστῶντα τὰς φάλαγγας καὶ νομίσας εἵτε ἀπὸ τοῦ μεγέθους εἵτε ἀπὸ τῆς τῶν ὅπλων λαμπρότητος (καὶ γὰρ ἀντέστιλβε τούτῳ τὰ ὅπλα πρὸς τὴν ἀστρῴαν βολήν), ἐκεῖνον εἶναι τοῦτον τὸν [*](Β) Βασιλάκιον, συναντήσας αὐτῷ γοργῶς παίει κατὰ τῆς χειρός· ἣ δ’ εὐθὺς μετὰ τοῦ ξίφους εἰς γῆν ἔρριπτο, ὅπερ μεγάλως τὴν φάλαγγα συνετάραξεν. οὐ μὴν ὁ Βασιλάκιος ἦν, ἀλλά τις τῶν περὶ τὸν Βασιλάκιον γενναιότατος οὐδὲν τοῦ Βασιλακίου ὅσον γε τὰ εἰς ἀνδρείαν λειπόμενος. βαρὺς οὖν τοῦ λοιποῦ κατ’ αὐτῶν κυλινδούμενος καὶ τοξεύμασι βάλλων καὶ δόρατι τιτρώσκων καὶ ἀλαλαγμοῖς ἐμβοῶν καὶ νυκτὶ συγχέων καὶ πάντα καὶ τόπον καὶ χρόνον καὶ ὄργανον εἰς νίκην λαμβάνων καὶ τούτοις προσφυῶς ἀποχρώμενος ἀκλονήτῳ φρονήματι [*](C) καὶ ἀσυγχύτῳ τῇ διανοίᾳ καὶ ἄλλον ἄλλοσε φεύγοντα προλαμβάνων πάντα διέκρινε καὶ τὸν ἐχθρὸν καὶ τὸν φίλιον. ἀλλὰ καί τις ἀνὴρ Καππαδόκης Γούλης τὸ ἐπώνυμον, εὔνους θεράπων τοὐμοῦ πατρός, τὴν χεῖρα γενναῖος, τὸν θυμὸν ἐς πολέμους ἀκάθεκτος, τὸν Βασιλάκιον θεασάμενος καὶ ἀκριβῶς ἐγνωκὼς παίει κατὰ τῆς κόρυθος. ἀλλὰ τὸ τοῦ Μενέλεω πρὸς τὸν Ἀλέξανδρον πέπονθε. τὸ γὰρ ξίφος αὐτοῦ τριχθά τε καὶ τετραχθὰ διατρυφθὲν ἐξέπεσε τῆς χειρός, τῆς λαβῆς καταλειφθείσης ἐν τῇ χειρί. ὃν ὁ στρατηγὸς θεασάμενος εὐθὺς διελοιδορεῖτο, ὅτι μὴ κατάσχοι τὸ ξίφος, καὶ ἄνανδρον [*](D) ἀπεκάλει τοῦτον. ἀλλ’ ὁ στρατιώτης τὴν καταλειφθεῖσαν τοῦ ξίφους λαβὴν παραδεικνὺς πραότερον ἐποίει τὸν μέγαν δοτὠμῷ [*](6 s: τοὐμῶ F 15 τῶν Α om. F 22 φιλον F φίλον)
32
μέστικον. καί τις δ’ ἄλλος Μακεδών, Πέτρος τὴν κλῆσιν Τορνίκιος τὴν ἐπωνυμίαν, μέσον τῶν πολεμίων ἐμπεσὼν πολλοὺς τούτων ἀνῄρει. ἡ δὲ φάλαγξ εἵπετο ἀγνοοῦσα τὰ δρώμενα· ἐν σκότει γὰρ τῆς μάχης καθισταμένης οὐχ οἶοί τε ἦσαν ἅπαντες τὰ γινόμενα ὁρᾶν. ὁ δὲ Κομνηνὸς ἐπὶ τὸ μήπω διασπασθὲν τῆς φάλαγγος ἵετο παίων τοὺς ἀντικαθισταμένους καὶ ἀνθυποστρέφων αὖθις εἰς τοὺς ἰδίους, σπεύδων καὶ τὸ ἔτι συνιστάμενον τῆς τοῦ Βασιλακίου παραλῦσαι [*](Ρ. 21) φάλαγγος καὶ διαπεμπόμενος εἰς τοὺς ὄπισθεν καὶ παρακελευόμενος μὴ μέλλειν, ἀλλ’ ἕπεσθαί οἱ καὶ καταλαμβάνειν ταχύτερον. ἐν τοσούτῳ δὲ ἀνήρ τις Κελτὸς τῶν ἀμφὶ τὸν δομέστικον, ἵν᾿ ἐν βραχεῖ τὰ πάντα διηγήσωμαι, γενναῖος στρατιώτης καὶ Ἄρεως ὅλος ἔμπλεως τὸν ἐμὸν πατέρα ἰδὼν μεσόθεν τῶν πολεμίων ἄρτι ἐξιόντα ἐσπασμένον τὸ ξίφος θερμὸν ἀπὸ τοῦ αἵματος ἀναπέμπον ἀτμὸν καὶ τῶν πολεμίων νομίσας ἕνα ἀθρόον αὐτῷ ἐμπεσὼν παίει τῷ δόρατι περὶ τὸ στέρνον καὶ τάχα ἂν ἕξεδρον τὸν στρατηγὸν ἐπεποιήκει, εἰ μὴ αὐτὸς ἅμα τε πρὸς τὸ ἑδραιότερον ἑαυτὸν ἐφηδράσατο καὶ ὀνομαστὶ τοῦτον ἐκάλεσεν ἀποκόψειν ἀπειλησάμενος [*](Β) διὰ τοῦ ξίφους παραχρῆμα τὴν κεφαλήν. ὁ δέ, ἐπειδή πως [*](V. 2) τὸν ἀγνοοῦντα προὐβάλετο καὶ τὴν νύκτα καὶ τὸ συγκεχύσθαι περὶ τὴν μάχην, μετὰ τῶν ζώντων ἠρίθμητο.