Ὁ βασιλεὺς Ἀλέξιος καὶ ἐμὸς πατὴρ καὶ πρὸ τοῦ τῶν σκήπτρων ἐπειλῆφθαι τῆς βασιλείας μέγα ὄφελος τῇ βασιλείᾳ Ῥωμαίων γεγένηται. ἤρξατο μὲν γὰρ στρατεύειν ἐπὶ Ῥωμανοῦ τοῦ Διογένους. θαυμαστός τις γὰρ ἐφαίνετο ἐν τοῖς κατ’ αὐτὸν καὶ φιλοκινδυνότατος. οὗτος γὰρ τεσσαρεσκαιδεκάτου ἔτους ὢν κατ’ ἐκεῖνο καιροῦ συνεκστρατεύειν ἠπείγετο τῷ βασιλεῖ Διογένει κατὰ Περσῶν βαρυτάτην ἄγοντι [*](Β) στρατιὰν καὶ ἀπό γε τοῦδε ὁρμήματος ἀπειλὴν κατὰ τῶν βαρβάρων ἐμφαίνων καὶ ὡς, εἰ συμπλακήσεται τοῖς βαρβάροις, τὸ ξίφος αὐτοῦ μεθύσει ἀφ’ αἵματος· οὕτως ἦν φιλοπόλεμος ὁ νεανίσκος. ἀλλὰ τότε οὐκ ἐξεχώρησεν ὁ αὐτοκράτωρ Διογένης αὐτῷ ξυνέπεσθαι, ἅτε πάθους καταλαβόντος τὴν μητέρα βαρυτάτου. ἐθρήνει γὰρ τὸ τηνικαῦτα θάνατον τοῦ πρωτοτόκου υἱοῦ Μανουήλ, ἀνδρὸς μεγάλα καὶ ἀξιάγαστα ἔργα ἐνδεδειγμένου τῇ τῶν Ῥωμαίων ἀρχῇ· καὶ ἵνα μὴ ἀπαραμύθητος εἴη ἐκείνη, τὸν μὲν τῶν υἱέων μηκέτι γινώσκουσα [*](C) οὗ κατορύξειε, τὸν δὲ ἀποστέλλουσα ἐν πολέμοις καὶ δεδοικυῖα, μή τι ἀπαίσιον συναντήσοι τῷ νεανίσκῳ καὶ οὐδ’ οἷ γῆς πεσεῖται ἐπιγνώσεται, διὰ ταῦτα ὑποστρέψαι πρὸς τὴν μητέρα τὸ μειράκιον Ἀλέξιον κατηνάγκασε. καὶ τότε μὲν ἀπελείφθη καὶ ἄκων τῶν συστρατευομένων, ἀλλ’ ὅ γε ἐφεξῆς καιρὸς πέλαγος ὑπανέῳξεν αὐτῷ ανδραγαθημάτων. ἐπὶ γάρ τοι τοῦ βασιλέως Μιχαὴλ τοῦ Δούκα μετὰ [*](8 ὁρμήματος Α μηματος F 10 αὑτοῦ 11 ἐπεχώρησεν 18 συναντήσῃ 22 τῶν ἀνδραγαθημάτων)
10
τὴν τοῦ Διογένους βασιλέως καθαίρεσιν, ὅσος ἦν εἰς ἀνδρείαν, παρέδειξε τὰ κατὰ τὸν Οὐρσέλιον πράγματα. ἦν μὲν οὗτος Κελτὸς ἀνέκαθεν τῇ στρατιᾷ Ῥωμαίων κατειλεγμένος,
[*](D) εἰς δὲ μέγα τύχης ἐξογκωθεὶς καὶ δύναμιν συναθροίσας ἀμφ’ αὐτὸν καὶ στρατιὰν ἀξιόλογον τῶν μὲν ἐκεῖθεν ὄντων ὅθεν καὶ αὐτὸς ὥρμητο, τῶν δὲ καὶ ἐξ ἄλλου γένους παντοδαποῦ βαρὺς ἦν αὐτόθεν τύραννος· πολλὰς δὲ ταλαντεύσεις λαβούσης τῆς τῶν Ῥωμαίων ἡγεμονίας καὶ τῶν Τούρκων καθυπερτερησάντων τῆς τύχης Ῥωμαίων, τῶν δὲ εἰς τὸ κατόπιν ὑπαχθέντων ὥσπερ ψάμμου ὑπὸ ποδῶν ὑποσπασθείσης, τηνικαῦτα καὶ οὗτος τῇ βασιλείᾳ Ῥωμαίων ἐπέθετο. καὶ
[*](Ρ 4) ἄλλως μὲν ὢν τυραννικώτατος τὴν ψυχήν, τότε δὲ καὶ μᾶλλον ἐξαφθεὶς πρὸς καθαρὰν τυραννίδα διὰ τὸ κατηφὲς τῶν τῆς βασιλείας πραγμάτων τὰ τῆς ἑῴας πάντα σχεδὸν ἐλῄσατο. πολλῶν δὲ πιστευθέντων τὸν μετ’ αὐτοῦ πόλεμον ἐπ’ ἀνδρείᾳ διαβεβοημένων καὶ πεῖραν εἰσενεγκαμένων πλείστην πολέμου καὶ μάχης, οὗτος ὑπερπαίων ἐφαίνετο καὶ τὴν ἐκείνων πολυπειρίαν πη μὲν αὐτὸς προσβάλλων καὶ τρέπων καὶ καθάπερ πρηστὴρ ἐμπίπτων τοῖς ἀντικαθισταμένοις αὐτῷ, πη δὲ καὶ συμμαχίαν λαμβάνων ἀπὸ τῶν Τούρκων ἀνυπόστατος ἦν ταῖς ὁρμαῖς, ὥστε καὶ τῶν πάνυ μεγιστάνων τινὰς κατασχεῖν καὶ τὰς ἐκείνων κλονῆσαι φάλαγγας. τότε
[*](Β) δὴ καὶ ὑπὸ τἀδελφῷ ἐτάττετο ὁ ἐμὸς πατὴρ Ἀλέξιος καὶ ἄντικρυς ὑπεστρατήγει τούτῳ, τὰ στρατεύματα πάντα ἑῴας καὶ ἑσπερίου λήξεως ἐγκεχειρισμένῳ. ἐπεὶ δὲ ἐν ἀμηχάνοις ἦν τὰ πράγματα τηνικαῦτα Ῥωμαίοις, τοῦ βαρβάρου δίκην κεραυνοῦ τὰ πάντα ἐπερχομένου, εἰς ἀξιόμαχον ἀντικατάστασιν ἐπινοεῖται ὁ ἀξιάγαστος οὗτος Ἀλέξιος στρατηγὸς
[*](v. 8) αὐτοκράτωρ ὑπὸ τοῦ βασιλέως Μιχαὴλ ἀναδεδειγμένος. ὃς δὴ καὶ πᾶσαν ἀνακινήσας φρόνησιν τε καὶ πολυπειρίαν στρατηγικήν τε καὶ στρατιωτικὴν καὶ ταῦτα οὐκ ἐν πολλῷ χρόνῳ ταύτην συλλεξάμενος ἀλλὰ γὰρ διὰ τὸ πάνυ φιλόαὑτὸν
[*](5 αὑτὸν 10 ὑπὸ addidi 22 τότε r: ὅτε) 11
[*](C) πόνον τοῦ ἀνδρὸς καὶ τὸ πανταχόθεν ἐγρηγορὸς εἰς ἄκρον ἐληλυθέναι στρατηγικῆς ἐμπειρίας τοῖς τῶν Ῥωμαίων λογάσιν ἔδοξεν, οἷος Αἰμίλιος ἐκεῖνος ὁ Ῥωμαῖος, ὁποῖος ὁ Σκηπίων, οἷος Ἀννίβας ὁ Καρχηδόνιος· νεώτατος γὰρ ἦν καὶ ἄρτι πρώτως ὑπηνήτης, ὅ φασι) τόν τε Οὐρσέλιον ἐκεῖνον εἷλε τὸν πολὺν κατὰ τῶν Ῥωμαίων ῥέοντα καὶ τὰ πράγματα τῆς ἕω κατέστησεν οὐ πολλῶν δεηθεὶς ἡμερῶν. ἦν γὰρ καὶ ὀξὺς φωρᾶσαι τὸ ξυμφέρον καὶ ὀξύτερος καταπράξασθαι· τίνα δὲ τὸν τρόπον εἷλεν ἐκεῖνον, δηλοῖ μὲν καὶ ὁ Καῖσαρ ἐν τῇ δευτέρᾳ τῆς κατ’ αὐτὸν ἱστορίας βίβλῳ πλατύτερον, δηλώσομεν δὲ καὶ ἡμεῖς, ἐφ’ ὅσον εἰς τὴν καθ’ ἡμᾶς ἱστορίαν συνήνεγκεν.
[*](D)Ἄρτι γὰρ τοῦ βαρβάρου Τουτὰχ ἐκ τῶν βαθυτέρων τῆς ἀνατολῆς μερῶν κατεληλυθότος μετὰ βαρυτάτου στρατεύματος, ἐφ’ ᾧ τὰ τῶν Ῥωμαίων λῄζεσθαι, ὁ Οὐρσέλιος πολλάκις ὑπὸ τοῦ στρατοπεδάρχου στενοχωρούμενος καὶ ἄλλα ἐπ’ ἄλλοις φρούρια ἀφαιρούμενος, καίτοι στρατιὰν πολλὴν ἐπαγόμενος καὶ πάντας λαμπρῶς καὶ γενναίως καθωπλισμένους, εὐμηχανίᾳ παρὰ πολὺ ἡττᾶτο τοὐμοῦ πατρὸς Ἀλεξίου· τέως δ’ οὖν ἐπ’ ἐκεῖνον καταφυγεῖν ἔδοξε. τελευταῖον τοῖς πᾶσιν ἐξαπορούμενος ξυμμίγνυσι τῷ Τουτὰχ καὶ φίλον [*](P. 5) ποιεῖται καὶ εἰς συμμαχίαν αὐτὸν καταλιπαρεῖ. ἀλλ’ ὁ στρατοπεδάρχης Ἀλέξιος ἀντιστρατηγεῖται πρὸς ταῦτα καὶ ὀξύτερον οἰκειοῦται τὸν βάρβαρον καὶ ἐπισπᾶται πρὸς ἑαυτὸν καὶ λόγοις καὶ δώροις καὶ πᾶσι τρόποις καὶ μηχανήμασιν. ἦν γὰρ εἴπερ τις ἄλλος ἐφευρετὴς καὶ πόρους ἐν τοῖς ἀπορωτάτοις ξυμμηχανώμενος. ὁ γοῦν δυνατώτατος αὐτῶ τῶν τρόπων τοιοῦτός τις ἦν, ὡς ἐν τύπῳ εἰπεῖν, δεξιώσασθαι τὸν Τουτάχ· καί φησι φίλοι μὲν ἄμφω ἀλλήλοις ὅ τε σὸς συολτάνος καὶ ἐμὸς βασιλεύς. ὁ δὲ βάρβαρος οὗτος Οὐρσέλιος [*](Β) καὶ πρὸς ἄμφω ἀνταίρει τὰς χεῖρας καὶ ἐχθρὸς καὶ ἀμφοτέροις καθίσταται φοβερώτατος ἐκείνου μὲν κατατρέχων [*](1 καὶ τὸ Α τὸ om. F 10 πλατύτερον FA πλατύτερα 20 ἐκεῖνον s: ἐκεῖνο ἔδοξεν)
12
καὶ ἀεί τι τῆς μερίδος ‘Ρωμαίων κατὰ μικρὸν ὑποβπώμενος, ἀποστερίσκων δὲ τῆς Περσίδος ἅπερ ἂν καὶ ἐξῆν κἀκείνῃ περιγενέσθαι. τέχνῃ δὲ τὸ ἄπαν μετέρχεται νῦν μὲν ἐμὲ παρασκιάζων διὰ τῆς σῆς δυνάμεως, αὖθις τοῦ καιροῦ τούτῳ συμπνεύσαντος ἀφέμενος ἐμοῦ ὡς ἤδη ἐv ἀκινδύνῳ καθεστηκὼς πάλιν ἐξ ὑποβτροφῆς κατὰ σοὺ ἀρεῖται τὰς χεὶρας. ἀλλ᾿ εἴ τι ἐμοὶ πείθῃ, ἐπειδὰν καὶ αὖθις ἐλεύσεται πρὸς ὑμᾶς, χρὴ μετὰ πολλῶν κρατῆσαι τὸν Οὐρσέλιον καὶ πρὸς ἡμᾶς ἐξαποστεῖλαι δεσμώτην. τρία γὰρ ἐντεῦθέν” φησι
[*](C) ,,κερδανεῖς, ἓν μὲν χρημάτων πλῆθος ὅσον καὶ οἷον οὐδείς πω πρότερον, ἕτερον δὲ τὴν εὔνοιαν τοῦ αὐτοκράτορος συνεπισπάσῃ, ἀφ’ οὗπερ εἰς ἄκρον εὐδαιμονίας φθάσεις ἐληλυθώς, τρίτον δὲ ἵτι καὶ ὁ σουλτάνος τὰ μεγάλα ἡσθήσεται ἐχθροῦ τηλικούτου ἐκποδὼν γεγονότος καὶ τὰς χεῖρας ἀσκοῦντος
[*](ν. 9) καθ’ ἑκατέρων κατά τε ‘Ρωμαίων καὶ Τούρκων”. ταῦτα διαπρεσβευσάμενος πρὸς τὸν ἄνωθεν εἰρημένον Τουτὰχ ἁ ἐμὸς πατὴρ καὶ τῆς ‘Ρωμαϊκῆς στρατιᾶς ἀρχηγὰς κατ’ ἐκεῖνο καιροῦ καὶ ἅμα καὶ ὁμήρους πέμψας τῶν ἐνδοξοτάτων τινὰς ἐπὶ συγκειμένω χρόνῳ καὶ χρημάτων ποσότητι πείθει τοὺς ἀμφὶ τὸν Τουτὰχ βαρβάρους κατασχεῖν τὸν Οὐρσέλιον.
[*](D) καὶ τούτου ταχὺ γεγονότος άποστέλλεται εἰς Ἀμάσειαν τῷ στρατοπεδάρχῃ. ἀλλ᾿ ἐντεῦθεν ἐχρονοτρίβει τὰ χρήματα· αὐτὸς μὲν γὰρ οὐκ εἶχεν ὁπόθεν ἀποπληρώσειε, τὰ δ᾿ ἐκ βασιλέως ἠμέλητο· καὶ οὐχ ὅτι βραδεῖ ποδὶ κατὰ τὴν τραγῴδίαν ἔστιχεν, ἀλλ᾿ οὐδαμοῦ κατεφαίνετο. οἱ μὲν οὖν ἀμφὶ τὸν Τουτὰχ ἐνέκειντο τὸν τῶν χρημάτων ἀπαιτοῦντες ὄγκον ἢ τὸν ἐωνημένον ἐξόπισθεν λαμβάνειν καὶ παλινδρομεῖν ἐᾶν τοῦτον ὅθεν κατείληπτο· ὁ δὲ οὐκ εἶχεν ὅθεν ἐποδοίη τὴν τοῦ ἐωνημένου τιμήν, τοις ὅλοις οὖν δι᾿ ὅλης νυκτός ἐξαπορούμενος
[*](P. 6) ερανίσασθαι παρὰ τῶν οἰκητόρων Ἀμασείας ελογί-
[*](2 τῆς περσίδος Α τῇ περσίδι F κἀκείνης? 3 περιγενέσθαι] ‘an παρελέσθαι?’ s 4 παρασκιάζων] ‘an ἀποσκενάζων?’ s 8 χρὴ μετὰ r: χρημάτων 24 Enrip. (ap. Plut. de sera n. ν. 2 Stob. ecl. 1, 3, 21) inc. 969 Ν 25 oὖv s: γὰρ) 13
σατο τὴν τιμήν. καὶ αὐγαζούσης ἡμέρας, κἂν ἀργαλέον ἐδόκει, ἀλλ’ ὅμως συνεκαλεῖτο ἅπαντας καὶ μᾶλλον τοὺς τὰ πρῶτα φέροντας καὶ χρημάτων εὐποροῦντας, πρὸς οὓς μᾶλλον θεασάμενος ἔφη „ ἴστε πάντες, ὅπως ὁ βάρβαβος οὑτοσὶ τὰς τοῦ Ἀρμενιακοῦ διέθετο πόλεις ἁπάσας ὅσας τε κωμοπόλεις ἐπόρθησε καὶ ὁπόσους κακῶς διέθετο σνμφοραῖς ἀφορήτοις ὑποβαλὼν ὁπόσα τε χρήματα ἀφ’ ὑμῶν ἐκομίσατο.
[*](Β) ἀλλὰ καιρὸς ἤδη πάρεστι τῶν ἐξ αὐτοῦ ὑμᾶς ἀπαλλάττειν κακώσεων, εἰ βούλεσθε. δεῖ τοιγαροῦν μὴ προέσθαι τοῦτον. ὁρᾶτε γὰρ ὡς δεσμώτης ἡμῖν ὁ βάρβαρος νεύσει πάντως θεοῦ καὶ ἡμετέρᾳ σπουδῇ. ὁ δὲ τοῦτον ζωγρήσας Τουτὰχ ἐξ ἡμῶν αἰτεῖ τὴν τιμήν. ἡμεῖς δ’ ἀποροῦμεν παντάπασιν ἐπ’ ἀλλοδαπῆς τε ὄντες καὶ συχνὸν ἤδη χρόνον μετὰ τῶν βαρβάρων μαχόμενοι καὶ τὰ προσόντα δεδαπανηκότες. εἰ μὴ γοῦν πόρρω ὁ βασιλεὺς ἦν καὶ καιρὸν ἀναμονῆς ἐδίδου ὁ βάρβαρος , ἔσπευσα ἂν ἐκεῖθεν κομισθῆναι τὰ τῆς τιμῆς. ἐπεὶ δ’, ὡς ἴστε καὶ αὐτοί, οὐδὲν τούτων ἔξεστι πράττειν, δέον ὑμᾶς συνεισενεγκεῖν τὴν τιμήν, καὶ λήψεσθε πάντα
[*](C) δι’ ἡμῶν ἐκ βασιλέως ὁπόσα παράσχοιτε”. εἶπε ταῦτα καἰ ἐξεκρούσθη παραυτίκα καὶ θόρυβον ἀνῆψε σφοδρότατον τῶν Ἀμασειανῶν εἰς ἀποστασίαν κεκινημένων. ἦσαν γὰρ οἳ τούτους εἰς θόρυβον ἠρέθιζον ἄνδρες κακουργότατοί τινες καὶ ῥέκται πραγμάτων εἰδότες ὀτρύνειν δῆμον εἰς ταραχήν. θόρυβος τοίνυν ἦρτο πολὺς τῶν μὲν βουλομένων σῴζεσθαι τὸν Οὐρσέλιον καὶ τὸ πλῆθος ἀντιλαβέσθαι τούτου ἐρεθιζόντων, τῶν δὲ ἐκταραττομένων (τοιοῦτον γὰρ τὸ συρφετῶδες
[*](D) καὶ τὸν Οὐρσέλιον ἁρπάσαι θελόντων καὶ τῶν δεσμῶν ἀπολύειν. δῆμον οὖν ὁ στρατοπεδάρχης τοσοῦτον ὁρῶν μαινόμενον ὡς ἐν στενῷ κομιδῆ τὰ κατ’ αὐτὸν ἐγνώκειν, καταπεπτώκει μὲν οὐδαμῶς, ἀλλ’ ἐπιρρώσας ἑαυτὸν κατεσίγαζε τῇ χειρὶ τὸν θόρυβον. ὀψὲ δὲ καὶ μόλις τούτους καταπαύσας
[*](V. 10) καὶ πρὸς τὸ πλῆθος τὸν λόγον ἀνενεγκὼν ἔφη „ θαυμάζειν ἔπεισί μοι, ἄνδρες Ἀμασειανοί, ὅπως τὴν συσκευὴν τουτωνὶ
[*](2 ἅπαντάς τε καὶ 29 κατεπεπτώκει 32 μετενεγκὼν) 14
τῶν ἐξαπατώντων ὑμᾶς παντάπασιν ἠγνοήσατε τὴν σφῶν αὐτῶν σωτηρίαν τῷ ὑμετέρῳ αἵματι ἐξωνονμένων καὶ μεγίστην ὑμῖν τὴν βλάβην προξενούντων ἀεί, ποία γὰρ ὑμῖν τῆς τοῦ Οὐρσελίον τυραννίδος ἡ ὠφέλεια, εἰ μὴ σφαγαὶ καὶ πη ρωοεις
[*](P. 7) καὶ ακρωτηριασμοὶ μελῶν; Οὗτοι δὲ οἱ τῶν τοιούτων ὑμῖν πρόξενοι ἔνθεν μὲν τὰ οἰκεῖα ἀσινῆ διετήρουν τὸν βάρβαρον θεραπεύοντες, ἐκεῖθεν δὲ αὖθις τῶν ἐκ βασιλέως ἐνεφοροῦντο δωρημάτων χαριζόμενοι τούτῳ, ὅτι μὴ ὑμῶν τε καὶ τῆς πόλεως Ἀμασείας παρεχώρησαν τῷ βαρβάρῳ, καὶ ταῦτα μηδένα λόγον ὑμῶν ποιησάμενοι πώποτε. Διὰ τοῦτο καὶ τὴν τυραννίδα συνίστασθαι βούλονται, ἵνα τῷ μὲν τνράννῳ χρηστὰς ὑποσαίνοντες ἐλπίδας ἀσινῆ τὰ οἰκεῖα διατηρῶσιν, ἐκ βασιλέως δὲ αὖθις ἀπαιτὼσι τιμάς τε καὶ δωρεάς·
[*](Β) ἢν δέ τι καὶ νεωτερισθείη, αὐτοὶ μὲν πάλιν ἑαυτοὺς τοῦ δράματος ἐξάγωσι, τὸν δὲ βαοιλέως θνμὸν καθ᾿ ὑμῶν ἐξάψωσιν. Εἴ τι οὖν ἐμοὶ πείθεσθε, τούτους μὲν ὑμᾶς πρὸς θόρυβον ἐρεθίζοντας τὸ παρὸν ἐρρῶσθαι ἐάσατε, ἕκαστος δὲ ὑμῶν οἴκαδε ἀπελθὼν τὰ λεχθέντα σκοπείτω, καὶ εἴσεσθε ὁποῖος ὑμῖν τὸ ξνμφέρον βουλεύεται”.
Τούτων ἀκούσαντες τῶν ῥημάτων ὥσπερ ὀβτράκου Μεταπεςόντος τὴν γνώμην μεταβαλόντες οἴκαδε ἀνεχώρουν. ὁ δὲ στρατοπεδάρχης γινώσκων τὸν ὄχλον ἐν ῥοπῇ τὰς γνώμας μεταβάλλειν εἰωθότα, καὶ μᾶλλον εἰ ὑπὸ χαιρεκάκων [*](C) ὀτρύνοιτο, δείσας μὴ διὰ τῆς ννκτὸς κατ᾿ αὐτοῦ μελετή σαντες ἐπέλθωσι καὶ τὸν Οὐρςέλιον ἐξαγαγόντες μὲν τῆς φρουρᾶς, λύσαντες δὲ τῶν δεσμῶν ἀφῶσιν, ἐπεὶ μὴ ἀποχρώσας εἶχε δυνάμεις πρὸς τοσούτους ἀντικαταστῆναι, μηχανᾶται τὸ ἐντεῦθεν Παλαμήδειόν τι μηχάνημα. ἐς μὲν τὸ φανερὸν ἀποτυφλοῖ τὸν Οὐρσέλιον• καὶ ἥπλωτο μὲν ἐv τῇ γῇ, ὁ δὲ δήμιος ἐπῆγε τὸν σίδηρον, ὁ δὲ ἐπωρνετό τε καὶ [*](4 εἰ A om F 10 μηδένα λόγον s: δένα λόγον Α μηδὲν οἱ πολλοὶ F 11 βούλονται ἵνα Α βονλόμενοι F 15 ἐξάγωσιν 22 ὄχλον] δῆμον 24 ὀτρύνεται 29 ἐφήπλωτο s ἐν addidi 30 ἐπωδύρετο)
15
ἔστενε καθάπερ λέων βρυχώμενος· σχῆμα δὲ πάντα ἦσαν
[*](D) τῆς τῶν ὀμμάτων ἀποστερήσεως, παρήγγελτο δὲ καὶ ὁ τῷ δόξαι τυφλούμενος βοᾶν τε καὶ κεκραγέναι καὶ ὁ μέχρι τοῦ δοκεῖν τοὺς ὀφθαλμοὺς ἐξορύττων δριμύ τε ἐνορᾶν πρὸς τὸν ἐκκείμενον καὶ μανιώδη τὰ πάντα δρᾶν, μᾶλλον δὲ σχηματίζεσθαι τὴν ἀποτύφλωσιν. καὶ ὁ μὲν ἀπετυφλοῦτο μὴ ἀποτυφλούμενος, ὁ δὲ δῆμος ἐκρότει καὶ πανταχόθι τὴν τοῦ Οὐρσελίου τύφλωσιν διεβόμβει. ταῦτα ὥσπερ ἐν σκηνῇ δραματουργηθέντα πέπεικε τὸν ὄχλον ὄλον, ὅσος ἐγχώριος καὶ ὅσος ἔξωθεν, εἰς ἔρανον κατὰ τὰς μελίσσας συλλέγεσθαι. τοῦτο γὰρ ἅπαν τὸ σκέμμα τῆς Ἀλεξίου φρονήσεως, ἵνα οἱ
[*](P. 8) πρὸς τὸ δοῦναι χρήματα δυσχερῶς ἔχοντες καὶ ἀφελέσθαι τόν Οὐρσέλιον ἐπιβουλεύοντες ἐκ τῶν χειρῶν Ἀλεξίου τοὐμοῦ πατρός ἀποκαραδοκήσωσί τε ὡς ἐντεῦθεν αὐτοῖς τῆς ἐπιβουλῆς ἀνωφελοῦς καθεστηκυίας καὶ ταχὺ πρὸς τὸ βούλημα τοῦ στρατοπεδάρχου τράπωνται τῆς πρῴην ἀστοχοῦντες βουλῆς αὐτόν τε φίλον ποιούμενοι καὶ ὀργὴν βασιλέως ἐκκλίνοντες. τοῦτον τοίνυν οὕτω κατασχὼν τὸν Οὐρσέλιον ὁ ἀξιάγαστος στρατηγὸς εἶχεν ὡς ἐν ζωγρίῳ τὸν λέοντα ἔτι ἐπικαλύμματα τοῖς ὀφθαλμοῖς φέροντα τὰ σύμβολα τῆς δῆθεν
[*]((??). 11) ἀποτυφλώσεως. οὐ μὴν ἠρκεῖτο οἶς εἴργασται οὐδὲ ὡς κῦδος
[*](Β) ἀράμενος πρὸς τἆλλα τῶν πραγμάτων ἀναπεπτώκει, ἀλλὰ πόλεις τε ἄλλας πολλὰς καὶ φρούρια κατεκτήσατο καὶ ὑπὸ τὴν τῆς βασιλείας ἐξουσίαν πεποίηκεν, ὅσα ἐπὶ τῶν Οὐρσελίου πονηρῶς προπέπραχεν. ἐντεῦθεν οὖν τὰς ἡνίας στρέψας εὐθὺ τῆς βασιλίδος πόλεως ἤλαυνε. γενόμενος δὲ ἐν τῇ παππώᾳ πόλει καὶ μικρὸν ἀναπαύων τῶν πολλῶν καμάτων ἑαυτόν τε καὶ τὴν σύμπασαν στρατιὰν πρᾶγμα ἐντεῦθεν ὦπτο πεποιηκώς, ὅπερ Ἡρακλῆς ἐκεῖνος ἐπὶ τῇ τοῦ Ἀδμήτου Ἀλκήστιδι. ὡς γὰρ εἶδεν ὁ Δοκειανὸς ἐκεῖνος, ὁ τοῦ προβεβασιλευκότος Ἰσαακίου Κομνηνοῦ ἀδελφιδοῦς καὶ τούτου ἐξάδελφος ἀνὴρ δὲ οὗτος τῶν ἐπιδόξων
[*](1 βρυχόμενος 19 ζωγρείῳ 21 μέγα κῦδος 30 ἀλκίστιδι F) 16
γένει καὶ ἀξιώματι) τὸν Οὐρσέλιον τὰ τῆς τυφλώσεως σύμβολα
[*](C) φέροντα καὶ ὑπό του χειραγωγούμενον, βύθιόν τι στενάξας καὶ ἐπιδακρύσας τῷ Οὐρσελίῳ ὠμότητα κατηγορήκει τοῦ στρατηγοῦ καὶ μέμψιν αὐτῷ ἐπῆγε τούτου καταβοώμενος ὡς τοιοῦτον ἄνδρα γεννάδαν τε καὶ ἄντικρυς ἥρωα τοὺς ὀφθαλμοὺς ἀφελομένου, ὃν ἐχρῆν ἀτιμώρητον διασώσασθαι. ἀλλ’ ἐκεῖνος τότε μὲν „τὰς αἰτίας τῆς ἀποτυφλώσεως εἰσαῦθις ἐπακούσειας” ἐπειπὼν „φίλτατέ μοι”, μετὰ βραχὺ δ’ εἰς οἰκίσκον ἀγαγὼν αὐτόν τε καἰ τὸν Οὐρσέλιον ἀνακαλύπτει τὸ πρόσωπον καὶ δείκνυσιν Οὐρσελίου τοὺς ὀφθαλμοὺς πυρωπὸν ἀπαστράπτοντας. ἐξεπλάγη ταῦτα ὡς ἐθεάσατο καὶ ἐθαύμασεν ὁ Δοκειανὸς καὶ οὐκ εἶχεν ὅ τι καὶ
[*](D) χρήσαιτο τῷ πλήθει τοῦ θαύματος. καὶ θαμὰ μὲν ταῖς ὄψεσι τὰς χεῖρας ἐπέβαλε, μή που καὶ ὄναρ ἐστὶ τὸ θεώμενον ἤ τις μαγικὴ τερατεία ἢ ἄλλο τι τοιοῦτον ἄρτι πρώτως καινοτομούμενον· ὡς δὲ τὴν ἐπὶ τῷ ἀνδρὶ φιλανθρωπίαν τοῦ ἐξαδέλφου κατεμάνθανε καὶ μετὰ τῆς φιλανθρωπίας τὴν τέχνην, περιχαρὴς γεγονὼς ἐνηγκαλίζετό τε αὐτὸν καὶ κατεφίλει πολλάκις τὸ πρόσωπον εἰς ἡδονὴν τὸ θαῦμα μεταβαλών. ταὐτὸ δὲ τούτῳ πεπόνθασι καὶ οἱ περὶ τὸν βασιλέα Μιχαὴλ καὶ βασιλεὺς αὐτὸς καὶ πάντες.
Ἐντεῦθεν πάλιν ἐπὶ τὴν ἑσπέραν πέμπεται παρὰ [*](P. 9) Νικηφόρου τοῦ αὐτοκράτορος ἤδη τὰ Ῥωμαίων σκῆπτρα κατεσχηκότος κατὰ Νικηφόρου τοῦ Βρυεννίου τὴν δύσιν ὅλην κλονοῦντος καὶ τὸ διάδημα ἑαυτῷ περιθεμένου καὶ βασιλέα Ῥωμαίων ἀνακηρύττοντος. ἄρτι γὰρ τοῦ αὐτοκράτορος Μιχαὴλ τοῦ Δούκα τοῦ θρόνου καθαιρεθέντος καὶ ἀντὶ ταινίας τε καὶ χλαμύδος τὸν ποδήρη καὶ τὴν ἐπωμίδα τὴν ἀρχιερατικὴν ἐνδεδυμένου ὁ Βοτανειάτης ἐπὶ τοῦ βασιλείου θρόνου καθίσας καὶ τὴν βασιλίδα Μαρίαν, ὡς προϊὼν ὁ λόγος σαφέστερον παραστήσειε, μνηστευσάμενος τὰ τῆς βασιλείας [*](Β) διίθυνε πράγματα. ἀλλ’ ὁ Νικηφόρος Βρυέννιος τὴν δουκιἐπήγαγε [*](4 8 δ’ Α om. F 13 μὲν om. 14 ἐπέβαλλε 24 Βρυενίου F ubique 28 χλαμύδος Α στέμματος F)
17
κὴν περιεζωσμένος ἀρχὴν Δυρραχίου ἐπὶ τοῦ βασιλέως Μιχαὴλ καὶ πρὸ τοῦ βασιλεῦσαι τὸν Νικηφόρον βασιλειᾶν τε ἤρξατο καὶ ἀποστασίαν κατὰ τοῦ Μιχαὴλ ἐμελέτησε. τὸ μὲν ὅθεν καὶ ὅπως, οὐκ ἀναγκαῖόν ἐστιν ἡμῖν διηγεῖσθαι· φθάνει ἡ τοῦ Καίσαρος ξνγγραφὴ τὸ αἴτιον τῆς ἀποστάσιας ἐξιστορῆσαι· τὸ δ’ ὅτι ἐκεῖθεν ὥσπερ ἐξ ὁρμητηρίου τινὸς τῆς πόλεως Δυρραχίου πάντα τὰ τῆς ἑσπέρας κατέδραμε καὶ ὑφ’ ἑαυτὸν ἐποιήσατο καὶ ὅπως οὗτος ἑάλω, τοῦτο τῶν
[*](C) ἀναγκαιοτάτων ἐστὶν ἐν βραχεῖ διηγήσασθαι. τὸ γὰρ ἀκριβὲς
[*]((??) 12) τῆς ἱστορίας τὸν βουλόμενον μαθεῖν ἐς τὸν Καίσαρα παραπέμπομεν. κράτιστος γὰρ ὁ ἀνὴρ τὰ πολέμια καὶ ἅμα καὶ γένους ὢν τῶν ἐπισημοτάτων καὶ ἀναδρομῇ σώματος καὶ κάλλει προσώπου κοσμούμενος καὶ ἐμβριθείᾳ φρονήματος καὶ βραχιόνων δυνάμει τῶν κατ’ αὐτὸν διαφέρων ἀνδρῶν ἐπάξιον ἠν βασιλείας τὸ χρῆμα καὶ τοσοῦτος ἦν εἰς πειθὼ δυνατὸς καὶ πάντας ἐφέλκειν καὶ ἐκ πρώτης ὄψεως καὶ ὁμιλίας δυνάμενος, ὥστε πάντες πανδημεὶ καὶ στρατιῶται
[*](D) καὶ ἰδιῶται τῶν πρωτείων αὐτῷ ξυνεχώρουν καὶ βασιλεύειν ἠξίουν ἁπάσης ἑῴας καὶ ἑσπερίας λήξεως. καὶ γὰρ ἐπιόντα τοῦτον αἱ πόλεις ἅπασαι ὑπτίαις χερσὶν ὑπεδέχοντο καὶ ἄλλη πρὸς ἄλλην μετὰ κρότου παρέπεμπε. ταῦτα ἐτάραττε μὲν τὸν Βοτανειάτην, ἐξεκύκα δὲ καὶ τὸ περὶ αὐτὸν στράτευμα καὶ εἰς ἀμηχανίαν τὴν βασιλείαν ὅλην ἐνέβαλλε. πέμπειν οὖν διεγνώκεισαν τὸν ἐμὸν πατέρα τὸν Κομνηνὸν Ἀλέξιον κατὰ τοῦ Βρυεννίου δομέστικον τῶν σχολῶν ἄρτι προχειρισθέντα μετὰ τῶν ἐνουσῶν δυνάμεων. εἰς γὰρ τὸ μέρος τοῦτο ἡ βασιλεία Ῥωμαίων εἰς τοὔσχατον ἐληλύθει. τά τε γὰρ ἑῷα τῶν στρατευμάτων ἄλλο ἀλλαχοῦ διεσκέδαστο
[*]((??) 10) τῶν Τούρκων ὑφαπλωθέντων ὑφαπλωθέντων καὶ πάντα σχεδὸν περισχόντων, ὅσα Εὐξείνου πόντου ἐστὶ μεταξὺ καὶ Ἑλλησπόντου καὶ 30
[*](7 κατέδραμεν 8 ἐποίησε F 12 γένος 15 ἐπάξιος ἦν βασιλείας αὐτόχρημα 8 20 ἐπιόντα Α ἐπεὶ αὐτὸν F 21 ἄλλην Α ἄλλην πόλιν F κρότου Α καλοῦ F παρέπεμπεν) 18
Αἰγαίου τε καὶ Συριακοῦ πελάγους † Σύροις τε καὶ τῶν ἄλλων καὶ μάλιστα ὁπόσοι Παμφυλίαν τε καὶ Κίλικας παραμείβοντες ἐς τὸ πέλαγος ἐκπίπτουσι τὸ Αἰγύπτιον. τὰ μὲν οὖν ἑῷα στρατεύματα οὕτως ἔσχον· τὰ δὲ τῆς ἑσπέρας ἐς τὸν Βρυέννιον συρρεύσαντα εἰς στενὸν κομιδῆ καὶ ὀλίγον στράτευμα τὴν βασιλείαν ἀφῆκε Ῥωμαίων. ἀθάνατοί τε γάρ τινες αὐτῇ κατελείφθησαν χθὲς καὶ πρῴην ξίφους ἡμμένοι καὶ δόρατος καί τινες ἐκ τοῦ Χώματος στρατιῶται ὀλίγοι
[*](Β) καὶ Κελτική τις στρατιὰ εἰς ὀλίγους τινὰς περιισταμένη. τούτους δὴ τῷ ἐμῷ πατρὶ Ἀλεξίῳ διδόασι καὶ ἅμα συμμάχους ἀπὸ τῶν Τούρκων προσκαλεσάμενοι ἐξιέναι οἱ περὶ τὸν βασιλέα προσέταττον καὶ ξυμμῖξαι τῷ Βρυεννίῳ οὐ μᾶλλον τὴν ἐφεπομένην στρατιὰν θαρροῦντες ἢ εἰς τὸ φρόνημα ἀνδρὸς καὶ τὴν ἐν πολέμοις καὶ μάχαις δεινότητα. ὁ δὲ τὴν ξυμμαχίαν μὴ περιμείνας ὀξέως ἐπερχόμενον τὸν ἐχθρὸν ἀκούων κἀντεῦθεν καλῶς καὶ ἑαυτὸν καὶ τοὺς ξυνεπομένους φραξάμενος ἔξεισι τῆς βασιλίδος τῶν πόλεων καὶ κατὰ τὴν Θρᾴκην γεγονὼς περὶ τὸν Ἁλμυρὸν ποταμὸν στρατοπεδεύει ἄνευ τάφρων καὶ χάρακος. μανθάνων γὰρ τὸν
[*](C) Βρυέννιον ἐν τοῖς Κηδόκτου πεδίοις αὐλιζόμενον ἐβούλετο ἑκάτερα τὰ στρατεύματα αὐτοῦ τε καὶ τῶν ἐναντίων ἀξιόλογον ἀπέχειν διάστημα. οὐ γὰρ εἶχεν ἀντιμέτωπος ἐπιστῆναι τῷ Βρυεννίῳ, ἵνα μὴ κατάφωρα γένοιτο τὰ τῆς δυνάμεως καὶ μὴ δοίη, ὁπόσος τίς ἐστι τὴν στρατιάν, αἴσθησιν τῷ ἐχθρῷ. μετ’ ὀλίγων γὰρ πρὸς πολλοὺς καὶ μετ’ ἀπειροπολέμων ἐμπειροπολέμους ἔμελλε ξυμβαλεῖν καὶ τοῦ θαρρεῖν ἀφέμενος καὶ ἀναφανδὸν ἐμπίπτειν κλωπετεύειν τὴν νίκην ἐβούλετο.