Alexias
Anna Comnena
Anna Comnena. Annae Comnenae Alexiadis, Volume 1. (Corpus Scriptorum Historiae Byzantinae, Volume 38). Schopen, Ludwig; Niebuhur, B.G., editors. Bonn: Weber, 1839.
Ὁ δὲ βασιλεὺς μετὰ τῶν αὐτομολησάντων πρὸς αὐτὸν τοῦ κόμητος Βρυεννίου Λατίνων, τροπαιοφόρος νικητὴς πρὸς τὴν μεγαλόπολιν ἐπαναζεύγνυσιν, ὡς ἄνωθεν εἴρηται, πρώτην ἄγοντος τοῦ Δεκεμβρίου μηνός, ἑβδόμης ἐπινεμήσεως τὴν βασιλίδα κατὰ τὸ ἀφωρισμένον πάλαι ταῖς τικτούσαις τῶν [*](V. 133) βασιλίδων οἴκημα ἐπὶ ταῖς ὠδῖσιν εὑρηκώς· πόρφυραν δὲ [*](C) τοῦτο οἱ ἀνέκαθεν ὀνομάζουσιν, ἐξ οὖ ναὶ τὸ τῶν πορφυρογεννήτων ὄνομα εἰς τὴν οἰκουμένην διέδραμεν. κατὰ δὲ τὸ περίορθρον σάββατον δὲ ἦν) τίκτεται τούτοις παίδιον θῆλυ ἐμφερές, ὡς ἔλεγον, κατὰ πάντα τῷ πατρί· ἐγὼ δὲ ἥν ἅν τοῦτο. καὶ ὥς γε τῆς βασιλίδος καὶ μητέρος ἔν τισι καιροῖς διηγουμένης ἤκουον, ὅτι πρὸ τρίτης ἡμέρας τῆς τοῦ βασιλέως εἰς τὰ ἀνάκτορα εἰσελεύσεως, (ἐπανῄει γὰρ ἤδη ἀπὸ τῆς Ῥομπέρτου μάγης καὶ τῶν πολλῶν ἐκείνων πολέμων καὶ κότων,) ταῖς ὠδῖδι συνεχομένη, σταυροῦ τύπον τῇ γαστρὶ ἐνσημήνασα ἔφη “μεῖνον ἔτι παίδιον τὴν τοῦ πατρὸς ἄφιξιν." πολλὰ δὲ αὐτήν, ὡς ἔλεγεν, ἡ πρωτοβεστιαρία καὶ μήτηρ [*](D) αὐτῆς καταμεμψαμένη ἔφη μετ’ ὀργῆς “εἰ δὲ μετὰ μῆνα ἐλεύσεται, οἶδας; καὶ πῶς αὐτὴ τοσαύταις ὀδύναις ἐγκαρτε-
[*](3. πρὸς αὐτὸν Λατίνων, καὶ τοῦ κόμητος Βρυεννίου, τροπαιοφόρος PAG, alterum FC. 5. πρὸς τὴν μεγαλόπολιν F et in margine P, εἰς τὴν βασιλεύουσαν PAG. ἐπανέξευξε Α. 8. δὲ om. FA. 9. οἱ ἀνέκαθεν PG, οἱ om. A. 12. κατὰ om. G. δὲ ἄρα ἦν ΑG. 13. τὴν βασιλίδα καὶ μητέρα ἔ. τ. κ. διηγουμένην FA. 19. αὐτὴν om. A. 21. ὠδύναις PG, ὀδύναις GA. ἐγκαρτερήσεις AG.)ρήσαις;" ἀλλὰ ταῦτα μὲν ἡ ἐκείνης μήτηρ· τὸ δέ γε τῆς βασιλίδος ἐπίταγμα πέρας εἰλήφει, ὅπερ κἀν τῇ γαστρὶ τὴν εἰς τὸ μέλλον πρὸς τοὺς γειναμένους εὔνοιαν ἀριδήλως ὑπεσημαίνετο. [*](P. 167) καὶ γὰρ μετὰ ταῦτα εἰς ἡλικίαν ἐπιδεδωκυῖα καὶ τὸ φρονοῦν καθαρῶς, φιλομήτωρ κατὰ ταὐτὸν ἐγεγόνειν καὶ φιλοπάτωρ. καὶ μάρτυρες τοῦ τοιούτου ἤθους εἰσί μοι πολλοὶ μὲν τῶν ἀνθρώπων, ἤδη δὲ καὶ πάντες, ὁπόσοι τἀμὰ γινώσκουσι, προσεπιμαρτυρούντων αὐτοῖς καί τῶν | πολλῶν μου ὑπὲρ τῶν γονέων ἄθλων καὶ καμάτων καὶ τῶν κινδύνων ἐκείνων, εἰς οὓς ἐμαυτὴν διὰ τὸ πρὸς ἐκείνους φίλτρον ἐνέβαλον, ἀφειδήσασα μὲν καἰ τιμῆς καὶ χρημάτων καὶ αὐτῆς τῆς ζωῆς· οὕτω γάρ με τὸ πρὸς αὐτοὺς φίλτρον ἐξέκαεν, ὡς καὶ αὐτὴν τὴν ψυχὴν δι’ αὐτοὺς προέσθαι πολλά- [*](Β) κις. ἀλλὰ μήπω περὶ τούτων. ἀνατρεχέτω δ’ αὖθις ὁ λόγος πρὸς τὰ ἐξ αὐτῆς μοι ξυμπεσόντα γενέσεως. πάντων γὰρ τῶν συνήθων ἐπὶ τοῖς νεογνοῖς τῶν βασιλέων παισὶ δαψιλέστερον τελεσθέντων, ὡς λέγεται, εὐφημιῶν δηλαδὴ καὶ δωρεῶν καὶ φιλοτιμημάτων παρεχομένων τοῖς λογάσι τῆς συγκλήτου καὶ τοῦ στρατοῦ, πλέον ἤπερ ποτὲ ἔχαιρον, ἐσκίρτων, ἐπαιάνιζον ἅπαντες, καὶ μᾶλλον οἱ τῇ βασιλίδι καθ’ αἷμα προσήκοντες οὐκ εἶχον ὑφ’ ἡδονῆς ὅ τι καὶ γένοιντο. μετρη-
[*](2. ἐπίταγμα om. A. εἴληφεν A. κἀν: έν G. 7. ἤδη ἤδη: fortasse ἔτι. μὲν καὶ ζωῆς καὶ τιμῆς καὶ χρημάτων G. 17. τελεσθέντα C. 19. ἤπερ F, εἴπερ PG. 21. ὅ, τι CG, ὂν τι P.)τῶν δέ τινων παρελθουσῶν ἡμερῶν, στέφους κἀμὲ ἄξιοῦσιν οὶ γονεῖς νὼ βασιλικοῦ διαδήματος. ἐπεὶ δέ, Κωνσταντίνου τοῦ υἱοῦ τοῦ προβεβασιλευκότος Μιχαὴλ τοῦ Δούκα, περὶ οὗ πολλάκις ὁ λόγος ἐμνήσθη, συμβασιλεύοντος ἔτι τῷ αὐτοκράτορι καἰ ἐμῷ πατρὶ κἀν ταῖς δωρεαῖς δι’ ἐρυθρῶν αυνυπογράφοντος [*](C) τούτῳ κἀν ταῖς προπομπαῖς μετὰ τιάρας αὐτῷ συνεφεπομένου κἀν ταῖς εὐφημίαις δευτέρου εὐφημουμένου, κἀγὼ εὐφημεῖσθαι ἔμελλον, Κωνσταντῖνον καὶ Ἄνναν ὲν ταὐτῷ ἐξεφώνουν ἐν τοῖς τῆς εὐφημίας καιροῖς οἱ τῆς εὐφημίας προεξάρχοντες. καἰ τοῦτο δὴ μέχρι καιρῶν ἱκανῶν ἐτελεῖτο, ὥς γέ μοι τῶν συγγενῶν καὶ ἐμῶν γεννητόρων ἐν ὑστέροις πολλάκις διηγουμένων ἀκήκοα προμάντευμα δὲ ἴσως τοῦτο τῶν ἐμοὶ ξυμπεσόντων ἦν εἴτε εὐτυχημάτων, εἶτε τοῦμπαλιν δυστυχημάτων. ἔπει δὲ τοῖς βασιλεῦσι καὶ δεύτερον [*](D) ἐτέχθη θῆλυ, ἀναφέρον μὲν κατὰ τὴν ὄψιν εἰς τοὺς προγόνους, [*](V. 134) ἐμφαῖνον δὲ ἅμα καὶ τὴν ἐσύστερον ἐπιλάμπουσαν αὐτῷ ἀρετήν τε κὼ φρόνησιν, ἐπεπόθουν καὶ ἄρρεν τεκεῖν καὶ δι’ εὐχῆς αὐτοῖς τοῦτ᾿ ἦν. ἐπινεμήσεως οὖν ἑνδεκάτης τρεχούσης, τίκτεται τούτοις καὶ ἄρρεν. εὐθὺς οὖν οἱ μὲν γονεῖς ἐγεγήθεσαν, καὶ πένθους οὐκέτι ἴπῳ αὐτοῖς ἐπιλέλειπτο, τῆς
[*](4. συμβουλεύοντος G. 6. συνεπομένου FA. 7. δευτέραν C. 8. Κωνσταντίνου καὶ Ἄννης C. 11. ὥσπερ CG. 13. τοὔμπαλιν om. AG. 15. εἰς uncis inclusit Hoeschel. vid. annotat. 16. δ᾿ ἅμα A. 17. τεχεῖν: ἰδεῖν Α. 18. τοῦτο αὐτοῖς ἢν Α.)σφῶν ἐπιθυμίας εἰς ἔργον προαχθείσης. τὸ δὲ ὑπήκοον ἅπαν [*](P. 168) ἐσκίρτων, τοὺς κρατοῦντας οὕτω χαίροντας ὁρῶν, συνέχαιρον ἀλλήλοις, ἐγεγήθεσαν. καὶ ἦν ἰδεῖν τὰ βασίλεια χαρμονῆς ἀνάπλεω, καὶ πένθος οὐδαμοῦ, οὐδὲ ἑτέρας οἱασδηποτοῦν ἐννοίας, τῶν μὲν ἐκ μέσης θαλάμης καρδίας χαιρόντων ὁπόσοι εὐνοι, τῶν δὲ συσχηματιζομένων χαίρειν. ἔστι μὲν τὸ ὑπήκοον ὡς ἐπίπαν δύσνουν τοῖς κρατοῦσιν, σχηματιζόμενον δὲ τὰ πολλὰ καὶ διὰ κολακείας ἐπισπώμενον τοὺς ὑπερέχοντας. ὅμως δ᾿ οὖν κοινὴν ἦν ἰδεῖν τότε τὴν χαρμονὴν συνηδομένων ἁπάντων. τὸ δὲ παιδίον μέλαν ἦν τὴν χροιάν, μέτωπον τούτῳ εὐρύ, παρειαὶ ὑπόξηροι, ῥὶς οὔτε σιμή, οὔτε [*](B) κάμπτουσα πρὸς τὸ γρυπόν, ἀλλὰ μέση πως ἀμφοῖν· ὀφθαλμοὶ μελάντεροι καὶ τὸ ὑποκαθήμενον ἦθος ὀξύ, ὅσον ἐκ βρεφυλλίου σώματος εἰκάσαι, ἐμφαίνοντες. ἐθέλοντες τοιγαροῦν τουτὶ τὸ παίδιον εἰς τὴν αὐτοκράτορος περιωπὴν ἀναβιβάσαι καὶ κλῆρον οἷον αὐτῷ τὴν βασίλειαν Ῥωμαίων καταλιπεῖν, εἰς τὴν τοῦ θεοῦ μεγάλην ἐκκλησίαν τοῦ θείου βαπτίσματος καὶ τοῦ στέφους αὐτὸ ἀξιοῦσιν. τοιαῦτα τοίνυν τὰ τοῖς πορφυρογεννήτοις ἥμιν ἐξ αὐτῶν βαλβίδων τῆς ἡμῶν γενέσεως ξυμβάντα· τὰ δέ γε ἐσύστερον ξυμπεσόντα κατὰ τὸν προσήκοντα ῥηθήσεται τόπον.
[*](1. προαχθήσης P. 2. οὕτω CF et in margine P, αὐτοῦ PG. 3, καὶ om. P, add. ACG. 11. οὔτε σιμὴ add. CAG. 13. ante ὀξύ add. καὶ PAG, om. C. ὅσον: οἷον G. βρεφυλίνου G. 19. γενέσεως C, γεννήσεως PG.)Ὁ μέντοι αὐτοκράτωρ Ἀλέξιος τῶν παραλίων τῆς Βιθυνίας καὶ αὐτῆς Βοσπόρου καὶ τῶν ἀνωτέρω χωρῶν τοὺς Τούρκους ἀπελάσας, μετὰ τοῦ Σολυμᾶ εἰς εἰρηνικὰς ἔξεληλύθει [*](C) σπονδάς, καθὼς ὁ λόγος ἀνωτέρω φθάσας ἐδήλωσε, καὶ οὕτω πρὸς τὸ Ἰλλυρικὸν τὰς ἡνίας στρέψας, τόν τε Ῥομπέρτον καὶ τὸν υἱὸν αὐτοῦ Βαΐμοῦντον πολλὰ μογήσας κατὰ κράτος ἥττησε, καὶ μεγίστης συμφορᾶς τὰ κατὰ τὴν ἑσπέραν ἐρρύσατο. κἀκεῖθεν ἐπανελθών, αὖθις τοὺς ὑπὸ τὸν Ἀπελχασὴμ Τούρκους οὐ τὴν ἕω ἁπλῶς κατατρέχοντας εὑρεν, ἀλλὰ μέχρις αὐτῆς Προποντίδος καὶ τῶν παραλίων ταύτῇ χωρίων κατεληλυθότας. ὅπως μὲν οὖν ὁ Ἀμὴρ Σολυμᾶς τῆς Νικαίας ἐξελθών, τουτονὶ τὸν Ἀπελχασὴμ φρουρὸν αὐτῇ καταλέλοιπεν, ὁ δὲ Πουζάνος παρὰ τοῦ Περσῶν σουλτᾶν τᾶν πρὸς τὴν Ἀσίαν ἐξεπέμφθη καὶ παρὰ τοῦ ἀδελφοῦ τοῦ [*](D) σουλτᾶν Τουτούση ἡττηθεὶς ἀνῃρέθη, καὶ τὸν Τουτούσην μετὰ τὸ τὸν Πουζάνον ἡττῆσαι οἱ ἀνεψιαδεῖς αὐτοῦ ἀπέπνιξαν, ἀρκτέον ἤδη διηγεῖσθαι. ἀνήρ τις ἐξ Ἀρμενίας ὁρμώμενος Φιλάρετος τὴν ἐπωνυμίαν, περίβλεπτος ἐπ’ ἀνδρείᾳ καὶ φρονήσει, εἰς τὴν τοῦ δομεστικάτου ἀξίαν παρὰ τοῦ προβεβασιλευκότος Ῥωμανοῦ τοῦ Διογενοῦς ἀνενεχθεὶς, καὶ τὰ συμβάντα τῷ Διογενεῖ θεασάμενος καί τὴν τῶν ὀμμάτων αῦτοῦ στέρησιν βεβαιωθεὶς, διαφερόντως τοῦτον ποθῶν, οὐκ
[*](P. 169)[*](1. Ἀλέξιος om. A. 3. Σολυμὰν G. ἐξεληλύθει C, ἐληλύθει PG. 10. προποντίδος αὐτῆς A. 11. ταύτης AG. 16. τὸ om. G. 17. ἀρητέον P. 18. Φιλάρητος G. 21. ξυμβάντα G.)ἔφερεν. ἀλλ’ ἀποστασίαν μελετήσας, τὴν τῆς Ἀντιοχου ἔξου- [*](V. 135) σίαν ἑαυτῷ περιεποιήσατο. καθ᾿ ἑκάστην δὲ τῶν Τούρκων ληι·ζομένων τὰ πέριξ, ἐπεὶ μὴ ἄνεσις τούτῳ ἐδίδοτο, ἐσκέψατο προσελθεῖν τοῖς Τούρκοις καὶ περιτμηθῆναι, ὡς ἔθος αὐτοῖς. ὁ δὲ υἱὸς αὐτοῦ ἐνέκειτο σφόδρα τοῦτον τῆς παραλόγου ἀνακόπτων ὁρμῆς, ἀλλ’ οὐκ εἰσηκούσθη τὰ λῴονα συμβουλεύων. περίλυπος τοίνυν γενόμενος, δι’ ἡμερῶν ὀκτὼ καταλαμβάνει τὴν Νικαίαν, καὶ προσελθὼν τῳ Ἀμὴρ Σολυμᾶ διε- [*](B) γείρει τοῦτον εἰς πολιορκίαν τῆς Ἀντιοχείας, τὴν τοῦ σουλτανικίου τηνικαῦτα περιβεβλημένον ἀξίαν, καὶ πρὸς τὸν πόλεμον. τὸν κατὰ τοῦ πατρὸς παροξύνει. πείθεται τούτοις ὁ Σολυμᾶς, ἐν δὲ τῷ πρὸς Ἀντιόχειαν μέλλειν ἀπέρχεσθαι τὸν Ἀπελχασὴμ κατέλιπε φύλακα τῆς Νικαίας ὑπερέχοντα πάντων τῶν ἡγεμόνων, ἡγεμόνα τοῦτον κατονομάσας. ἐκεῖνος δὲ συνεφεπόμενον ἔχων καὶ τὸν τοῦ Φιλαρέτου υἱόν, διὰ δωδεκα νυκτῶν (διὰ τὸ ἀνύποπτον τὰς γὰρ ἡμέρας ἠρέμει) τὴν Ἀντιόχειαν, καὶ ἐξ ἐφόδου ταύτην κατέσχεν. ὲν τούτοις δὲ καὶ ὁ Χαρατικῆς λαθραίως συλᾷ τὴν Σινώπην [*](C) χρυσίον ἱκανὸν καὶ χρήματα τῶν βασιλικῶν ταμιείων κεῖθι ἐναποκείμενα μεμαθηκώς. ὁ δὲ Τουτούσης τοῦ μεγάλον σουλτᾶν ἀδελφός, τῶν Ἱεροσολύμων καὶ τῆς Μεσοποταμίας ἁπάσης
[*](4. περισμηθῆναι P. 7. καταλαμβάνει P in margine, κατέλαβεν PG. 9. σουλτανικίου: σουλτὰν καὶ οὐ G. 11. παροτρύνει C, παρωτρύνει G. 12. τὸν μὲν G. 13. φύλακα om. G. 16. διὰ τὸ ἀνύποπτον τὰς γὰρ ἡμέρας ἠρέμει) P, γὰρ om. G, aclcl. F. lege γὰρ τὰς. 18. Σιωπὴν PG, Σινώπην CF et in niargine P. 19. χρήματα τῶν C, χρημάτων PG.)καὶ τοῦ Χάλεπ καὶ μέχρις αὐτοῦ τοῦ Βαγδᾶ ἐξουσιάζων καὶ τῇς Ἀντιοχείας ἀντιποιούμενος, ἐπεὶ τὸν Ἀμὴρ Σολυμᾶν ἀφηνιάζοντα ἔβλεπε καὶ τὴν τῆς Ἀντιοχείας ἀρχὴν ἑαυτῷ ῆδη περιποιούμενον, σὺν ὅλαις δυνάμεσιν ἐν μεταιχμίῳ τοῦ χαλῶ καὶ τῆς Ἀντιοχείας καταλαμβάνει. συνηντηκότος δὲ αὐτῷ τοῦ Ἀμὴρ Σολυμᾶ, πόλεμος εὐθὺς ἀναρρήγνυται μέγας, καὶ [*](D) ἀγχεμάχου τῆς μάχης γεγονυίας νῶτα οἱ τοῦ Σολυμᾶ ὑποσχόντες προτροπάδην ἔφευγον. πολλὰ δὲ τούτους θαρσύνων ὁ Σολυμᾶς, ἐπεὶ τῆς φυγῆς ἀποσχέσθαι οὐκ ἔπειθεν, ὑπὲρ κεφαλῆς τὸν κίνδυνον ἐφιστάμενον ὁρῶν, παρεκκλίνας έν ἀκινδύνῳ τάχα ἐδόκει καθεστάναι καὶ κατὰ γῆς τὴν ἀσπίδα τεθεικώς, ἐπ’ αὐτῇ προσουδίσας ἐκάθητο. ἀλλ᾿ οὐ διέλαθε τοὺς ὁμοφύλους. προσεληλυθότες γὰρ αὐτῷ τινὲς τῶν σατραπῶν ἔλεγον τὸν θεῖον αὐτοῦ Τουτούσην μεταπέμπεσθαι αὐτόν. ὁ δὲ ἀνένευεν ὑφορώμενος τὸν ἐξ αὐτοῦ κίνδυνον. ἐγκειμένων [*](P. 170) δὲ τῶν σατραπῶν, ἐπεὶ οὐ πρὸς ἰσχύος αὐτῷ ἀντικαθίστασθαι ἦν οἶα μόνῳ ὄντι, τοῦ κουλεοῦ τὸ ξίφος σπασάμενος, κατὰ τῶν ἰδίων ὦσε σπλάγχνων διαμπερὲς τὸ ξίφος ἐλάσας, καὶ κακὸς κακῶς ἀπώλετο. παραχρῆμα γοῦν οἱ σωθέντες τῶν τοῦ Ἀμὴρ Σολυμᾶ δυνάμεων προσχωροῦσι τῷ Τουτούσῃ. ὁ δὲ μέγας σουλτᾶν ταῦτα μεμαθηκὼς καὶ δεδιὼς τὸν Τουτούσην ἰσχυροποιούμενον ἤδη, ἀπέστειλε πρὸς τὸν
[*](6. πόλεμος — Σολυμᾶ om. CG. 14. ἔλεγον om. G. post αὐτόν adJ. PG ἀνέπειθον, om. C. 17. κουλεοῦ FC, κολεοῦ PG.)αὐτοκράτορα τὸν Σιαούς, μηνύσας αὐτῷ περὶ κήδους καὶ ὑποσχόμενος, ἐὰν τοῦτο γένηται, ἀναστεῖλαι μὲν τοὺς Τούρκους τῶν τῆς παραλίας μερῶν καὶ παραδοῦναι οἱ τὰ κάστρα κὼ ὁλοψύχως βοηθεῖν. τοῦτον θεασάμενος ὁ βασιλεὺς κω τὰς [*](B) τοῦ σουλτᾶν γραφὰς ὑπαναγνούς, περὶ μὲν τοῦ κήδους οὐδένα λόγον ἐπεποίητο, τὸν δὲ Σιαοὺς νουνεχῆ ἄνδρα θεασάμενος, ἐπυνθάνετο πόθεν τε ὥρμηται καὶ τινες οἱ τούτου γονεῖς. [*](V. 136) τοῦ δὲ μητρόθεν μὲν ἐξ Ἰβήρων εἷναι λέγοντος τὸν δὲ τούτου πατέρα Τοῦρκον ἀνομολογοῦντος, πολλὴν ὁ αὐτοκράτωρ πραγματείαν ἐπεποίητο, ὥστε τοῦ θείου βαπτίσματος τοῦτον τυχεῖν. συνέθετο πρὸς τοῦτο ὁ Σιαοὺς καὶ πίστεις ἐδεδώκει τῷ αὐτοκράτορι, ὥστε μὴ παλινοστῆσαι τοῦ θείου φωτίσματος τυχῶν. καὶ ἐπεὶ ἐντεταλμένον ἦν αὐτῷ δι’ ἐγγράφου προστάξεως σουλτανικῆς, ἴν’ εἴπερ ὁ βασιλεὺς πρὸς τὸ τελέ- [*](C) σαι τὸ μετ’ αὐτοῦ κῆδος προθυμηθείη, ἅπαντας τοὺς τῆς παραλίας πόλεις κατασχόντας σατράπας ἀπελάσαι ἐκεῖθεν, τὸ περὶ τούτων διαλαμβάνον σουλτανικὸν γράμμα ὑποδεικνὺς αὐτοῖς, ταύτῃ τῇ γραφῇ συγχρήσασθαι ὁ βασιλεὺς τῷ Σιαοὺς ὑπέθετο, καὶ ἐπὰν τούτους ἐκεῖθεν ἀπελάσειε, τὰς σουλτανικὰς ὑποδεικνύων γραφάς, αὖθις πρὸς τὴν βασιλεύουσαν ἐπαναστρέψαι. ὁ δὲ μάλα προθύμως τὴν Σινώπην πρότερον καταλαβὼν καὶ τὰς σουλτανικὰς ἐπιστολὰς ὑποδείξας τῷ Χα-
[*](1. Σιαοὺς F et in margine P, Οὐσίαν PG hic et infra, Οὐσιᾶς C. 4. τοῦτο G. 11. ἐδεδόκει P. 12. φωτίσματος F, βαπτίσματος PG. 16. κατασχόντας F, παρασχόντας PG.)τικῇ, ἐκεῖθεν αὐτὸν ἀπήλασεν, μηδ’ ἄχρις ἑνὸς ὀβολοῦ τῶν σιλικῶν ὑποκρατήσαντα χρημάτων. γίνεται δέ τι τοιοῦτον. ἐν τῷ τῖς Σινώπης ἐξερχέσθω αὐτὸν κατεάξας τὸ ἐπ’ ὀνόματι τῆς ὑπεραμώμου δεσποίνης ἡμῶν θεοτόκου τέμενος, [*](D) δαίμονί τινι καθάπερ ἀλάστορι ἐκ θείας προνοίας παραδοθείς, ἔκειτο ἀφρίζων· καὶ οὕτως ἐκεῖθεν δαιμονιῶν ἐξεληλύθει. καἰ τὴν μέντοι κυρίαν τῆς Σινώπης ὁ Σιαοὺς Κωνσταντίνῳ τῷ Δαλασσηνῷ ἀνέθετο, ἐπ’ αὐτῷ παρὰ τοῦ βασιλέως ἀποσταλέντι, κἀν οὕτω τὰς ἄλλας πόλεις περιιὼν καί τὰς σουλτανικὰς τοῖς σατράπαις ὑποδεικνύων γραφὰς, ἐκεῖθεν ἐξήλαυνε, παραδιδοὺς πρὸς τοὺς τοῦ αὐτοκράτορος σατράπας. ταῦτα οὖν ὁ Σιαοὺς διαπραξάμενος, ὑποστρέφει πρὸς αὐτόν κἀντεῦθεν τοῦ θείου βαπτίσματος τετυχηκὼς [*](P. 171) καὶ πολλῶν δωρεῶν ἐπαπολαύσας δοὺξ Ἀγχιάλου προχειρίζεται.
Τῆς σφαγῆ, δὲ του Ἀμὴρ Σολυμᾶ κατὰ τὴν Ἀσίαν ἅπασαν διαδραμούσης, ὁπόσοι τῶν σατραπῶν πόλεις καὶ πολίχνια ἔτυχον φυλάσσοντες, ἕκαστος ὅπερ ἔτυχε φυλάσσων κάστρον κατέσχε καὶ ἰδιοποιήσατο. καὶ γὰρ ὁπηνίκα πρὸς τὸν Ἀπελχασὴμ τὴν Νικαίαν παρεδίδου φρουρεῖν έν τῷ πρὸς τὴν Ἀντιόχειαν αὐτὸν ἀπιέναι, διαφόροις σατράπαις τό τε κατὰ τὴν παραλίαν καὶ τὴν Καππαδοκίαν καὶ τὴν ἅπασαν Ἀσίαν, ὡς εἴρηται, ἀνέθετο, ὥστε ἕκαστον τὸ ἴδιον λάχος
[*](1. ὀβολοῦ adil. C. 2. lege ἐπικρατήσαντα. 8. Δαμασσηνῷ G. αὐτῷ C, αὐτὸ PG. 11. τοὺς του om. G. 12. ὑποστρέφει C, ὑποστρέφῃ PG.)φριτρεῖν, φρουρεῖν, τὴν αὐτοῦ ἐκεῖθεν ἐπανέλευσιν ἀπεκδεχόμενον. δὲ Ἀπελχασὴμ ἀρχισατράπης τῷ τότε τῆς Νικαίας ὢν, ταύτην κατασχών, ἐν ᾗ καὶ τὸ σουλτανίκιον ἥν, καὶ τῷ ἰδίῳ ἀδελφῷ Πουλχάσῃ τῶν κατὰ τὴν Καππαδοκίαν παραχωρήσας, ἐν ἀμεριμνίᾳ τε ἦν, τὴν τοῦ σουλτανικίου ἀξίαν περιζώσασθαι οἰόμενος καὶ ἤδη ἐν χερσὶ νομίζων κατέχειν, δεινὸς γὰρ ἦν ὁ ἀνὴρ καὶ φιλοκίνδυνος,) καὶ ἀρκεῖσθαι τοῖς ἐνοῦσιν οὐκ ἤθελεν, ἀλλὰ προνομεῖς ἀποστέλλων, τὴν Βιθυνῶν ἐληΐζετο ἅπασαν καὶ μέχρις αὐτῆς Προποντίδος. τῇ γοῦν προτέρᾳ μεθόδῳ χρησάμενος ὁ αὐτοκράτωρ, τοὺς μὲν προνομεῖς ἀνέστελλε, τὸν δὲ Ἀπελχασὴμ πρὸς εἰρηνικὰς σπονδὰς [*](C) συνήλαυνε. βυσσοδομεύοντα δὲ τοῦτον διαγινώσκων ἀεὶ κατ’ αὐτοῦ καἰ τὰς σπονδὰς ἀναβαλλόμενον; δεῖν ἐλογίσατο κατ’ αὐτοῦ ἀξιόμαχον ἐκπέμψαι παράταξιν τὸν Τατίκιον δέ, περί [*](V. 137) οὗ ἐν πολλοῖς ὁ λόγος ἐμέμνητο, μετὰ δυνάμεως ἀποχρώσης πέπομφε κατὰ τῆς Νικαίας, ἐντειλάμενος αὐτῷ μετὰ νουνεχείας τοῖς ἐχθροῖς ἀντικαταστῆναι, εἰ γε τέως ἐντυχεῖν ἔξωθέν τισι γένοιτο. ἀπελθόντος δὲ τοῦ Τατικίου καὶ ἀγχοῦ τῶν τειχῶν σχῆμα παρατάξεως διατυπώσαντος διὰ τὸ μηδένα τῶν Τούρκων τηνικαῦτα παρεῖναι, ἀναπετάσαντες οἱ Τοῦρκοι εἰς [*]() διακοσίους ποσούμενοι ἀθρόως κατ’ αὐτοῦ ἐξιππάσαντο. οἱ δὲ Κέλτοι ἠσαν γὰρ ἱκανοὶ) τούτους θεασάμενοι, κατὰ πρόσ-
[*](2. ταύτην orn. G. 5. τε: τέως C. ἐξουσίαν C. 8. ἀλλὰ προνομεῖς C, ἀλλ’ εἰς προνομὰς PG. Βιθυνίαν G. 14. παράταξιν: στράτευμα Ρ in iiiargine. 17. εἴγε τέως σωθέν τισι ἐντύχοιεν G et in margine P. 20. post ἀναπετάσαντες exidisse videtur τὰς πύλας.)ωπον σφοδρᾷ τῇ ῥύμῃ δόρατα μακρὰ ἐναγκαλισάμενοι κὰτ αὐτῶν ἵενται, καὶ ἱκανοὺς τρώσαντες εἴσω τοῦ κάστρου τοὺς λοιποὺς συνήλασαν. ὁ δέ γε Τατίκιος ἵστατο αὖθις ἔπι ταὐτοῦ σχήματος τῆς παρατάξεως μέχρις ἡλίου δυσμῶν. ἐπεὶ δὲ μηδεὶς ἔξω πυλῶν τῶν Τούρκων ἑωρᾶτο, ἀναποδίσας κατὰ τῴ Βασίλειαν τὸν χάρακα ἐπήξατο, δύο πρὸς τοῖς δέκα σταδίους τῆς Νικαίας ἀπέχουσαν. νυκτὸς δέ τις προσεληλυθὼς ὠῷ ἀγρότης τὸν Προσοὺχ διενίστατο μετὰ πεντήκοντα χιλιάδων ἐπικαταλαμβάνειν πάρα τοῦ νεωστὶ γεγονότος σουλτᾶν [*](P. 172) τοῦ Παργιαροὺχ ἀποσταλέντα. ταῦτα ὁ Τατίκιος καὶ δι᾿ ἑτέρων βεβαιωθείς, ἐπεὶ πρὸς τοσαῦτα πλήθη δυνάμεις τὰς ἀντικαθισταμένας οὐκ εἰχεν, ἀναλύων τὰ δόξαντα πρότερον, ἀγαπητὸν ἐλογίζετο, εἰ τὸ ὁπλιτικὸν ἅπαν σῶον διατηρήσειεν, καὶ ’μὴ πολλοστὸς πρὸς ὑπερπληθεῖς καὶ ἰσχυρωτέρους ρους μαχόμενος τὸ πᾶν ἀπολέσειεν. ἔνθεν τοι καὶ τὴν βασιλεύουσαν κατὰ νοῦν εἶχε καἰ πρὸς ταύτην ἑώρα, διὰ τῆς Νικομήδους βουλόμενος ἐπαναστρέψαι. ὁ δὲ Ἀπελχασὴμ ἄνωθεν τοῦ τείχους θεασάμενος αὐτὸν πρὸς τὴν Κωνσταντινούπολιν ἀπονενευκότα καὶ ἤδη καὶ πορευόμενον, ἐξεληλυθὼς παρείπετο, ἵνα ἐπὰν έν ἐπικαίρῳ τόπῳ τοῦτον στρατοπεδεύσαντα [*](B) θεάσηται, προσβαλῇ. καταλαμβάνοντα δὲ τοῦτον τὴν Πρένετον ἐφθακώς, ξυμμίγνυσί τε αὐτῷ καὶ ἐκθύμως τὴν
[*](3. γε om. G. 10. Παργιαροὺχ C el in margine P, Παραγιαροὺχ PG. 12. τὰς acld. C. 13. ὁπλητικὸν G. 14. ἰσχυρότερα G, ἰσχυρώτερα C. lege ἰσχυροτέρους. 16. ante διὰ add. G καὶ. 19. καὶ alleniiu oin. G.)νυ
μάχην ἀναρρήγνυσιν. ὁ δὲ Τατίκιος θᾶττον τὰς δυνάμεις εἰς πολέμου τύπον καταστησάμενος, τοῖς Κελτοῖς τὴν πρώτην κατὰ τῶν βαρβάρων ἱππασίαν καὶ τὴν τοῦ πολέμου συμβολὴν ἐπέτρεψεν. οἱ δὲ δόρατα μακρὰ ἐναγκαλισάμενοι, χαλάσαντες ὅλας ἡνίας, ὡς πῦρ κατὰ βαρβάρων ἵενται, καὶ διακόψαντες τὰς φάλαγγας τρέπουσι κατὰ κράτος. κᾀθ᾿ οὕτω πρὸς [*](C) τὴν βασιλεύουσαν διὰ τῆς Βιθυνῶν ὁ Τατίκιος ἐπανέρχεται. ὁ μέντοι Ἀπελχασὴμ οὐδαμῶς ἠρεμεῖν ἤθελεν. ἐπιθυμητικῶς γὰρ εἶχε τὰ σκῆπτρα τῆς Ῥωμαίων ἀναδήσασθαι ἀρχῆς· εἰ δὲ μὴ τοῦτο, ἀλλά γε τῶν περὶ τὴν θάλατταν πάντων καὶ αὐτῶν δὴ τῶν νήσων τὴν ἐξουσίαν ἐσχηκέναι. τοιαῦτα οὖν λογιζόμενος, πρότερον μὲν λῃστρικὰς νῆας κατασκευάζειν διενοεῖτο, τὴν Κίον καταλαβών· πόλις δὲ αὕτη Βιθυνῶν παρὰ θάλατταν διακειμένη· καὶ προέβαινεν, ὡς ᾤετο, κατὰ σκοπὸν αὐτῷ, ἀπαρτιζομένων τῶν νηῶν. οὐδὲ τοῦτο τὸν αὐτοκράτορα διέλαθεν. καὶ παραχρῆμα τὰς παρατυχούσας διήρεις τε [*](D) καί καὶ τριήρεις καὶ τὰ λοιπὰ τῶν ναυτικῶν ἐξοπλίσας, τὸν Βουτουμίτην δοῦκα προβαλλόμενος, κατὰ τοῦ Ἀπελχασὴμ ἀπέστειλεν, ἐπισκήψας σπεῦσαι τὰς ἡμιτελεῖς τοῦ Ἀπελχασὴμ νῆας ἐμπρῆσαι, έν ὁποίᾳ καταστάσει ταύτας εὑρήσει. ἀλλὰ καὶ, τὸν Τατίκιον μετὰ ἀποχρώσης δυνάμεως ἠπειρόθεν κατ’ αὐτοῦ [*](V. 138) ἐκπέμπει. ἀμφοτέρων οἶν τῆς πόλεως ἐξεληλυθότων, τὸν Βουτουμίτην ὁ Ἀπελχασὴμ διαπόντιον μετὰ σφοδρᾶς τῆς
[*](7. τῆς C, τῶν PG. 11. ἐσχηκέναι τὴν ἐξουσίαν G. 14. lege τὰ κατὰ σκοπὸν ut supra 270, 4. 23. Βουτουμήτην P, alterum CG.)ῥύμης ἤδη καταλαμβάνοντα ἐθεάσατο, ἐμεμαθήκει δὲ καὶ τῶν ἐξ ἠπείρου ἐπικαταλαμβανόντων, καὶ τὸν τόπον, ἐν ᾧ ἔτυχε, μὴ συμβαλλόμενον αὐτῷ λογίζεται διὰ τὸ τραχὺ καὶ στενὸν [*](P. 173) καὶ τοῖς τοξόταις πάντη ἀκατάλληλον, ὡς μὴ ἀποχρῶντα τούτοις ἆρός τὰς κατὰ τῶν Ῥωμαίων ἱππασίας, ἀπάρας ἐκεῖθεν εἰς ἐπίκαιρον τόπον ἐβουλεύσατο τὰς δυνάμεις καταθεῖναι. καταλαμβάνει τοίνυν τόπον, παρὰ μὲν τῶν Ἁλυκὰς ὀνομαζόμενον, πάρα δὲ τῶν Κυπαρίσσιον. ἐφθακὼς δὲ ὁ Βουτουμίτης διαπόντιος, θᾶττον ἥ λόγος τᾶς τοῦ Ἀπελχασὴμ νῆας ἐνέπρησεν. τῇ δὲ μετ᾿ αὐτὴν ἐξ ἠπείρου ἐληλυθὼς καὶ ὁ Τατίκιος, έν ἐπικαίροις τὸ στράτευμα κατέθετο τόποις καὶ ἀπὸ πρωΐας μέχρι ἑσπέρας οὐκ ἐνεδίδου πὴ μὲν ἀκροβολιζόμενος, πὴ δὲ μάχας συνάπτων μετὰ τοῦ Ἀπελχασὴμ ἔπι [*](Β) ὅλαις πεντεκαίδεκα ἡμέραις. τοῦ δὲ Ἀπελχασὴμ μηδ’ ὅλως ἐνδιδόντος, ἀλλ’ ἰσχυρῶς ἀντικαθισταμένου, ἐκκακήσαντες οἱ Λατῖνοι, κἂν μὴ τὴν ἐκ τοῦ τόπου εἶχον βοήθειαν, ὤχλουν ὅμως τὸν Τατίκιον, ἵν’ οὔτοι καὶ μόνοι τὴν μετὰ τῶν Τούρκων ἀναδέ·ξωνται μάχην. ὁ δέ, κἀν μὴ κατὰ γνώμην τὸ πρᾶγμα ἐδόκει αὐτῷ, ἀλλὰ καθ’ ἑκάστην ὁρῶν δυνάμεις Τουρκικὰς προσχωρούσας τῷ Ἀπελχασήμ, ὑπεῖξε τῇ βουλῇ τῶν Λατίνων. καὶ περὶ ἀνατολὰς ἡλίου τὰς φάλαγγας καταστήσας, τὸν μετὰ τοῦ Ἀπελχασὴμ συνῆψε πόλεμον. πολλοὶ
[*](2. καταλαμβανόντων PG. 3. λογίζοιτο C. 7. τοίνυν: τοῦτον G. 10. τῇ FP, τὴν CG. μετ’ CG, κὰτ P. 13. μετὰ FC, κάτα PG. ἰπὶ G, ἐπ᾿ P. 20. προσχωρούσας τῷ Ἀπελχασὴμ Τουρκικὰς G. 22. μετὰ CG, κατὰ P. συνῆψε F, ἀνῆψε PG.)μὲν τῶν Τούρκων τηνικαῦτα κτείνονται, πλεῖστοι δὲ καί ἁλίσκονται, οἱ δὲ πλείους τὰ νῶτα διδόασι, μηδὲ τῶν οἰκειῶν σκευῶν φροντίδα ποιησάμενοι. καὶ αὐτὸς ὁ Ἀπελχασὴμ κατευθὺ Νικαίας ἐλάσας μόλις διασώζεται. λείαν οὖν πολλὴν ἐντεῦθεν ἀναλαβόμενοι οἱ ὑπὸ τὸν Τατίκιον, πρὸς τὴν οἰκείαν παλινοστοῦσι παρεμβολήν. ταῦτα μεμαθηκὼς ὁ αὐτοκράτωρ, ὁΠοῖος ἐκεῖνος δεινὸς θηρᾶσαι ψυχὴν ἀνθρώπου καί λιθίνην μαλάξαι φύσιν, γραφὴν τηνικαῦτα ἐκτίθεται πρὸς τὸν Ἀπελχασήμ, συμβουλεύων ἀποσχέσθαι μὲν τῶν τοιούτων κενῶν ἐπιχειρημάτων καὶ μὴ εἰς ἀέρα παίειν, ἀλλὰ προσεληλυθέναι [*](D) τε αὐτῷ καὶ πολλῶν καμάτων ἑαυτὸν ἀπαλλάξαι, δωρημάτων τε δαψιλῶν ἐπαπολαῦσαι καὶ τιμῆς. ὁ δὲ Ἀπελχασήμ, ἔπει καὶ τὸν Προσοὺχ ἐμάνθανε πολιορκοῦντα τὰ κατεχόμενα ὑπό τινων σατραπῶν κάστρα, ἤδη δὲ καὶ τῇ Νικαίᾳ προσπελάζειν ἐφ’ ᾦ πολιορκῆσαι ταύτην, τὴν ἀνάγκην φιλοτιμίαν, ὅ φασι, ποιησάμενος, ἅμα δὲ καὶ τῆς τοῦ βασιλέως γνώμης καταστοχασάμενος καὶ τεθαρρηκώς, τὴν μετ’ αὐτοῦ εἰρήνην ασπάζεται. τῶν δὲ ἀναμεταξὺ εἰρηνικῶν σπονδῶν τελεσθει- [*](P.174) σῶν, μελετήσας καὶ ἕτερόν τι συνοῖσον ὁ αὐτοκράτωρ, ἐπεί οὐκ ἐνῆν ἄλλως ἀνυσθῆναι τὸ σκοπούμενον, μετακαλεῖται τοῦτον εἰς τὴν βασιλεύουσαν, ἐφ’ ᾧ καὶ χρήματα λαβεῖν καὶ τρυφῆς ἅλις ἐπαπολαῦσαι καὶ οὕτως οἴκαδε ἐπαναστρέψαι.
[*](1. πλεῖστοι: lege πολλοὶ. 2. μηδὲ: μετὰ G. 4. μόγις G. 7. δεινὸς add. CG et in margine P. 10. ἴς G. 16. καὶ om. G. 18. ἀσπάσασθαι G. 19. post ἐπεὶ add. PG καὶ, om. C. 22. ἅλις τρυφῆς G.)πείθεται ὁ Ἀπελχασήμ. καἰ εἰσελθὼν εἰς τὴν βασιλεύουσαν, παντοίας ἀξιοῦται φιλοφροσύνης. ὡς δὲ τὴν Νικομήδους πόλις δὲ αὕτη μητρόπολις Βιθυνίας) κατεῖχον οἱ τῆς Νικαίας ἐξάρχοντες Τοῦρκοι, ἐκεῖθεν ὁ βασιλεὺς ἵλασαι τούτους βουλόμενος, λόμενος, παρὰ θάλατταν οἰκοδομῆσαι πολίχνιον δεῖν ἔκρινεν, ἐν ὅσῳ τὰ τῆς ἀγάπης ἤδραστο. τοιγαροῦν ἐν φορταγωγοῖς [*](V. 139) ναυσὶν ἅπαντα τὰ πρὸς χρῆσιν χρειώδη σύν αὐτοῖς οἰκοδόμοις ἐμβαλὼν ἐξαπέστειλε, τὴν τούτου οἰκοδομὴν Εὐσταθίῳ [*](B) τῷ τοῦ στόλου δρουγγαρίῳ ἀναθέμενος καἰ τὸ ἀπόρρητον ἐκκαλύψας, ἐπισκήψας, εἰ τινες τῶν Τούρκων διέρχοιντο, παντοίως φιλοφρονεῖσθαι νὼ εἰς κόρον διδόντα ἐπιλαύνειν τῶν δωρεῶν, προστιθέναι δὲ τὸ μετ’ εἰδήσεως τοῦ Ἀπελχασὴμ τοῦτο οἰκοδομεῖν, εἶτα ἅπαν πλοῖον ἀπεῖρξαι τῶν τῆς Βιθυνίας παραλίων μερῶν, ὡς μὴ δῆλον αὐτῷ γενέσθαι τὸ γινόμενον. τῷ δὲ Ἀπελχασὴμ καθ’ ἑκάστην χρήματα διδούς, οὐκ ἐνεδίδου εἰς βαλανεῖά τε προτρεπόμενος καὶ ἱππηλασίας καὶ κυνηγέσια, πρὸς δὲ καὶ τὰς κατὰ τὰς λεωφόρους ἱσταμένας στήλας ἀναθεωρεῖν· ἀλλὰ κω ἱππικὁν [*](C) ἀγῶνα δι’ αὐτὸν ἐνστήσασθαι τοῖς διφρηλάταις ἐκέλευσε κατὰ τὸ πάλαι τῷ μεγάλῳ Κωνσταντίνῳ οἰκοδομηθὲν θέατρον, καὶ καθ’ ἑκάστην ἐν τούτῳ παραγίνεσθαι καὶ τὰς τῶν ἵππων δο-
[*](6. an δέδραστο? 10 ἐκκαλύψας C, ἐγκαλύψας PG. 11. ἐς P, εἰς G cum Tyrtaeo 2, 10, unde loculioueni suuisit. διδόντα Diesterwegius, διδόντας PG. ἐπαπολαύειν C, ἀπολαύειν G. lege ἐσελαύνειν. 12. δωρεῶν: χρειωδῶν C et in margine P. 13. οἰκοδομῆσαι G.)κιμασίας ὁρᾷν ἠρέθιζεν, ἕν ἐντεῦθεν τριβομένου τοῦ καιροῦ, ἐκεχειρία τοῖς οἰκοδόμοις δίδοται. ὡς δὲ τὸ πολίχνιον ἤδη τετέλεσται καὶ πέρας τὸ σκοπούμενον ἔσχηκε, πλείοσι δωρεαῖς τοῦτον ἀμειψάμενος, τῷ σεβαστοῦ τε ἀξιώματι τιμήσας καὶ ἐπὶ πλέον τὰς συνθήκας ἐμπεδώσας, διὰ τιμῆς ἐξέπεμψεν αὐτὸν διαπόντιον. ἀγγελθείσης δὲ αὐτῷ τῆς τοῦ κά- [*](D) στρου οἰκοδομῆς, κἀν ἐπὶ τῇ τούτου ἀνεγέρσει κατετέτρωτο τὴν ψυχήν, ἀλλ’ οὖν τὸν ἀγνοοῦντα ὑποκριθεὶς τὸ παράπαν ἐσίγησεν. τοιοῦτόν τι καὶ περὶ Ἀλκιβιάδους ἱστόρηται. οὕτω γὰρ κἀκεῖνος Λακεδαιμονίους ἐξηπατήκει, μὴ συγχωροῦντας [*](P. 175) ἀνοικοδομῆσαι Ἀθήνας καθαιρεθείσας ὑπὸ περσῶν. παραγγείλας γὰρ ἀνοικοδομεῖν Ἀθηναίους, ἐκεῖνος ἀπῴχετο πρεσβεύσων εἰς Λακεδαίμονα. εἶτα τῆς πρεσβείας τὸν χρόνον τρίβοντος καὶ διδόντος τὸ ἐνδόσιμον τοῖς οἰκοδομοῦσιν, μετὰ τὴν ἐξαπάτην ὅλην ἤκουσαν Λακεδαιμόνιοι τὴν οἰκοδομὴν Ἀθηνῶν. καἰ μέμνηται τῆς καλῆς ἀπάτης ταυτησὶ· καὶ ὁ Παιανιεὺς ἐνιαχοῦ τῶν λόγων αὐτοῦ. τοιοῦτον ἄρα καὶ τοὐμοῦ πατρὸς τὸ ἐπινόημα ἦν, μᾶλλον δὲ καὶ Ἀλκιβιάδους στρατηγικώτερον. ἱπποδρομίαις γὰρ καὶ τρυφαῖς τρυφαῖς τὸν βάρβαρον τοῦτον ὑποσαίνων καὶ εἰς ἡμέραν ἐξ ἡμέρας παρα-
[*](1. ἠρέθιζεν CG, ἠρέθισεν P. 3. ἔσχηκε G, ἔσχηκεν P, 4. σεβαστοῦ Ducangius Gloss. II. p. 1342, σεβαστοτάτῳ PG. 7. ante κατετέτρωτο add. PG τὸ παράπαν, om. F. κατετέτρωτο FP, ἐτέτρωτο CG. 10. κᾀκείνους P. 12. ἐκεῖνος F, ἐκεῖθεν PG. πρεσβεύσων F, πρεσβεύων PG. 14. τρίβοντα G. 17. ἐνιαχοῦ τῶν: G iu inargine “f. ἱν ία τῳ τῶν. vid. annotat. 20. ἡμέραν C, ἡμέρας PG.)πεμπόμενος, ἔφθασεν ἀΝαρτίσας τὸ φρούριον. καὶ τηνικαῦτα τοῦ σύμπαντος τελεσθέντος ἔργου, τὸν ἄνδρα τῆς βασιλίδος [*](B) ἀπέλυσε πόλεως.
Ὁ δὲ Προσοὺχ δεινὸς μετὰ δυνάμεως, ὡς ἠλπίζετομ, καταλαβών, ἐπολιόρκει τὴν Νικαίαν, καθὼς ὁ τῷ Τατικίῳ νυκτὸς προσεληλυθὼς τότε ἔλεγε. καὶ ἐπὶ μησὶ τρισὶ πολιορκῶν ταύτην οὐκ ἐνεδίδου. ὲν στενῷ δὲ κομιδῆ τὰ κατ’ αὐτοὺς οἱ ἐντὸς καὶ αὐτὸς δὲ ὁ Ἀπελχασὴμ ἑωρακότες καὶ μὴ ἐπιπλέον ἀντέχειν πρὸς τὸν Προσοὺχ δυνάμενοι, διαπεμψάμεμοι πρὸς τὸν βασιλέα νῶντο τῆς ἐξ αὐτοῦ βοηθείας τυχεῖν, κρεῖττον λέγοντες ἡγεῖσθαι δούλους αὐτοῦ ὀνομάζεσθαι ἢ τῷ Προσοὺχ δοῦναι χεῖρας. ὁ δὲ παραχρῆμα τοὺς τῶν παρατυχότων [*](V. 140) ἐκκρίτους διελών, σημαίας τε καὶ σκῆπτρα ἀργυρόηλα [*](C) ἐπιδιδούς, εἰς ἀρωγὴν τούτους ἐκπέμπει. οὐ γὰρ ἄντικρυς βοηθῶν τῷ Ἀπελχασὴμ στρατιὰν ἔπεμπεν ἀλλὰ τὰ τῆς βοηθείας ἐντεῦθεν κατὰ τὸν νοῦν τοῦ αὐτοκράτορος εἰς κατάλυσιν τοῦ Ἀπελχασὴμ περιΐστατο. δύο γὰρ πρὸς ἀλλήλους μαχομένων ἐχθρῶν τῆς τῶν Ῥωμαίων ἡγεμονίας, ἴδει τῷ ἀσθενεστέρῳ συνθέσθαι, οὐχ ἕνα ἐπικρατέστερος γένηται, ἀλλ' ἵνα τὸν μὲν ἀποκρούσηται, ἀφ’ οὑ δὲ τὴν πόλιν ἐξέληται καὶ τὴν τέως μὴ οὖσαν ὑπὸ τὸν κύκλον αὐτοῦ ἰδίαν ποιήσηται, καὶ κατὰ μικρὸν ἐκ ταύτης ἑτέραν καὶ μάλα ἄλἔργον
[*](D)[*](2. F. δεινῆς coni. Diestenvegius. 8. lege δὴ. 14. 17. lege παρίστατο. 18. ἡγεμονίας τῆς Ῥωμαίων G. 19. οὐχ G, οὐκ P.)λῆν ἑλόμενος τὴν τῶν ‘Ρωμαίων ἀργὴν πλατυτέραν ποιήσηται εἰς στενὸν κομιδῆ καταστᾶσαν, καὶ μᾶλλον ἐξóτου τὸ τῶν Τούρκων δόρυ ἐπικρατέστερον γέγονεν. ἢν μὲν γὰρ ἴτε οἱ ὅροι τῆς τῶν ‘Ρωμαίων ἡγεμονίας αἰ ἀμφότεραι στῆλαι ἦσαν ἀνατολὴν καὶ δύσιν περιορίζουσαι, ἐξ ἑσπέρας μὲν αἱ τοῦ [*](Ρ. 176) ‘Ηρακλέως ὀνομαζόμεναι, ἔξ ἕω δὲ αἱ ἀγχοῦ που ἱστάμεναι τοῦ Ἰνδικοῦ πέρατος αἰ τοῦ Διονύσου. κατὰ γὰρ πλάτος οὐκ ἐστιν εἰπεῖν ὅσον ἦν τῆς τῶν ‘Ρωμαίων βασιλείας τὰ κράτος, Αἴγυπτος καὶ Μερόη καἰ Τρωγλοδυτικὴ πᾶσα καὶ τὰ ἐγγύθεν τῆς διακεκαυμένης καὶ τὰ ἐξ ἑτέρου μέρους ἡ πολυθράλλητος Θούλη καὶ ὅσα ἔθνη βόσκει τὸ κλίμα τὸ Βόρειον, οἷς κατὰ κορυφὴν ὁ Βόρειος ἵσταται πόλος. ἀλλ’ ἐπ’ ἐκεῖνό γε τοῦ καιροῦ ἐκ μὲν ἀνατολῆς ὁ γείτων Βόσπορος ὅριον τῶν Ρωμαϊκῶν σκήπτρων , ἐκ δὲ τῆς ἑσπέρας ἡ Ἀδριανοῦ κα- θίστατο πόλις. ἀλλ’ ὁ γε βασιλεὺς Ἀλέξιος ὡσπερ παίων χερσὶ τοὺς ἑκατέρωθεν ἐπιτιθεμένους βαρβάρους ναὶ καθάπερ [*](Β) ἀπὸ κέντρου τῆς Βυζαντίαις περιορχούμενος, ηὐρύνετο τὸν κύκλον τῆς βασιλείας, καὶ ἐκ μὲν ἐσπέρας τὸν Ἀδρίαντος πόντον ἔθετο ὅριον, ἐκ δὲ τῆς ἀνατολῆς Εὐφράτην καὶ Τίγρητα. καὶ εἰς τὴν προτέραν εὐδαιμονίαν τὴν βασιλείαν ἀνενεώσατο ἄν, εἰ μή γε οἱ ἐπάλληλοι ἀγῶνες καὶ οἱ πυκνοὶ πόνοι καὶ κίνδυνοι ἦν γὰρ καὶ ἀμφοτέραις ὁ αὐτοκράτωρ με-
[*](3. μὲν om. G. 4. τῆς om. G. 6. lege Ἡρακλέους. g. ἐγγύθεν C, ἐγγὺς P in margine, ἐκεῖθεν PG. 14. ἡ G, καὶ P. 2 1. ἄν om. C. 22. ἀμφοτέροις G.)γαλοκίνδυνός τε καὶ πυκνοκίνδυνος) τοῦτον ἀπέστησαν τοῦ ὁρμήματος. ἀλλ' οὑπερ ἐξ ἀρχῆς ἔλεγον, ὅτι στρατιὰν ἀποστέλλων τῷ τῆς Νικαίας τυράννῳ Ἀπελχασήμ , γνώμης εἶχεν οὐχ ἵν’ ἐκεῖνον ἐξέληται τοῦ κινδύνου, ἀλλ' ὅπως ἂν ἑαυτῷ [*](C) τὴν νίκην περιποιήσηται · οὐ μὴν ἡ τύχη πρὸς τούτῳ συνέπνευσεν. ἔσχε γὰρ οὕτω τὰ κω αὐτούς. οἱ γὰρ ἀποστα- λέντες τὸ τοῦ κυρίου Γεωργίου ὀνομαζόμενον κατέλαβον πολίχνιον. οἱ δὲ Τοῦρκοι παραχρῆμα τὰς πύλας αὐτοῖς ἀνεπέτασαν. οἱ δὲ ἄνωθεν τῆς ἀνατολικῆς πόρτης περὶ τὰ κρήδεμνα τοῦ τείχους ἀνελθόντες , τὰς σημαίας καὶ τὰ σκῆπτρα ἰλαδὸν κατέστησαν ἀλλαάζοντες ἅμα καὶ τὸ ἐνυάλιον συνεχῶς ἐνηχοῦντες. ὑφ’ ὦν οἱ μὶν ἔξωθεν ἐκδειματωθέντες διὰ νυκτὸς ἐκεῖθεν ῷχοντο, αὐτὸν ἐληλυθέναι τὸν αὐτοκράτορα νομίσαντες· αἰ δὲ ‘Ρωμαϊκαὶ δυνάμεις αὖθις πρὸς τὴν βασιλεύουσαν ὑπέστρεψαν. οὐ γὰρ ἦσαν ἀξιόμαχον πλῆθος πρὸς [*](D) ἔφοδον περσικὴν ἐλπιζομένην ἐκ τοῦ βάθους τῆς Τουρκικῆς [*](V.141) ἐξουσίας αὖθις ἐλεύσεσθαι.
Τὴν δὲ τοῦ Σιαοὺς ὑποστροφὴν ὁ σουλτᾶν ἀπεκδεχόμενος, ἐπεὶ ἑώρα τοῦτον ἐμβραδύνοντα, ἐμεμαθήκει δὲ τὰ κατ’ αὐτόν, ὡς τὸν Χαρατικῆν μετὰ τρόπου τῆς Σινώπης ἀπήλασεν, ὡς τετυχήκει τοῦ θείου βαπτίσματος καὶ κατὰ τὴν
[*](3. lege γνώμην. 4. ἐάν G. 5. lege τοῦτο. συνένευ- σεν CG. 7. τῷ PG, correxi. 11. lege ἀλαλάζοντες. 13. ᾤχοντο ἐκεῖθεν G. 16 ἐλπιζομένων G. Τουρκικῆς: δουκικῆς CG. 17. ἐλεύσασθαι P, ἐλεύσεσθαι CG. 21. τοῦ θείου βαπτίσματος ὡς τετυχήκει P, ὥς τε τύχοι τοῦ θείου βαπτίσματος C, ὥστε τύχῃ rov θ. β. G.)ἐσπέραν παρὰ τοῦ αὐτοκράτορος ἀπεστάλη, τὴν δουκικὴν ἐξουσίαν Ἀγχιάλου περιζωσάμενος, ἠνιᾶτο ἤσχαλλεν. δεῖν οὑν ἐλογίσατο τὸν Πουζάνον αὖθις μετὰ δυνάμεων κατὰ τοῦ Ἀπελχασὴμ ἀποστεῖλαι, ἅμα δὲ καὶ πρὸς τὸν αὐτοκράτορα γραφὴν περὶ τοῦ αὐτοῦ κήδους διαλαμβάνουσαν αὐτῷ ἐγχειρίσαι. εἶχε δὲ τὰ γράμματα οὕτως ἁ ἠκηκόειν ὢ βασιλεῦ , τὰ κατὰ σὲ καὶ ὅπως τὴν τῆς βασιλείας ἀναδησάμενος ἀρχήν, ἐκ προοιμίου πολλοῖς ἀγῶσιν ἐμπέπτωκας, καὶ ὡς ἄρτι τὰ κατὰ τοὺς Λατίνους κατευνάσαντος, οἱ Σκύθαι κατὰ σοῦ [*](Β) ἑτοιμάζονται, καὶ αὐτὸς ὁ Ἀμὴρ Ἀπελχασὴμ τὰς μετὰ σοῦ τοῦ Σοολυμᾶ σπονδὰς καταλύσας, μέχρις αὐτῆς Δαμάλεως τὴν Ἀσίαν ληί·ζεται. εἰ γοῦν βούλει καὶ τὸν Ἀπελχασὴμ τῶν αὐτόθι μερῶν ἀπελαθῆναι καὶ τὴν Ἀσίαν καὶ αὐτὴν δὴ τὴν Ἀντιοχείαν ὑπὸ τὴν σὴν γενέσθαι χεῖρα, ἀπόστειλόν μοι τὴν σὴν θυγατέρα εἰς νύμφην ἐμὴν τῷ πρωτοτόκῳ τῶν ἐμῶν ὠῶν. κω τοῦ λοιποῦ οὐδέν σοι σκῶλον ἔσεται, ἀλλὰ πάντα ῥᾳδίως ἐξέσται σοι ἀνύειν, ἐμοῦ σοι ἐπαρήγοντος οὐ κατὰ τὴν ἑῲαν μόνον , ἀλλὰ μέχρις Ἰλλυρικοῦ καὶ τῆς ἐσπέρας ἀπάσης , διὰ δυνάμεων ἀποστελλομένων σοι παρ’ ἡμῶν." ἀλλὰ ταῦτα μὶν τὰ κατὰ τῶν περσῶν σουλτᾶν. ὁ δὲ Πουζάνος μέχρι Νικαίας [*](C) καταλαβὼν καὶ ἀπόπειραν ταύτης οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις ποιησάμενος καὶ διαμαρτὼν τοῦ σκοποῦ, τοῦ Ἀπελὁ
[*](10. αὐτὸς ὁ PG, recte C. σοῦ om. CG. 15. προτοτόκῳ PG, recte C. 17. ἀνύειν ἐξέσται σοι G.)χασὴμ γενναίως ἀνταγωνιζομένου, ἐξαιτησαμένου καὶ ἀπό τοῦ βασιλέως βοήθειαν καὶ λαβόντος, πρὸς τὴν τῶν λοιπῶν πόλεων τε καὶ πολιχνίων κατάσχεσιν ὥρμησεν, ἐκεῖθεν ὑποχωρήσας, τὴν σκηνὴν κατὰ τὸν Λάμπην πηξάμενος· ποταμὸς οὗτος περὶ Λοπάδιον μετὰ δὲ τὴν τούτου ὑποχώρησιν ενδεκατέσσαρσιν ἡμιόνοις χρυσίον ἐπισάξας ὁ Ἀπελχασὴμ ὁπόσον φέρειν ἠδύναντο, ἀπέρχεται πρὸς τῶν περσῶν σουλτᾶν, δῶρον αὐτῷ κομίζων ἐφ’ ᾧ μὴ παραλυθῆναι τῆς ἀρχῆς καταλαμβάνει δὲ τοῦτον περὶ τὸ Σπαχᾶ αὐλιζόμενον. ὡς δὲ [*](D) οὐδὲ θεάσασθαι τοῦτον ὁ σουλτᾶν ἠξίου, μεσίταις ἐχρῆτο. ὁ δὲ ὀχλούμενος υπ' αὐτῶν ἴφη “ἐπεὶ καθάπα·ξ τὴν ἐξουσίαν τῷ Αμὴρ Πουζάνῳ ἀνεθέμην, οὐκέτι ταύτην ἐξ αὐτοῦ ἀφαι- ρεθήσεσθαι βούλομαι. ἐπιδότω τοίνυν τὰ χρήματα , ἀπελθὼν πρὸς αὐτόν, καὶ πᾶν ὃ βούλεται εἰπάτω. καὶ τὸ δόξαν αὐτῷ καὶ ἐμὸν ἔσεται θέλημα.’’ ἐφ’ ἱκανὸν οὖν ἐγκαρτερήσας ἐκεῖσε καἰ πολλὰ μογήσας καὶ μηδὲν ἠνυκὼς, ἀπάρας ἐκεῖθεν, ὡς πρὸς τὸν Πουζάνον ἀπερχόμενος, συναντᾷ τοῖς ἐξ ἐκείνου κατ’ αὐτοῦ ἀποσταλεῖσι διακοσίοις ἐκκρίτοις ἀνδράσι καὶ [*](Ρ. 178) σατράπαις. οὐδὲ γὰρ ἡ ἐκείνου τῆς Νικαίας ἐ·ξέλευσις τοῦτον διέλαθεν. οἱ καὶ κατασχόντες αὐτὸν καὶ βρόχον ἐκ νευρᾶς ἐπικλώσαντες τῷ τραχήλῳ τούτου περιβαλόντες ἀπέινι-
[*](2. καὶ λαβόντος: καταλαβόντος G. 6. ἐπισάξας C , ἐπεισάξας PG. 8. ᾦπερ G. 9. σπαχᾶ P in margine, πάσχα PG. 12. ἂν ἐθέμην Ρ, ἂν om. CG, correxi. ἀφαιρήσεσθαι C. 17. ὡς: δὲ C, oni. G. 18. ἀποσταλεῖσι κατ' αὐτοῦ G. ἀνδράσι καὶ om. C. 19. τοὐιους G. ao. καὶ alterum om. G.)ξαν. τὸ δὲ ὅλον οὐ τοῦ Πουζάνου ἥν κατ’ ἐμὸν λόγον, ἄλλα τοῦ σουλτᾶν ἐκείνου τοιαῦτ’ οἰκονομήσαντος κατὰ τοῦ Ἀπελχασὴμ [*](V. 142) δηλώσαντος. ἀλλὰ ταῦτα μὲν κατὰ τὸν Ἀπελχασήμ. ὁ δὲ βασιλεὺς τὰς τοῦ σουλτᾶν ὑπαναγνοὺς γραφὰς, οὐδ’ εἰς νοῦν τὸ δηλούμενον βαλεῖν ἤθελε. καὶ πῶς γάρ; τὸ γὰρ [*](Β) βασιλικὸν θυγάτριον, ὅπερ τὸ γράμμα ἐζήτει κατεγγυηθῆναι τῷ πρωτοτόκῳ αὐτοῦ υἱῶ, ἦν ἄρα δυστυχές, ὡς ἔοικεν, εἰ ἀνεληλύθει εἰς Περσίδα, βασιλείας μετεσχηκὸς ἀπάσης κακοδαιμονεστέρας πενίας. ἀλλ’ οὔτε θεὸς τοῦτο ἐπέτρεπεν, οὔτε ὁ βασιλεὺς εἶχε γνώμης οὕτω ταῦτα προβῆναι , οὐδ’ ἂν εἰς στενὸν κατηντήκει αὐτῷ τὰ πράγματα εὐθὺς γὰρ καί κατὰ πρώτην ἀκοὴν τοῦ γράμματος τῆς τοῦ βαρβάρου κατεγέλασεν ὀρέξεως, ὑποφθεγξάμενος, ὅτι ἁ ὁ δαίμων τοῦτο εἰς νοῦν αὐτῷ ἀνεβίβασεν." περὶ τοῦ μὲν κήδους οὕτως ἴσχεν ὁ αὐτοκράτωρ· [*](C) ἐλπίσι δὲ κεναῖς τὸν τοῦ σουλτᾶν λογισμὸν ἀπαιωρεῖν δεῖν λογισάμενος , καταπεμψάμενος τὸν Κουρτίκιον μεθ’ ἑτέρων τριῶν, ἀποστέλλει τούτους πρέσβεις καὶ γράμματα , δι’ ὦν τὴν εἰρήνην ἐνέφαινεν ἀσπάζεσθαι καὶ πρὸς τὰ μηνυθέντα κατανεύειν, ἀπαιτῶν ἄμα καὶ αὐτὸς ἄλλ’ ἀττα τοῦ χρόνου παράτασιν εἰσάγοντα. οὔπω οἱ ἐκ τοῦ Βυζαντίου πεμφθέντες πρέσβεις τὸν Χορασὰν κατέλαβον , καὶ τὴν τοῦ σουλτᾶν
[*](1. Πουζάνη G. 3. lege τὰ κατὰ. 5 λαβεῖν C. 6. ἐξᾐτει coni. lac. Gronovius. 7. προτoτόκῳ PG, recte C. αὐτοῦ G, αὐτῶ P. g. ἐπέτρεψεν G. lo. iege γνώμην. 13. αὐτῷ G, αὐτοῦ P. 16. lege μεταπεμψάμενος. 19. ἀλλα τὰ PG , ἀλλά τε τὰ G. correxi. 21. Χορασὰν G, Χοροσὰν P.)ἀναίρεσιν μεμαθηκότες ὑπέστρεψαν. καὶ γὰρ ὁ αὐτάδελφος αὐτοῦ Τουτούσης μετὰ τὸ ἀνελεῖν τὸν Ἀμὴρ Σολυμᾶν καὶ τὸν ἴδιον γαμβρὸν ἐξ Ἀραβίας κατ' αὐλοῦ στρατεύσαντα τυφωθείς, καὶ τὸν σουλτᾶν μεμαθηκὼς εἰς εἰρηνικὰς σπονδὰς μετὰ τοῦ [*](D) αὐτοκράτορος ἤδη ἐπείγεσθαι, πρὸς τὸν τἀδελφοῦ φόνον ἀπέβλεψε. δυοκαίδεκα τοίνυν Χασίους οὕτω τῇ πέρσιδι διαλέκτῳ καλουμένους φόνιον πνέοντας μετακαλεσάμενος, ὡς πρέσβεις τάχα πρὸς τὸν σουλτᾶν ἐξέπεμψε , καὶ τὸν τρόπον αὐτοῖς ὑποθέμενος ἅμα τῆς τοῦ ἀδελφῶ σφαγῆς, “ἄπιτε" φάμενος πρῶτα μὶν διακηρυκεύσατε, ὡς ἀπόρρητά τινα μέλλειν τῷ σουλτᾶν ἀπαγγεῖλαι, ἐπὰν δὲ παραχωρηθῆτε τῆς εἰσόδου, ὦς ὡς τάχα πρὸς οὖς αὐτῷ ὡμιληκέναι βούλεσθε πλησιάσαντες παραχρῆμα τὸν ἐμὸν διαμελήσατε ἀδελφόν.’’ οἱ δὲ πρέσβεις ἡ μᾶλλον φονεῖς καθάπερ εἰς δεῖπνον ἢ εὐωχίαν [*](P.179) πεμπόμενοι , προθυμότατα πρὸς τήν τοῦ σουλτᾶν σφα- γὴν ἀπίεσαν. μεθύοντα τοῦτον καταλαβόντες, ἔπει πᾶσα ἐκεχειρία τούτοις ἐδίδοτο , τῶν ἐμπεπιστευμένων τὴν τοῦ σουλτᾶν φυλακὴν πόρρωθεν ἑστηκότων , αὐτοὶ πλησιάσαντες, τὰ ξίφη τῆς μάλης σπασάμενοι διαμελίζουσι παραχρῆμα τὸν ἄθλιον. τοιοῦτον γὰρ τὸ τῶν Χάσίων ἐστιν αἵμασι χαῖρον, καὶ τρυφὴν αὐτὸ τοῦτο λογιζόμενοι, εἰ μόνον διὰ σπλάγχνων ἀνθρώπων τὸ ξίφος ἐλάσειαν. τοῦ λοιποῦ δέ, κἄν τινες αὖ τοὺς ἴσως ἐπ’ αὐτῷ τούτῳ ἐπιθέμενοι καταχορδεύσειαν, κατὸν
[*](Β)[*](2. prius om. G. 3. Ἀρραβίας C. 7. an φόνον? 13. lege διαμελίσατε. 14. φονεῖς G, φωνεῖς P. 22. ἐλάσειεν G, τοῦ λοιποῦ — καταχορδεύσειαν om. CG.)θάπερ τι κῦδος τὸν τοιοῦτον λογίζονται θάνατον, ὥσπερ τινὰ πάτριον κλῆρον τὰ φονικὰ ταῦτα ἔργα ἄλλος πρὸς ἄλλον διαδεχόμενοί τε καὶ παραπέμποντες. ἐκείνων μὶν οὖν ὑπέστρεψεν οὐδεὶς πρὸς τὸν Τουτούσην, ἀντίλυτρον οἷον τὰς ἰδίας [*](V. 143) ὑποσχόντων σφαγάς· ὁ μέντοι πουζάνος ταῦτα μεμαθηκώς, σὺν ὅλαις δυνάμεσι πρὸς τὸν Χορασὰν ἐπανέστρεψεν. ἐπὰν δὲ τῷ Χορασὰν προσεπέλασε, δέχεται τοῦτον ὁ τοῦ ἀναιρε- θέντος ἀδελφὸς Τουτούσης. καὶ εὐθὺς ἀγχεμάχου τῆς μάχης γενομένης, ἐπεὶ καρτερῶς ἄμφω τὰ στρατεύματα ἐμάχοντο [*](C) καί θάτερον θατέρῳ τῆς νίκης οὐδαμῶς παρεχώρει, πίπτει καὶ ὁ πουζάνος καιρίαν πληγεὶς γενναίως ἀγωνιζόμενος καὶ ὅλας συνταράττων τὰς φάλαγγας · ἕκαστος δὲ τῶν αὐτοῦ φυγῇ τὴν σωτηρίαν ἐπραγματεύσατο , ἄλλος ἄλλοσε σκεδα- σθέντες. ὁ δὲ Τουτούσης νικητὴς πρὸς τὸν Χορασὰν ἐπανέ- στρεφεν, ὡς ἤδη τὴν τοῦ σουλτανικίου ἀξίαν περιζωσάμενος, καἰ ταῦτα τὸν κίνδυνον ὑπὲρ κεφαλῆς ἔχων. καὶ γὰρ συνην- τηκὼς αὐτῷ ὁ τοῦ ἀναιρεθέντος Ταπάρη σουλτᾶν υἱός, ὁ Παργιαρούχ, ὥστε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας κατὰ τὴν ποίησιν. καὶ συμβαλὼν οὔλῃ χειρὶ καἰ γνώμῃ , εἰς [*](D) πολλὰ τὰς δυνάμεις διέσπασε, διέσπασε, καἰ τρέψας ἀνὰ κράτος ἐδίωκεν. ἀναιρεῖται δὲ καὶ αὐτὸς ὁ τὰ Ναυάτου φυ-
[*](1. κῆδος G. θάνατον λογίζονται G. 3. οὖν om. G. 4. οὐδεὶς πρὸς Τουτούσην ὑπέστρεψεν G. 6. Χοροσὰν VG ulro- bique . conexi. 18. Παργγαροὺχ C, Παργχαροὺχ P in margine, Σπργγαροὺχ PG. correxi. ὡς G.)σῶν Τουτούτης. τοῦ δὲ Ἀπελχασὴμ μετὰ χρημάτων τότε πρὸς τὸν τοῦ Χορασὰν σουλτᾶν ἐξεληλυθότος, ὡς ὁ λόγος φθάσας ἱστόρησεν , ὁ ἀδελφὸς αὐτοῦ πουλχάσης τὴν Νίκαιαν καταλαβὼν κατέσχεν. αἰσθόμενος δὲ τούτου ὁ αὐτοκράτωρ, δαψιλεῖς τὰς δωρεὰς ὑπισχνεῖτο, εἰ ταύτης αὐτῷ παρακεχωρηκὼς ἐκεῖθεν ἐκσταίη. ὁ δὲ Πουλχάσης ἤθελε μέν ἀλλ' ἀνεβάλλετο αὖθις, ἀποβλέπων πρὸς τὸν Ἀπελχασήμ, καὶ λόγους ἐκ λόγων πρὸς τὸν αὐτοκράτορα διεπέμπετο , ἀπιωρῶν οἶον αὐτόν, τῇ δ' ἀλήθειᾳ τὴν τοῦ ἀδελφοῦ ἀπεκδεχόμενος [*](P. 180) ἐπανέλευσιν. ἐν τῷ μεταξὺ δὲ γίνεται τι τοιοῦτον. ὁ παρὰ τῶν τῶν χασίων ἀναιρεθεὶς τοῦ Χορασὰν σουλτᾶν ἔφθασε κατσχεῖν τοὺς τοῦ μεγάλου Σολυμᾶ δύο υἱεῖς. οὗτοι δὲ μετὰ τὴν ἐκείνου σφαγὴν ἀποδράσαντες τοῦ Χοὸασάν , δμὼς τὴν Νικαίαν κατέλαβον τούτους οἱ ἐντὸς Νικαίας Θεασάμενοι, δημοκρατοῦντες οἷον περιχαρῶς ἐδέξαντο. καὶ Πουλχάσης ὁ Πουχάσης καθάπερ τινὰ πατρῷον κλῆρον τὴν Νικαίαν προθύμως αὐτοῖς παραδίδωσι. προχειρίζεται δὲ σουλτᾶν ὁ πρωτογενὴς τῶν δύο, Κλιτζιασθλὰν τὴν κλῆσιν. ἐκεῖνος δὲ τὰς γυναῖκας καὶ τὰ παιδία τῶν τηνικαῦτα ὲν Νικαίᾳ παρόντων μεταπεμψάμενος, έν αὐτῇ καθίδρυσεν, ἀποκαταστήσας τὴν πόλιν [*](Β) ταύτην σουλτάνων, ὡς ἄν τις εἵποι, κατοικητήριον. οὕτω δὲ τὰ κατὰ τὴν Νικαίαν οἰκονομήσας, τὸν μὲν Πουλχάσην τῆς
[*](5. εἰ CF, ἠ G, καὶ P. 8. τὸν add. CG. 9. ἀπεκδεχόμε- νον P, recte CG. 10. ἔλευσιν G. 12. μεγάλου: lege Ἀμὴρ. υἵους CG. 13. ἀποδράσοντες C. 18. Κλιτζισθὰν CG. 19. παιδία : τέκνα F in margine.)ἀρχῆς μεθίστησι, τῷ δὲ ἀρχισατράπῃ Μουχούμετ τὴν ἡγεμονίαν τῶν έν Νικαίᾳ ὄντων σατραπῶν ἀναθέμενος καὶ αὐτοῦ που καταλιπών, κατὰ τῆς Μελιτηνῆς ἔξεισιν.
Ἀλλὰ τοιαῦτα μὲν τὰ περὶ τῶν σουλτάνων. ὁ δὲ Ἐλχάνης ἀρχισατράπης μετὰ τῶν ὑπ’ αὐτὸν καταλαβὼν τὴν Ἀπολλωνιάδα καὶ Κύζικον , πόλεις δὲ αὗται καὶ ἄμφω παράλιοι) τὰ παρὰ θάλατταν ἐληίζετο ἀπάντα. τοῦτο μεμαθηκὼς ὁ αὐτοκράτωρ , ἀπὸ τῶν παρατυχόντων ἀκατίων οὐδέπω γὰρ στόλος ηὐτρέπιστο) ἱκανὰ παρασκευασάμενος, καὶ ἑλεπόλεις ἐν αὐτοῖς μετὰ στρατιωτῶν γενναιῶν εἰσαγαγών, τὸν [*](C) Εὐφορβηνὸν Ἀλέξανδρον, ἄνδρα τῶν ἐπιφανῶν μὲν κατὰ γένος καὶ κατὰ ἀνδρείαν περίφημον , τὴν ἡγεμονίαν τούτων αἰτῶ ἀναθέμενος, κατὰ τοῦ Ἐλχάνη ἐξέπεμψε. καταλαβὼν δὲ Ἀπολλωνιάδα, παραχρῆμα ἐπολιόρκει. δι’ ἒξ δὲ ἡμερῶν, μηδ’ έν νῦξὶ τῆς τειχομαχίας ὅλως ἀφιστάμενος, κατέσχε τὸν ἔξω. [*](V. 144) θεν τοῦ κάστρου κύκλον, οὖνπερ ἐξώπολον ἡ συνήθεια νῦν καλεῖν εἴωθεν. ὁ δὲ Ἐλχάνης καρτερῶς ἀντεποιεῖτο τῆς ἀκρο- πόλεως, δυνάμεις ἐλπίζων ἔξωθεν ἐλθεῖν. καὶ δὴ στρατιὰν βαρβαρικὴν ἀξιόμαχον ἐπικαταλαμβάνουσαν εἰς ἀρωγὴν τοῦ [*](D) Ἐλχάνη ὡς ἐθεάσατο ὁ Ἀλέξανδρος, τοὺς δ’ ὑπ’ αὐτὸν μηδὲ τὸ πολλοστὸν τῆς ἐπικαταλαμβανούσης δυνάμεως σώζοντας, βέλτιον ἔγνω, κἀν μὴ νικώῃ, ἀλλά γε τοὺς ὑπ’ αὐτὸν ἀσινεῖς διατηρῆσαι. ἐν στενῷ δὲ κομιδῆ τὰ κατ’ αὐτόν ἐληλακότα
[*](1. Μουχούμετ C, Μοχούμετ PG. 5. Ἐλλεχάνης G. 7. παράλιαι G. II. μὲν oiii. G. 15 νυκτὶ CG. 16. ἔξωπλον G. ἐξώπυλον coni. Possiniis. vicl. annotat.)συνορῶν καὶ ὅτι σωτηρίας τρόπος οὐχ ὑπολέλειπται, ὡς πρὸς τὴν θάλασσαν ἀπονενεύκει. καὶ διὰ τοῦ ποταμοῦ εἰσελθὼν ἐν ταῖς ἰδίαις ναυσὶ πρὸς αὐτὴν διεπλωίζετο. στοχασάμενος δὲ ὁ Ἐλχανης τὸν τοῦ Ἀλεξάνδρου σκοπόν , προκαταλαβὼν [*](Ρ. 181) τὸ τῆς λίμνης κατέσχε στόμιον καὶ τὴν τοῦ ποταμοῦ γέφυραν, ἐν ᾐ καὶ τέμενος πάλαι παρὰ τῆς ἁγίας ᾠκοδόμητο Ἑλένης ἐπ' ὀνόματι τοῦ μεγάλου Κωνσταντίνου, ἐξ ὧν τὴν ἐπωνυμίαν ἡ γέφυρα μέχρι καὶ νῦν ἐκτήσατο. τῷ γοῦν ἤδη ῥηθέντι στομίῳ καὶ αὐτῇ δὴ τῇ γεφύρᾳ ἄνδρας πολεμικωτάτους ἐπιστήσας ἐφ’ ἑκάτερα , παρήγγειλε τὴν τῶν πλοίων δίοδον ἐνεδρεύειν. ὡς δὲ ἅπαντες ἐν τοῖς ἤδη ῥηθεῖσιν ἀγραρίοις εἰσελθόντες διὰ τοῦ στομίου τῆς λίμνης, ταῖς πάγαις τοῦ Ἐλχάνη ἐμπεπτώκασι, θεασάμενοι τὸ καταλαβὸν αὐτοὺς [*](Β) δεινὸν καἰ μὴ ἔχοντες ὁ τι καὶ δράσειεν, τῇ χέρσῳ τὰς νῆας ἐφορμίσαντες κἀκεῖθεν ἁλλόμενοι, περὶ τὴν ἤπειρον ἐξεληλύθεσαν. καταλαβόντων δὲ αὐτοὺς τῶν Τούρκων, μέγας ἀναρρήγνυται πόλεμος. καὶ πολλοί μὲν τῶν λογάδων ἁλίσκονται, πολλοὶ δὲ καὶ ταῖς δίναις τοῦ ποταμοῦ ἐμπεπτωκότες παρεσύρησαν. ταῦτα μεμαθηκὼς ὁ βασιλεὺς καὶ μὴ φέρων τὴν ἧτταν, ἀξιόμαχον δύναμιν μετὰ τοῦ Ὤπου διὰ τῆς ἠπείρου κατ’ αὐτῶν ἐξέπεμψεν. ὃς καὶ τὴν Κύζικον καταλαβών , ἐξ ἐπιδρομῆς ταύτην κατέσχε. διελὼν δὲ καὶ τῶν ἰδίων ταγμά-
[*](3. διεπλωίζετο C, διεπλοΐζετο PG. 4. δὲ add. C. τῶν — σκοπῶν C. 5. τῷ ποταμῷ C. 12. ἀγγαρίοις P, ἀγραρίοις G correxitque Ducangius Glossar. I. p. 17. 14. lege δράσειαν. 15. fortasse ἁλόμενοι.)τῶν ἄνδρας τειχεσιπλήτας καὶ φιλοκινδύνους ὡσεὶ τριακοσίους κατὰ τοῦ Ποιμανηνοῦ ἐξαπέστειλεν. οἱ καἰ ὥ ἐξ ἐφόδου [*](C) τοῦτο κατέσχον, καὶ τοὺς μὲν τῶν ἐντὸς τούτου αὐτοῦ που κτείνουσι, τοὺς δὲ καὶ ζωγρίαν πρὸς τὸν Ὦπον πεπόμφασιν. ὁ δὲ θᾶττον τούτους πρὸς τὸν βασιλέα ἐκπέπομφεν· αὐτὸς δὲ ἐκεῖθεν ἀπάρας, τὴν Ἀπολλωνιάδα καταλαμβάνει, καὶ πολιορκῶν ταύτην οὐκ ἐνεδίδου. ὁ δὲ Ἐλχάνης ἀποχρῶσαν ἀπάρτι πρὸς αὐτὸν μὴ ἔχων δύναμιν, τὴν μὲν πόλιν ἐθελοντὴς παραδίδωσιν αὐτὸς δὲ μετὰ τῶν καθ’ αἷμα προσηκόντων αὐτομολεῖ πρὸς τὸν βασιλέα καὶ μυρίων μὲν ἐπαπολαύει δωρεῶν, τυγχάνει δὲ καὶ τοῦ μεγίστου , τοῦ ἅγιον φημι φωτίσματος. [*](D) ὁπόσοι δὲ συνέψεσθαι τῷ Ὤπῳ οὐκ ἤθελον, ὅ τε Σκαλιάριος καὶ ὁ ἐν ὑστέροις ὑπερπερίλαμπρος τιμηθεὶς * * *, ἀρχισατράπαι δὲ καὶ οὗτοι τῶν ἐπιφανῶν,) μαθόντες τὰς εἰς τὸν Ἐλχάνην φιλοφροσύνας καὶ δαψιλεῖς δωρεὰς τοῦ αὐτοκράτορος, προσεληλυθότες καὶ αὐτοί, τῶν ἱμειρομένων ἐπιτυγχάνουσιν. ἦν γὰρ ὁ βασιλεὺς οὗτος ἄντικρυς ἱερατικώτατος, καὶ τὴν ἀρετὴν καὶ τὸν λόγον, ὡς εἰπεῖν, εὐσεβείας ἁπάσης ἀρχιερεύς. διδασκαλικώτατός τε γὰρ ἦν τοῦ ἡμετέρου δόγματος καἰ ἀποστολικὸς τὴν προαίρεσιν καὶ τὸν λόγον, καὶ εἴσω τῆς ἡμετέρας [*](V. 145) πίστεως ποιῆσαι βουλόμενος οὐ μόνον τοὺς νομάδας τουτουσὶ [*](Ρ.182) Σκύθας, ἀλλὰ καὶ τὴν Περσίδα πᾶσαν καὶ ὁπόσοι τὴν
[*](2. Ποιμανηκοῦ G. 4. καὶ om. G. 8. μὴ ἔχων πρὸς αὐτὸν G. II. βαπτίσματος CG. 13. σκαλιάρης CG. τιμηθεὶς: lacimam indicavi. 14. καὶ add. C. μεμαθηκότες P in margine. 16. ἱμειρομένων C et in margine P, ὁμοίων PG.)Αἴγυπτον κα Λιβύην νέμονται βάρβαροι καὶ ταῖς τοῦ Μωάμεθ τελεταῖς ὀργιάζουσιν.
Ἀλλὰ περὶ μὲν τούτων ἅλις. βουλομένη δὲ δεινοτέραν καὶ μείζονα τῆς προλαβούσης κατὰ τῆς τῶν ‘Ρωμαίων ἀρχῆς ἔφοδον διηγήσασθαι, εἰς ἀρχὴν αὖθις καθιστῶ τὸν λόγον · ἄλλα γὰρ ἐπ’ ἄλλοις διεκυμάνθησαν. γένος τι Σκυθικὸν παρὰ τῶν Σαυροματῶν καθ’ ἑκάστην σκυλευόμενοι, ἀπάραντες τῶν οἴκοι κατῆλθον πρὸς τὸν Δάνουβιν. ὡς δὲ πρὸς ἀνάγκης ἦν αὐτοῖς μετὰ τῶν κατὰ τὸν Δάνουβιν οἰκούντων σπείσασθαι , τούτου συνδόξαντος πᾶσιν , εἰς ὁμιλίαν 17 ἦλθον μετὰ τῶν ἐκκρίτων, τοῦ τε Τατοῦ καὶ Χαλὴ ὀνομαζομένου [*](B) καὶ τοῦ Σεσθλάβου καἰ τοῦ Σατζᾶ, χρὴ γὰρ καἰ τῆς ἐπωνυμίας μεμνῆσθαι τῶν κατ’ αὖτοὺς ἀρίστων ἀνδρῶν, εἰ καὶ τὸ σῶμα τῆς ἱστορίας τούτοις καταμιαίνεται,) τοῦ μὶν τὴν Δρίστραν κατέχοντος, τῶν δὲ τὴν Βιτζίναν καὶ τἆλλα. σπεισάμενοι γοῦν μετ’ αὐτῶν, ἀδεῶς τοῦ λοιποῦ διαπερῶντες τὸν Δάνουβιν, ἐληΐζοντο τὴν παρακειμένην χώραν, ὡς καὶ πολίχνιά τινα κατασχεῖν. κἀντεῦθεν ἐκεχειρίαν τινὰ σχόντες, ἀροτριῶντες ἔσπειρον κέγχρους τε καἰ πυρούς. ὁ δὲ Τραυλὸς ἐκεῖνος Μανιχαῖος μετὰ τῶν συνεφεπομένων αὐτῷ καὶ οἱ τὸ κατὰ τὴν ἀκρολοφίαν τῆς Βελιατόβης πολίχνιον κατασχόντες ὁμόφρονες, περὶ ὦν ὁ λόγος φθάσας ἐδίδαξε πλατύτερον,
[*](C)[*](6. γάρ τι A. 7. ἐσκυλευμένοι A, σκυλεόμενοι G. 8. οἴκων Α. 9. τὸν om. (i. ii. ὀνομαζομένων G. 12. Σεσθολάβου G. Σατζοῦ CG. 19. ἔπειρον P, ἔσπερον C, recle G. 21. βαλιτιατόβης G. 2.1. ἑδίδαξε: ἐδήλωσε Α.)τὰ κατὰ τοὺς Σκύθας μεμαθηκότες, ὃ πάλαι ὥδινον, εἰς φῶς ἐξήγαγον. καὶ κατασχόντες τὰς τραχείας ὁδοὺς κω στενωπούς, μετεκαλοῦντο τοὺς Σκύθας. κἀντεῦθεν τὴν ἅπασαν Ῥωμαίων ἐληίζοντο χώραν. γένος γὰρ οἱ Μανιχαῖοι φύσει μαχιμώτατον καὶ ἄγμασιν ἀνθρώπων λαφύσσειν καθαπερεὶ κύνες ἀεὶ ἱμειρόμενον. ταῦτα ὁ βασιλεὺς Ἀλέξιος μεμαθηκώς, παρακελεύεται τῷ δομεστίκῳ τῆς ἐσπέρας Πακουριανῷ, γινώσκων αὐτὸν ἱκανώτατον οἰκονομῆσαι στράτευμα καἰ κατὰ φάλαγγα στῆναι καὶ παράταξιν διαμηχανήσασθαι ποικιλώτα- [*](D) τον, σὺν αὐτῷ τῷ Βρανᾷ ἀνὴρ δὲ καἰ οὗτος μαχιμώνατος) τὰς δυνάμεις ἀναλαβόμενον κατ’ αὐτῶν ἀπελθεῖν. καταλαβὼν δὲ τοὺς Σκύθας διελθόντας τοὺς στενωποὺς καὶ τῆς Βελιατόβης ἔνθεν χάρακα πηξαμένους, πλῆθος ἀναρίθμητον τούτους θεασάμενος, πρὸς τὸν μετ’ αὐτῶν εὐθὺς ἀπενάρκησε πόλεμόν, βέλτιον νομίζων τὰς ἰδίας τὸ παρὸν ἀμαχητὶ διασῶσαι δυνάμεις, ἢ τὸν μετὰ τῶν Σκυθῶν ἀναδυσάμενον πόλεμον καὶ ἡττηθέντα πολλοὺς ἀπολωλεκέναι. ἀλλὰ τῷ Βρανᾷ φιλοκιν- [*](P. 183) δυνοτάτῳ τε καὶ θρασεῖ ὄντι ταῦτα οὐκ ἤρεσκεν. ὁ δέ γε δομέστικος, ἵνα μὴ δειλίας ὑπόψια τις κατ’ αὐτοῦ ἀναβαλ-
[*](2. καὶ στενωποὺς ὁδοὺς Α. 3. μετεκαλοῦντο C. μετεκάλουν Α, κατεκαλοῦντο PG. 5. καθαπερεὶ C, καθάπερ οἱ PG, ὥσπερ οἱ Α. 8. ἱκανώτατα G. 9. lege στήσαι. καὶ παράταξιν διαμη- χανήσασθαι om. G. παράταξιν C, πράγματα P. ποικιλώτατα CG. 11. ἀναλαβομένους A, ἀναλαβόμενον PG. 12. δὲ ὁ δομέστικος Α. σκύθας ἔνθεν τῶν στενωπῶν βελιατόβης τὸν χάρακα Α. 13. ἔνθα C. 16. lege ἀναδησάμενον. vid. annotat. 17. ἀπολωλέναι G. 18. τε om. G. 19. δομέστικος πακουριάνος A.)λομένου τὸν πόλεμον δοθῇ, ἐνεδίδου ταῖς ὁρμαῖς τοῦ Βρανᾶ, καἰ θωρήξασθαί τε ἅπασι κελεύσας καὶ πολέμου σχῆμα διατυπώσας, κατὰ τῶν Σκυθῶν ἐχώρησε, τὸ μεσώτατον αὐτὸς διέπων τῆς φάλαγγος. ἐπεὶ δὲ οὐδὲ τὸ πολλοστὸν τοῦ πλήθους τῶν ἀντιτεταγμένων τὸ Ῥωμαϊκὸν ἔσωζε στράτευμα, ἐκ μόνης ὄψεως περιδεεῖς ἐγεγόνεισαν ἅπαντες. προσβαλόντες δ’ ὅμως τοῖς Σκύθαις, ἀναιροῦνται μὲν πολλοὶ ἐν τῷ μάχεσθαι, πίπτει δὲ καιρίαν πληγεὶς ὁ Βρανᾶς. ὁ δέ γε δομέστικος ἐκθύμως μαχόμενος καὶ σφοδρὰς τὰς κατὰ τῶν [*](V. 146) ἐναντίων ἱππασίας ποιούμενος, φηγῷ προσκεκρουκὼς ἀφῄρηται [*](Β) παραχρῆμα τὴν ψυχήν. τὸ δὲ ἐπίλοιπον τοῦ στρατοῦ ἄλλος ἀλλαχοῦ διεσπάρησαν. ταῦτ’ οὖν μεμαθηκὼς ὁ αὐτοκράτωρ, ἐπένθει μὶν τοὺς πεπτωκότας ἅπαντας ἴδιᾳ τε καὶ καθ’ ἕκαστον καὶ ὁμοῦ· ἔπι δὲ τῷ τοῦ δομεστίκου θανάτῳ καί καὶ μᾶλλον στενάζων, κρουνοὺς ἠφίει δακρύων. ἐφίλει ἔξόχως τὸν ἄνδρα καἰ πρὸ τῆς ἀναρρήσεως. οὐ μέντοι διὰ ταῦτα ἀναπέπτωκεν, ἀλλὰ μεταπεμψάμενος τὸν Τατίκιον μετὰ χρημάτων ἱκανῶν ἐκπέμπει πρὸς Ἀδριανούπολιν, ἐφ’ ᾧ τοῖς μὲν στρατιώταις τοὺς ἐπετείους διδόναι μισθούς, συλλέογειν δὲ καί ἁπανταχόθεν δυνάμεις, ἵνα στράτευμα ἀξιόμαχον αὖθις συστήσηται. τὸν δὲ Οὐμπερτόπουλον εἰς Κύζικον φρου-
[*](C)[*](3. αὐτὸς om. A. 8. δὲ καὶ καιρίαν? 9. δομέστικος: πακουριάνος Α. 13. τε add. Α. 14. ὁμοῦ: κοινῇ A. 15. καὶ om. C. μᾶλλον P in margine, μάλα PCAG. 17. ἀναπεπτώκει Α. Τατίκιον C constanter, Ταττίκιον PGA. 20. ἁπανταχόθεν Α, ἁπανταχόσε PG. 21. αὖθις om. Α. καταστήσηται. παρεκελεύσατο δὲ καὶ τὸν τοὺς Κελτοὺς ἄγοντα, μετὰ μόνων τῶν κελτῶν εἰς τὸν ταττίκιον ἐφθακέναι Α.)ρὰν ἀξιόμαχον καταλιπόντα, μετὰ μόνων τῶν Κελτῶν εἰς τὸν Τατίκιον γοργῶς ἐφθακέναι παρεκελεύσατο οὑντὸς δὲ τοὺ Λατίνους καὶ τὸν Οὐμπερτόπουλον θεασόμενος καὶ τεθαρρηκώς ἐπεὶ καὶ ἱκανὸν προεφθάκει συλλέξασθαι στράτευμα, κατευθὺ Σκυθῶν ἐχώρησε παραχρῆμα. καταλαβὼν δὲ τὰ περὶ τὴν Φιλιππούπολιν, παρὰ τῷ χείλει τοῦ κατὰ τὸν Βλίσνον ῥέοντος ποταμοῦ χάρακα πήγνυται. ἐπὰν δὲ τοὺς Σκύθας ἐκ προνομῆς ἐπανερχομένους ἐθεάσατο λείαν πολλὴν καἰ δορυα- [*](D) λωτοὺς συνεπαγομένους, μήπω σχεδὸν τὰς κατασκευὰς ἄσω τοῦ χάρακος καταθέμενος, ἱκανοὺς τοῦ στρατοῦ ἀποτεμόμενος κὰτ αὐτῶν ἐκπέμπει. αὐτὸς δὲ ὁπλισάμενος καὶ πάντας θωρήξασθαι κελεύσας, τὰς φάλαγγας καταστησάμενος, τοῖς προπεμφθεῖσι παρείπετο στρατιώταις. θεασάμενος δὲ τοὺς Σκύθας μετὰ τῶν λαφύρων καὶ τῶν δορυαλώτων τῷ ἐπιλοίπῳ στρατεύματι τῶν Σκυθῶν ἑνωθέντας κατὰ τὸν σπιορὸν ὄχθον, διχῆ τὸ στράτευμα διελὼν καἰ τὸ ἐνυάλιον ἑκατέρωθεν ἠχῆσαι κελεύ- [*](Ρ. 184) σὺν ἀλαλαγμῷ καὶ βοῇ πολλῇ προσβάλλει τοῖς βαρβάροις. καὶ καρτερᾶς τῆς μάχης γενομένης, πίπτουσι τῶν Σκυρῶν οἱ πλείονες, πολλοὶ δὲ καὶ διασπαρέντες ἐσώθησαν. ὁ δὲ τὴν λείαν πᾶσαν ἀναλαβόμενος, νικητὴς τὴν Φιλιππούπολιν καταλαμβάνει. κεῖθι δὲ τὸ ὁπλιτικὸν ἅπαν καταθέμενος, ἐσκό-
[*](1. μόνων AG, μόνον Ρ. 3. καὶ alteriim om, Α. 6, τὰ χείλη CG. Βλίσνον CA, βλίονον G, Σαλίνον P. 9. κατασκευὰς Α, σκευὰς PG. 10. τοῦ στρατοῦ add. A. 11. δὲ: τε Α. 14. τῶν alterura add. A. 15. σπιορὀν PG, πιῤῥὸν C, πυρὸν Α et in margine P. lege Εὔρου. 21. ὁπλικὸν P.)πεῖ ὅθεν χρὴ καὶ ὅπως τοῖς βαρβάροις αὖθις προσβαλεῖν. ἀπειροπληθεῖς δὲ τὰς αὐτῶν γινώσκων δυνάμεις σκοποὺς ἁπανταχόσε ἐξέπεμπεν, ἵν’ ἐκεῖθεν ἔχῃ τὰ κατὰ τοὺς Σκύθας συχνάκις ἐκμανθάνειν. ἐπαναδεδραμηκότες δὲ οἱ σκοποὶ πλῆθος βαρβάρων ἔλεγον πολὺ ἀέρι τὴν Βελιάτοβαν ἐνδιατρίβειν καὶ τὰ πέριξ ληΐζεσθαι. καὶ ὁ Τατίκιος προσδόκιμον τὴν τῶν [*](Β) Σκυθῶν ἐπέλευσιν ἔχων καὶ πρὸς τοσούτους μὴ ἀποχρώσας ἔχων δυνάμεις, τὸ παράπαν ἀλύων τοῖς λογισμοῖς, ἐν ἀμηχανίᾳ καθειστήκει. ἀλλ᾿ ὄμως καὶ τὸ σιδήριον ἔθηγε καἰ πρὸς μάχας ἐθάρρυνε τὸ στράτευμα. καταλαβὼν δέ τις τὴν τῶν βαρβάρων κατ’ αὐτοῦ ἔλευσιν διεμήνυε καὶ φθάνειν ἤδη διισχυρίζετο. ὁ δὲ εὐθὺς ἐν τοῖς ὅπλοις ἥν. καὶ ἅπαν τὸ στράτευμα ἔξοπλίσας, τὸν Εὐρον παραχρῆμα διαπεράσας, τὰς φάλαγγας ἰλαδὸν καταστήσας, εἰστήκει πολέμου σχῆμα διατυπώσας· [*](C) αὐτὸς δὲ τὸ μέσον εἶχε τῆς παρατάξεως. καὶ οἱ βάρβαροι Σκυθικῶς παραταξάμενοι καὶ τὰς αὐτῶν δυνάμεις πρὸς μάχην καταστησάμενοι, ἐῴκεσαν μὲν πόλεμον ἀναζητεῖν καὶ [*](V. 147) τοὺς ἀντιπάλους ἐρεθίζειν οἷον πρὸς μάχην. ἐδεδίεσαν δὲ ὅμως καὶ ἄμφω τὰ στρατεύματα καὶ τὴν συμπλοκὴν ἀνεβάλλοντο, τὸ Ῥωμαϊκὸν τὸ ὑπερπληθὲς τῶν Σκυθῶν ὑποπτῆσσον, τὸ δὲ Σκυθικὸν τεθωρακισμένους ἅπαντας ὁρῶν τἀς
[*](3. ἁπανταχόθεν ἐξαπέστειλεν Α. ἐκεῖθεν om. Α. ἐχῃ AG, ἔχοι P. 4. ἐκμανθάνειν Α, μανθάνειν PG. 5. πολὺ om. G. 6. προσδοκήσιμον CG. 7. ἔλευσιν Α. 8. δυνάμεις τὸ πᾶν, ἀναλύων P, rette CG. 11. ἤδη δεινῶς ἰσχυρίζετο PG, alterum A. 13. παραχρῆμα om. A. 16. αὐτὸν P. 17. καταστησάμενοι: ὁπλίσαντες A. ἐῴκεισαν A. μὲν om. A.)τε σημαίας καὶ τὸ λαμπρὸν τῶν ἀμφίων καὶ τὴν ἐκεῖθεν ἀποπαλλομένην αἴγλην πρὸς τὴν ἀστρῴαν βολὴν ἀντιστίλβουσαν. [*](D) μόνοι δὲ ἁπάντων οἱ τολμητίαι Λατῖνοι καὶ θρασεῖς τὴν μάχην προαρπάζειν ἤθελον, θήγοντες ὀδόντας ὁμοῦ κα σιδήρια. ἀνέστελλε δὲ αὐτοὺς ὁ Τατίκιος. ἀνὴρ γὰρ οὗτος εὐσταθὴς καὶ τοῦ μέλλοντος ῥᾷστα καταστοχάσασθαι δυνατός. ἱσταμένων οὖν ἀμφοτέρων τῶν στρατευμάτων καὶ οἶον ἑτέρου τὴν ἐξ ἑτέρου κίνησιν ἀπεκδεχομένου, καὶ μηδ’ οὑτινοσοῦν τῶν στρατιωτῶν κατὰ τὸ μεσαίχμιον ἐξ οὐδετέρου τῶν στρατευμάτων ἱππάσασθαι κατατολμῶντος, ἐπεὶ ὲν δυσμαῖς ἤδη ὁ ἥλιος, ἕκαστος τῶν στρατηγῶν ἐπὶ τὴν ἰδίαν παρεμβολὴν ἐπάνεισι. τοῦτο ἔπι δύσιν ἡμέραις ἐγένετο. καὶ πρὸς μάχην [*](P. 185) εὐτρεπιζομένων τῶν δημαγωγῶν καὶ πολέμου σχῆμα καθ’ ἑκάστην διατυπούντων, ἔπει μηδεὶς τὴν πρὸς ἕτερον ἀπεθάρρησε μάχην, κατὰ τὸ τῆς τρίτης περίορθρον ἀναχωροῦσιν οἱ Σκύθαι. αἰσθόμενος δὲ ὁ Τατίκιος τούτου, παραχρῆμα κατόπιν αὐτῶν ἤλαυνεν. ἀλλὰ πεζός, φασιν, παρὰ Λύδιον ἅρμα. προφθάσαντες γὰρ οἱ Σκύθαι διῆλθον τὴν Σιδηράν· [*](Β) τέμπη δ’ οὕτως εἰσι κατονομαζόμενα· κἀκεῖσε δὲ τούτους μὴ καταλαβών, ἀναλαβόμενος τὰς ὅλας δυνάμεις πρὸς Ἀδριανούπολιν ἐπαναζεύγνυσι. καὶ τοὺς μὲν Κελτοὺς αὐτοῦ που
[*](2. ἀποστίλβουσαν Α. 3. μόνοι ἁπάντων δὲ P, altero ordine AG. 5. δ᾿ Α. 7. τῶν στρατευμάτων om. CG. 8. ἐξ om. G. μηδ᾿ οὑτινοσοῦν Α et in inargine P, μηδέ τινος οὖν PG. 11. ἥλιος ἦν P, ἥν om. AG. 12. τούτου ἐπὶ δ. ἡ. γεγονότος A. 13. εὐτρεπισμένων Α. 17. πεζοὺς CG. 18. σιδηρᾶν, καὶ τούτους μὴ καταλαβὼν A.)καταλιπών, τῶν δὲ στρατιωτῶν οἴκοι πορευθῆναι ἕκαστον κελεύσας, μετά τινος μερίδος τῆς στρατιᾶς αὐτὸς ἐπάναζεύγνυσι πρὸς τὴν βασιλεύουσαν.
ARGUMENTUM.
ααα
[*](p. 188)Ἔαρος δὲ ἐπιφανέντος διελθὼν ὁ Τζελγοὺ τὰ ὑπερ- [*](V. 150) κείμενα τοῦ Αανούβεβς τέμπη, ἡγεμὼν δὲ οὑτος
[*](ΑΛΕΞΙΑΛΟC βιβλίον ἕβδομον GA. Ι. δ᾿ Α. διελθὼν: αὐθιε, ὁ τζελιοὺ σκύθης δὲ οὗτος) ἡγεμὼν τοῦ σκυθ. τὰ ὑπερκ. τοῦ δανούβεως πέμπει διελθεῖν σύμμικτον A.)τοῦ Σκυθικοῦ στρατεύματος,) σύμμικτον ἐπαγόμενος στράτευμα ὡσεὶ χιλιάδας ἀγδολήκοντα ἔκ τε Σαυροματῶν καὶ Σκυθῶν, καὶ ἀπὸ τοῦ Δακικοῦ στρατεύματος οὐκ ὀλίγους, ὦν ὁ οὕτω καλούμενος Σολομὼν δημαγωγὸς ἦν, τὰς κατὰ τὴν Χαριούπολιν παρακειμένας πόλεις ἐληΐζετο. καὶ εἰς ἀυτὴν δὲ φθάας τὴν Χαριούπολιν καὶ λείαν πολλὴν ἀναλαβόμενος, κατέλαβε τόποι τινά, Σκοτεινὸν καλούμενον. μεμαθηκὼς τοῦτο ὁ Μαυροκατακαλὼν Νικόλαος καὶ ὁ Βεμπετζιώτης, τὴν ἐπωνυμίαν [*](B) ἀπὸ τῆς ἐνεγκαμένης λαχών, μετὰ τῶν ὑπ’ αὐτοὺς δυνάμεων καταλαμβάνουσι τὸ πάμφυλον. ὁρῶντες δὲ τοὺς περὶ τὰς κωμοπόλεις τῶν παρακειμένων χωρῶν πρὸς τὰς πόλεις καὶ τὰ φρούρια συνελαυνομένους διὰ πτοίαν πολλήν, ἀπάραντες τοῦ οὑτωσὶ καλουμένου παμφύλου τόπου, καταλαμβάνουσι τὸ τοῦ Κούλη πολίχνιον, τὸ ἅπαν συνεπαγόμενοι στράευμα. ὄπισθεν δὲ τούτων ἐρχόμενοι καὶ τὸν οὑτωσὶ καλούμενον σκοπὸν τοῦ Ῥωμαϊκοῦ στρατεύματος λέ·ξις δὲ αὕτη [*](C) συνήθης τοῖς στρατιώταις) εὑρόντες οἱ Σκύθαι, παρείποντο ἰχνηλατοῦντες οἶον τὸ Ῥωμαϊκὸν στράτευμα. αὐγαζούσης δὲ [*](P. 189) ἤδη τῆς ἡμέρας τὰς ἰδίας ὁ Τζελγοὺ καθιστᾷ δυνάμεις καὶ τὸν κατὰ τοῦ Μαυροκατακαλὼν ἐβουλεύετο πόλεμον. ἐκεῖνος δὲ κάτα τὸν ὑπερκείμενον τῆς πεδιάδος αὐχένα ἀνῆλθε μετά
[*](2. ὡσεὶ — στρατεύματος om. CG, ὡσεὶ — ὀγδοήκοντα om. A. 3. οὐχ P. 4. τὴν om. A. 5. παρακειμένας om. A. κειμένας G. καὶ — Χαριούπολιν om. A. 6. κατέλαβε περίτι χωρίον καλούμενον σκοτεινόν Α. 7. τοῦτο μεμαθηκὼς Α. 8. Βεμπετζιώτας G. τὴν — λαχών om. Α. 9. δυνάμεων om. Α. 14. τὸ τουκούλη Α. 16. κόπον C. 20. ἐβουλεύσατο CG.)τινων λογάδων, κατασκοπήσων τἀς βαρβαρικὰς δυνάμεις. ὁρῶν δὲ τὸ πλῆθος τῶν Σκυθῶν, ἐσφάδαζε μὲν τὴν αυμπλοκὴν τοῦ πολέμου, ἀνεβάλλετο δέ, τὴν Ῥωμαϊκὴν στρατιὰν κατανοῶν μηδὲ τὸ πολλοστὸν σώζουσαν τῆς τῶν βαρβάρων [*](B) δυνάμεως. ἐπανελθὼν δὲ μετὰ τῶν λογάδων τοῦ ὁπλιτικοῦ παντὸς καὶ αὐτοῦ τοῦ Ἰωαννιάκη διεσκοπεῖτο, εἰ χρὴ προσβαλεῖν τοῖς Σκύθαις. τῶν δὲ πρὸς τοῦτο ἐποτρυνόντων, ἐπεὶ καἰ αὐτὸς μᾶλλον πρὸς τοῦτο κατάρροπος ἥν, τριχῆ διελὼν τὰς δυνάμεις καὶ τὸ ἐνυάλιον ἠχῆσαι κελεύσας, ξυμμίγνυται τοῖς βαρβάροις. πολλοὶ μὲν οὖν τηνικαῦτα τρωθέντες πίπτουσι, κτείνονται δὲ οὐχ ἥττους. ἀλλὰ καὶ αὐτὸς ὁ Τζελγοὺ γενναίως μαχόμενος καὶ ὅλας συνταράσσων φάλαγγας, καιρίαν πληγεὶς ἀφῄρηται τὴν ψυχήν. οἱ πλείους δὲ ἐν τῷ φεύγειν πίπτοντες εἰς τὸν ἀναμεταξὺ τοῦ [*](C) καλουμένου Σκοτεινοῦ καὶ τοῦ κούλη ῥύακα, ἀπεπνίγοντο ὑπ’ ἀλλήλων συμπατούμενοι. λαμπρὰν τοίνυν τὴν κατὰ τῶν Σκυθῶν νίκην ἀράμενοι οἱ τοῦ βασιλέως, εἰσῆλθον εἰς τὴν μεγαλόπολιν. δωρεὰς δὲ καὶ τιμὰς ἀπὸ τοῦ βασιλέως δεξάμενοι κατὰ τὸ ἀνάλογον, ὑπέστρεψαν μετὰ τοῦ τηνικαῦτα προχειρισθέντος μεγάλου δομεστίκου τῆς δύσεως Ἀδριανοῦ τοῦ Κομνηνοῦ καὶ αὐταδέλφου τοῦ αὐτοκράτορος.
2. Οὕτω δὲ τῶν κατὰ Μακεδονίαν καὶ Φιλιππούπολιν
[*]( I. κατασκοπήσων C, σκοπήσων PG. 4. τὸ om. G. 6. Ἱωαννακίου C, Ἱωαννικίου G. 9. τὰς δυνάμεις: τὸ στράτευμα A. ἐνηχῆσαι G. 11. ἀλλὰ add. Α. 16. τὴν om. A. 17. οἱ τοῦ βασιλέως om. C. 18. δὲ om. G. 20. τοῦ add. Α. 22. οὗτοι coni. Diesterwegius.)