Alexias
Anna Comnena
Anna Comnena. Annae Comnenae Alexiadis, Volume 1. (Corpus Scriptorum Historiae Byzantinae, Volume 38). Schopen, Ludwig; Niebuhur, B.G., editors. Bonn: Weber, 1839.
Οὗτος τοίνυν προκαθήμενος φιλοσοφίας ἁπάσης, καἰ συρρεούσης εἰς αὐτὸν τῆς νεότητος, καὶ γὰρ τά τε Πρόκλου καὶ Πλάτωνος καὶ τὰ φιλοσόφων ἀμφοῖν Πορφυρίου τε καὶ
[*](1. οὐκ om. C, ὡς AG. κατελίμπανεν AG, καταλίμπανεν P. 2. τοῦτον: αὐτὸν AG. εἰς μετάληψιν ἤρχετο A. 5. malim τὸ πρόσωπον. 6. ἐπέπνει C. 8. εὐμηκεστάτων CG. 9. τοιοῦτος ἦν A. 10. ὃς τὰ A. μάθοι A. καθαριεύοιτο τί τὴν P, τί om. AG, καθαριεύει C. 11. κολοβωτέρας P, κολοβώτερος G, κολοβώτερα Α. ἐκφέροι A, ἐκφέρει C. 12. οὐκ· om. AG. 13. ἄκρου G. 14. ἀγροικίζειν G. 15. συνέσφικτο P. διαλεκτικῆς Α. 16. δὲ καἰ κακίαν PG, καὶ om. A. 17. ἐξέφυγον G. 20. τὰ om. Α.)Ἰάμβλιχον ἀνεκάλυπτε τούτοις δόγματα, καὶ μάλιστα τὰς Ἀριστοτέλους τέχνας καἰ τὴν ὡς ὀργάνου παρεχομένην χρείαν ὑφηγεῖτο τοῖς ἐθέλουσι πραγματείαν, καὶ ταύτῃ μᾶλλον ἐνηβρύνετο καὶ ἐνησχόλητο,) οὐ πάνυ τι τοὺς μανθάνοντας ὠφελῆσαι ἐνίσχυσε, τὸν θυμὸν καἰ τὴν ἄλλην τοῦ ἤθους ἀκαταστασίαν κωλύμην ἔχων. καὶ ὅρα μοι τοὺς τούτου μαθητάς τὸν Σολομῶντα Ἰωάννην καί τινας Ἰασίτας καὶ Σερβλίας καὶ ἄλλους τάχα [*](V. 118) περὶ τὴν μάθησιν ἐσπουδακότας· ὧν τοὺς πλείους θαμὰ φοιτῶντας [*](Β) πρὸς τὰ βασίλεια καὶ αὐτὴ ἐθεασάμην ὕστερον, τεχνικὸν μηδέν τι κατὰ ἀκρίβειαν εἰδότας, σχηματιζομένους δὲ τὸν διαλεκτικὸν κινήσεσιν ἀτάκτοις καὶ μορίων παραφόροις τισι μεταφοραῖς ὑγιὲς δὲ οὐδὲν ἐπισταμένους, προβαλλομένους τὰς ἰδέας, ἤδη δὲ καὶ τὰς μετεμψυχώσεις συνεσκιασμένως πως καὶ ἄλλ᾿ ἄττα ὁμοιότροπα καὶ παραπλησίως τούτοις ἀλλόκοτα. καὶ τις γὰρ λόγου μετέχων οὐ παρῆν, τοῦ ἱεροῦ ζεύγους τοσοῦτον περὶ τὴν τῶν θείων λόγων ἐξερεύνησιν διὰ πάσης νυκτὸς καὶ ἡμέρας διαπονουμένων, τοὺς ἐμούς φημι τοκέας καἰ βασιλεῖς ἀλλά τι μικρὸν παραδιηγήσομαι· δίδωσι [*](C) γάρ μοι τοῦτο νόμος ῥητορικός. μέμνημαι τῆς μητρὸς καὶ βασιλίδος πολλάκις, ἀρίστου προκειμένου, βίβλον ἐν χεροῖν φερούσης καὶ τοὺς λόγους διερευνωμένης τῶν δογματι-
[*](3. θέλουσι G. ἐνηυρύνετο Α. 4. πάνυ τι CA, πάνυ τοι PG. 5. ἐνίσχυσε CAG, ἐξίσχυσε P. 6. κωλύμην CA, κώλυμα PG. σολομῶντα, Ἰωάννην G. 10. τι μηδὲν G. 12. δ᾿ G. 13. ἤδη δὲ om. CG. lege ἔτι δὲ 14. ἀλλάττα Α, ἄλλ’ ἅττα PG. correxi. 18. δίδοσι P.)στῶν ἁγίων πατέρων, μάλιστα δὲ τοῦ φιλοσόφου Μαξίμου καὶ μάρτυρος. ἐσπουδάκει γὰρ οὐ τοσοῦτον περὶ τὰς φυσικὰς συζητήσεις, ὁπόσον πέρι· τὰ δόγματα, τὴν ὄντως σοφίαν καρποῦσθαι βουλομένη. καί μοι πολλάκις θαυμάζειν ἐπῄει, [*](D) καὶ θαυμάζουσα ἔφην ποτὲ πρὸς αὐτὴν “πῶς αὐτόθεν πρὸς τοσοῦτον ὕψος ἀπέβλεψας; ἔγωγε τρέμω, καὶ οὐδ’ ἄκροις ὦσιν ἀποτολμῶ τούτων ἐπαίειν. τὸ γὰρ πάνυ θεωρητικόν τε καὶ νοερὸν τοῦ |ἀνδρός, ὥς φασιν, ἴλιγγον παρέχεται ἀναγινώσκουσιν." ἡ δὲ μειδιάσασα ἔφη “ἐπαινετὴν οἴδα τὴν [*](P. 148) δειλίαν ταύτην καὶ οὐδ’ αὐτὴ ἀτρέμας ταῖς βίβλοις ταύταις πρόσειμι. ἀλλ’ ὅμως ἀποσπᾶσθαι τούτων οὐ δύναμαι. σὺ δέ μοι μικρὸν ἀνάμεινον, καὶ ταῖς ἄλλαις ἐγκυψασα βίβλοις πρότερον, καὶ τῆς τούτων ἀπογεύσει ἡδύτητος." ἔτρωσέ μου τὴν καρδίαν ἡ τῶν ῥηθέντων μνήμη, καὶ ὥσπερ εἰς πέλαγος ἄλλων διηγημάτων ἐμπέπτωκα. ἀλλὰ με θεσμὸς ἱστορίας ἀπείργει· ἔνθεν τοι καὶ πρὸς τὰ κατὰ τὸν Ἰταλὸν ἀνατρεχέτω ὁ λόγος. έν τούτοις οὖν τοῖς ἄνωθεν ῥηθεῖσιν αὐτοῦ μαθηταῖς ἀκμάζων ὁ Ἰταλός, πᾶσι καταφρονητικῶς προσ- [*](B) ἐφέρετο, τοὺς πολλοὺς τῶν ἀνοήτων πρὸς ἀνταρσίας ἀνακινῶν καὶ τυράννους ἐκ τῶν οἰκείων μαθητῶν οὐκ ὀλίγους ἀποκαθιστάς. καὶ εἶχον πολλοὺς προσφέρειν, εἰ μὴ ὁ χρόνος με τὴν μνήμην ἀφείλετο. ἀλλὰ ταῦτα μὲν ἦσαν πρὸ τοῦ ἀνἀ-
[*](6. ἀπέβλεψας G, ἐπίβλεψας P. 15. ἄλλων C, ἄλλο PG. 18. Ἰταλικὸς G. 19. ἀνταρσίας Α, αὐταρσίας PG. 20. μαθητῶν Α, μαθημάτων PG. 22. μνήμην: λύπην A.)χθῆναι τὸν ἐμὸν πατέρα εἰς τὴν τῆς βασιλείας περιωπήν· ἐπεὶ δὲ τὰ ὡδὶ παιδείας εὗρεν ἁπάσης ἐνδεῶς ἔχοντα καὶ τέχνης λογικῆς, τοῦ λόγου πόρρω που ἀπελαθέντος, αὐτός, εί του σπινθῆρές τινες ἦσαν τούτου ὑπὸ σποδιᾷ κρυπτόμενοι, ἀναχωννύειν ἠπείγετο, καὶ τοὺς ὅσοι περὶ τὰ μαθήματα ἐπιρρεπῶς εἶχον, ἦσαν γάρ τινες καἰ οὗτοι βραχεῖς καὶ μέχρι [*](C) τῶν Ἀριστοτελικῶν ἑστηκότες προθύρων,) τούτους πρὸς μάθησιν ὀτρύνων οὐκ ἐνεδίδου, προηγεῖσθαι δὲ τὴν τῶν θείων βίβλων μελέτην τῆς Ἑλληνικῆς παιδείας ἐπέτρεπε. τὸν δὲ Ἰταλὸν εὑρηκὼς τὰ πάντα μεστὰ ποιούμενον καὶ ἐξαπατῶντα, τῷ σεβαστοκράτορι Ἰσαακίῳ τὴν τούτου δοκιμασίαν ἀνέθετο· ἀνὴρ δὲ οὑτος φιλολογώτατος κὼ μεγαλεπη- ολώτατος. καὶ ὃς οὕτως ἔχοντα τὸν ἄνδρα εὑρηκὼς, δημοσίᾳ ἤλεγξε παραστήσας εἰς μέσον, εἶθ᾿ οὕτω τῇ ἐκκλησίᾳ [*](V. 119) ταρέπεμψε κατὰ κέλευσιν τοῦ ἀδελφοῦ καὶ βασιλέως. ἐπεὶ ἑ τὴν ἑαυτοῦ ἀπαιδευσίαν κρύπτειν οὐχ οἷός τε ἦν, κἀκεῖσε [*](D) ἔκφυλα τῆς ἐκκλησίας δόγματα ἐξηρεύξατο καὶ εἰς μέσους τοὺς τῆς ἐκκλησίας λογάδας κωμῳδῶν οὐκ ἐπαύετο καὶ ἀλλ’ ἄττα ποιῶν ἤθους ἀπαιδεύτου καὶ βαρβαρικοῦ, προέδρου ὄντος τῆς ἐκκλησίας τηνικαῦτα Εὐστρατίου τοῦ Γαριδᾶ· ὅς
[*](4. τινες om. Α. κρυπτόμενος G. 5. περὶ πρὸς? 6. ante μέχρι add. alterum οὗτοι Ρ, om. AG. 7. ἐστῶτες G. 9. παιδεύσεως Α. δὲ : τε G. 10. τὰ add. Α. 14. οὕτως Α. 15. κακὰ om. G. 18. ἄλλά τὰ P, ἄλλάττα G. correxi. 19. βαρβαρικοῦ· ὁ τότε ἀρχιερατεύων εὐστράτιος ὁ γαρυδᾶς περὶ τὰς οἰκοδομὰς τῆς μεγάλης ἐκκλησίας τοῦτον παρακατέσχεν, ἵνα Α. 20. Γαριδᾶ C, Γαρυδᾶ PG hic et infra.)τοῦτον παρακατέσχε περὶ τὰς οἰκοδομὰς τῆς μεγάλης ἐκκλησίας, ἵνα τάχα πρὸς τὸ κρεῖττον μεταποιήσῃ. ἀλλὰ μικροῦ θᾶττον ἂν αὐτὸς τῆς ἐκείνου μετέσχε κανίας, ἥ μετέδωκε κρείττονος [*](P. 149) γνώσεως, κατὰ τὸ φάμενον· ὁ γὰρ Ἰταλὸς τὸν Γαριδᾶν ὅλον ἑαυτοῦ ἐποιήσατο. τί τὸ ἐντεῦθεν., ὁ δῆμος ἅπας τῆς Κωνσταντίνου πρὸς τὴν ἐκκλησίαν συγκεκίνητο, τὸν Ἰταλὸν ἀναζητοῦντες. καἰ τάχα ἂν ἀφ’ ὕψους εἰς μέσον τῆς ἐκκλησίας ἔρριπτο, εἰ μὴ λαθὼν ἐκεῖνος εἰς τὸν ὄροφον τουτουῒ τοῦ θείου τεμένους ἀνελθών, ἔν τινι φωλεῷ ἑαυτὸν συνεκάλυψεν. ὡς δὲ τὰ παρ’ ἐκείνου κακῶς δογματισθέντα πολλοῖς τῶν περὶ τὰ ἀνάκτορα ἐθρυλλεῖτο, καὶ μεγιστᾶνες οὐκ ὀλίγοι διεφθά- [*](B) ρησαν ὑπὸ τῶν φθοροποιῶν τούτου δογμάτων, καἰ μεγάλως ἡ τοῦ βασιλέως ψυχὴ διὰ τοῦτο ἐδάκνετο, εἰς ἕνδεκα τινα κεφάλαια τὰ δογματισθέντα κακῶς παρὰ τοῦ Ἰταλοῦ συνεκεφαλαιώσαντο καὶ τῷ βασιλεῖ ἐξαπέστειλαν. ὁ δὲ αὐτοκράτωρ αὐτὰ ταῦτα τὰ κεφάλαια τὸν Ἰταλὸν ἀναθεματίσαι ἐπ’ ἄμβωνος ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ἐκέλευσεν ἀνακεκαλυμμένῃ τῇ τοῦ πλήθους ἅπαντος ἀκροωμένου καὶ ἐπιλέγοντος αὐτοῖς τὸ ἀνάθεμα. ὡς οὖν ἐγένετο ταῦτα, καὶ ὁ Ἰταλὸς ἀκάθεκτος ἦν καὶ πάλιν ἐν πολλοῖς τὰ τοιαῦτα ἔλεγεν ἀναφαν-
[*](2. μεταποιήσῃ CA, μεταποιῆσαι PG. 4. τὸ φ. G, τὸν Ρ. ὁ γὰρ: καὶ ὁ G et in margine P. 5. ἑαυτὸν G. τῆς Κωνσταντίνου om. A. 6. κεκίνητο Α. 7. τάχ’ ἄν A. ὕψους κύμβαχος ἔῤῥιπτο Α. 8. τουτουὶ· om. AG. 10. τῶν add. CA. 11. μεγιστᾶνες om. A. 12. ὑπὸ: ἀπὸ C. A, τούτων PG. 13. ἐδάκνετο CA, ἐδήκνατο P, ἐδείκνετο G. 14. κακῶς τῷ Ἰταλῷ G. 16. ταῦτα om. Α. 18. παντὸς G. ἐπιλέγοντος Α, λέγοντος PG. 19. τοῦτο Α.)δόν, κω παραινούμενος παρὰ τοῦ βασιλέως, ἄτακτόν τε καὶ [*](C) βαρβαρικὸν ἀπεπήδα, ἀνεθεματίσθη καὶ αὐτός, κἂν ἐσύστερον, αὖθις ἐκείνου μεταμεληθέντος, μετριώτερος καὶ ὁ τούτου γέγονεν ἀναθεματισμός. καὶ τὰ μὲν δόγματα ἀπεντεῦθεν ἀναθεματίζεται, τὸ δὲ ἐκείνου ὄνομα πλαγίως πως καὶ ὑποκεκρυμμένως καὶ οὐδὲ τοῖς πολλοῖς γνωρίμως ὑπάγεται τῷ ἐκκλησιαστικῷ ἀναθέματι. καὶ γὰρ οὗτος ἐν ὑστέροις καιροῖς μετεβέβλητο περὶ τὸ δόγμα, καὶ ἐφ’ οἶς ποτὲ ἐπεπλάνητο, μεταμεμέλητο. ἠρνεῖτο δὲ καὶ τὰς μετεμψυχώσεις καὶ τὸ ὑβρίζειν τὰς σεπτὰς εἰκόνας τῶν ἁγίων, καὶ τὸν περὶ τῶν ἰδεῶν λόγον μεθερμηνεύειν πως πρὸς τὸ ὀρθόδοξον ἔσπευδε, [*](D) καὶ δῆλος ἦν καὶ αὐτὸς καταγινώσκων ἑαυτοῦ ἐφ’ οἶς πρώην τοῦ εὐθέως μετετέτραπτο.
[*](1. τε AG, τι P. 2. ἀναθεματίσθη PG, recte CA. 7. οὗτος om. Α. ἱν ὑστέρῳ Α. 8. περὶ: πρὸς AG. 10. τὰς τῶν ἁγίων σεπτὰς εἰκόνας Α. 11. πως om. Α. 13. μετέτραπτο CG.)Τοῦ μέντοι Βρυεννίου κατέχοντος τὴν Καστορίαν, [*](Ρ. 152) καθάπερ ἄνωθεν εἴρηται, τοῦτον ἐκεῖθεν ἐξελάσαι καὶ τὴν. [*](V. 122) Καστορίαν κατασχεῖν ὁ αὐτοκράτωρ σπουδάζων, τὸ ὁπλιτικὸν αὖθις ἀνεκαλεῖτο. καὶ ὅπλοις ἅπαντας περιφράξας πρὸς τειχομαχίαν καὶ τὰς κατὰ τοὺς ἔξωθεν πολέμους συμπλοκάς, τῆς πρὸς τὸ κάστρον φερούσης εἴχετο. ἐστι δὲ ἡ θέσις τοῦ τόπου τοιαύτη. λίμνη τις ἐστιν ἡ τῆς καστορίας, ἐν ᾗ τράχηλος ἀπὸ τῆς χέρσου εἰσέρχεται καἰ περὶ τὸ ἄκρον εὐρύνεται, εἰς πετρώδεις βουνοὺς ἀποτελευτῶν. περὶ δὲ τὸν τράχηλον καὶ πύργοι καὶ μεσοπύργια ᾠκοδόμηνται κάστρου δίκην, διόπερ νὼ καστορία ὀνομάζεται. ἐκεῖ καταλαβὼν ὁ βασιλεὺς [*](Β) τὸν Βρυέννιον, δέον ἔκρινε τῶν πύργων καὶ τῶν μεσοτυργίων πρῶτος δι’ ἑλεπόλεων ἀποπειρᾶσθαι. ἐπεὶ δὲ ἄλλως οὐκ ἐνῆν, εἰ μὴ ὡς ἔκ τινος ὁρμητηρίου, τοὺς στρατιώτας τοῖς τείχεσι προσπελάζειν, χάρακα μέντοι πρώτως ἐπήξατο, εἶτα πύργους ξυλίνους κατασκευάσας καὶ σιδήρῳ τὰ τούτων συνδήσας περισφίγματα, ἐκ τούτων ὡς ἔκ τινος φρουρίου τοὺς κατὰ τῶν Κελτῶν συνίστατο πολέμους. τὰς γοῦν ἑλεπόλεις καὶ τὰ πετροβόλα μηχανήματα ἔξωθεν καταστήσας, διὰ πά-
[*](1. περὶ τοῦ πολέμου τῆς Καστορίας P in margine. 2. ὡς εἴρηται Α. τὴν Καστορίαν C et in margine P, ταύτην PGA. 3. ὁ add. GA. ἐσπούδαζε G, ἐσπούδαζε τὸ ὁπλιτικὸν ἅπαν συλλέξας καἰ πρὸς ταύτην φερούσης εἴχετο Α. 9. δὲ om. A. 11. διόπερ A. ὅπερ PG. ἐκεῖ γοῦν καταλαβὼν ὁ βασιλεὺς, καὶ τἀς ἑλεπόλεις καἰ τὰ πετροβόλα μηχανήματα καταστήσας A. 12. τὸν Βρυέννιον delendum. 13. lege πρώτον. 14. ὡς om. G. 15. πρῶτος G. 16. παρασκευάσας G.)σης νυκτὸς καὶ ἡμέρας μαχόμενος καὶ κατασείσας τὸν τοῦ τείχους περίβολον, ἐπεὶ κρατερώτερον οἱ ἐντὸς ἀνθίσταντο, οὐκ ἐνεδίδουν, οὐδὲ τοῦ τείχους καταρραγέντος,) ὡς δὲ οὐκ ἐνῆν αὐτῷ ἔτι τῶν κατὰ σκοπὸν τυχεῖν, βουλὴν βουλεύεται γενναίαν ἅμα καἰ συνετήν, ἕν’ ἐξ ἑκατέρου ἔκ τε τῆς ἠπείρου κω· τῆς λίμνης, διὰ πλοίων εἰσαγαγὼν γενναίους τινάς, ἐν ταὐτῷ τὸν πόλεμον ποιήσηται. πλοίων δὲ [*](P. 153) μὴ ἐνόντων, ἐν ἁμάξαις ἐπιφορτίσας ἀκάτιά τινα μικρὰ διὰ τοῦ μολισκοῦ ἐν αὐτῇ εἰσήγαγεν. ὁρῶν δὲ τοὺς μὲν ἀνιόντας τῶν Λατίνων ἐξ ἑνὸς μέρους ταχέως, τοὺς δὲ ἐξ ἑκατέρου κατιόντας πλείονα χρόνον τρίβοντας έν τῷ κατιέναι, τὸν Παλαιολόγον Γεώργιον μετὰ ἀλκίμων ἀνδρῶν ἐν αὐτοῖς εἰσελάσας, εἰς τοὺς πέρι τοὺς βουνοὺς πρόποδας προσορμίσαι προσέταξε, παραγγείλας, ὁπηνίκα τὸ δοθὲν αὐτῷ σημεῖον θεάσοιτο, τηνικαῦτα τὴν ἀκρολοφίαν καταλαβόντα ἐξ ὀπισθίων αὐτῶν καὶ διὰ τῆς ἀοικήτου καὶ ῥᾳδιωτέρας εἰσελθεῖν· καὶ [*](Β) ὁπηνίκα τὸν αὐτοκράτορα θεάσηται ἀπὸ τῆς χέρσον τὸν μετὰ τῶν Λατίνων πόλεμον ἀναδεξάμενον, καὶ αὐτὸν σπεῦσαι ὡς δύναμις, ἵνα μὴ ὡσαύτως πρὸς ἑκάτερα μάχεσθαι δυνάμενοι, ἀλλ’ ἐξ ἑνὸς μέρους τοῦ τόνου τῆς μάχης χαλάσαντος, ἁλώσιμοι,. τηνικαῦτα ἐκ· ταὐτοῦ μέρους γένωνται. ὁ μὶν οὖν Παλαιολόγος Γεώργιος ταῖς ἀκταῖς τοῦ ἤδη ῥηθέντος βουνοῦ προσορμίσας,
[*](7. ἐνταῦθα G. 9. ἐν αὐτῇ: εἰς τὴν λίμνην Α. 10. ἑκατέρου: lege ἑτέρου. 12. αὐτῶ G. fortasse εἰσελάσαντα. 13. τοὺς prius add. CG. προσορμῆσαι Ρ, προσορμίσαι CG. 16. αὐτῶν CG, αὐτὸν P. 20. χαλάσαντος F, χαλάσαντες PG. 22. προσορμίσας CG, προσορμήσας P.)ὁπλισάμενος εἰστήκει, σκοπὸν ἄνωθεν ἐπιστήσας τὸν τὸ δοθὲν αὐτῷ παρὰ τοῦ βασιλέως ἐπιτηροῦντα ἰδεῖν σύνθημα, καὶ παρήγγειλεν ὡς, ὁπηνίκα τοῦτο θεάσοιτο, αὖθις αὐτῷ τοῦτο ἐπισημήνασθαι. ἀυγαζούσης δὲ τῆς ἡμέρας ἤδη τὸ ἐνυάλιον ἀλαλάξαντες οἱ τοῦ αὐτοκράτορος πόλεμον μετὰ τῶν Λατίνων [*](C) ἀπὸ τῆς χέρσου συναίρειν ἠπείγοντο. ὁ δὲ σκοπὸς τὸ δοθὲν συμεῖον θεασάμενος, δι’ ἑτέρου σημείου δηλοῖ τῷ Παλαιολόγῳ. ὁ δ’ εὐθὺς μετὰ τῶν σὺν αὐτῷ τὴν ἀκρολοφίαν θᾶττον [*](V. 123) καταλαβών, συνησπικὼς ἵστατο. τὴν γοῦν ἐκτὸς πολιορκίαν ὁ Βρυέννιος ὁρῶν καὶ Παλαιολόγον κατ᾿ αὐτῶν βρύχοντα, οὐδ’ οὕτως ἐνεδίδου, ἀλλὰ τοὺς κόμητας ἐκέλευε γενναιότερον ἀντικαθίστασθαι. οἱ δὲ ἀναισχυντότερον αὐτῷ προσφερόμενοι ἔλεγον “ὁρᾷς, ὡς κακὸν ἐπὶ κακῷ ἐστήρικται· ἔξεστι οὖν ἑκάστῳ ἡμῶν τοῦ λοιποῦ τὴν ἑαυτοῦ σωτηρίαν πραγματεύσασθαι, καὶ τοὺς μὲν τῷ βασιλεῖ προσελθεῖν, τοὺς δὲ ἐπὶ τὴν οἰκείαν πατρίδα ἐπαναζεῦξαι." καἰ παραχρῆμα [*](D) ἔργου ἁψάμενοι, ἐξαιτοῦνται τὸν αὐτοκράτορα μίαν, μὲν σημαίαν πρὸς τὸ τοῦ μεγαλομάρτυρος Γεωργίου τέμενος στῆναι ἔφθασε γὰρ ἐπ’ ὀνόματι τούτου τοῦ μάρτυρος ἐκεῖσε ἀνοικοδομηθῆναι ὁ ναὸς οὑτοσί,) τὴν δὲ ὡς πρὸς τὸν Αὐλῶνα,
[*](1. ἐπιστήσας τούτῳ ἕνα τοὶ τὸ δοθὲν PG, ἐπιστήσας τὸ δοθὲν C, recte F. 2. post βασιλέως add. σημεῖον P, om. CF. 3. αὐτῷ τοῦ τὸ P. 7. σημείου FC, σημεῖον PG. 10. καὶ τὸν Παλαιολόγον — βρύχοντα om. CG. an αὐτοῦ? βρύχοντος F. 14. οὐν FA, γοῦν PG. ὑμῶν Α. 17. ἔργον PG, ἔργου FA. 18. πρὸς τὸ — τέμενος A. πρὸς τῷ — τεμένει PG. 20. τὴν δὲ: ἑτέραν δὲ πρὸς τὴν εἰς τὸν αὐλῶνα ἀπάγουσαν Α.)ἵν᾿ ὁπόσοι μὲν ἡμῶν τῇ σῇ βασιλείᾳ θητεῦσαι βούλοιντο, τῇ πρὸς τὸ τέμενος τοῦ μάρτυρος ἀπονενευκυίᾳ προσέλθωσιν , [*](P. 154) ὁπόσοι δὲ πρὸς τὴν ἰδίαν πατρίδα ἐπαναζεῦξαι, τῇ πρὸς τὸν Αὐλῶνα ἀφορώσῃ προσχωρήσωσι. ταῦτ’ εἰπόντες παραχρῆμα προσῆλθον τῷ βασιλεῖ. ὁ δὲ Βρυέννιος γενναῖος ὢν ἀνὴρ προσεληλυθέναι μὲν τῷ βασιλεῖ οὐδαμῶς ἠβούλετο, ἑπώμνυτο δὲ μηδέποτε κατ’ αὐτοῦ ὅπλα κινῆσαι, εἰ μόνον δοιή τοὺς τοῦτον μέχρι τῶν ὁρίων τῆς τῶν Ῥωμαίων βασιλειᾶς ἀκινδύνως διασώσοντας, καἰ οὕτω πρὸς τὴν ἰδίαν ἀπολῦσαι χώραν. ὁ δὲ αὐτοκράτωρ μάλα ταχέως ἐπλήρου τὸ αἰτηθέν. αὐτὸς δὲ τῆς πρὸς τὸ Βυζάντιον εἴχετο νικητὴς ἐπιφανέ- στατος.
Μικρὸν δὲ ἐνταῦθα τὴν τοῦ λόγου διήγησιν διακόψασα, ὅπως καὶ τοὺς Παυλικιανοὺς κατηγωνίσατο, διηγήσο- [*](Β) μαι. οὐκ ἔφερε μηδὲ τούτους τοὺς ἀποστάτας καταγωνίσασθαι πρὸ τοῦ τὰ βασίλεια καταλαβεῖν ἀλλ’ ὥσπερ ἀπό τινος νίκης ἑτέραν νίκην πρυτανευόμενος, καὶ τὴν πληθὺν τῶν Μανιχαίων τὸν κύκλον συμπληροῦσαν τῶν ἑαυτοῦ κατορθωμάτων ἐποίει. οὐδὲ γὰρ ἐνῆν τῷ λαμπρῷ τροπαίῳ τῶν ἑσπερίων πολεμίων οἷον σπίλον ἐνεῖναι τοὺς ἐκ Παυλικιανῶν ὁρμωμένους ἐκείνους. διὰ πολέμου δὲ καὶ μάχης οὐκ ἤθελεν, ἴνα
[*](1. ἡμῶν om. A. 3. ἰδίαν: οἰκείαν A. 4. ἀφορώσει P. 6. μὲν om. CG. τῳ βασιλεῖ add. A. οὐδαμῶς: οὐκ Α. ἠβούλετο Α, ἐβούλετο PG. ἐπόμνυτο PA, ἐπώμνυτο CG. 7. κατ’ αὐτοῦ μηδέποτε G. 8. τοῦτον : αὐτὸν Α. 9. διασώσαντας G. 11. ἐπιφανέστατος om. Α. 13. τοῦ λόγου om, G. διακόψασα FP, τεμοῦσα CG. 14. καὶ add. F.)νὴ ὲν τῇ συμβολῇ τοῦ πολέμου πολλοὶ ἐξ ἑκατέρων ἀναιρεθήσονται, πάλαι τούτους γινώσκων ἐκθυμοτάτους ἄνδρας καὶ δριμὺ κατὰ τῶν ἐχθρῶν πνέοντας. ἔσπευδεν οὖν διὰ τοῦτο τοὺς πρωταιτίους μὲν τιμωρήσασθαι, τοὺς δέ γε λοιπούς τῷ τοῦ στρατοπέδου συγκαταλέξαι σώματι. ἔνθεν τοι καὶ διὰ [*](C) τρόπου τούτου μετῂει. γινώσκων δὲ τὸ φιλοκίνδυνον τῶν ὠρῶν ἐκείνων καὶ περὶ τοὺς πολέμους καὶ τὰς μάχας ἀκάθεκτον, ἐδεδίει μὴ ἀπογνόντες χεῖρόν τι μελετήσαιεν· ἠρέμουν γὰρ τέως τὴν σφῶν οἰκοῦντες πατρίδα, καἰ οὔπω πρὸς λεηλασίας ἄλλας καὶ προνομὰς ἐξετράποντο· μετεπέμπετο οὖν διὰ γραμμάτων τούτους ἐν τῷ πρὸς τὸ Βυζάντιον ἐπανέρχεσθαι συχναῖς ὑποσχέσεσιν. οἱ δὲ τὴν κατὰ τῶν Κελτῶν νίκην αὐτοῦ μεμαθηκότες ἐδεδίεσαν. εἰ τάχα καὶ τὰ γράμματα χρησταῖς αὐτοὺς ἐλπίσιν ὑπέσαινον· ὅμως καὶ μὴ βουλόμενοι τῆς πρὸς αὐτὸν εἴχοντο. ἐκεῖνος δὲ τὴν καταλαβών, αὐτοῦ που προσέμενεν, ὑποκρινόμενος δι’ ἄλλ’ ἄττα ἐγκαρτερεῖν, τὸ δέ γέ ὅλον τὴν αὐτῶν ἀναμένων ἄφιξιν. καταλαβόντων δέ, ἐσχηματίζετο ἀναθεωρῆσαι τούτους βούλεσθαι καὶ ἑκάστου τὴν ὀνομασίαν ἐγγράψασθαι ἔνθεν τοι καὶ φοβερὸς προὐκάθητο, καὶ οὐ φύρδην, ἀλλὰ κατὰ [*](V. 124) δεκάδας τοὺς λογάδας τῶν Μανιχαίων ποιεῖσθαι ἐκέλευσε,
[*](3. ἐχθρῶν: ἀντιπάλων Α. 6. τούτους C. δὲ: malim γὰρ 15. Μοσυνούπολιν P, Μοσυνόπολιν ΑG. 16. αὐτοῦ που Α et in margine P, αὐτόθι PG. 17. ἀλλάττα Λ, ἀλλ᾿ ἅττα PG. correxi. 18. καταλαβόντων C, καταλαβόντας PG, καταλαβόντας δὲ τούτους Α. 19. ἀναγράψασθαι CG. 20. κατὰ C ef. in margine P, καὶ PGA. 21. τοὺς λογάδας om. C. ἐκέλευε A.)post ἐκέλευσε excidisse videtur τὴν πάροδον
τὴν τῶν κοινῶν θέαν ἐς νέωτα ὑποσχόμενος· κἆθ’ οὕτως [*](P. 155) εἴσω τῶν πυλῶν ἀπογραφομένους εἰσέρχεσθαι. ἡτοιμασμένοι δὲ ὄντες οἱ τούτους δεσμεῖν ὀφείλοντες, τοὺς ἵππους καὶ τὰ ὅπλα ἀναλαμβανόμενοι, τούτους έν τοῖς ἀποτεταγμένοις φρουρίοις ἐνέκλειον. οἱ δέ γε ἐφεξῆς ἐρχόμενοι, παντελῆ τῶν πραττομένων ἄγνοιαν ἔχοντες, εἰσῄεσαν ἀγνοοῦντες τὸ ἀποβησόμενον ἑκάστῳ. τούτους μὲν οὖν οὕτω κατέσχε, καὶ τὰς αὐτῶν περιουσίας δημεύσει καθυποβαλών, διενείματο τοῖς συγκεκοπιανκόσι τούτῳ έν ταῖς συμπεσούσαις μάχαις καὶ τοῖς κινδύνοις γενναίοις ἐκείνοις στρατιώταις. ἀπελθὼν δὲ ὁ τὴν οἰκο- [*](B) νομίαν ταύτην ἀναδεξάμενος, καὶ τὰς αὐτῶν γυναῖκας τῶν οἰκιῶν ἀπελάσας κατὰ τὴν ἀκρόπολιν ἐμφρούρους εἶχεν. τοὺς δέ γε κατασχεθέντας τῶν Μανιχαίων συμπαθείας κατὰ μικρὸν ὁ αὐτοκράτωρ ἠξίωσεν· ὁπόσοι δὲ καὶ τοῦ θείου βαπτίσματος τυχεῖν προείλοντο, οὐδὲ τούτου ἀπετύγχανον. διὰ παντοίας δὲ περιελθὼν αὐτοὺς μεθόδου καὶ διαγνοὺς τοὺς πρωταιτίους τῆς τοιαύτης ἀπονοίας, ὲν νήσοις περιορίσας [*](C) καθεῖρξε· τοῖς δέ γε λοιποῖς ἄδειαν δεδωκὼς ὅπη βουλητὸν αὐτοῖς ἀπιέναι, ἀπέλυσεν. οἱ δὲ τὴν ἐνεγκαμένην τῶν ἄλλων προτιμησάμενοι, αὐτίκα πρὸς αὐτὴν ἐπανέτρεχον, ὡς ἐνὸν τὰ κατ’ αὐτοὺς οἰκονομήσαντες.
[*](4. ἀναλαμβάνεσθαι A. 6. τῷ ἑκάστῳ ἀποβησόμενον Α. 7. οὖκ om. A. 8. τῇ δημεύσει A. συγκεκοπακόσι P. 10. ἀπελθὼν δὲ: πέμψας δὲ εἰς φιλίππου πόλιν καὶ τἀς αὐτῶν A. 13. lege μετὰ μικρὸν. 17. πρωταιτίους Α, αἰτίους PG. 18. ὅπη CA, ὅποι PG.)Ἐκεῖνος δὲ πρὸς τὴν βασιλίδα τῶν πόλεων ἐπάνεισιν. οὐκ ἔλαθε δὲ τοῦτον τὰ κατ᾿ αὐτοῦ ἐν τριόδοις τε καὶ γωνίαις ὑποψιθυριζόμενα. ἀλλὰ ἀκούων ἐτιτρώσκετο τὴν ψυχήν, ὕτι μὴ τοσοῦτον εἰργασμένος, πολλαπλασίω τὰ στόματα τῶν συκοφαντούντων εἰχεν ἑαυτῷ περιχαίνοντα. ἐκεῖνος γὰρ χρείας κατεπειγούσης καὶ κοσμικοῦ κλύδωνος ἔξ ἀπορίας τῶν βασισικῶν ταμιείων, πρὸς τοῦτο ἀπέβλεψε καὶ ὡς δάνειον ἐλογίζετο, ἀλλ᾿ ἀλλ’ οὐχ ὡς ἅρπαγμα ἢ τυραννικῆς χειρὸς ἐπιβουλήν, ὡς οἱ διαλοιδορούμενοι λέξειαν. ἀλλὰ καὶ γνώμης οὕτως εἶχεν, ὡς μετὰ τὸ κατορθῶσαι τοὺς ἐπικειμένους πολέμους ἀποδώσων ταῖς ἐκκλησίαις τὸν ἀφῃρημένον κόσμον κόσμον αὐτῶν. [*](D) καὶ οὐκ ἔφερεν ἐπαναζεύξας τῇ βασιλίδι τῶν πόλεων, ὑπόθεσιν γίνεσθαι τοῖς ἐθέλουσι διασύρειν τὰ ἐκείνου. ἔνθεν τοι καὶ ἐκκλησίαν κηρύττει καὶ συνέδριον μέγιστον εἰς τὰ ἐν Βλαχέρναις ἀνάκτορα, ἐαυτὸν ἐθέλων πρῶτον ὑπόδικον καταστήσασθαι, καὶ οὕτω τὰ ὑπὲρ ἐαυτοῦ ἀπολογήσασθαι. παρῆν δὲ ἤδη καὶ ἡ σύγκλητος ἅπασα καὶ τὸ στρατιωτικὸν καὶ ὅσον τοῦ ἱερατικοῦ καταλόγου, καραδοκοῦντες τὸ τί ἂν βούλοιτο ἡ [*](P. 156) τῶν ἁπάντων συνέλευσις. τὸ δὲ ἦν ἄρα ἄλλο οὐδὲν ἢ ἡ τῶν κατὰ τοῦ βασιλέως θρυλλουμένων ἀνάκρισις. παρῆσαν οὖν
[*](1. ἐκεῖνος δὲ: ὁ δέ γε βασιλεὺς Α. τὴν τῶν πόλεων βασιλίδα A. ἐπάνεισιν A, ἐπάνεισι PG. 3. ὑποψιθυριζόμενα: desidero περὶ τῆς τῶν ἱερῶν. ἐκποιήσεως vel similem criminis mentionem, quo sequens πρὸς τοῦτο ἀπέβλεψε referendum sit. ἀλλ᾿ ἀκούων A. 7. ταμείων G. 9. οἱ om. G. 12. ἐπαναζεύξας C, ὑπαναζεύξας PG. 13. διασύρνειν PG, διασύρειν C. 14. καὶ primum om. G. 16. αὐτοῦ G. 17. ὅσοι A. 18. ἱεροῦ AG. βούλοιτο: γένοιτο A. 19. ἄρα om. G.)τηνικαῦτα οἱ τῶν ἱερῶν φροντιστηρίων κηδεμόνες. καὶ τὰ βιβλία ἐς μέσον τηνικαῦτα προὐτίθετο, (βρέβια ταῦτα ἡ συνήθεια οἶδε καλεῖν,) ἐν οἷς ἀναγεγράφαται τὰ ἐν ἑκάστῳ τεμένει κειμήλια. καὶ τῷ μὲν φαινομένῳ κριτὴς ὃ βασιλεὺς ἐπὶ τοῦ βασιλικοῦ καθῆστο θρόνου, τῇ δὲ ἀληθείᾳ αὐτὸς ἔξετασθησόμενος. [*](V. 125) ἔξητάζετο τοίνυν τὰ πάλαι παρὰ πολλῶν ἀνατεθέντα [*](B) τοῖς εὐαγέσιν οἴκοις, καὶ παρὰ τούτων ἐσύστερον ἢ καὶ αὐτοῦ τοῦ αὐτοκράτορος ἀφαιρεθέντα. καὶ ἐπεὶ μηδὲν ἕτερον ἀφαιρεθὲν κατεφανίνετο, ἀλλ᾿ ἢ μόνον ὁ τῇ σορῷ τῆς βασιλίδος ἐκείνης Ζωῆς ἐκ χρυσοῦ καὶ ἀργύρου ἐπικείμενος κόσμος καὶ ὀλίγα τινὰ ἄλλα σκεύη μὴ τοσοῦτον εἰς ἱερὰν λειτουργίαν χρηματίζοντα, ἑαυτὸν εἰς τοὐμφανὲς ὁ αὐτοκράτωρ ὑπόδικον καθίστησιν, κριτὴν δὲ τὸν βουλόμενον ὁντιναοῦν. καὶ μετὰ μικρὸν μεταβαλὼν τῇ γλώττῃ λέγει· “ἐγώ” φησι “τὴν βασιλείαν πανταχόθεν κυκλουμένην βαρβάροις εὑράμενος [*](C) καὶ μηδέν τι πρὸς τοὺς ἐπικειμένους ἐχθροὺς ἄξιόμαχον ἔχουσαν, ἴστε ὁπόσοις κινδύνοις περιπέπτωκα, μικροῦ καὶ βαρβαρικοῦ ξίφους ἔργον γεγονώς. καὶ γὰρ πολλαπλασίους ἦσαν οἱ ἑκατέρωθεν ἡμᾶς τοξεύοντες. τὰσ γὰρ τῶν Περσῶν ἐπελεύσεις καὶ τὰς τῶν Σκυθῶν ἐκδρομὰς οὐκ ἀγνοεῖτε, καὶ τῶν ἐκ Λογγιβαρδίας ὄξυνομένων δοράτων οὐ ἐπιλέλησθε.
[*](2. προὐτίθεντο PG, προυτίθετο C, idque REiskius tacite correxit ad Constant. p. 752. 4. τῷ μὲν φαινομένῳ PA, τὸ μὲν φαινόμενον CG. 5. τῇ δ᾿ A. 6. ἀνατεθέντα CA, ἀνατιθέντα PG. 7 τούτων: lege τῶν. 9 ἕτερον om. A. ἀλλ᾿ ἢ μόνον ὁ CA, ἀλλ᾿ ἢ ὁ G, κατεφαίνετο ὁ μόνον τῇ P. σορῷ A, σωρῷ PG. 14. λέγει add. A. 15. κυκλουμένην πανταχόθεν A. 16. μηδένα πρὸς τοὺς ἐπικ. ἐχθ. ἀξιόμαχον ὄντα, ἴστε A. 18. πολλαπλασίους γὰρ ἦσαν A. 21. ἐπελήσθητε CG.)τὰ δὲ χρήματα συναπῆρε τοῖς ὅπλοις, καὶ ὁ κύκλος τῆς ἡγεμονίας εἰς τὸ ἀμερὲς συνένευε κέντρον. ὅπως δὲ τὸ τε ὁπλιτικὸν ἅπαν ηὔξηται γυμναζόμενον καὶ ἁπανταχόθεν συλλεγόμενον [*](D) καὶ συγκροτούμενον, οἴδατε· καὶ ταῦτα πάντα ὅτι πολλῶν ἐδεῖτο χρημάτων, ἴστε πάντες, καὶ ὅτι τὰ ἀφαιρεθέντα εἰς δέον ἀνήλωτο, κατὰ τὸν Περικλέα ἐκεῖνον, καὶ ὑπὲρ τῆς ὑμῶν τιμῆς δεδαπάνηται. εἰ δὲ τοῖς μεμψιμοίροις ὡς τοῖς κανόσι προσκεκρουκότες κατεφάνημεν, θαυμαστὸν οὐδέν. ἀκούομεν γάρ, ὅτι καὶ ὁ ἐν βασιλεῦσι προφήτης Δαβὶδ εἰς ἦν αὐτὴν ἀνάγκην ἐληλυθὼς, τῶν ἱερῶν ἐγεύσατο ἄρτων μετὰ τῶν στρατευμάτων αὐτοῦ, καὶ ταῦτα μὴ ἐνδεχομένου, τῆς ἔξιδιαζομένης τοῖς ἱερεῦσι τροφῆς ἰδιώτην ἅψασθαι. καὶ ἄλλως δὲ καταμαθεῖν ἐστι τοὺς ἱεροὺς κανόνας έν ἑτέροις ἐνδιδόντας τὰ ἱερὰ πιπράσκεσθαι ὑπὲρ ἀναρρύσεως αἰχμαλώτων. εἰ δὲ [*](P. 157) αἰχμαλωτιζομένης οἰκουμένης καὶ δορυαλώτων ἤδη τῶν πολεων καὶ αὐτῆς τῆς Κωνσταντίνου γενέσθαι κινδυνευουσῶν, ὀλίγων τινῶν κὼ οὐδὲ πάνυ τῆς τῶν ἱερῶν μετεχόντων ἀξίας ἐν βίᾳ τοσαύτῃ ἁψάμενοι, εἰς τὴν ἐλευθερίαν τούτων κατεχρησάμεθα, οὐδεμίαν ἄρα κατηγορίαν εὔλογον τοῖς φιλοσκώμμοσι καταλιμπάνομεν." ταῦτ’ εἰπὼν καὶ μεταστρέψας τὸν λόγον, ἔνοχον οἶον ἑαυτὸν ποιεῖται καὶ καταδικάζει αὐτὸς
[*](2. συνένευε CA, συννένευκε PG. ante ὁπλητικὸν P add. ὁ om. CG. 5. τὰ add. CAG. 6. ἀνήλωται G. καὶ ὑπὲρ: ἀπο A. 9. ὁ oin. G. 11. ἐνδεχομένως A. 12. τοῖς add. G. 15 an τῆς οἰκουμένης·’. 18. συνεχρησάμεθα P, κατεχρησάμεθα CAG. 21. οἷον: πάλιν A.)ε
ἑαυτόν. εἶτ᾿ αὖθις τὰ βρέβια ἀνελίττειν προτάττει τοῖς [*](Β) ἵνα καταφανῆ γένηται τὰ ἀφῃρημένα. καὶ παραχρῆμα τῷ μὲν σεκρέτῳ τοῦ Ἀντιφωνητοῦ χρυσίου ποσότητα ἱκανὴν ἐλογίσατο κατ’ ἔτος εἰσκομιζομένου τοῖς τοῦ δημοσίου φροντισταῖς, ὃ καἰ μέχρι τοῦ νῦν ἀπαρασάλευτον διαμεμενήκει· ἐκεῖσε γὰρ ἡ τῆς δηλωθείσης βασιλίδος σορὸς ἐναπέκειτο· τοῖς δὲ Χαλκοπρατείοις ἐτησίαν εἴσοδον χρυσίου ἀρκοῦντος τοῖς τῷ θείῳ τεμένει τῆς θεομήτορος συνήθως τοὺς ὕμνους ἐπιτελοῦσιν ἐκ τῶν βασιλικῶν ταμιείων πρυτανεύεσθαι παρεκελεύσατο.
Ἐν τούτοις ἐπιβουλὴ ἀνεφάνη κατὰ τοῦ αὐτοκράτορος, μελετωμένη παρά τε τῶν τῆς συγκλήτου λογάδων καὶ τῶν τοῦ στρατοῦ κορυφαίων· καὶ διεμηνύθη τηνικαῦτα τῷ [*](C) αὐτοκράτορι. καὶ οἱ κατήγοροι παρέστησαν καὶ τοὺς συνίστορας [*](V. 126) τῆς τοιαύτης βουλῆς ἐξήλεγχον. ἐκδήλου δὲ τῆς μελέτης ἤδη γεγονυίας καὶ τῆς ἀπὸ τῶν νόμων ποινῆς κατ’ ἀυτῶν βαρείας ἐπερχομένης, ὁ αὐτοκράτωρ ποινὴν μὶν αὐτοῖς οὐδαμῶς ἐπενεγκεῖν προτεθύμητο, δήμευσιν δὲ μόνον καὶ περιορισμὸν κατὰ τῶν πρωταιτίων ἀπεφήνατο, καὶ μέχρι τούτου τὴν τῆς τοιαύτης ἐπιβουλῆς ἐπεξέλευσιν ἔστησεν. ἀλλὰ γὰρ ὁ λόγος ἀνατρεχέτω αὖθις ὅθεν ἀπερρύη. ὁπηνίκα ὁ αὐτο-
[*](1. εἶτ᾿ αὖθις: καὶ προστάττει ἀνελίττειν τὰ βρέβια Α. 4. εἰσκομιζομένην Α. τοῦ om, A. 5. ὃ: ἣ Α. ἀσάλευτον Α. 6. σορὸς CA, σωρὸς PG. 9. ταμείων G. 11. βουλὴ Α. ἐφάνη G. 13. καὶ om. A. 16. ἤδη om. A. 17. οὐδαμῶς ἐπενεγκεῖν αὐτοῖς P. altero ordine AG. 21. αὖθις add. CAG et in margine P)κράτωρ εἰς τὴν τοῦ δομεστικἀτου ἄξίαν παρὰ Νικηφόρου τοῦ Βοτανειάτου ἀνηνέχθη, Τραυλόν τινα Μανιχαῖον προσλαβόμενος [*](D) μετὰ τῶν γνησίων αὐτοῦ θεραπόντων συγκατέλεξε, καὶ τοῦ βαπτίσματος ἀξιώσας, μιᾷ τῶν τῆς βασιλίδος θεραπαινίδων συνέζευξεν. οὗτος οὖν τέσσαρας ἀδελφὰς ἔχων, ὡς ταύτας ἐμφρούρους μετὰ τῶν λοιπῶν τότε συναπαχθείσας ἐθεάσατο τό τε προσόντα ἀφαιρεθείσας ἄπαντα, ἤχθετο καὶ φέρειν οὐκ εἶχεν, ἀλλὰ διεσκοπεῖτο, ὅπως ἑαυτὸν τῆς τοῦ αὐτοκράτορος χειρὸς ἀπαλλάξειεν. ἐν γνώσει δὲ τούτων ἡ αὐτοῦ ὁμευνέτις ἤδη γεγονυῖα καὶ ἀποδιδράσκοντα τοῦτον ὁρῶσα, δηλοῖ τῷ τηνικαῦτα τὴν οἰκονομίαν τῶν Μανιχαίων [*](Ρ. 158) ἐμπεπιστευμένῳ. οὐ διέλαθε τοῦτο τὸν Τραυλόν, καὶ τηνικαῦτα ὁπόσοις φθάσας τὸ ἀπόρρητον ἀνεκάλυψε, πρὸς ἑαυτὸν ἐσπέρας μεταπέμπεται. καὶ ὁπόσοι δὲ ἐκ συγγενείας ἦσαν αὐτῷ προσήκοντες, ἐς αὐτὸν συνεληλυθότες καταλαμβάνουσι τὴν Βελιάτοβαν· πολίχνιον δὲ τοῦτο διακείμενον κατὰ τὴν ἀκρολοφίαν τοῦ κατὰ ταυτηνὶ τὴν Βελιάτοβαν τέμαχος. ἄοικον δὲ τοῦτο ἐφευρηκότες, ὥσπερ ἴδιόν τι λάχος λογισάμενοι, ἐν αὐτῷ τὰς οἰκήσεις ἐποιοῦντο. εἶτα τὰς καθ’ ἑκάστην ἐκδρομὰς ποιούμενοι καὶ μέχρι τῆς σφετέρας φθάνοντες πόλεως Φιλίππου λείαν πολλὴν ἀναλαμβανόμενοι ἐπανέσρεφον [*](B) ὁ δὲ Τραυλὸς τούτοις μὴ ἀρκούμενος, σπονδὰς μετὰ
[*](1. δομεστίκου G, δομεστικάτου FP. 7. ἀφαιρεθέντα G, alterum FP. 13. φθάσας F, φθάσαι P, om. G. ἀπεκάλυψε G. ἑαυτὸν F, αὐτὸν PG. 21. ἀναλαβόμενοι CG.)τῶν τὸ Παρίστριον νεμομένων Σκυθῶν ἐποιεῖτο, τοὺς περὶ τὴν Γλαβινίτζαν καὶ Δρίστραν ἡγεμόνας καὶ τὰ ταύταις παρακείμενα ὑποποιούμενος, μνηστευσάμενος ἅμα ἑαυτῷ καὶ τῶν λογάδων Σκυθῶν ἰνὸς θυγατέρα, σπεύδων ἕλη χειρὶ λυπῆσαι τὸν αὐτοκράτορα διὰ τῆς τῶν Σκυθῶν ἐπελεύσεως. ταῦτα δὲ ὁ βασιλεὺς καθ᾿ ἑκάστην μανθάνων, τὸ μέλλον ἔσπευδεν ὑποποιεῖσθαι τοῦτον διὰ γραμμάτων καὶ ὑποσχέσεων, ὑφορώμενος τὸ ἔξ αὐτοῦ τεχθησόμενον κακόν. ἀλλὰ καὶ χρυσόβουλλον λόγον ἀπαθείας καἰ πάσης ἐλευθερίας ἐκ- [*](C) θέμενος, ἐκπέπομφε πρὸς αὐτόν. ἀλλ᾿ ὁ καρκίνος ὀρθὰ βαδίζειν οὐκ ἐμάνθανεν· ὁ αὐτὸς δὲ ἦν ὁ χθὲς καὶ πρότριτα, τοὺς τε Σκύθας ὑποποιούμενος καὶ πλείονας ἐν τῶν σφετέρων μεταπεμπόμενος χωρῶν καἰ ληϊζόμενος τὰ παρακείμενα απαντα.
Εἶτα ὁ μὲν αὐτοκράτωρ ὁδοῦ πάρεργον καὶ τὰ κατὰ τοὺς Μανιχαίους ποιησάμενος, ὑποσπόνδους αὖθις εἶχεν. ὁ δέ γε Βαϊμοῦντος κατὰ τὸν Αὐλῶνα χρονοτριβῶν ἦν· ἐπαναγέσθω γὰρ πρὸς αὐτὸν αὖθις ὁ λόγος· καὶ τὰ κω Βρυέννιον μεμαθηκὼς καὶ τοὺς ἄλλους κόμητας, ὦν οἱ μὲν [*](V. 127) θητεῦσαι τῷ αὐτοκράτορι προείδοντο, ἄλλοι δὲ ἄλλοσε διε- [*](D) σπάρησαν, τὴν ἐνεγκαμένην ἀναζητήσας διαπερᾷ εἰς Λογγιβαρδίαν καὶ καταλαμβάνει τὸν ἔδιον πατέρα τὸν Ῥομπέρτον
[*](1. τὸ add. G. 2. Δύστραν G, altprum FP. 9. χρυσοβούλλου G. ἀληθείας G. 10. ὀρθῶς G. 12. ἐκ τῶν G, αὐτῶν P. 17. γε om. G. 21. εἰς λογγιβαρδίαν διαπερᾷ Α. 22 τὸν Ῥομπέρτον add. A, Ῥομπέρτον C, om. PG.)εἰς τὸ Σαλερηνόν, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, καὶ πολλὰ κάτα τοῦ βασιλέως εἰπών, ἠρέθιζε κὰτ αὐτοῦ. ὂν θεασάμενος ὁ Ῥομπέρτος τὴν δεινὴν ἐκείνην ἀγγελίαν ἐπὶ τοῦ προσώπου φέροντα, κὼ τὰς πολλὰς ἐκείνας ἃς ἐπ᾿ αὐτῷ εἶχεν ὀστράκου δίκην εἰς τοὐναντίον μεταπεσούσας, αὖος ἐφ᾿ ἱκανὸν εἱστήκει ὥσπερ ὑπὸ κεραυνοῦ βληθεὶς. πέρι πάντων δέ πυθόμενος καἰ μαθὼν τὰ παρ’ ἐλπίδας αὐτῷ συμπεσόντα, ἀθυμἱᾳ κατεσχέθη. ἀγεννὲς μὲν οὖν οὖν οὖδ᾿ οὐδὲ τῆς αὐτοῦ ἀνδρείας κω τόλμης ἀνάξιον. μᾶλλον μὲν. [*](Ρ. 159) οὖν καὶ πρὸς μάχας ἐπιπλέον ἠρέθιστο, καὶ φροντίδες τοῦτον καὶ· μέριμναι αὖθις τῶν προτέρων μείζους συνεῖχον. ἦν γὰρ ὁ ἀνὴρ ἰσχυρὸς προστάτης τῶν οἰκείων βουλευμάτων τε καὶ προλήψεων, καὶ μηδαμῶς ἐθέλων ἀνεῖναι ἐφ’ οἷς καθάπαξ διεβουλεύσατο, καὶ τὸ ὅλον εἰπεῖν ἀκατάπληκτος καί πάντα αὐτῷ ἁλώσιμα ἐκ μόνης προσβολῆς ὀιόμενος γίνεσθαι εὐθὺς οὑν τὸ φρονοῦν αὐτῷ τῆς ψυχῆς συναγαγὼν καἰ τῆς πολλῆς ἀθυμίας ἑαυτὸν ἀνακτησάμενος, ἀποστείλας ἁπανταχόθεν διεκηρύκευε τὴν εἰς τὸ Ἰλλυρικὸν αὖθις κατὰ βασιλέως διαπεραίωσιν, μετακαλούμενος ἅπαντας. κω αὐτίκα πανταχόθεν [*](Β) πλῆθος συνείλεκτο στρατιωτῶν, ἰππέων τε ναὶ πεζῶν, πάντων ἐξωπλισμένων λαμπρῶς καὶ πρὸς μάχην ἀποβλεπόν-
[*](1. Σαληρινὸν G. 2. ὃς καὶ θεασάμενος τοῦτον, τὴν δεινὴν Α. 3. ἐκείνην om. A. 4. ἐκείνας ἐλπίδας ὃς ἐπ’ αὐτῷ εἶχεν Α. C ἑστήκει Α. ἀπὸ G. 7. ἐλπίδα A. 8. οὖν om. 9. αὐτοῦ G, ἑαυτοῦ P. μὶν om. G. 10. ἐπιπλέον C, πλέον PG. 17. ἁπανταχόθεν A, πανταχόθεν PG. διεκηρύκευε Α, διεκηρύκευεν PG.)τῶν. τὸ πλῆθος εἶπεν ὄν Ὅμηρος “ἠΰτε ἔθνεα ἑῶι ἀδινάων." καὶ συνέρρεον ἔκ τε τῶν παρακειμένων καὶ ἐξ ἀλλοδαπῶν δὲ οὐχ ἧττον. κἀντεῦθεν ὡπλίζετο καρτερῶς, ἐφ᾿ ᾡ τὴν τοῦ υἱοῦ ἀνακαλέσασθαι ἧτταν. ἱκανὰ δὲ συλλεξάμενος στρατεύματα, εἶτα τοὺς αὐτοῦ μετακαλεσάμενος νἱεῖς, τόν τε Ῥογέρην καὶ τὸν Γίδον καλούμενον, ὲν καὶ [*](C) βασιλεὺς Ἀλέξιος θέλων τοῦ πατρὸς ἀποστῆσαι, ἀποστείλας λάθρα περὶ κήδους αὐτῷ ἐδήλωσεν, ὑποσχόμενος κα τιμὴν διαφέρουσαν καὶ χρημάτων δόσιν δαψιλῆ· ὁ δὲ τούτων ἀκούσας συνέθετο, τὸν δὲ λόγον τέως εἶχεν ἀπόρρητον. τούτοις οὑν τὸ ἱππικὸν ὀπὰν παραδούς, ἀπέστειλε παραγγείλας σποῦ. δάσαι κατασχεῖν τὸν Αὐλῶνα. οἱ· καὶ διαπεράσαντες ἐξ ἐπιδρομῆς τοῦτον εἷλον. καὶ μετρητούς τινας εἰς φυλακὴν αὐτοῦ καταλιπόντες, μετὰ τῶν λοιπῶν καταλαβόντες τὸ Βοθρεντόν, ἐξ ἐφόδου κα τοῦτο κατέσχον. ὁ δέ γε Ῥομπέρτος τὸ [*](D) ναυτικὸν αὐτοῦ ὀπὰν ἀναλαβόμενος καὶ τὴν ὡς πρὸς τὸ Βοθρεντὸν παραλίαν παραπλέων, κατέλαβε τὸ Βρεντήσιον, ἐφ᾿ ᾦ πρὸς τὸ Ἰλλυρικὸν διαπερᾶσαι. τὸν δ’ ἀπὸ τῆς Ὑδροῦντος πορθμὸν ἦττον διάστημα ἔχειν μεμαθηκώς, ἐκεῖθεν διεπέρασεν εἰς τὸν Αὐλῶνα. καὶ οὕτω διὰ τῖς ἀναμεταξὺ τοῦ Αὐλῶνος καὶ τοῦ Βοθρεντοῦ παραλίας μετὰ τοῦ στόλου αὐτοῦ παντὸς διελθών, ἡνώθη μετὰ τῶν υἱῶν αὐτοῦ. ὡς δὲ
[*](6. Γίδαν P, Γῆδαν G, γῆδον Α. hic et infra correxi. vid. p. 388 A, 389 C, 390 B, 392 A. καὶ alterum add. A. 12. καὶ δὲ C. 14. καταλιπόντες εἰς τὸ βοθρωτὸν παραγενόμενοι, ἐξ ἐφόδου Α. 15. τοῦτο Α, τοῦτον PG. 16. ὡς πρὸς C et in margine P, ἐς PG. 18. Ἱδροῦντος C. 19. ἔχειν διάστημα G. 22. παντὸς: πεζῇ G.)ἡ κορυφῶ προκατασχεθεῖσα πὰρ· αὐτοῦ αὖθις ἀπεστάτησε, τοὺς υἱοὺς αὐτοῦ εἰς τὸν Βοθρεντὸν καταλιπῶν, αὐτος μετὰ τοῦ ναυτικοῦ παντὸς ἀπέπλευσε πρὸς τὴν κορυφῶ. ἀλλ’ ὁ [*](P. 160) μὲν Ῥομπέρτος τοιαῦτα· ἅπερ μεμαθηκὼς ὁ αὐτοκράτωρ οὐδαμῶς ἀνεπεπτώκει, ἀλλὰ τοὺς Βενετίκους διὰ γραμμάτων [*](V. 128) ἐξώτρυνε, παρασκευάσας αὖθις τὸν μετὰ ἀναδήσασθαι πόλεμον, στόλον ἱκανὸν ἐξοπλίσαντας, καὶ δαπάνας πολλαπλασίους λήψεσθαι ὑποσχόμενος. αὐτὸς δὲ διήρεις καὶ τριήρεις καὶ παντοῖον εἶδος λῃστρικῶν νηῶν κατασκευάσας κατὰ τοῦ Ῥομπέρτου ἐξέπεμψεν, ὁπλίτας τῆς διὰ θαλάττης μάχης εἰδήμονας. τὴν δὲ κατ’ αὐτοῦ τῶν στόλων ἔφοδον μεμαθηκὼς ὁ Ῥομπέρτος, τὴν μάχην προμρπάζων ὁποῖος ἐκεῖνος, λύσας τὰ πρυμνήσια μετὰ τοῦ ναυτικοῦ [*](B) αὐτοῦ παντὸς τὸν λιμένα Κασσύπης κατέλαβεν. οἱ δέ γε Βενέτικοι καταλαβόντες τὸν λιμένα Πασσάρων καὶ κάκεῖθι τὴν τοῦ Ῥομπέρτου ἔφοδον μεμαθηκότες, θᾶττον καὶ αὐτοὶ καταλαμβάνουσι τὸν λιμένα Κασσόπης. καὶ συμβολῆς καρτερᾶς γενομένης κω τῆς μάχης ἀγχεμάχου, ἡττᾶται ὁ Ῥομπέρτος. ὁποῖος ὁ ἐκεῖνος φιλοπόλεμος νὼ ἐκθύμως ἔχων πρὸς μάχας, οὐδὲ μετὰ τὶν ἧτταν ἐκείνην τὸ παράπαν ἐνεδίδου, ἀλλ’ αὖθις ἡτοιμάζετο πρὸς ἑτέραν μάχην καὶ συμ-
[*](3. προσαπέπλευσε A. ἀλλ᾿ ὁ μὲν: ταῦτ᾿ οὖν μεμαθηκὼς Α. 5. ἀναπεπτώκει AG. 6. παρώτρυνε AG, ἐξώτρυνε FP. 7. ἐξωπλίσαντας PG, recte C. 8. λήψασθαι G. 9. διήρεις τε G. νηῶν add. CG et in margine P. 11. εἰς θάλασσαν Α. 15. Πασσάρων AG hic et infra, Πασάρων P.)βολὴν πολέμου μείζονος. ὅπερ οἱ ἡγεμόνες ἀμφοτέρων τῶν στό- [*](C) λων μεμαθηκότες κἀκ τῆς προηγησαμένης νίκης θαρρήσαντες, μετὰ τὴν τρίτην πάλιν ἡμέραν προσβαλόντες αὐτῷ λαμπρὰν τὴν κατ’ αὐτοῦ νίκην ἤραντο. εἰν οὕτως ἐπανέρχονται πάλιν εἰς τὸν λιμένα Πασσάρων. εἴτε ὁποῖα έν τοῖς τοιούτοις ὡς τὰ πολλὰ φιλεῖ γενέσθαι, ἐπαρθέντες ἐπί ταῖς προγεγενημέναις νίκαις, εἴτε τοὺς ἡττηθέντας ἀπελπίσαντες, ἀναπεπτώκασιν ὡς ἤδη τὸ πᾶν ἠνυκότες, καἰ καταφρονητικῶς πρὸς τὸν Ῥομπέρτον διετίθεντο. εἶτα διελόντες τὰ ταχυδρόμα τῶν πλοίων, ἀπέστειλαν εἰς Βενετίαν διηγησομένους τὰ ξυμπεσόντα καἰ ὅπως κατὰ κράτος τὸν Ῥομπέρτον ἥττησαν. ὁ δὲ Ῥομπέρτος ταῦτα [*](D) μεμαθηκὼς ἀπό τινος Βενετίκου Κονταρίνου πέτρου καλουμένου ἄρτι προσπεφευγότος αὐτῷ, ἐπὶ πλέον ἀθύμει καὶ οὐκέτι ἀνεκτῶς εἶχεν· λογισμοῖς δὲ κρείττοσιν ἀναρρώσας αὖθις κατὰ τῶν Βενετίκων ἵεται. οἱ δὲ Βενέτικοι τῷ ἀπροόπτῳ καταπλαγέντες τῆς αὐτοῦ ἐλεύσεως εὐθὺς δεσμήσαντες τὰ μείζω τούτων πλοῖα καλωδίοις παρὰ τὸν λιμένα τῆς κορυφῶ καὶ συναπαρτίσαντες τὸν λεγόμενον πελαγολιμένα, τὰ σμικρὰ τούτων σκάφη εἰς μέσον ἤλασαν· σιδηροφορήσαντες δὲ ἅπαντες ἐκαραδόκουν τὴν τούτων ἔλευσιν. ὁ,. δὲ καταλαβὼν συμμίγνυται τούτοις πρὸς πόλεμον. ὁ δὲ πόλεμος δεινὸς ἦν καὶ τῶν πρώην ἰσχυρότερος, ἐκθύμως μα-
[*](3. τὴν utrobique om. A. πάλιν add. Α. προσβάλλοντες Α. post αὐτῷ add, PGA οἱ Βενέτικοι, om. C. 4. αὐτῶν 5. εἴτε δὲ οἱ ὁποῖοι G. 15. οἱ δὲ Βενέτικοι: οἵ καὶ Α. 17. περὶ A. 19. μικρὰ Α. σκάφη om. C.)χομένων ἡ πρότερον. καρτερᾶς οὖν μάχης ἀναμετάξὺ γεγονυίας [*](P. 161) καὶ μηδενὸς τῶν μερῶν νῶτα διδόντος, ἀλλὰ μᾶλλον κατὰ πρόσωπον ἐρχομένων, ἐπεὶ οἱ Βενέτικοι τὰ προσόντα τούτοις φθάσαντες προκατηναλώκεσαν, καὶ οὐδὲν ἄλλο πλὴν τῶν ὁπλιτῶν ταῖς ναυσὶ παρῆν, αὗται δὲ τῇ κουφότητι ἐπεπόλαζον οἶον τοῖς ὕδασιν ἀνεχόμεναι, ὡς μηδ’ ἄχρι δευτέρου ζωστῆρος τοῦ ὕδατος φθάνοντος, πανσνδὶ ἔπι τὴν ἑτέραν πλευρὰν τὴν ὡς πρὸς τοὺς πολεμίους συρρεύσαντες, τηνικαῦτα ἐβυθίσθησαν· ἦσαν δὲ ὡσεὶ χιλιάδες τρισκαίδεκα. αἱ δὲ ἄλλαι τῶν νηῶν σὺν αὐτοῖς πλωτῆρσι κατεσχέθησαν. [*](Β) ὁ δὲ Ῥομπέρτος μετὰ τὰν λαμπρὰν ἐκείνην νίκην ἀπηνῶς διατεθείς, πολλοῖς τῶν κατασχεθέντων ὠμοτάτως ἀχρήσατο, τῶν μὲν τὰς ὄψεις πηρώσας, τοὺς δὲ ῥινοτομήσας, τινῶν [*](V. 129) δὲ χεῖρας ἢ νηῶν ἢ καὶ ἀμφότερα δέ γε τῶν λοιπῶν ἀποστείλας πρὸς τοὺς ὁμοχώρους διεφήμισεν, ἵν᾿ ὁ βουλόμενος πρίασθαι τὸν ἴδιον τιμῆς, παραγίνοιτο. ἅμα δὲ καὶ τὰ περὶ εἰρήνης αὐτοὺς ἠρώτα· οἱ δὲ μηνύουσι πρὸς αὐτόν “ἴσθι, δοὺξ ὡς εἰ καὶ τὰς σφῶν ἡμῶν γυναῖκας καί τὰ τέκνα ἀποσφαττόμενα θεασαίμεθα, οὐκ ἂν τὰς πρὸς τὸν αὐτοκράτορα συνθήκας ἀπαρνησόμεθα, οὔτε μὴν τοῦ ἐπαρήγειν αὐτῷ [*](C) καὶ ὑπὲρ αὐτοῦ ἐκθύμως μάχεσθαι ὅλως ἐνδώσομεν." και-
[*](1. ἀναμεταξὺ om. A. 3. κάτα προσώπου G. 4. προκατηναλώκεισαν AG. 5. ναυσὶ Δὶ ταῖς ναυσὶν παρῆν P, παρῆν ταῖς ναυσὶν G. 10. δ᾿ Α. 14. ἢ πόδας: καὶ 16. διευφήμισεν PG, ἐφήμισεν Α. διεφήμισεν C, probante ad Phrynich. p. 598. τιμῆς om. A. 19. εἰ om. A. 20. εἰ θεασόμεθα A. Ἀλέξιον om. A. 22. εὐδώσομεν P.)ροῦ δ’ ὀλίγον παρερρυηκότος, δρόμωνάς τε καὶ τριήρεις εὐτρεπίσαντες οἱ Βενέτικοι καὶ ἄλλ’ ἄττα τῶν μικρῶν καὶ ταχυδρόμων νηῶν, μετὰ πλείονος δυνάμεως κατὰ τοῦ Ῥομπέρτου ἔρχονται. καὶ δὴ καταλαβόντες αὐτὸν πέρι Βοθρεντὸν αὐλιζόμενον, τὸν μετ’ αὐτοῦ συνάπτουσι πόλεμον καἰ κατὰ κράτος νικῶσι, πολλοὺς μὲν ἀποκτείναντες, πλείονας δὲ καὶ βυθίσαντες· μικροῦ δὲ δεῖν καὶ αὐτὸν τὸν γνήσιον υἱὸν αὐτοῦ Γίδον καὶ τὴν ὁμευνέτιν κατέσχον Γαϊταν. κω νίκην κατ’ αὐτοῦ λαμπρὰν ἀράμενοι, δηλοῦσι πάντα τῷ βασιλεῖ. ὄις διὰ [*](D) πολλῶν τούτους ἀμειψάμενος δωρεῶν καὶ τιμῆς, καὶ αὐτὸν τὸν δοῦκα Βενετίας τῷ τῶν πρωτοσεβαστῶν ἀξιώματι μετὰ τῆς ἀναλόγου ῥόγας ἐτίμησεν, ὑπέρτιμον δὲ καὶ τὸν πατριάρχην σφῶν ηξίωσε μετὰ τῆς ἀναλόγου ῥογὰς. ἀλλὰ ναί πάσαις ταῖς ἐν Βενετίᾳ ἐκκλησίαις χρυσίου ποσότητα ἱκανὴν ἐτησίως διανείμασθαι ἀπὸ τῶν βασιλικῶν ταμιείων ἐκέλευσε. τῇ μέντοι ἐπ᾿ ὀνόματι τοῦ εὐαγγελιστοῦ ἀποστόλου Μάρκου ὑποφόρους ἅπαντας τοὺς ἐκ Μέλφης ἐν Κωνσταντινουπόλει ἐργαστήρια κατέχοντας πεποίηκε καὶ τὰ ἀπὸ τῆς παλαιᾶς Ἑβραϊκῆς σκάλας μέχρι τῆς καλουμένης Βίγλας διή-
[*](1. τριήρης Ρ. 2. ἄλλαττα Α. ἀλλ’ ἅττα PG, correxi. 4. δὴ om. A. περὶ τὸ Βοθρωτòν Α. παρὰ τὸν Βωτρεντὸν G, παρὰ τὸ Βρεντισθὸν C. 5. κατακράτος Α. 6. κτείναντες Α. 7. αὐτοῦ υἱὸν A. 8. Γίδαν Ρ, γῆδον AG. Γαΐιαν om. 11. δοῦκα Α. Δοῦκαν PG. 12. ἀναλόγου om. A. ἐτίμησεν om. C. ὑπέρτιμον — μέτα τῆς ἀλόγου ῥόγας add. Α. em. Ducangius in annotat. 14. χρυσίων ἱκανὴν ποσότητα Α. 15. διανείμεσθαι: δίδοσθαι A. lege διανείμασθαι. ταμείων A. 17. πάντας Α. 18. κατέχοντας Α, ἔχοντας PG. πεποίηκε Α, πεποίηκεν PG. 19. σκάλλας Α hic et infra.)κοντα ἐργαστήρια καὶ τὰς ἐντὸς τοῦ διαστήματος τούτου ἐμπεριεχομένας σκάλας ἐδωρήσατο καὶ ἑτέρων πολλῶν δωρεὰς ἔν τε τῇ βασιλευούσῃ καὶ τῇ πόλει Δυρραχίου νὼ ὅποι ποτ’ ἂν ἐκεῖνοι ᾐτήσαντο τὸ δὲ δὴ μεῖζον, τὴν. [*](Ρ. 162) ἐμπορίαν αὐτῶν ἀζήμιον ἐποίησιν ὲν πάσαις ταῖς ὑπὸ τὴν ἐξουσίαν Ῥωμαίων χώραις, ὥστε ἀνέτως ἐμπορεύεσθαι καί κατὰ τὸ αὐτοῖς βουλητόν, μήτε ὑπὲρ ὑπὲρ κομμερκίου ἡ ἑτέρας ρας τινὸς εἰσπράξεως δημοσίῳ εἰσκομιζομένης παρέχειν ἄχρι καὶ ὀβολοῦ ἑνός, ἀλλ᾿ ἐξω πάσης ἐξουσίας.
Ὁ δέ γε Ῥομπέρτος (ἐπαναγέσθω γὰρ αὖθις ὁ λόγος ὃθεν ἐξέπεσε καὶ καθ᾿ εἱρμὸν ἐχέσθω τῆς μετὰ ταύτην τὴν ἧτταν αὖθις ἠρέμει. ἀλλ’ ἔπει προφθάσας τινὰ τῶν πλοίων αὐτοῦ μέτα τοῦ ἰδίου υἱοῦ κατὰ τῆς Κεφαληνίας φαληνίας ἀπέστειλε σπεύδων τὴν ὲν αὐτῇ πόλιν κατασχεῖν, [*](Β) τὰ μὲν ἐνόντα αὐτῷ πλοῖα τῇ Βοντίτζῃ προσώρμισε μετὰ τῆς παρεμβολῆς πάσης, αὐτὸς δὲ εἰς μονήρη γαλέαν εἰσελθὼν τὴν Κεφαληνίαν κατέλαβέ. καὶ πρὶν ἥ ταῖς λοιπαῖς δυνάμεσι καἰ τῷ υἱῷ αὐτοῦ ἑνωθῆναι, ἐγκαρτερῶν ἔτι περὶ τὸν Ἁθέρα, (ἀκρωτήριόν τι τοῦτο τῆς Κεφαληνίας,) πυρετῷ. μὴ φέρων δὲ τὴν τοῦ πυρετοῦ φλόγωσιν, ὕδωρ ψυχρὸν αὐτεῖ. τῶν δὲ περὶ αὐτὸν ἁπανταχοῦ σκεδασθέντων
[*](5. αὐτοῖς Α. ἐποιήσατο Α. 7. κομμερκίου C, κουμερκίου PGA. 13. αὖθις om. A. 16. βοντίτζᾳ G. προσώρμησε G. 17. δὲ om. G. 20. ἀθέρα FP hic et infra, ἀέρα CG. λάβρῳ ΕΡ, λαύρῳ AG. 22. ἀστῶν PG, αὐτὸν FCA.)εἰς ἦν τοῦ ὕδατος ζήτησιν, τῶν ἐγχωρίων τις πρὸς αὐτούς φησιν “ὁρᾶτε ταυτηνὶ τὴν νῆσον τὴν Ἰθάκην. ἐν αὐτῇ πόλις [*](C) μεγάλη πρώην ᾠκοδόμητο Ἰερουσαλὴμ καλουμένη, κἂν τῷ χρόνῳ ηρειπωται· ὲν ἀυτὴ πηγὴ ἢν πότιμον ἐσαεὶ καὶ ψυ- [*](V. 130) χρὸν ὕδωρ ἀναδιδοῦσα." τούτων ὁ Ῥομπέρτος ἀκούσας, δέει πολλῷ τηνικαῦτα συνεσχέθη. συμβαλὼν οὖν τὸν Ἀθέρα καὶ τὴν πόλιν Ἱερουσαλήμ, τὸν ἐφιστάμενον αὐτῷ θάνατον τηνικαῦτα έπεγίνωσκε. καὶ γὰρ πρὸ πολλοῦ τινὲς αὐτῷ ἐμαντεύοντο, ὁποῖα εἰώθασιν οἱ κόλακες τοῖς μεγιστᾶσιν εἰσηγεῖσθαι, ὅτι “μέχρι καὶ αὐτοῦ τοῖ Ἀθέρος ἅπαντα μέλλεις ὑποτάξαι· ἐκεῖθεν δὲ εἰς Ἱερουσαλὴμ ἀπερχόμενος, τῷ χρεὼν λειτουργήσεις." εἴτε δὲ ὁ πυρετὸς τοῦτον ἀνάλωσεν, [*](D) πλευρῖτις ἦν ἡ νόσος, ἀκριβῶς λέγειν οὐκ ἰχῶ. τέως δἰ ἒξ ἡμερῶν τελευτᾷ. καταλαμβάνει δὲ τοῦτον τὰ ἔσχατα πνέοντα ἡ γυνὴ αὐτοῦ Γαΐτα καὶ τὸν υἱὸν αὐτοῦ κλαίοντα ἐπ᾿ ἀπαγγέλλεται γοῦν τὸ συμβὰν τῷ υἱῷ αὐτοῦ, ὅνπερ ἔτι ζῶν διάδοχον τῆς ἀρχῆς αὐτοῦ ἐποίει. ὃς τοῦτο μαθών, λύπῃ μὲν ἀφορήτῳ τηνικαῦτα συνείχετο, κρείττοσι δὲ λογισμοῖς ἑαυτὸν ἀνακτησάμενος καὶ συναγαγὼν τὸ φρονοῦν αὐτῷ τῆς ψυχῆς, μετακαλεσόμενος ἅπαντας, πρῶτον μὲν ἀπαγγέλλει τὸ συμβὰν, ἀπαράκλητα κλαίων ἔπι τῇ τοῦ πατρὸς τελευτῇ, ὁρ-
[*](2. ταύτην A. πόλις μεγάλη πρώην FA, πρώην πόλις μεγάλη PG. 3. ᾠκοδόμητο F, ἀνῳκοδόμητο PA, ἑνωκοδόμητο G. Ἰερουσαλὴμ: ἱλὴμ F. κὰν G, κἀν PA. 4. πότιμον ὕδωρ ἐσεὶ καὶ ψυχρὸν AG. 5. τοῦτο Α. 7. τηνικαῦτα add. Α. 8. ἐπέγνωκε Α. αὐτῷ om. Α. 10. καὶ αὐτοῦ τοῦ Ἀθέρος Α, του Ἀθέρος καὶ αὐτοῦ F, του Ἁθέρος αὐτοῦ PG. 18. ἑαυτόν τε G. 20. πρώτα CG. ἐπαγγέλλει G.)κίζει δὲ ἅπαντας εἰς ἑαυτόν. καἰ ἀναλαβόμενος τούτους εἰς Ἀπουλίαν διαπερᾷ. ἐν τῷ διαπερᾷν δὲ μεγίστῳ κλύδωνι, [*](P. 163) κἂν ὥρα θέρους ἦν, περιπέπτωκεν, ὥστε τὰ μὲν τῶν υθισθῆναι, τινὰ δὲ τῇ ψάμμῳ προσαρράξαντα συνθραυσθῆναι. τὸ δὲ τὸν νεκρὸν κόμιζον πλοῖον ἡμίθραυστον γέγονε· μόλις δὲ τὸ τοῦτον συνέχον κιβώτιον οἱ ἀμφ’ αὐτὸν ἀναλαβόμενοι εἰς τὸ Βενοὐσιον διεσώσαντο. καὶ εἰς τὴν ἐπ’ ἀνόματι τῆς ἁγίας Τριάδος πάλαι ἀνοικοδομηθεῖσαν μονήν, οὗ κω οἱ ἀδελφοὶ αὐτοῦ προετάφησαν, καἰ αὐτὸς ἀνσωριάζεται. τελευτᾷ δὲ ὁ Ῥομπέρτος εἰκοστῷ ἕκτῳ χρόνῳ τῆς δουκικῆς [*](B) αὐτοῦ άρχῆς, τὸν ἅπαντα χρόνον βιώσας ἔτη ἑβδομήκοντα. μεμαθηκὼς δὲ ὁ βασιλεὺς τὸν τοῦ Ῥομπέρτου αἰφνίδιον θάνατον, ἀνέσφαλε μὲν ᾶχθος τοιοῦτον ἀπωμισάμενος. ἐπιτίθεται δὲ παραχρῆμα τοῖς τὸ Δυρράχιον εντι κατέχουσιν, εἰς διχόνοαν τούτους διὰ γραμμάτων καἰ παντοίας μεθόδου εἰσάξαι σκεψάμενος, κᾆθ’ οὕτως ῥᾷστα τὴν πόλιν Δυρραχίου έλπίζων λήψεσθαι. ἀλλὰ καὶ τοὺς ὲν τῇ πόλει παρατυχόντας Βενετίκους παρασκευάζει διὰ γραμμάτων ξυμβουλεῦσαι τοῖς τε Ἀμαλφινοῖς καὶ Βενετίκοις καὶ ὅσοι ἔποικοι εἰς Ἐπίδαμνον [*](C) ἔτυχον, ὑπεῖξαι τῷ αὐτοῦ θελήματι καὶ οἱ τὸ Δυρράχιον. ἀλλὰ καἰ αὐτὸς δἰ ὑποσχέσεων καὶ δω-
[*](2. lege Ἀπουληΐαν. 4. δὲ om. G. συναῤῥάξαντα G. προσαράξαντα. 5. πλοῖον om. G. 6. τὸ om. G. 9. lege ἐνσοριάζεται. πέμπτῳ C et in margine P, ἕκτῳ PG. αἰφνίδιον: ἐκείνου Α. 13. ἀνέσφηλε CG. 15. τούτους: τὸν τοὺς P. 19. Ἀμαλφηνοῖς CG.)ῥεῶν οὐκ ἐνεδίδου ὅλως, ὥστε τὴν πόλιν Δυρράχιον παραδοῦναι αὐτῷ. καταπειθεῖς οὖν γεγονότες, τοιοῦτον γὰρ τὸ Λατίνων ἅπαν γένος ἐρασιχρήματόν τε καὶ ὀβολοῦ ἑὼς πιπράσκειν εἰωθὸς καὶ αὐτὰ δὴ τὰ φίλτατα,) μεγάλα ἐλπίσαντες καἰ συνωμοσίαν τηνικαῦτα ποιησάμενοι, ἀναιροῦσι μὲν τὸν πρώτως αὐτοὺς ἀναπείσαντα τὸ κάστρον τῷ Ρομπέρτῳ [*](D) προδοῦναι καὶ τοὺς συνωμότας αὐτοῦ· ἐκεῖνοι δὲ παραδιδόασι τὸ κέστρον τῷ βασιλεῖ, πάσης ἐλευθερίας ἐξ αὐτοῦ παραπολαύσαντες.
Τὴν δὲ τοῦ Ῥομαέρτου τελευτὴν μαθηματικός τις Σὴθ καλούμενος μεγάλα ἐπ’ ἀστρολογίᾳ αὐχῶν, μετὰ τὴν εἰς τὸ Ἰλλυρικὸν αὐτοῦ διαπεραίωσιν προειρήκει διὰ χρη- [*](V. 131) σμοῦ, ὃν ἐν χάρτῃ ἐκθέμενος καὶ σφραγίσας, τωι τῶν τοῦ βασιλέως οἰκειοτάτων ἐνεχείρισε, παραγγείλας κατέχειν αὐτὸν μέχρι τινός. εἶτα τοῦ Ρομπέρτου τετελευτηκότος, κότος, ἐς ἐπιταγῆς αὐτοῦ λύουσι τὸν χάρτην. εἶχε δὲ ὁ χρησμὸς οὕτως· “μέγας ἐχθρὸς ἔξ ἑσΠέρας πολλὰ κυκήσας ἄφνω πεσεἴται.’’ ἐθαύμασαν μὲν οὖν πάντες τὴν τοῦ ἀνδρὸς ἐπιστήμην· ἥν γὰρ ἐπὶ ταύτῃ τῇ σοφίᾳ εἰς ἄκρον [*](P. 164) καὶ ἵνα τι βραχὺ παραδράμωμεν, τοῦ λόγου τῆς ἱστορίας
[*](1. δυῤῥαχίου G. 2. καταπειθεῖς GA, καταπαθεῖς Ρ. 3. Λατίνων Α. Λατινικὸν PG. 5. τηνικαῦτα add. CA. 7. συνωμότους G. ἐκεῖνοι — παραπολαύσαντες om. G. 9. ἐξ αὐτοῦ παραπολαύσαντες Α, παρ’ αὐτοῦ ἀπολαύσαντες PG. 10. μαθηματικός A, μεμαθηκὼς PG. 13. ἐνθέμενος A. τῶν οἰκειοτάτων τοῦ βασιλέως G. 14. ἐνεχείρισε Α. ἐνεχείρησε PG. 15. τελευτήσαντος Α. 18. μὲν οὖν Α. δὲ PG. 20, παραδράμωμεν, τοῦ λόγου τῆς ἱστορίας A, παραδράμωμεν τοῦ λόγου, τῆς ἱστορίας PG.)μικρὸν αποσταντες, οὕτως ἔχει τὰ κάτα τους χρησμους. νεώτερον μὶν τὸ ἐφεύρεμα καὶ οὐκ οἶδε τὴν ἐπιστήμην ταύτην ὁ πάλαι χρόνος. οὔτε γὰρ ἐπ’ Εὐδόξου τοῦ ἀστρονομικωτάτου ἡ τῶν χρησμῶν μέθοδος ἥν, οὔτε ὁ Πλάτων τὴν σύνεσιν ταύτην ᾕδει, ἀλλ’ οὐδὲ Μανέθων ὁ ἀποτελεσματικὸς περὶ ταύτης ἠκρίβωκεν. ἀλλὰ λεῖψις ἦν ἐκείνοις ὡροσκόπου, ἐν οἶς προὐμαντεύοντο, καὶ πῆξις τῶν κέντρων καὶ τοῦ ὅλου διαθέματος ἐπιτήρησις καὶ ὁπόσα ἄλλα ὁ τὴν μέθοδον ταύτην εὑρηκὼς τοῖς ἐσύστερον παρέδωκεν, ἅπερ ξυνετὰ τοῖς περὶ [*](Β) τὰ τοιαῦτα ματαιάζουσιν. ἡμεῖς δὲ ἐκεῖθέν ποτε ἀίγον τι τῆς ἐπιστήμης ταύτης ἡψάμεθα, οὐχ ἴνα τι τοιοῦτον διαπραξαίμεθα, μὴ γένοιτο,) ἀλλ’ ἵνα τῆς ματαιολογίας ταύτης ἀκριβέστερον καταγνόντες, καὶ τῶν περὶ αὐτὴν ἠσχολημένων καταγινώσκοιμεν. ταῦτα δὲ γράφω οὐκ ἐπιδείξεως ἕνεκα, ἀλλ᾿ ἵνα ἐνδείξαίμην, ὅτι ἔπι τοῦ αὐτοκράτορος τούτου τῶν ἐπιστημῶν εἰς ἐπίδοσιν ἐληλύθεισαν, τιμῶντος τοὺς φιλοσόφους καὶ φιλοσοφίαν αὐτήν, εἰ καὶ πρὸς τὸ μάθημα τοῦτο τῆς ἀστρολογίας δυσχεραίνων πως κατεφαίνετο, οἶμαι διότι τοὺς πολλοὺς τῶν ἀκεραιοτέρων ἀφίστασθαι ἀνέπειθε [*](C) τῶν ἄνωθεν ἐλπίδων καὶ κεχηνέναι τοῖς ἄστρασιν. αὕτη
[*](2. ἐφεύρημα G. ταύτην τὴν ἐπιστήμην A. 6. ὡροσκόπου Α. ὡροσκοπίας PG. 8. διαστήματος AG, διαθέματος P. 9. περὶ ταύτα Α. 11. διαπραξώμεθα Α. 12. ματαιολογίας AG, ματαιολόγου P. 13. ἦσχολημένων AG, P. 14. καταγινώσκωμεν Α. 16. ἐληλύθησαν P, alterum AG. 19. τῶν ἀκεραιοτέρων om. AG.)αἰτία γέγονε πόλεμον ἔχειν τὸν αὐτοκράτορα πρὸς τὸ μάθημα τῆς ἀστρολογίας. οὐ μὴν διὰ τοῦτο αὐχμός τις ἦν ἀστρολόγων τὸ τηνικάδε, ἀλλὰ καὶ ὁ εἰρημένος Σὴθ κατ’ ἐκεῖνο καιροῦ ἐξήνθησε, καὶ ὁ Αἰγύπτιος ἐκεῖνος Ἀλεξανδρεὺς πολὺς ἦν τὰ τῆς ἀστρολογίας ἐμφαίνων ὄργια. ὃς καὶ παρὰ πολλῶν ἐρωτώμενος ἀκριβέστατα προεμαντεύετο· ἐν δὲ οὐδὲ ἀστρολάβου δεόμενος, ἀλλὰ διά τινος ψηφοφορίαις [*](D) τὰς προρρήσεις ἐπεποίητο. ἦν δ’ ἄρα καὶ τοῦτο μαντικὸν μὶν οὐδαμῶς, ἀλλὰ τέχνη τις Ἀλεξανδρέως λογική. ὁρῶν δὲ ὁ αὐτοκράτωρ τὴν νεότητα συρρέουσαν ἐπ᾿ αὐτὸν καὶ ὥσπερ τινὰ προφήτην τὸν ἄνδρα λογιζομένην, δὶς καὶ αὐτὸς τοῦτον ἐπηρωτήκει, καὶ τοσαυτάκις καὶ ὁ Ἀλεξανδρεὺς εὐστοχήκει τῆς ἐπερωτήσεως· δειλιάσας δὲ ἵνα μὴ πολλῶν βλάβη καὶ πρὸς τὴν ματαιότητα τῆς ἀστρολογίας ἀποκλίνωσιν ἅπαντες, κατὰ τὴν ‘Pαιδεστὸν τούτῳ τὰς διατριβὰς ἀφώρισε, [*](P. 165) τῆς πόλεως ἀπελάσας, πολλὴν τὴν περὶ αὐτὸν προμήθειαν ἐνδειξάμενος, ὥστε δαψιλῶς αὐτῷ τὰ πρὸς χρῆσιν ἐκ τῶν βασιλικῶν ταμιείων ἐπιχορηγεῖσθαι. ναὶ μὴν καὶ ὁ δικλεκτικώτατος Ἐλευθέριος, Αἰγύπτιος καὶ οὗτος ἀνήρ, τὰ τῆς ἐπιστήμης ταύτης πρεσβεύων, εἰς ἄκρον ἤλαυνεν εὐφυίας, μηδενὶ μηδαμῶς τῶν πρωτείων παραχωρῶν. ἐν ὑστέροις δὲ καὶ ὁ [*](V. 132) καλούμενος Κατανάγκης Ἀθήνηθεν εἰς τὴν μεγαλόπολιν καἐξήνθει
[*](4. Α. 8. μαντικὸν Α. μαγικὸν PG. 9. Ἀλεξανδρέων CAG. 10. νεώτητα P. 11. λογιζομένην Α, λογιζόμενοι PG. 12. ἐπερωτήκει P, ἐπηρωτήκει G, ἐπηρώτησε A. καὶ alterum om. AG. ἠστοχήκει A. 14. τὴν om. A. 16. αὐτοῦ CG. ἐπιδειξάμενος G. 18. καὶ μὴν Α. 19, αὐτὸς A. 22. κατανᾶς A. καταλαβών: παρελθὼν Α.)ταλαβών, τὰ πρωτεῖα τῶν πρὸ αὐτοῦ φιλονεικῶν φέρειν, ἐπερωτηθεὶς παρά τινων περὶ τοῦ αὐτοκράτορος, πότε τεθνήξοιτο, [*](B) καὶ τὸν θάνατον αὐτοῦ προκαταγγείλας ὡς ᾤετο, ἐψεύσθη τοῦ στοχασμοῦ. συνέβη δὲ τηνικαῦτα τὸν θῆρα λέοντα ἐν τοῖς βασιλείοις διαιτώμενον ἐπὶ τέσσαρσιν ἡμέραις πυρέξαντα τὴν ψυχὴν ἔξερεύξασθαι· εἰς ὃ τοῖς πολλοῖς ἔδοξεν ἡ τοῦ Κατανάγκη πρόρρησις τελευτῆσαι. καιροῦ δὲ ἱκανοῦ, αὖθις τὸν τοῦ αὐτοκράτορος θάνατον προὐμαντεύσατο καὶ διεψεύσθη· τεθνήκει δ’ ὅμως ἡ Ἄννα καὶ μήτηρ αὐτοῦ κατὰ τὴν ἡμέραν ἐκείνην, ἣν Κατανάγκης προεῖπεν ὁ δὲ βασιλεύς, ἐπεὶ ποσάκις περὶ αὐτοῦ [*](C) προμαντευσάμενος, τοσαυτάκις διήμαρτε, τῆς πόλεως τοῦτον μεταστῆσαι οὐκ ἤθελεν αὐτέλεγκτον γενόμενον, ἅμα δὲ καὶ ἕνα μὴ ὄι ἐμπάθειαν δόξη τοῦτον ἐκεῖθεν ἀπελαύνειν. ἀλλ’ ἡμεῖς γε ἐντεῦθεν πάλιν ὅθεν ἐξεληλύθειμεν ἀναστρέψωμεν, ἴνα μὴ δοκοίημεν μετεωρολέσχοι τινὲς καὶ ἐξ ἀστρολογίας ὀνόμασι τὸ σῶμα τῆς ἱστορίας καταζοφοῦντες. ὁ δέ γε Ῥομπέρτος, ὡς λόγος ἐκράτει καὶ τινες ἔλεγον, ἡγεμὼν γέγονεν, ἀγχίνους, εὐπρεπὴς τὴν ὄψιν, ἀστεῖος ἐν λό-
[*](1. ἐρωτηθεὶς G. 2. τινος Α. 4. τὸν λέοντα Α. 5. ἡμέραις A, ἡμέρας PG. 7. κατανᾶ Α. Κατανάγγου PG, Κατανάγκη C. 9. πραὐμαντεύετο Α. ὁμῶς G. 11. κατάνας Α. κατανάγγης PG. correxi. ποσάκις Α. πολλάκις PG. 13. ἀντελέγητον Ρ, recte CAG. 14. καὶ om. A. ἐκεῖθεν om. Α. 15. ἐντεῦθεν om. A. ἐξεληλύθημεν P, ἐξεληλύθωμεν G, ἐξεληλύθειμεν Α. ἀναστρέψαμεν Ρ. 16. μετεωρολέσχαι G. 17. κατατοφοῦντες P, recte CG.)γοις, ὀξὺς μὲν εἰπεῖν, φωνὴ δ’ αὐτοῦ μεγάλη, εὐπρόσιτος, [*](D) εὐμεγέθης τὸ σῶμα, σύμμετρον τὴν κόμην ἔχων ἀεὶ τῇ κεφαλῇ, βαθυπώγων, σπεύδων ἀεὶ τὰ ἔθη τοῦ οἰκείου γένους τηρεῖν, τὸ τοῦ προσώπου ἄνθος καὶ τοῦ ὅλου σώματος μέχρι τέλους σώζων, κὼ τούτοις ἐπιγαννύμενος, δι’ ἅπερ ἄξιον τυραννίδος τὸ εἶδος αὐτοῦ ἐνομίζετο πάντας τοὺς ὑπ’ αὐτὸν τιμῆς ἀξιῶν καὶ πλείονος μᾶλλον τοὺς εὐνοϊκωτέρως πρὸς αὐτὸν διατιθεμένους. φειδωλότατος δὲ ἦν καὶ φιλοχρυσώτατος, [*](P. 166) ἐμπορικώτατος καὶ φιλοκτεανώτατος καὶ ἐπὶ τούτοις φιλοδοξότατος· ὑφ’ ὦν πάντων ἡττώμενος, πολλὴν τὴν μέμψιν πάντων ἐπεσπάσατο. κακίζουσι δέ τινες τὸν αὐτοκράτορα ὡς μικροψυχήσαντα καὶ τὸν μετ’ αὐτοῦ πόλεμον τότε προαρπάσαντα. εἰ μὴ γὰρ πρὸ τοῦ προσήκοντος καιροῦ τοῦτον ἀνε- ζήτησεν, ὡς φασιν, ἄλλως ἂν ῥᾳδίως κατίσχυσεν αὐτοῦ βαλλομένου ἁπανταχόθεν παρά τε τῶν καλουμένων Ἀρβανιτῶν παρά τε τῶν ἀπὸ Δαλματίας παρὰ τοῦ Βοδἰνου πεμπομένων. ἀλλὰ τοιαῦτα μὲν οἱ μωμοσκόποι ἔξω βελῶν ἱστάμενοι καὶ κατὰ τῶν ἀγωνιζομένων πικροὺς οἰστοὺς διὰ γλώττης πέμπον. [*](Β) τες. τὸ γὰρ τοῦ Ῥομπέρτου ἀνδρεῖον καὶ πέρι τὰ πολεμικὰ περιδέξιον καὶ τὸ τοῦ φρονήματος ἑδραῖον πάντες ἴσασι· καὶ γὰρ οὐ τῶν ῥᾳδίως, ἀλλὰ καὶ τῶν λίαν δυσκόλως καταγωνι-
[*](2. ; CG, εὐμεγέθης FP. 3. ἀεὶ: lege ἤθη G. 5. διόπερ G. 8. ante δὲ add. P τε, om. G. lege φιλοχρυσότατος. 11. ἐσπάσατο CG. 14. κατήσχυσεν P, recte G. 15. ὀρβανιτῶν G. 21. τῶν ῥ. G, τοῦ P.)ζομένων ἥν ὁ ἀνήρ, ἐν ταῖς ἥτταις μᾶλλον θαρραλεώτερος φαινομενος.