Alexias

Anna Comnena

Anna Comnena. Annae Comnenae Alexiadis, Volume 1. (Corpus Scriptorum Historiae Byzantinae, Volume 38). Schopen, Ludwig; Niebuhur, B.G., editors. Bonn: Weber, 1839.

Τὰ μὲν οὖν κατὰ τὰς γυναῖκας τοιαῦτα. οἱ δέ γε Κομνηνοὶ φθάσαντες τὴν περὶ τὸ βραχιόνιον τῶν Βλαχερνῶν ἱσταμένην πύλην καὶ τὰς κλεῖς κατεάξαντες, ἀδεῶς ἔξεληλύθεισαν εἰς τοὺς βασιλικοὺς ἱπποστάθμους. καὶ τοὺς μὲν τῶν V. 48 ἵππων αὐτοῦ που καταλιμπάνουσι, πρότερον τοὺς ὄπισθεν πόδας ἀπ᾿ αὐτῶν τῶν μηρῶν τῷ ξίφει ἀποτεμόντες, τοὺς δ᾿ ἀναλαβόμενοι ὅσοι τούτοις ἔδοξαν χρησιμώτεροι, ἐκεῖθεν ταχέως τὸ ἀγχοῦ που τῆς μεγαλοπόλεως μοναστήριον, ὃ Κοσμίδιον ἐπωνόμασται, καταλαμβάνουσι. καὶ γὰρ, ἴνα μεταξύ πως ἐπιδιηγησαίμην καὶ σαφέστερον ἡμῖν ὁ λόγος προΐῃ, τὴν εἰρημένην ἄνωθεν πρωτοβεστιαρίας, πρινὴ τὸν βασιλέα ταύτην μετακαλέσασθαι, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, ἴθι κα-

[*](2. μεμαθηκέτωσαν CG, 3. ἀπήγγειλον G. 5. φυλάττοντας G, 6. ἐνέταττεν G. βροσίμων PG, recte C. 13. Κομνηνοὶ: ἀποστάται Α. Βλαχερνῶν: βρόκων P in margine. 17. δὲ Α. 19. πω G. 23. καταλαβόντες: καταλαβὼν τὰ G.)
105

ταλαβόντες, ταύτῃ τε συνετάττοντο ἐπὶ τῷ ἐξελαύνειν ἐκεῖθεν καὶ Γεώργιον τὸν Παλαιολόγον ἀνέπειθον μεθ’ ἑαυτῶν συλλαβεῖν λαβεῖν κω συναπαίρειν αὐτοῖς κατηνάγκαζον. οὔπω γὰρ ἦσαν ἔκφορα τὰ κατ᾿ αὐτοὺς θέμενοι πρὸς τὸν ἄνδρα δι’ ὑποψίαν εὐπρόσωπον. ἦν γὰρ ὁ πατὴρ τοῦ Γεωργίου τουτουὶ· τῷ βυσιλεῖ εὐνούστατος ἐς τὰ μάλιστα, καὶ τῆς τοιαύτης Βοῦλίς πρὸς τοῦτον ἀπογύμνωσις οὐκ ἀκίνδυνος. τὰ μὲν οὖν πρῶτα ὁ Παλαιολόγος πρὸς τούτους οὐκ εἶχεν εὐαγώγως, πολλά τε ἀντιτεινόμενος καὶ προσονειδίζων τὸ εἰς ἐκεῖνον τούτων βούλημα καὶ ὅτι ὕστερον, τοῦτο δὴ τὸ πεπαροιμιασμένον, νοῦν οἴσαντες καὶ τοῦτον ἀνακαλοῦνται. ἐπεὶ δὲ καὶ ἡ πρωτοβεστιαρία ἡ τοῦ Παλαιολόγου πενθερὰ βαρεῖα ἐνέκειτο τούτῳ συνεξελθεῖν καὶ ἀπειλοῦσα αὐτῷ τὰ δεινότατα, μαλακώτερος γίνεται. φροντίζει δὲ τὸ ἐντεῦθεν πέρι τῶν γυναικῶν, τῆς [*](P. 55) τε αὐτοῦ γαμετῆς Ἄννης καὶ Μαρίας τῆς πενθερᾶς αὐτοῦ, τὰ πρῶτα τοῦ γένους ἐκ τῶν Βουλγάρων ἐχούσης κάλλους δὲ τοσοῦτον ἐπισυρομένης καὶ εὐαρμοστίας μελῶν κὼ μερῶν, ὥστε μηδεμίαν φανῆναι κατ’ ἐκεῖνο καιροῦ τὴν ταίτης ὡραιοτέραν. οὐκ ἄνευ οὖν φροντίδος ἦσαν τὰ κατ’ αὐτὴν τῷ παλαιοόγῳ καὶ Ἀλεξίῳ. ταύτῃ τοι καὶ γνώμης ἔσχον οἱ ἀμφὶ τὸν Ἀλέξιον, ἐκεῖθεν ἀνελόμενοι ταύτας οἱ μὲν εῖς τι φρούριον ἀπαγαγεῖν, ὁ δὲ Παλαιολόγος εἰς τὸ έν Βλαχέρναις τέμενος

[*](2. συλλαβεῖν om. P. 3. αὐτοὺς P. 8. οὐχ P. 12. τοῦτο G. 14. τῆς ἑαυτοῦ P. 17. εὐαρμοστίαν G. 18. τὴν om. G. 20. γνώμην C.)
106
[*](B)

τῆς θεομήτορος. καἰ κρατεῖ ἡ τοῦ Γεωργίου γνώμη. εὐθὺς οὖν ἀπελθόντες μετ’ αὐτῶν παρέθεντο ταύτας τῇ πανάγνῳ μητρὶ τοῦ τὰ πάντα συνέχοντος λόγου. αὐτοὶ δὲ παλινοστήσαντες ὅθεν ἐξῄεσαν, ἐσκόπουν ὁ τι δὴ καὶ ποιήσαιεν. ὁ δὲ Παλαιοόγος “ὑμᾶς μέν" φησιν “ἀπέρχεσθαι χρή· ἐγὼ δὲ τάχιον ὑμᾶς καταλήψομαι, τὰ προσόντα μοι χρήματα συνεπιφερόμενος." ἔτυχε γὰρ πᾶσαν τὴν ἐν κινητοῖς αὐτοῦ θεωρουμένην περιουσίαν ἔχων ἐγκειμένην ἐκεῖσε. μὴ μελήσαντες γοῦν εὐθὺς τῆς προκειμένης ὁδοιπορίας εἴχοντο· ἐκεῖνος [*](C) δὲ τοῖς τῶν μοναχῶν ὑποζυγίοις ἐπεισάξας τὰ ἑαυτοῦ, ὄπισθεν αὐτῶν ἤλαυνε. καὶ φθάσας σὺν τούτοις εἰς Τζουρουλόν, κώμη δὲ καὶ αὕτη Θρᾳκικὴ διασώζεται,) κἀκεῖσε τυχαίως τῷ ἐξ ἐπιταγῆς τοῦ δομεστίκου καταλαβόντι στρατεύματι ἡνώθησαν ἅπαντες. δέον οὖν κρίναντες περὶ τῶν συμπεσόντων αὐτοῖς δηλῶσαι τῷ Δούκα Ἰωάννη τῷ καίσαρι ἔνα ἰδίοις κτήμασι τῶν Μωροβούνδου αὐλιζομένῳ, ἀπεστάλκασι τὸν τὴν πρᾶξιν ἐκείνων μηνύσοντα. φθάσας δὲ ὁ τὴν ἀγγελίανἐκείνην κομίζων περὶ δείλην ἑῴαν, ἔξω τῶν οὐδῶν τῆς αὐλίδος εἱστήκει τὸν Καίσαρα ἀναζητῶν. ἰδὼν δὲ τοῦτον ὁ ἔγγονος αὐτοῦ Ἰωάννης, νέος ἔτι ὢν καὶ μήπω μειράκιον καὶ διὰ τοῦτο ἀδιασπάστως συνὼν τῷ Καίσαρι, δρομαῖος εἴσεισι καὶ

[*](3. τὰ add. C. 6. καταλείψομαι G. 8. lege μελλήσαντες 13. ἐπιταγκος G. καταλαβόντι C, καταλαμβάνοντες Α καταλαμβάνοντι PG. 14. ἡνώθεσαν G. κρίνοντες A. 16. τῶν: an τοῖς? Μοροβούνδου G, Μοροβίσδου coni. Wilken. Hist. Comn. p 84. vid. annotat. ἐπεστάλκασι Α. 17. πρᾶξιν : ἀποστασίαν Α. ἐκείνων CG, ἐκείνῳ PA.l μηνύσοντα Α, μηνύσαντα PG. 21. δρομαίως C.)
107

καθεύδοντα τοῦτον διυπνίσας, ἀπαγγέλλει τὸ παρὰ τῶν Κομνηνῶν γινόμενον. ὁ δ’ εὐθὺς πληγεὶς τῇ ἀκοῇ ῥαπίξει τὸν υἱὸν κατὰ κόρρης, καὶ μὴ τοιαῦτα ληρεῖν ἐπειπών, ἀπώσατο. κἀκεῖνος μετὰ μικρὸν πάλιν εἰσελθών, τὴν αὐτὴν αὐτὴν ομίζει, προσθέμενος καὶ τὸν ἀπὸ τῶν Κομνηνῶν πρὸς αὐτὸν ἀποτοξευόμενον λόγον. εἶχε δὲ ὁ λόγος μεταξύ που καί τι ἀστειότατον, τὴν τοιαύτην πρᾶξιν αὐτοῦ συναινιττόμενον· ὡς “ἡμεῖς μέν φησιν “ὅψον μὰλα μάλα καλὸν ηὐτρεπίσαμεν καὶ καρυκείας [*](V. 49) ρυκείας οὐκ ἄτερ· σὺ δὲ ἀλλ’ εἰ βούλει τῆς εὐωχίας μεταλαβεῖν, τὴν ταχίστην ἥκειν τῆς πανδαισίας μεταληψόμενος. ἀνακαθίσας οὖν καὶ ἔπι τοῦ δεξιοῦ ἀγκῶνος ἐαυτὸν ἐπερείσας, εἰσαγαγεῖν τὸν εἰσαγαγεῖν ἐλθόντα κελεύει. τοῦ δὲ πάντα τὰ κατὰ τοὺς Κομνηνοὺς διηγησαμένου, “φεῦ μοι" ὁ Καῖσαρ ἑώων, εὐθὺς ἐπιβάλλει τὰς χεῖρας ταῖς ἄψεσιν· ἔπι μικρὸν δὲ καὶ τῆς ὑπήνης περιδρα·ξάμενος, οἶον ὲν τοσούτῳ [*](P. 56) λογισμοὺς πολλοὺς ἀνελίττων, εἰς ἳν τοῦτο ἤρεισεν ἐαυτόν, συνακολουθῆσαι κἀκεῖνον τῷ τούτων θελήματι. εὐθὺς οὖν μετακαλεσάμενος τοὺς ἱπποκόμους καἰ τοῦ ἵππου ἐπιβάς, τῆς πρὸς τοὺς Κομνηνοὺς φερούσης ἥψατο. καὶ Βυζαντίῳ δέ τινι καθ’ ὁδὸν ἐντυχὼν χρυσοῦ βαλάντιον ἱκανὸν ἐπιφερο

[*](3. υἱωνὸν P in marginc. 6. ὁ λόγος : ἡ ἀγγελία A. 7. ἀστειότερον A. τοιαύτην πρᾶξιν : τυραννίδα P in margine et A. 9. μεταλαβεῖν CG, μεταλαχεῖν PA. 10. ἥκειν A. ἦψεσιν PG. πανδοσίας G. μεταληψάμενος G. 14. ταῖς ὄψεσιν om. CG. 15. καὶ om. G. 17. συναποστατῆσαι τουτοις κᾴκεῖνος προέθετο Α. 19. φερούσης πορείας Α. καὶ om. Α. ao. βαλάντια ἱκανὰ Α.)
108

μένω καὶ πρὸς τὴν μεγαλόπολιν ἀπιόντι , ἤρετο αὐτόν, τοῦτο δὴ τὸ Ὁμηρικόν, “τίς τις πόθεν εἰς ἀνδρῶν;·’ καὶ ἐπειδὴ παρ’ αὐτοῦ ἐμάνθανεν, ὅτι τε πολὺν χρυσὸν ἐπιφέρεται ἀπό τινων εἰσπράξεων καὶ ὅτι πρὸς τὸν κοιτῶνα τοῦτον διακομίζει, βιάζεται τοῦτον συγκαταλῦσαι αὐτῷ , ὑπισχνούμενος ὡς ἅμα [*](B) ἡμέρᾳ οὗπερ ἂν βούλοιτο , βαδιεῖται τοῦ δὲ ἐνισταμένου καὶ βαρέως φέροντος τοῦτο , ὁ Καῖσαρ σφοδρότερον ἐπετίθετο καὶ ἔπεισε λέγων , ὁποῖος ἐκεῖνος ἐπιτρόχαλος ὲν λόγοις καὶ δεινὸς ἐν νοήμασι, πειθώ τε ἐν γλώττῃ φέρων , ἧπερ Αἰσχίνης ἄλλος ἄλλος ἡ Δημοσθένης. συμπαραλαβὼν οὖν τὸν τοιοῦτον, καταλύει έν τινι δωματίῳ καὶ παντοίως φλοφρονησάμενος τραπέζης τε ἀξιώσας διαναπαύσας διαναπαύσας καλῶς παρακατέσκε τὸν ἄνδρα. κατὰ τὸ περίορθρον δὲ ἤδη, ὅτε καὶ ὁ ἥλιος τὸν ἀνατολικὸν ὁρίζοντα καταλαμβάνειν ἐπείγεται , ὁ μὲν Βυζάντιος τιος ἐπιθέμενος τὰς ἐφεστρίδας τοῖς ἵπποις εὐθὺ βυζαντίδος [*](C) ἐλαύνειν ἡπείγετον τοῦτον δὲ ὁ Καῖσαρ θεασάμενος “ἔα" φησι “καὶ συμπορεύου μεθ’ ἡμῶν.’’ ὁ δὲ μηθ’ ὅπου πορεύεται γινώσκων, παντάπασι δὲ καὶ τὴν αἰτίαν δι’ ἣν τῆς τοιαύτης φιλοφροσύνης ἠξίωται ἀγνοῶν, πάλιν δυσανασχετῶν ἦν καὶ ὑπόπτως εἶχε πρὸς τὸν Καίσαρα καὶ τὰς φιλοφροσύνας τοῦ καίσαρος. ὁ δὲ ἐπέκειτο ἕλκων αὐτόν· ὡς ὁ οὐχ ὑπήκουε, μεταβαλὼν τραχυτέροις πρὸς τοῦτον ἐκέχρητο ῥήμασιν, εἰ μὴ τὸ προσταττόμενον ποιήσειε. μὴ ὑπακούοντος δέ, προσ-

[*](4 εὐπράξεων G. 5. αὐτὸν τούτῳ συγκαταλῦσαι A. 10 τὸν τοιοῦτον : αὐτὸν A. 16. τοῦτο? 22. μεταλαβὼν G. 23. παραταττόμενον PG, alterum CA et PG in margine.)
109

τάττει τὰ μὲν προσόντα αὐτῷ ἅπαντα τοῖς ἰδίοις ἑνωθῆναι ὑποζυγίοις κὼ τὴν προκειμένην πορεύεσθαι, ἐκείνῳ δὲ ἄδειαν δίδωσιν ὅπη βούλοιτο ἀπιέναι. ὁ δὲ τὴν μὲν εἰς τὰ βασίλεια [*](D) εἴσοδον παντελῶς ἀπαγορεύσας, ἅτε δεδιὼς μὴ καὶ ἔμφρουρος γένηται διὰ τὸ κεναῖς χερσὶν τοῖς ἀμφὶ τὸν βασιλικὸν κοιτῶνα ὀφθῆναι , παλινδρομῆσαι δὲ μὴ θέλων διὰ τὴν τοῖς πράγμασιν ἐπεισπεσοῦσαν ἀκαταστασίαν καἰ σύγχυσιν ἐκ τῆς ἀνακυψάσης ἤδη τῶν Κομνηνῶν ἐπιχειρήσεως , καὶ μὴ βουλόμενος συνείπετο τῷ καίσαρι. γίνεται δέ τι κατὰ συντυχίαν τοιοῦτον. ἀπερχόμενος ὁ καῖσαρ περιέτυχε Τούρκοις ἄρτι διαπερῶσι τὸν Εὐρον καλούμενον ποταμόν. ἀνασειράσας οὖν τὸν χαλινόν, ἐπυνθάνετο ὅθεν καί ὅποι πορεύονται , ἅμα δὲ καἰ ὑπισχνεῖτο χρήματά τε πολλὰ δώσειν καἰ παντοίας θεραπείας ἀξιῶσαι , εἰ πρὸς τὸν Κομνηνὸν σὺν αὐτῷ φοιτήσουσι. συντίθενται οὖν τηνικαῦτα . καὶ ὅς ὅρκον ἐκ τῶν ἡγεμόνων αὐτῶν ἀπαιτεῖ, ἐμπεδῶσαι τὰς συνθήκας διὰ τούτου βουλόμενος. οἱ δ’ εὐθὺς κατὰ τὸ εἰθισμένον αὐτοῖς τὸν· ὅρκον ἐπλήρουν, συμμαχῆσαι τῷ Κομνηνῷ μάλα προθύμως διαβεβαιούμενοι. ἄπεισι τοίνυν συμπαραλαβὼν καὶ τοὺς Τούρκους πρὸς τοὺς Κομνηνούς. οἱ δὲ πόρρω τοῦτον θεασάμενοι καὶ τὴν καινὴν ἄγραν ὑπεραγασάμενοι καὶ μάλιστα τούτων [*](P. 57) οὑμὸς πατὴρ Ἀλέξιος, οὐκ εἰχον ἡδονῆς ὅ τι καὶ δράσαιεν. σαιεν. προυπαντήσας δὲ καὶ περιπλακεὶς τὸν καίσαρα κατηδὲ

[*](2. om. G. 4. ἔμφρουρος G, ἐμφρούριος P. 6. δὲ πάλαι μὴ P, πάλαι om. G. an δὲ πάλιν ? 11. ποταμὸν om. CG. 12 καὶ om. A. ὅπη G. ἅμα A, ἀλλὰ PG. 14. φοιτήσωσι Α. 15 συντίθεται GA. ὅρκων P. 16. τούτου Α, τοῦτο PG.)
110

σπάζετο. τί τὸ ἐντεῦθεν, τῆς πρὸς τὴν βασιλεύουσαν ἀπαγούσης ἥψαντο, τοῦ Καίσαρος τοῦτο ὑποθεμένου καὶ ἐπίσπω δόντος. ἅπαντες οὖν οἱ κατὰ τὰς κωμοπόλεις αὐτόμολοι προσερχόμενοι ἐφήμιζον τοῦτον βασιλέα , πλὴν τῶν κατὰ ἡ Ὀρεστιάδα. ἐκεῖνοι γὰρ ἐγκοτοῦντες πάλαι αὐτῷ διὰ τὴν τοῦ Βρυεννίου κατάσχεσιν, τῷ μέρει τοῦ Βοταναειάτου προσέ [*](V. 50) κεῖντο. καταλαβόντες οὖν τὸν Ἀθύραν κἀκεῖσε διαναπαυσάμενοι, [*](Β) τὴν μετ’ αὐτὴν ἐκεῖθεν ἀπάραντες, τὰ Σχιζὰ κατέλαβον κώμη δὲ καὶ τοῦτο Θρᾳκική ,) κεῖθι τὸν χάρακα πηξάμενοι.

Μετέωροι δὲ ἦσαν ἅπαντες καραδοκοῦντες τὸ μέλλον καὶ τὸν ἐλπιζόμενον ἀναρρηθῆναι βασιλέα ἐπιποθοῦντες ἰδεῖν. οἱ πλείους δὲ Ἀλεξίῳ τὸ κράτος ἐπηύχοντο ἀλλ’ οὐδ’ ὢ περὶ τὸν Ἰσαάκιον ἀναπεπτώκεσαν, ὡς ἐνόν, ἅπαντας μεταχεειριζόμενοι. στάσις δὲ ἦν ἀσύμβατος κατὰ τὸ φαινόμενον, τῶν μὲν τοῦτον , τῶν δ’ ἐκεῖνον οἰακοστρόφον τῆς βασιλικὴ περιωπῆς ἱμειρομένων γενέσθαι. παρῆσαν δὲ τότε καὶ οἱ ἑ ἀγχιστείας τῷ Ἀλεξίῳ προσήκοντες, ὁ ἄνωθεν μνημονευθεὶς καῖσαρ Ἰωάννης ὁ Δούκας, ἀνὴρ καὶ βουλεύσασθαι ἱκανὸς καὶ καταπράξασθαι περιδέξιος, ὃν κἀγὼ κἀγὼ ὀλίγον φθάσασα τεθέαμαι τεθέαμαι, καὶ Μιχαὴλ καὶ Ἰωάννης οἱ τούτου ἔγγονοι , ναὶ μὴν καὶ ὁ τούτων ἐπ’ ἀδελφῇ γαμβρὸς Γεώργιος ὁ Παλαιο-

[*](2. ἐπισπεύσαντος Α. 4. τοῦτον : τὸν Ἀλέξιον Α. 6. Βοανιάτου GA. 7. δ’ ἱκανὰ παυσάμενοι G. 8. αὐτῇ Α. ΙΙ. δ’ G. πάντες G. 12. ἰδεῖν oin. CG. 14. ἄπαντες G. 17. ἡμειρομένων P. P. 22. καὶ om. G.)
111

λῷος , συμπαρόντες αὐτοῖς καὶ ἀγωνιῶντες καὶ τὰς ἀπάντων πρὸς τὸ αὐτοῖς βουλητὸν διαστρέφοντες γνώμας, καἰ πάντα καλων, ὅ φασι, κινοῦντες καὶ πᾶσαν εὐφυῦς εὐφυῶς τεχναζόμενοι, ὥστε τὸν Ἀλέξιον ἀναρρηθῆναι τοιγαροῦν καὶ τὰς ἁπάντων πρὸς τὸ αὐτοῖς βουλητὸν μετέφερον γνώμας. ἔνθεν θεν τοι καἰ τοὺς τῷ Ἰσαακίῳ προσανέχοντας κατὰ βραχὺ ἐλαττοῦσθαι συνέβαινεν. ὅπου γὰρ Ἰωάννης ὁ καῖσαρ ἦν, οὐδεὶς τῶν ἁπάντων ἀντέχειν ἠδύνατο. ἦν γὰρ ἀπαράμιλλος [*](D) ὦτος κάτα τε φρονήματος ἄγκον καἰ σώματος μέγεθος καὶ μορφὴν τυράννῳ προσήκουσαν. τι μὲν οὐκ ἔπραττον οἱ Δοῦκαι; τί δὲ οὐκ ἔλεγον; τι δὲ οὐχ ὑπισχνοῦντο ἀγαθὸν ἔσεσθαι σθαι τοῖς τοῖς τε λογάσι καὶ τῷ κοινῷ τοῦ στρατοῦ, εἰ ἐπὶ τὴν βασίλειον περιωπὴν Ἀλέξιος ἀναβαίνῃ ; φάσκοντες ὡς “μεγίσταις σταὶς ὑμᾶς δωρεαῖς καἰ τιμαῖς ἀνταμείψεται, ὡς ἐκάστῳ προσήκει καὶ οὐχ ὡς ἔτυχε, καθάπερ οἱ ἀμαθεῖς καὶ ἄπειροι τῶν ἡγεμόνων, διὰ τὸ καὶ στρατοπεδάρχης ὑμῶν χρόνον ἤδη πολὺν χρηματίσαι καὶ μέγας τῆς ἐσπέρας δομέστικος, καὶ κοινῶν νῶν ἁλῶν ὑμῖν μετασχεῖν, ὲν λόχοις τε καὶ τοῖς κατὰ συστάδην πολέμοις γενναίως ὑμῖν συναγωνιζόμενος, μὴ σαρκῶν, μὴ μεολῶν, μηδὲ τῆς ψυχῆς αὐτῆς ὑπὲρ τῆς ὑμῶν φειδόμενος σωτηρίας όρη τε τε καὶ· πεδιάδας μεθ’ ὑμῶν πολλάκις διελθών, τὰς ἐκ τῶν μόθων κακοπαθείας ἐπιστάμενος. καὶ ἀκριβῶς ἅπαντας ὁμοῦ καὶ καθ’ ἕνω γινώσκων, Ἀρηΐριλός τε ὤν καἰ

[*](18 λόχοις P in niaryine , λόγοις PG. 19. ἡμῖν G. 20 φεισάμενος P. 21. ἐλθών P. γ’. μόχθων CG. καὶ κακοπαθείας κακοπαθείας G.)
112

τοὺς γενναίους τῶν στρατιωτῶν ἐξόχως ποθῶν." ἀλλὰ ταῦτα μὲν οἱ Δοῦκαι· ὁ δέ γε Ἀλέξιος πολλῆς τιμῆς ἠξίου τὸν Ἰσαάκιον, ἐν πᾶσιν αὐτὸν προτιμώμενος, εἴτε διὰ τὸ φίλτρον [*](B) τῆς ἀδελφότητος ἥ καὶ μᾶλλον , ὅ καὶ λεκτέον, ἐπειδὴ ἡ μὲν στρατιὰ ξύμπασα πρὸς τοῦτον ξυνέρρει καὶ τὴν αὐτοῦ βασιλείαν κατέσπευδε , πρὸς δὲ τὸν Ἰσαάκιον οὐδ’ ὁπωστιοῦν ἐπεστρέφετο, ἔχων ἐκεῖθεν τὸ κράτος καὶ τὴν ἰσχὺν καὶ κατ ἐλπίδας αὐτῷ τὸ πρᾶγμα γινόμενον ὁρῶν, παρεμυθεῖτο τὸν ἀδελφὸν τῇπρὸς πρὸς τὴν βασιλείαν ὑποποιήσει , πρᾶγμα οὐδὲν ἐκ τούτων πάσχων ἀβούλητον , εἰ αὐτὸς μὲν παρὰ τῆς στρα τιᾶς ἁπάσης εἰς τοὺς ὑπερηφάνους ἄξονας ἀναρπάζοιτο, ὁ δὲ λόγοις ὑποσαίνοι τὸν ἀδελφὸν καὶ πρόσχημα ποιοῖτο τὴν τοῦ κράτους δῆθεν ἐκχώρησιν. τοῦ καιροῦ γοῦν οὕτω τριβομένου, [*](C) συνείλεκτο τὸ ὁπλιτικὸν ἅπαν περὶ τὴν σκηνήν, μετέωροι ὄντες καὶ τὴν ἰδίαν ἕκαστος ἐπιθυμίαν εὐχόμενος τε, [*](V. 51) λεσθῆναι. ἀναστὰς δὲ ὁ Ἰσαάκιος καἰ λαβὼν τὸ φοινικοβαφὲς πέδιλον ὑποδιδύσκειν τὸν ἀδελφὸν ἐπειρᾶτο· ὡς δὲ ἐκεῖνος πολλάκις ἀνένευεν, “ἔα" φησίν, “ὁ θεὸς διὰ σοῦ τὸ γένος ἡμῶν ἀνακαλέσασθαι βούλεται. ἀναμνήσας καὶ ὧν ὁ φανεὶς ποτε περί που τὰ Καρπιανοῦ λεγόμενα ἐκ τῶν βασιλείων σιλείων οἴκαδε ἀπερχομένων ἀμφοτέρων τῶν ἀδελφῶν, πρὸ αὐτὸν ἀπεφοίβασεν. ἐκεῖσε γὰρ γενομένοις ἀνήρ τις τούτοις

[*](2. γε om. G. 3. to om. G. 10. τούτου G. ὑποσαίνει C. 17. δ’ Α. 20. Καρπιανοῦ CG, Καρπιανῶν P, καρπιανὰ A. vid. annotat. 21. ἀμφοτέρων om. Α. au. γενόμενος G.)
113

ὑπηντηκώς, εἴτε τῶν κρειττόνων τις ὢν ἥ ἄλλως ἄνθρωπος, τῶν μελλόντων, ὡς ἀληθῶς εἰπεῖν, διορατικώτατος · ἐδόκει δ’ οὐν ὶερεὺς τὸ φαινόμενον, ἀπὸ γυμνῆς τῆς κεφαλῆς προσ [*](D) ερχόμενος, πολιὸς τὴν τρίχα, τὸ γένειον λάσιος· ἐπιλαμβάνεται τῆς κνὴμης τοῦ Ἀλεξίου καὶ πρὸς ἑαυτὸν πεζὸς ὤν ἱππότην ἐφελκυσάμενος, πρὸς τὸ οὐς τὸ οὐς τοῦτο δὴ τὸ τῆς Δαυιτικῆς ἀνεφθέγξατο γύρας “ἔντεεινε καὶ κατευοδοῦ καὶ βασίλευε ἔνεεκεν ἀληθείας καὶ πρᾳότητος καὶ δικαιοσύνης," καὶ προσεῖπε τῷ λόγῳ “αὐτόκρατορ Ἀλέξιε." ταῦτα εἰπὼν καὶ οἶον προμαντευσάμενος ἀφανὴς ᾤχετο. οὐδὲ γὰρ ἦν τῷ Ἀλεξίῳ ἁλώσιμος, ἁλώσιμος καίτοι πανταχόσε περιπαπταίνοντι , εἰ που καὶ τοῦτον θεάσαιτο , καἰ δὴ καἰ ὅλους λύσαντι χαλινοὺς καὶ τοῦτον μεταδιώκοντι, εἰ που καταλάβοιτο, ἵνα τις τε εἴη καὶ ὁπόθεν ἀκριβέστερον μάθοι. ἀλλ’ ὅμως ἀφανέστατον ἢν τὸ θεαθέν. θεαθέν. δὲ ὑποστρέψαντα ὁ ἀδελφὸς Ἰσαάκιος πολλά τε περὶ τοῦ φανέντος ἐξεπυνθάνετο καὶ τὸ ἀπόρρητον ἤξὶου παραγυμνοῦν· ὡς δὲ ἐνέκειτο ἀπαιτῶν ὁ Ἰσαάκιος, ὁ Ἀλέξιος τὸ ἐντεῦθεν τὰ πρῶτα μὲν ἀναβαλλομένῳ ἐῴκει , μετὰ ταῦτα δὲ καὶ τὸ λαληθὲν μυστικῶς πρὸς αὐτὸν ἔξωρχεῖτο. [*](P. 59) yetTO. αὐτὸς μὲν τοῖς ἔξωθεν λόγοις καὶ πρὸς τὸν ἀδελφὸν πλάσμα τὸ λεχθὲν ἐπεξηγούμενος καὶ φενάκην εἶναι ἐφθέγγετο, κατὰ κατὰ νοῦν δὲ ἔλκων τὸν φανέντα ἐκείνῳ ἱεροπρεπῆ ἄν-

[*](1. ἀπηντηκὼς P. ἄλλος A. 7. ἔντειναι C. 9. αὐτόκρατορ C, αὐτοκρὰτωρ PGA. Ἀλέξιος Α. 12. δὴ οm. C. καὶ tertium om. G. 13. εἴπω G. ante καταλάβοιτο add. καὶ P. 17. ἠξίουν GP, recle C. 21. εἶναι ἐφθέγγετο add. A. καὶ ἐκεῖνον minus recte coni. Hoeschel.)
114

δρᾶ εἰς εἰς τὸν τῆς βροντῆς υἱὸν θεόλογον παρείκαζεν. ἐπεὶ δὲ τὰ τοῦ γέροντος προμαντεύματα καἰ ἅπερ εἶπεν ἐκεῖνος έν λόγοις λόγοις, ὁ Ἰσαάκιος ἐν τοῖς πράγμασιν ἐθεᾶτο, ἐνίστατό τε ἀνδρικώτερον αὐτὸν βιαζόμενος καὶ τὸ ἐρυθροβαφὲς ἐνδιδύσκει ὑπόδημα, καὶ μᾶλλον ὁρῶν τοῦ ὁπλιτικοῦ παντὸς τὴν διάπυρον ἐπιθυμίαν πρὸς τὸν Ἀλέξιον. καὶ τὸ ἐντεῦθεν ἐξῆρκον [*](Β) οἱ Δοῦκαι τῆς εὐφημίας , τά τε ἄλλα τὸν ἄνδρα καὶ οὖτοι ἀποδεχόμενοι καὶ διότι ἡ τούτων προσγενὴς Εἰρήνη καὶ μήτηρ ἐμὴ κατὰ νόμους συνῆπτο τῷ ἐμῷ πατρί. σύναμα δὲ τοὺτοις καὶ οἱ ἐκ τοῦ αἵματος συμφυεὶς αὐτῶν ἀναβλαστήσαντες τὸ αὐτὸ προθύμως ἐποίουν. τὸ δέ γε λοιπὸν τοῦ στρατοῦ διαδεξάμενον τὴν εὐφημίαν, σχεδὸν εἰς αὐτὸν τὸν οὐρανὸν ἀνέπεμπον τὰς φωνάς. καὶ ἦν ἰδεῖν καινόν τι τηνικᾶτα συμβαῖνον, συμβαῖνον, τοὺς πρότερον διῃρημένους τὰς γνώμας καὶ θάνατον ἐλέσθαι μᾶλλον ἡ τῆς σφῶν ἐπιθυμίας ἀποτυχεῖν χεῖν βουλομένους, ὁμογνώμονας ἐν μιᾷ καιροῦ ῥοπῇ γεγονότας, καὶ τοσοῦτον, ὡς μηδ’ εἴ ποτε στάσις μεταξὺ τούτων ὅλως ἦν ἐπιγινώσκεσθαι.

[*](C)

Ἐν ὅσῳ ταῦτα ἐτελεῖτο, φήμη τις περὶ τοῦ ελισσηνῦ διέτρεχε, φθάσαι τοῦτον μηνύουσα περὶ τὴν Δάμαλιν μεθ’ ἱκανῆς στρατιᾶς, εὐφημεῖσθαι τε ὡς βασιλέα ἤδη καὶ ἁλουργὰ ἠμφιεσμένον· οἱ δὲ τῷ λεγομένῳ πιστεύειν τέως

[*](1. παρείκαζεν οm. C. ἐπὶ P. προφοιβάσματα Α. εἷπεν om. A. 3. ὁ : καὶ Α. ἐθεάσατο G. 6. τὸ ἐντεῦθεν γοὺν Α. 8. καὶ om. C. 9. τῷ ἐμῷ πατρί : αὐτῷ Α. 12. εἰς A, ἐφ’ GP, ἐς P in margine. τὸν om. A. 13 om. G. 22. ἁλουργὸν GA.)
115

οὐχ εἶχον. τὰ δὲ κὰτ αὐτοὺς κὰκεῖνος μαθὼν πρέοβεις ταχὺ πρὸς αὐτοὺς ἐξαπέστειλεν. οἱ καὶ καταλαβόντες ἥδη τὰς πρὸς αὐτοὺς γραφὰς ἐνεχείριζον, οὑτωσί πως διεξιούσας. “ ὁ θεός με μέχρι Δαμάλεως μετὰ τῆς ἐπὲ στρατιᾶς ἀσινῆ διεσώσατο. μεμάθηκα δὲ καὶ τὰ ὑμῖν ξυμπεσόντα καὶ ὡς τῆς κακονοίας τῶν δούλων ἐκείνων καὶ τῶν δεινῶν καθ ὑμῶν ἐπιχειρημάτων θεοῦ προμηθείᾳ ῥυσθέντες, τῆς ἐαυτῶν πεφροντίκατε σωτηρίας. ἐπεὶ δὲ κἀγὼ τῇ μὲν σχέσει θεοῦ [*](D) ωεύσει ἐξ ἔξ ἀγχιστείας προσῳκείωμαι προσῳκείωμαι, τῇ δὲ γνώμῃ καὶ πρὸς ὑμᾶς ἀρρήκτῳ διαθέσει οὐδενὸς τῶν καθ’ αἷμα προσηκόντων ὑμῖν ἀποδέω, ὡς ὁ τὰ πάντα κρίνων οἶδε θεός δέον ἡμᾶς κοινῶς σκοπήσαντας περιποιήσασθαι ἑαυτοῖς τὸ [*](v. 52) ἀσφαλές τε καὶ ἀκατάσειστον , ὅπως μὴ παντὶ ἀνέμῳ περιφερώμεθα, ἀλλὰ καλῶς τὰ τῆς βασιλείας ἰθύνοντες, ἐπ’ ἀσφαλοῦς βαίνωμεν τῆς κρηπῖδος. τοῦτο δὲ πάντως ἡμῖν ἐσεῖται, εἰ θεοῦ νεύσει τῆς πόλεως πὰρ ἡμῶν ἑαλωκυίας, ὑμεῖς μὲν τὸ τῆς διεξάγοιτε πράγματα, πράγματα ἐμοὶ δὲ τὰ τῆς ἑῴας ἀποκληρωθῆναι ἐκχωρήσετε στεφηφοροῦντι καὶ ἁλουργὰ περιβεβλημένῳ καὶ ἀναγορευομένῳ, ὡς ἔθος τοῖ, βασιλεῦσίν ἐστιν σὺν τῷ ἀναρρηθέντι ἐξ ὑμῶν, ὥστε κοινὴν τὴν ἡμῶν εὐφημίαν γίνεσθαι , κἂν καἄν τόποι τόποι τὰ πρά-

[*](P. 60)[*](2. καὶ δὲ G. ἤδη οm. A. 3. πως Α, πω C, που PG. post διεξιούσας C atld. περὶ τῶν τοῦ Μελισσηνοῦ πρεσβέων eundem titulum G in margine habet. 4. ἐπ’ ἐμὲ P. 8. τῇ μετασχέσει Α. 10. ἡμᾶς A. ἀῤῥήτῳ G. αἷμα Α , αἴματος PG. II. ὁ πάντα IHi, recle CA. 13 μεταφερώμεθα C. 16. ὑμῶν C. 18. ἐώας Α, Ἀσίας PG. ἐκχωρήσετε Α, ἐκχωρὴσητε C, ἐκχωρήσοιτε PG. 21. ἡμῶν om. Α. τὰ οm. C)
116

γματα ἡμῖν ἀπομεμέρισται, τήν τε γνώμην μίαν καὶ τὴν αὐτὴν εἶναι. καὶ οὕτως ἡμῶν ἐχόντων , ἀστασίαστα δι’ ἀμφοῖν φοῖν διεξάγοιτο ἂν τὰ τῆς βασιλείας." ταῦτα οἱ πρέσβεις ἀπαγγείλαντες , ἀπόκρισιν μὲν αὐτοτελῆ τηνικαῦτα οὐκ ἐδέξαντο. τῇ δὲ μετ’ αὐτὴν μετακαλεσάμενοι τούτους, διὰ πολλῶν τὸ ἀδύνατον τῶν παρὰ τοῦ Μελισσηνοῦ μηνυθέντων ἐδείκνυον· τὰ δέ γε δοκοῦντα τούτοις ἐς νέωτα γνωρίσαι αὐτοῖς ἐπηγγέλλοντο διὰ Γεωργίου τοῦ καλούμενον Μαγγάνη, ᾧ καὶ τὴν αὐτῶν θεραπείαν ἀνέθεντο τούτων οὕτω γινομένων, [*](Β) οὐδὲ τῆς πολιορκίας κατερρᾳθύμουν παντάπασιν, ἀλλὰ δι’ ἀκροβολισμῶν , ὡς ἐνόν, τῶν τειχῶν ἀπεπειρῶντο τῆς πόλεως. τῇ δὲ μετ’ αὐτὴν μετακαλεσάμενοι τούτους, τὰ αὐτοῖς εἷπον δοκοῦντα. τὰ δὲ ἦν τιμηθῆναι τὸν Μελισσηνὸν τῷ τοῦ καίσαρος ἄξιώματι καὶ ταινίαις ἀξιωθῆναι καὶ εὐφημίαις καὶ τῶν ἄλλων, ὅσα τῷ τοιούτῳ προσήκει ἀξιώματι, δοθῆναι δέ οἱ καὶ τὴν Θετταλοῦ μεγίστην πόλιν , ἐν ᾖ καὶ ὁ ἐπ' ὁνόματι τοῦ μεγάλου μάρτυρος Δημητρίου ναὸς περικαλλὴς ᾠκοδόμηται, ὅπου καὶ τὸ μύρον ἐκ τῆς ἐκείνου τιμίας σοροῦ βλύζον ἀεὶ μεγίστας ἰάσεις τοῖς μετὰ πίστεως προσιοῦσι παρέχει. [*](C) οἱ δὲ δυσκεραίνοντες ἔπι τούτοις, ἐπεὶ ἐφ’ οἶς μὴ ἔλεγον οὐκ εἰσηκούοντο , ἑώρων δὲ πολλὴν τὴν κατὰ τῆς πόὑμῖν

[*](1. A. a. καὶ add. G. 3. ἐξάγοιτο CG. 4. ἀπόκρισιν μὲν τηνικαῦτα οὐκ Α. 7. ἐκ νέωτα PG, reite CA. 8. Μαγγάνη C ubique, Μαγκάνη PGA. 13. μετακαλεσάμενος CG. τούτους om. G, τοὺς πρέσβεις Α. 14. lege καἰ ταινίας ἀξιωθῆναι καὶ εὐφημίας. 18 τιμίας acld. C et in margine P. ao. μὴ : lege μὲν.)
117

λεως τούτων παρασκευὴν καὶ παμπληθῆ τὴν ὑπ’ αὐτόν στρατιὰν οὖσαν καὶ τὸν καιρὸν ἤδη αὐτοῖς ἀποστενούμενον δεδιότες διότες μὴ τῆς πόλεως ἁλούσης τεθαρρηκότες οἱ Κομνηνοί, ὢν ἅπερ νῦν ὑπισχνῦνται θελήσωσι περατῶσαι , διὰ χρυσοβούλλου σοβούλλου λῴου ταῦτα γίνεσθαι δι’ ἐρυθρῶν βεβαιωθέντος γραμμάτων ᾐτοῦντο. κατανεύει πρὸς τοῦτο Ἀλέξιος ὁ ἀρτιφανὴς βασιλεύς. βασιλεύς. καὶ μετακαλεσάμενος εὐθὺς Γεώργιον τὸν Μαγγάνην, ὅς καὶ ὑπογραφεὺς αὐτῷ ἐχρημάτιζεν, ἀνατίθεται ται τούτῳ τὴν τοῦ χρυσοβλύλλου γραφήν. ὁ δὲ ἐπὶ τρισὶν [*](D) ἡμέραις ὑπερετίθετο, ἄλλοτε ἄλλας αἰτίας συνείρων, ποτὲ μὶν λέγων , ὡς ἄρα κατάκοπος γεγονὼς κατὰ τὴν ἡμέραν ὅλην , τῆς νυκτὸς μὴ δύνασθαι γραφὴν ξυντελέσας , ἄλλοτε δ’ ὅτι τὰ γεγραμμένα νυκτὸς σπινθὴρ ἐμπεσὼν ἀπετέφρωσε. τοιαῦτα καἰ ἀλλ’ ἄττα ὁ Μαγγάης προφασιζόμενος καὶ οἷον μαγγανευόμενος ἄλλοτε ἄλλως ὑπερετίθετο. ἀπάραντες δ’ ἐκεῖθεν οἱ Κομνηνοί, καταλαμβάνουσι ταχὺ τὰς λεγομένας Ἀρετᾶς. τόπος δὲ οὗτος ἀγχοῦ τῆς πόλεως διακείμενος, ὑπερκείμενος μὲν τῆς πεδιάδος καἰ τοῖς κάτωθεν ἱσταμένοις καὶ πρὸς τοῦτον ὁρῶσιν εἰς λοφιὰν ἀνατεινόμενος, καὶ τὴν ἐτέραν μὲν πλευρὰν πρὸς θάλατταν ἀπονεύων, κατὰ δὲ τὴν ἐτέραν πρὸς τὸ Βυζάντιον, ταῖς δέ γε λοιπαῖς δυσὶ πρὸς ἄρκτον καὶ

[*](1. ὁπ’ αὐτὸν C, ἐπ’ αὐτῶν PG. 4. χρυσοβούλλων λόγων — βεβαιωθέντων CG. 6. ἀρτιφανεὶς PG, ἀρτιφανὴς Λ 9. χρυσοβουλίου Α. δ’ ἐπὶ Α. 14. ἄλλα τε codices, correxi. 17. δ’ οὖτος A. 18. ἐνισταμένοις G.)
118

δύσιν, παντὶ ἀνέμῳ καταπνεόμενος, διειδὲς δὲ ὕδωρκαί πότιμον ἔχων ῥέον ἀεί φυτῶν δὲ καὶ δένδρων παντάπασιν [*](P. 61) ἀμοιρῶν· εἶπες ἂν ὑπό τινων δρυτόμων ἐκπεφαλακρῶσθαι τὸν λόφον. διὰ γοῦν τὸ τοῦ τόπου ἐπιτερπὲς καὶ εὔκρατον καὶ Ῥωμανὸς ὁ Διογενὴς ὁ αὐτοκράτωρ ῥᾳστώνης μικρᾶς [*](V. 53) χάριν οἰκήματα λαμπρὰ καὶ ἀποχρῶντα βασιλεῦσιν ἀνήγειρεν. ἐκεῖσε ἐκεῖσε τοίνυν γενόμενοι, πέμποντες ἀπεπειρῶντο τοῦ τείχους, οὐ δι’ ελεπόλεων ἢ μηχανῶν ἢ πετροβόλων τῶν ὀργάνων, ἐπεὶ μηδ’ ὁ καιρὸς ἐδίδου , ἀλλὰ διὰ πελταστῶν καὶ ἑκηβόλων καὶ δορυφόρων καὶ καταφράκτων ἀνδρῶν.

Ὁ δέ γε Βοτανειάτης τὴν τῶν Κομνηνῶν τοιαύτην ἐπιχείρησιν ὁρῶν πολυπληθῆ τε καὶ ἐκ παντοίων συνειλεγμένην ἀνδρῶν ἀνδρῶν καὶ πρὸς ταῖς πύλαις τῆς πόλεως ἐπειγομένην [*](Β) ἤδη ἐγγίσαι, τὸν δέ Μελισσηνὸν Νικηφόρον περὶ τὴν Δάμαλιν μαλιν φράσαντα οὐχ ἥττω τούτων δύναμιν ἔχοντα καὶ τῆς βασιλείας ὡσαύτως ἀντιποιούμενον, μὴ ἔχων ὅ τι καὶ δράσειε, μηδ’ ἀντιπαλαμᾶσθαι δυνάμενος πρὸς ἄμφω τὰ μέρη, ὑπὸ τοῦ γήρως ὑπόψυχρος τε ὢν καὶ μᾶλλον περιδεὴς, κἂν ὲν νεότητι ἀνδρικώτατος ἢν , τοσοῦτον μόνον τότε ανεπνει, ὁπόσον αὐτὸν ἡ τοῦ τείχους περιβολὴ διεζώννυε, καὶ ἀπενενεύκει μᾶλλον μᾶλλον πρὸς τὸ τῆς βασιλείας ἐκστῆναι. ἔνθεν τοι καὶ ἔκπληξις κατεῖχε καὶ θόρυβος ἅπαντας , καὶ ἁλώσιμα

[*](3. ὑπέρ G. 4. τοῦ om. G. 6. ἀνέγειρεν P. 10. καὶ ter tium om. G. 1 1. γε om. Λ Κομν. ἀποστασίαν ὁρῶν Λ 13. ἐπαγομένην CG, ἐγγίζουσαν Α. 19, τότε μόνον P. ἀνέπνει πωει em. Diesterwegius, codices ἀπέπνει. 20. αὐτῷ Α.)

ad Β

119

πάντα ἐδόκει γενήσεσθαι πάντοθεν. ὡς δὲ δυσχερὴς ἡ τῆς πόλεως ἅλωσις τοῖς Κομνηνοῖς κατεφαίνετο, (αἱ δὲ ἐκ διαφόρων ξενικῶν τε καὶ ἐγχωρίων συνελέγοντο· ὅπου δὲ [*](C) πληθὺς διάφορος, ἐκεῖ καὶ τὸ τῆς γνώμης διάφορον κατα- φαίνεται,) ὁ τὸ νέον ἐνδεδυκὼς πέδιλον Ἀλέξιος τὸ δυσάλωτον τῇς πόλεως καὶ τὸ τῶν στρατιωτῶν παλίμβολον ὑποτοπάζων, εἰς ἑτέραν ἐτράπετο γνώμην, ἴνα θωπείαις τισὶ καὶ ὑποσχέσεσιν ὑποποιησάμενός τινας τῶν φυλαττόντων τὰ τείχη καὶ κλέψας αὐτῶν τὴν γνώμην, οὕτως αἱρήσῃ τὴν πό- λιν. ταῦτα δι’ ὅλης τῆς νυκτὸς μελετήσας, εἰς τὴν σκηνὴν τοῦ καίσαρος ἅμα πρωῒ παραγίνεται, ἀπαγγέλλων τὰ σκοπηθέντα καὶ ἀξιῶν ἅμα συνέψασθαί οἱ καὶ κατασκοπῆσαι τὰ τείχη καὶ τὰς ἐπάλξεις ἀναθεωρῆσαι καὶ τοὺς φυλάσσοντας [*](D) ἦσαν γὰρ ἐκ διαφόρων) καὶ διαγνῶναι, ὅπως δυνατόν έστιν ἁλῶναι τὴν πόλιν. ὁ δὲ βαρέως τοὐπίταγμα ἔφερεν, ἄτε τὸ μοναχικὸν οὔπω πρώην περιβεβλημένος ἀμφίον, καὶ σύνεις ὅτι καταγελῷτο ἂν ὑπὸ τῶν περὶ τὸ τεῖχος ἱσταμένων καὶ τἀς ἐπάλξεις, εἰκότως τὸν πλησιασμὸν τῶν τειχῶν ἀνε- δύετο. ὅπερ κω πέπονθεν. ὡς γὰρ βιασθεὶς τῷ Ἀλεξίῳ συνηκολούθηκεν, εὐθὺς αὐτὸν ἀπὸ τῶν τειχῶν ἑωρακότες τὸν [*](P.62) ἀββᾶν μετά τινος προσθήκης ὑβριστικῆς διετώθαζον. ὁ δὲ

[*](2. δὲ : an γὰρ? 5. ἐνδεδυμένος G, ἐμβεβηκὼς A. 10. ταῦτα δὲ ὅλης P, δι’ G, καἰ δὴ δι᾿ οὔλης Α. τῆς add. Α. συνέψεσθαί Α. 16. οὐ πάνυ πρώην A. βεβλημένος A. 18. τὸν om. G. 21. ἄβαν A.)

ν

120

ἐπισυνάξας τὸ ἐπισκύνιον καἰ ἔνδοθεν ὑβριζόμενος παρ’ οὐδὲν ἐλογίζετο, πρὸς δὲ τὸν προκείμενον σκοπὸν ὅλον εἶχε τον νοῦν. εἰώθασι γὰρ οἱ φρόνημα στάσιμον ἔχοντες ἐμμένειν ἐφ’ οἶς ἂν κρίνωσι, τῶν δ’ ἔξωθεν ἐπισυμβαινόντων καταφρονεῖν. ἐπυνθάνετο γοῦν, τινες ἂν εἶεν οἱ ἑκασταχοῦ τοὺς πύργους φυλάσσοντες. ὡς δὲ ἐνταῦθα μὲν ἐφεστάναι τοὺς ἀθανάτους λεγομένους ἐμάνθανε, (στράτευμα δὲ τοῦτο Ῥωμαϊκῆς δυνάμεως ἰδιαίτατον,) ἐκεῖσε δὲ τοὺς ἐκ τῆς θού- [*](Β) λης Βαράγγους, (τούτους δὴ λέγω τοὺς πελεκυφόρους ἀλλαχόσε δὲ τοὺς Νεμίτζους, (ἔθνος δὲ καὶ· βαρβαρικὸν καὶ τῇ βασιλείᾳ Ῥωμαίων δουλεῦον ἀνέκαθεν ,) φησὶ πρὸς τὸν Ἀλέξιον παραινῶν, μήτε τοῖς Βαράγγοις ἐμβαλεῖν, μήτε τοῖς ἀθανάτοις προσεμβαλεῖν. οἱ μὲν γὰρ αὐτόχθονες ὄντες τῷ βασιλεῖ, πολλὴν τὴν εἰς αὐτὸν ἐξ ἀνάγκης [*](V. 54) ἔχοντες εὔνοιαν, θᾶττον ἂν τὰς ψυχὰς παραδοῖεν ἥ πονηρόν τι κατ’ αὐτοῦ μελετῆσαι πεισθήσονται· οἱ δέ γε ἐπὶ τῶν ὤμων τὰ ξίφη κραδαίνοντες πάτριον παράδοσιν καὶ οἶον παρακαταθήκην τινὰ καὶ κλῆρον τὴν εἰς τοὺς αὐτοκράτορας πίστιν καὶ τὴν τῶν σωμάτων αὐτῶν φυλακὴν ἄλλος ἐξ ἄλλου διαδεχόμενοι, τὴν πρὸς αὐτὸν πίστιν ἀκράδαντον διατηροῦσι καὶ οὐδὲ ψιλὸν πάντως ἀνέξονται περὶ προδοσίας λόγον. τῶν δέ γε Νεμίτζων ἀποπειρώμενος, ἴσως οὐ πόρρω βαλεῖ ἀλλ᾿ εὐτυχήσει τὴν εἴσοδον ἀπὸ τοῦ ὑπ᾿ αὐτῶν τηρουμένου πύρ-

[*](1. ἐπισκήνιον Α. 2. πρὸς δὲ : ἀλλ’ ἐπὶ Α. 4. κρίνωσιν P 11. δουλεύων PG, correxi. 18. καὶ κλῆρον om. CG. 22. ἀποπειρώμενον — βάλλειν A.)
121

γου. πείθεται τοίνυν τὸ ἐντεῦθεν Ἀλέξιος τοῖς τοῦ καίσαρος λόγοις ὥσπερ έν θείας ὀμφῆς τούτους δεξάμενος. διά τινος ἒν ἀποσταλέντος πὰρ αὐτοῦ τὸν ἡγεμόνα τῶν Μεμίτζων κάτωθεν ἐπιμελῶς ἀνεζήτει· ὁ δὲ ᾶνωθεν προκύψας, πολλά τε εἰπὼν καὶ ἀκούσας, συντίθεται ταχὺ προδοῦναι τὴν πόλιν. ἧκεν οὖν τὴν ἀγγελίαν ταύτην κομίζων οἱ στρατιώτης ἀκούσαντες δὲ οἱ ἀμφὶ τὸν Ἀλέξιον τὸ παρ’ ἐλπίδας, περιχαρεῖς γενόμενοι, μάλα προθύμως ἐπιβαίνειν τοῖς ἵπποις ἡτοιμάζοντο.

Ἅμα δὲ τούτοις καὶ οἱ τοῦ Μελισσηνοῦ πρέσβεις σφοδρῶς ἐπέκειντο ἀπαιτοῦντες τὸν ὑπεσχημένον χρυσόβουλλον λόγον. καὶ ὁ Μαγγάνης εὐθὺς μετεκαλεῖτο κομίσων αὐτόν. ὁ δὲ τὸν μὲν χρυσόβουλλον λόγον γεγραμμένον ἔχειν ἔλεγε, τὸ δέ γε χρησιμεῦον σκεῦος εἰς τὰς βασιλικὰς ὑπογραφὰς αὐτῆ̣ γραφίδι ἀπολωλεκέναι διισχυρίζετο, κρυψίνους ὢν ἀνὴρ καὶ δεινὸς τὸ μέλλον ῥᾷστα προϊδεῖν καὶ ἐκ μὲν τοῦ [*](p. 63) παρεληλυθότος θηρᾶσαι τὸ συνοῖσον, τὸ δέ γε ἐνεστὸς άκριβῶς διαγνῶναι καὶ πρὸς ὅπερ ἂν βούλοιτο εὐφυῶς μετενεγκεῖν, ἐπισκιάσαι τε πράγματα, εἰ μόνον θελήση. ἀνεβάλλετο γαρ γὰρ τὴν τοῦ χρυσοβούλλου γραφὴν ὁ Μαγγάνης, τὰς ἐπλίδας διδοὺς τῷ Μελισσηνῷ. ἐδεδίει γάρ, μὴ τοῦ κρυσοβούλλου τάχιον ἢ προσήκει καταπεμφθέντος αὐτῷ, ᾡ

[*](2. τούτους C, τοῦτο Α. τούσδε PG. 7. ἐλπίδα Α. 14. εἰς : πρὸς C. 15. αὐτῇ A, σῦν τῇ PG. άπολολωκέναι PG, recte A. κρυφίνους Ρ. 17. τὸ σὺν. G, τι P. 19. τε C, τὸ PG. πράγματα. Ρ. in margine, πρᾶγμα PG. μόνον C et in margine P, μὴ PG. 22. προσῆκε P. ᾧ G, ὁ Ρ, ὃς Α.)
122

τὴν τοῦ Καίσαρος ἀξίαν τούτῳ κατεχαρίζετο, τόν καίσαρα μὲν ἀποπέμψαιτο, τῆς δὲ βασιλείας ὅλως ἔξέχοιτο, καθά. περ καὶ πρὸς τοὺς Κομνηνοὺς διαμεμηνυκὼς ἦν, κίκι σπου- [*](Β) δάσειέ τι θρασύτερον. καὶ τοῦτο ἦν ἡ τέχνη καὶ τὸ μαγγάνευμα τοῦ Μαγγάνη πέρι τὴν ἀναβολὴν τοῦ χρυσοβούλλου λόγον τοῦ Καίσαρος. τούτων οὕτω τελουμένων καὶ τοῦ καιροῦ κατεπείγοντος τὴν πρὸς τὴν πόλιν εἴσοδον, ὑποτοπάξοντες οἱ πρέσβεις τὸ δρᾶμα, σφοδρότερον ἐνέκειντο, ἔξαιτούμενοι τὸν χρυσόβουλλον λόγον. οἱ δὲ Κομνηνοί φασι πρὸς αὐτούς “ἐπεὶ ἐν χερσὶν ἤδη τὴν πόλιν ἔχοντες ἄπιμεν, θεοῦ ᾦ ἐπαρήγοντος, ἐφ’ ᾧ κατασχεῖν αὐτήν, ἀπελθόντες ἀπαγγείλατε ταῦτα τῷ δεσπότη χαἰ κυρίῳ ὑμῶν, καὶ τοῦτ’ ἐπειπόντες, ὡς “εἴ γε κατ’ ἐλπίδας ἡμῖν ἀπαντήσει τὰ πράγματα, [*](C) σοῦ πρὸς ἡμᾶς παραγενομένου, πάντα κατὰ ῥοῦν ἀκολουθήσειε καὶ κατὰ τὸ ἡμῖν καἰ σοι Βουλητόν." ἀλλὰ ταῦτα μὲν πρὸς τοὺς πρέσβεις. τὸν μέντοι γεώργιον τὸν Παλαιολόγον πρὸς τὸν ἡγεμόνα Νεμίτζων Γιλπράκτον ἐξέπεμψαν, ἀπόπειραν ποιήσασθαι τῆς γνώμης Γιλπράκτου καἰ εἰ διαγνοίη προθυμούμενον δέξασθαι κατὰ τὴν ὑπόσχεσιν τοὺς Κομνηνούς, τὸ δοθὲν αὐτῷ σύνθημα ποιῆσαι, ὅπερ αὐτοὶ μὲν θεασάμενοι ἐπισπεύσουσι τὴν εἰσέλευσιν, αὐτὸς δὲ εἰς τὸν πύρ-

[*](1. χαρίζετο P, ἐχαρίζετο Α, κατεχαρίζετο CG. 2. CA, ἀποπέμψατο G. ὅλος ὅλος C. μαγγάνωμα G. 5. του χρυσ. : τῳ C. χρυσοβουλλίου Α. 8. σφοδρώτερον PG. recte Α 9. χρυσοβούλλιον Α. 11. κατασχεὶν αὐτὴν θεοῦ ἐπαρήγοντος C, θεοῦ ἐπαρ. ἐφ’ ᾡ κατασχεῖν G. 12. ἡμῶν Α 13. γε om. GA. ἀπαντήσει CA, ἀπαντήσῃ PG. 14 πρᾴου γενομένου C et in margiae PG. 18. Γιλπράκτου: αὐτοῦ Α. 21. ἔλευσιν G.)
123

γον ἀνελθών, θᾶττον αὐτοῖς τὰς πύλας ὑπανοίξει. ὁ δὲ ἀλα προθύμως τὴν πρὸς τὸν Γιλπράκτον ὑδοιπορίαν ἀνεδέξατο, πρόθυμος ὢν ἀνὴρ εἰς τὰς πολεμικὰς πράξεις καὶ πό- [*](V. 55) λεων ἐκπορθήσεις, καὶ τοῦτ’ αὐτὸ τειχεσιπλήτης αὐτόχρημα [*](D) ἶπες ἄν, ὁ πέρι Ἄρεος Ὅμηρος. οἱ δὲ Κομνηνοὶ ὁπλισάμεοι καὶ τὸ ὁπλιτικὸν ἅπαν ἐμπείρως πάνυ καταστησάμενοι, ἐραδεῖ ποδὶ στείχοντες, ἱλαδὸν πρὸς τὴν πόλιν ἀπῄεσαν. ἐσπέρας οὐν πελάσας τῷ τείχει ὁ παλαιολόγος Γεώργιος καὶ σύνθημα ἀπὸ τοῦ Γιλπράκτου λαβών , ἄνεισιν ἔπι τὸν πύργον μετὰ τῶν ἀμφ᾿ αὐτόν. οἱ μὲν ὀλίγον τι πρὸ τὼν τειχῶν γεγονότες, χάρακά τε βάλλονται τᾶι στρατοπεδεύουσι λαμπρῶς. καὶ βραχύ τι μέρος τῆς νυκτὸς ἐπ᾿ αὐτοῦ αὐλισάμενοι, τὸ λοιπὸν αὐτοὶ τὸ μεσαίτατον εἶχον εἶχον τῆς φάλαγγος ἅμα τοῖς τῶν ἱππέων ἐπιλέκτοις καὶ τῇ κρείττονι στρατιᾷ, τότε ψιλὸν διατάξαντες, βάδην τε [*](P. 64) ϊόντες, κατ’ αὐτὸ τὸ περίορθρον πρὸ τῶν τειχῶν ἀθρόον καθίστανται. καὶ πολέμου σχῆμα διατυπώσαντες, ἐσιδηροφόρουν ξύμπαντες, ἵνα τοὺς ἐντὸς καταπλήξαιεν. σύνθημα δὲ ἄνωθεν δόντος αὐτοῖς τοῦ Παλαιολόγου καὶ τὰς πύλας ἀνοίξαντος, συμμίγδην εἰσίεσαν, οὐ σὺν εὐταξίᾳ στρατιωτικῇ, ἀλλ’ ὡς ἔτυχεν ἕκαστος, ἀσπίδας καὶ τόξα καὶ δόρατα φέροντες. ἡ δὲ ἡμέρα πέμπτη ἦν ἡ μεγάλη, καθ’ ἢν τὸ μυστικὸν πάσχα θύομεν ἅμα καὶ ἐστιώμεθα, ἐπινεμήσεως τετάρτης

[*](2. μάλα om. P. ἐδέξατο Α. 3. ὁ ἀνήρ Α. τἀς om. CA 11. πρὸς G. 12. βραχύ PG, ὀλίγον A. 15. lege τὸ τε 19 αὐτοῖς om. A. ἀνοίξαντος, αἳ τῆς χαρσίου κικλήσκονται Α. 23. ἅμα : τε Α. ἐπὶ νεμήσεως PG, recte A.)

τειχεσιπλήτης

124

ἔτους ςφπθ᾿ μηνὸς Ἀπριλλίου. καὶ οὕτως ἅπαν τὸ [*](Β) πεδον ἐκ ξενικῆς τε καἰ ἐγχωρίου δυνάμεως, ἐκ τ’ αὐτοχθόνων καὶ τῶν παρακειμένων χωρῶν συνεληλυθός, τὴν πόλιν ἐκ πολλοῦ παντοίοις εὐθηνοῦσαν εἴδεσιν, ἐξ ἠπείρου τε καἰ θαλάσσης συνεχῶς ἀρδομένην γινώσκοντες, ἐν βραχεῖ χρόνῳ διὰ τῆς Χαρσίου πύλης εἰσεληλύθασιν, ἁπανταχοῦ σκεδασθέντες περί τε τὰς λεωφόρους πέρι τε τὰς τριόδους καὶ ἀμφόδους, μὴ οἰκιῶν, μὴ ἐκκλησιῶν, μηδὲ αὐτῶν τῶν ἱερῶν ἀδύτων τὸ παράπαν φειδόμενοι, ἀλλὰ λείαν πολλὴν ἐκεῖθεν ἐπισυνάγοντες, τοῦ μέντοι ἀποκτείνειν μόνον ἀφιστάμενοι, τὰ δ’ ἄελλα πάντα ἰταμῶς πάντη καὶ ἀναισχύντως ποιοῦντες. τὸ δὲ [*](C) δὴ χεῖρον, ὅτι οὐδὲ οἱ αὐτόχθονες τῶν τοιούτων ἀφίσταντο πράξεων, ἀλλ’ οἷον ἐκλαθόμενοι ἑαυτῶν καὶ τὰ σφῶν ἤθη ἔπι τὸ χεῖρον ἀμείψαντες, ἀνερυθριάστως καἰ αὐτοὶ, ἅπερ οἱ βάρβαροι, ἔπραττον.

Ταῦτα δὲ ὁ βασιλεὺς Νικηφόρος ὁρῶν καὶ ὡς τὰ κατ’ αὐτὸν έν στενῷ κομιδῆ κατήντηκεν, ἀπό τε τῆς δύσεως πολιορκουμένης τῆς πόλεως, ἀπό τε τῆς ἕω Νικηφόρου τοῦ Μελισσηνοῦ περὶ τὴν Δάμαλιν ἤδη αὐλιζομένου, μὴ ἔχων ὅ τι καὶ δράσειε, τῷ Μελισσηνῷ προτεθύμητο τῶν πρωτσίων μᾶλλον παραχωρῆσαι. κατασχεθείσης δὲ τῆς πόλεως

[*](1. ἔτους εφπά Α. μηνὶ ἀπριλλίῳ CG. Ἀπριλίου P. στράτευμα Α. 6. καρσίου P, διὰ τῆς εἰρημένης πύλης Α. εἰσηληλύθασιν διὰ — πύλῃς P. 7. περὶ alterum: διὰ A. 10. μόνου Ρ. 12. ἀφιστάντες A. 16. δὲ om. A. 17. τῶν δύσεων A. 18. ἀπό τε τῆς ἵω om. C. 19. ἤδη om. G.)
125

ἤδη παρὰ Κομνηνῶν, μετακαλεσάμενός τινα τῶν πιστοτέρων θεραπόντων αὐτοῦ, παρεκελεύετο διὰ τοῦ στόλου τὸν Μελισσηνὸν εἰσάγειν εἰς τὰ βασίλεια, ᾡτινι συνείπετο καὶ [*](D) σπαθάριός τις ἀνὴρ μαχιμώτατος. πρὸ δὲ τοῦ φθάσαι εἰς ἔργον τὸν λόγον, ἡ μὲν πόλις ἑάλω, ὁ δὲ Παλαιολόγος ἕνα τῶν ὑπ᾿ αὐτὸν ἀναλαβόμενος, πεζῇ κάτεισιν ὡς πρὸς θάλασσαν πορευόμενος περιτυχὼν δέ τινι ἀκατίῳ εἴσεισιν εὐθὺς καὶ τοῖς ἐρέταις παρεκελεύτεο, ὅπου ὁ στόλος κατὰ τὸ εἰθισμένον προσώρμιστο, ἀπευθῦναι τὸ σκάφος. ἐγγίξων δὲ ἤδη πρὸς τὴν περαίαν, ὁρᾶ τὸν παρὰ τοῦ Βοτανειάτου ἀποσταλέντα ἐφ᾿ ᾡ τὸν Μελισσηνὸν διαπεραιῶσαι, τὸν στόλον εὐτρε- [*](V. 56) πίζοντα, καὶ τὸν σπαθάριον ἐντὸς μιᾶς τῶν πολεμικῶν νηῶν. [*](P. 65) γνωρίσας οὑν αὐτὸν πόρρωθεν, πάλαι συνήθη τοῦτον ἔχων, παραπλεύσας καὶ προσειπὼν αὐτῷ τὰ συνήθη, ἐπυνθάνετο ὅθεν καὶ ὅπη πορεύεται, καὶ μεθ’ ἑαυτοῦ ἀναλαβέσθαι αὐτὸν ἤξίου. ὁ δὲ σπαθάριος ξιφήρη τοῦτον ὁρῶν καὶ ἀσπίδα κατέχοντα, δειλιάσας φησι πρὸς αὐτόν “εἰ μή σε οὕτω καθωπλισμένον ἰωρῶν, περιχαρῶς ἂν ἐδεξάμην.’’ ὁ δὲ μάλα προθύμως καὶ τὴν ἀσπίδα καὶ τὸν ἀκινάκην καὶ τὴν κόρυθα ἀποθέσθαι κατετίθετο, εἰ μόνον θελήσει τοῦτον ἀναλαβέσθαι. ὡς δὲ καταθέμενον αὐτὸν τὰ ὅπλα ὁ σπαθάριος ἐθεάσατο, παρεκεχωρήκει τηνικαῦτα αὐτῷ τῆς εἰς τὸ ἔδιον πλοῖον εἰσελεύσεως, καὶ περιπλακεὶς κατησπάζετο μάλα περιχαρῶς. ὁ

[*](2. θεραπόντων om. PA, add. CG et in margine Ρ. διὰ τοῦ στόλου om. PA, add. CG et in margine P. 9. ἀπευθῆναι Ρ. 10. κεραίαν CGA. 21. αὐτὸν om. G.)
126
[*](B)

δὲ Παλαιολόγος, ὀβριμοεργὸς ὢν ἀνήρ, οὐδὲ πρὸς βραχὺ περιμείνας, ἔργου ἥπτετο. νᾶι ὡς πρὸς τὴν πρώων ἄλλο μένος τοὺς ἐρέτας ἐπυνθάνετο “τί" λέγων “ποιεῖτε καὶ ὅπῃ πορεύεσθε κατὰ τῆς σφῶν κεφαλῆς κακὰ μέγιστα ἐπενεγκεῖν πραγματευόμενοι; ἡ πόλις, ὡς ὁρᾶτε, ἑάλω. ὅ ποτε μέγα δομέστικος νῦν βασιλεὺς ἀνηγόρευται· καὶ τοὺς ὁπλοφόρους ὁρᾶτε καὶ τῆς εὐφημίας ἀκούετε· καὶ οὐκέτι χώραν ἕτερος ἐν τοῖς βασιλείοις ἕξει. καλὸς μὲν οὖν ὁ Βοτανειάτης, ἀλλὰ λαὶ οἱ Κομνηνοὶ πολλῷ κρείττονες. πολλὴ ἡ τοῦ Βοταντειάτου στρατιά, ἀλλὰ πολλαπλάσιος ἡ ἡμετέρα. οὐ χρὴ τοιγαροῦν τὴν σφῶν αὐτῶν ζωήν, τάς τε γυναῖκας καὶ τοὺς [*](C) παῖδας προδοῦναι, ἀλλὰ δὴ τὴν πόλιν περιαθρήσαντας καὶ τὸ ὁπλιτικὸν ἅπαν ἐντὸς αὐτῆς θεασαμένους, τάς τε σημαίας καἰ τὴν εὐφημίαν λαμπρὰν γινομένην ἀκούοντας τόν τέ ποτε μέγαν δομέστικον νῦν βασιλέα τοῖς βασιλείοις πελάζοντα καἰ τὴν αὐτοκράτορα ἀρχὴν ἤδη περιζωννύμενον, πρύμναν τε κρούσασθαι καὶ ἑτεραλκέα τὴν νίκην ποιησαμένους αὐτῶ προσελθεῖν." οἱ δὲ τηνικαῦτα τοῖς τούτου λόγοις ὑπείξαντες, πάντες τῆς αὐτοῦ γνώμης γεγόνασιν. τοῦ δὲ σπαθαρίου δυσχεραίνοντος, ἠπείλησεν ὁ ξιφηφόρος οὑτος Γεώργιος ὁ Παλαιολόγος αὐτοῦ που ἔπι τοῦ καταστρώματος τῆς νεὼς δε-

[*](1. ὀβριμοεργὸς Α, ὀμβριμοεργὸς PG. 2. πρὸς add. C, καὶ πρὸς τὴν Α. 4. post σφῶν add. αὐτῶν Hoeschel ἐνεγκεῖν A. 6 ἀναγορεύεται A. καὶ om. A. 11. αὐτῶν om. A. 12. δὴ: δεῖ A. 16. τὴν om. A. ἤδη om. GA. 17. καὶ om. P, add. GA. ἑιεραλκῆ G. 20. ἠπεῖλκεν P, ἠπείλη σεν CG. 21. δεσμώτην CG.)
127

σμήσας καταβαλεῖν ἥ κατὰ τοῦ βυθοῦ ῥίψαι. εὐθὺς οὐν [*](D) τῆς εὐφημίας ὁ Παλαιολόγος ἐξῆρχε, καὶ σὺν αὐτῷ οἱ ἐπέται. τὸν δὲ σπαθάριον καὶ μὴ βουλόμενον καὶ δυσχεραίνοντα κατὰ τοῦ καταστρώματος δεσμώτην κατέθηκεν. παραπλεύσας δὲ μικρόν, ἀναλαμβάνεται τόν τε ἀκινάκην καἰ ἦν ἀσπίδα, καὶ οὕτω προσορμίζει, ὅπου ὁ στόλος, καὶ πάνδημον ἐποιεῖτο ἤδη τὴν εὐφημίαν. ἐντυχὼν δὲ καὶ τῷ ἀποσταλέντι Ναρὰ τοῦ Βοτανειάτου ἐφ’ ὅ τὸν στόλον ἀναλαβέσθαι καὶ διαπεράσαι τὸν Μελισσηνόν, εὐθὺς κατέσχεν αὐτὸν καἰ λῦσαι τὰ πρυμνήσια παρεκελεύετο τοῖς ναυτικοῖς. ἀποπλεύσας οὖν ἐκεῖθεν συνάμα τῷ στόλῳ καταλαμβάνει τὴν ἀκρόπολιν, [*](p. 66) τὴν εὐφημίαν λαμπρὰν ποιούμενος. κἀκεῖσε τοῖς ἐρέταις παύσασθαι τῆς εἰρεσίας διεκελεύετο καὶ ἀτρεμοῦντας ἱστάναι ἐφ’ ᾦ τοὺς ἐκ τῆς ἑῴας πειρωμένους διαπερᾷν ἀπείργειν. μετ’ ὀλίγον δὲ πλοῖον θεασάμενος πρὸς τὸ μέγα παλάτιον καταῖρον, τοῖς τοῦ ἰδίου πλοίου ἐρέταις κελεύσας σφοδρὰν τὴν εἰρεσίαν ποιήσασθαι, φθάνει τοῦτο. καὶ ὡς τὸν ἔδιον ἐν αὐτῷ ἐθεάσατο πατέρα, ἀναστὰς εὐθὺς τὴν προσήκουσαν γονεῦσι προσκύ- [*](V. 52) νῆσιν αὐτῷ ἀπεδίδου. ὁ δὲ οὐ περιχαρῶς αὐτὸν ἐθεάσατο, οὔτε μὴν γλυκερὸν φάος ὠνόμασε, καθάπερ ποτὲ ὁ Ἰθακή-

[*](1. καταλαβεῖν PG, καταβαλεῖν F et in margine P. 3. καὶ μὴ βουλόμενον C. 4. στρώματος GA. δεσμώτην CG, δεσμήσας PA. 5. δὲ : οὑν Α. 6. στόλος : Hoeshel. atld. ἦν. vid. annntat. 11. σὺν τῷ στόλῳ παντὶ A. 13. ἐρεσίας G. 14. πειρώμενοι C, βουλομένους Α. ἀπείργειν Α, ἀπεῖργεν PG. 17. ἐθεᾶτο Α. 19. δ᾿ οὐ Α. 20. μὲν G. αὐτὸν ὠνόμασε Α.)
128
[*](B)

σιὸς Ὀδυσσεὺς τὸν Τηλέμαχον θεασάμενος. ἐκεῖ γὰρ συμ πόσιον καὶ μνηστῆρες καἰ ἅμιλλα καὶ νευρὰ καἰ τόξον, καὶ ἆθλον τῷ νικήσαντι ἡ σώφρων ἔκειτο Πηνελόπη, καὶ ὁ Τηλέμαχος οὐκ ἐχθρός, ἀλλ᾿ ὡς υἱὸς πατρὶ ἐπαρήγων εἰσῄει ἐνταῦθα δὲ μάχη καὶ πόλεμος, καὶ ἀντικαθιστάμενοι πρὸς ἀλλήλους κατὰ γνώμην ἦσαν ἄμφω. καἰ ἡ θατέρου ἅτερον οὐκ ἐλάνθανε σχέσις, κἀν εἰς ἔργον οὔπω τὰ τῆς γνώμης ἀπέβαινεν. ἔνθεν τοι καὶ μωρὸν καλέσας αὐτόν, ἐπυνθάνετο λέγων “τί ὧδε ποιήσων ἥκεις; ὁ δέ φησιν “ἐπεὶ σὺ ὁ ἐμοῦ πυνθανόμενος εἶ, οὐδέν. καὶ ὃς πρὸς αὐτόν “ἀνέχου μι κρόν, καὶ εἰ μου ὁ βασιλεὺς ὑπακούσει, γνώση μετ’ οὐ πο- [*](C) λύ." φθάσας οὖν ὁ ῥηθεὶς Νικηφόρος ὁ Παλαιολόγος εἰς τὰ ἀνάκτορα, ἐπεὶ ἐσκεδασμένους ἑώρα τοὺς ξύμπαντας καὶ περὶ τὴν συλλογὴν τῶν χρημάτων ἠσχολημένους, εὐκαταγωνίστους αὐτοὺς οἰόμενος, ᾐτεῖτο τὸν Βοτανειάτην δοθῆναί οἱ τοὺς ἀπὸ τῆς Θούλης νήσου Βαράγγους, ὥστε δι’ αὐτῶν ἔξω θῆσαι τῆς πόλεως τοὺς Κομνηνούς. ὁ δέ γε Βοτανειάτης, ἅπαξ τὰ περὶ αὐτὸν ἀπεγνωκώς, ἐσχηματίζετο μὴ θέλειν ἐμφύλιον γενέσθαι πόλεμον. ἀλλ’ “εἴ γε πείθῃ μοι, Νικηφόρε," φησιν “ἐπεὶ εἴσω τῆς πόλεως γεγόνασιν οἱ Κομανοί, ἄπελθε πρὸς αὐτοὺς πρεσβεύων τὰ πρὸς εἰρήνην." ὁ δὲ δυσνασχετῶν, ὅμως ἀπῄει.

[*](1. θεασάμενος· ἀλλὰ λοξὸν βλέψας καὶ μωρὸν αὐτὸν καλέσας 4. οὐχ P, οὐ G, correxi. 7. οὐκ om. G. 8. ἐπέβαινεν C. αὐτὸν καλέσας P. 9. ἐπειδὴ Ρ. 12. Νικηφόρος ὁ om. A ὁ alteniin adcl. C. 15. τοῦ Βοτανιάτου A. 16. βαρβάρους PAG, βαράγγους C. 19. γέ μοι πείθῃ, πρὸς τὸν παλαιολόγον φησὶν A.)
129

῾Ως δὲ εἰσελθόντες οἱ Κομνηνοὶ τεθαρρηκότες ἤδη [*](D) ἐκαρτέρουν περὶ τὸ πέδιον τοῦ ἁγίου μεγαλομάρτυρος Γεωργίου τοῦ καλουμένου τοῦ Συκεώτου, βουλευόμενοι εἰ χρὴ πρότερον ἀπελθεῖν εἰς τὰς σφῶν μητέρας καὶ τὴν συνήθη προσκύνησιν κατὰ τὸ εἰθισμένον αὐταῖς ἀπονεῖμαι, εἶθ’ οὕτω πρὸς τὰ βασίλεια χωρῆσαι, μαθὼν ὁ καῖσαρ ἀποστείλας τινὰ τῶν αὐτοῦ θεραπόντων ἠπειλήσατο, τῆς βραδυτῆτος τούτους πολλὰ καταμεμψάμενος. εὐθὺς οὐν ἀμφὶ τὸν οἶκον τοῦ Ἰβηρίτζη γενομένων, καταλαμβάνει Νικηφόρος ὁ Παλαιολόγος λέγων “ὁ βασιλεὺς ὑμῖν τάδε μηνύει· γέρων μὲν [*](Ρ. 67) ἐγὼ ἤδη καὶ μόνος, μήθ᾿ υἱὸν κεκετημένος, μήτ᾿ ἀδελφόν, μήτε τινὰ τῶν γνησίων, καὶ εἰ βούλει, πρὸς τὸν ἀρτιφανῆ βασιλέα τὸν ᾿Αλέξιον ἀποτείνων τὸν λόγον,) σὺ γενοῦ μοι θετὸς υἱός. κἀυὼ οὐκ ἀφελοῦμαί τι ὡν ἑκάστῶ τῶν συστρατεθομένων σοι πεφιλοτίμησαι, οἶδέ τινός σοι ἐξουσίας βασιλικῆς, ἀλλὰ μόνον ἔσομαι ψιλοῦ τοῦ τῆς βασιλείας μετέχων ὀνόματος καὶ τῆς εὐφημίας καὶ τῶν ἐρυθρῶν πεδίλων, ἔτι δὲ καὶ καὶ τοῦ διαναπαύεσθαι εἰς τὰ ἀνάκτορα. σοι δὲ ἡ τῶν τῆς βασιλείας πραγμάτων μελήσει πάντως διοίκη- [*](Β) σις." πρὸς ταῦτα οἱ Κομνηνοὶ ῥήματά τινα συγκαταθέσεως ἐμφαντικὰ ἐνέφαινον· ἅπερ ἐνωτισθεὶς ὁ Καῖσαρ, φθάνει τάχος πρὸς αὐτούς, ἐπαπειλούμενος καὶ πρὸς τὰ βασίλεια κα-

[*](2. περὶ τὸ μον δίον A, unde Hoeschel. coni. μονάδιον. ἁγίου add. A. 3. εἰ C, ἢ PG. 8. κατὰ CG, ἀμφὶ FP. 9. ᾿Ιβηρίτος G, ἰβηρίτζου F. ὁ Νικηφόρος G. 13. τὸν prius om. A. 14. ἀφελοῦμαι G, ἀφέλωμαί P, ἀφέλομαι Α. τι om. GA 15. σοι om. A. περιφιλοτίμηται G. κοινωνήσω G. 21. ἐμφατικὰ G. 22. πρὸς αὐτ. : εἰς Α.)
130

τεπείγων. ὡς δὲ δεξιόθεν τῆς αὐλίδος εἰσῄει, ἐξελθόντες οἱ Κομνηνοὶ συναντῶσι πεζεύοντι αὐτῷ · ὁ δὲ πολλὰ τούτους ἐμέμφετο. ἀτενίσας δὲ ἐν τῷ εἰσιέναι καὶ τὸν Παλαιολόγον Νικηφόρον ἀπὸ τῆς λαιᾶς αὖθις εἰσερχόμενον, “τί πρὸς [*](V. 58) τὰ ἐνταῦθα ; ’’ φησί “καὶ τί βουλόμενος ἥκεις, συμπένθε- [*](C) ρε;" ὁ δὲ “τελέσων μέν, ὡς ἔοικεν, οὐδέν, τὰς δὲ αὐτὰς ταῖς πρώην κομίσων ἥκω παρὰ τοῦ αὐτοκράτορος ἀγγελίας. διενίστατο γὰρ ὁ βασιλεὺς φυλάξαι τὰ ὑπεσχημένα καὶ ὡς υἱῷ μὲν χρήσασθαι τῷ Ἀλεξίῳ ἐφ’ ᾦ τὴν αὐτοκράτορα ἀρχὴν αὐτὸν ἀναδήσασθαι καὶ τὰ τῆς βασιλείᾳ κατὰ τὸ αὐτῷ διοικεῖν βουλητόν, ἐκεῖνον δὲ μόνον τοῦ τῆς βασιλείας μετέχειν ὀνόματος καἰ τῶν ἐρυθρῶν πεδίλων καὶ τῷ καινῆς ἁλουργίδος καὶ τοῦ πέρι τὰ βασίλεια διαναπαύεσθαι, γέροντά τε ἤδη ὄντα καὶ ῥᾳστώνης δεόμενον.’’ εὐθὺς δὲ πρὸς αὐτὸν δριμὺ ἐνατενίσας καὶ τὰς ὀφρῦς ἐπισυνάξας, αὐτῷ φησιν “ἀπελθὼν ἀπάγγειλον τῷ βασιλεῖ, ὡς ταῦτα [*](D) ἦσαν ἂν συμφορώτερα πρὸ τοῦ τὴν πόλιν ἁλῶναι· τὸ δ᾿ ἐντεῦθεν χώραν οὐκ ἔχει οὔλως τὰ τῆς πρεσβείας. γέρων δὲ ἤδη ὢν ὑπεξίστασο τοῦ θρόνου καὶ τῆς σαυτοῦ φρόντισον σωτηρίας." ἀλλὰ ταῦτα μὲν ὁ καῖσαρ. ὁ δέ γε Βορῖλος τούτων μεμαθηκὼς εἰσέλευσιν καὶ ὡς ὁ ὑπ’ αὐτοὺς στρατὸς ἁπανταχοῦ σκεδασθεὶς περὶ τὴν λείαν ἐνασχολεῖται κω τῆς

[*](4. θεασάμενος Tpost Ntx. add. PG, om. Α. ἐρχόμενον Α. 5 τὰ : ταῦτα A. καὶ om. Α. 7. κομίζων? πρώην : αὖθις add. P in margine. 9. αὐτοκράτορος CG. 10. ἀρχὴν om. G. II. μόνου C. 13. lege κοινῆς. 17. συμφορώτερα GA, συμφερώτατα P. 18. δ᾿ ἤδη G. 19. ὑπεξίστατο P.)
131

ὦν λαφύρων συλλογῆς ὅλος ·γεγένηται, (οὗτοι δὲ μετὰ ἐξ αἵματος καἰ ἔξ ἀγχιστείας προσηκόντων αὐτοῖς καὶ μετρίων ὀθνείων κατελείφθησαν,) ἀντικαταστῆναι διέγνω τούτοις, λίαν εὐχειρώτοις οὖσι διὰ τὸν τοῦ στρατοῦ σκεδασμόν. τοίνυν καὶ συναγαγὼν τοὺς ἐπὶ τῶν ὤμων τὰ ξίφη κραδαίνοντας ἅπαντας καὶ ὁπόσοι ἐκ τοῦ Χώματος ὥρμηντο, ἀπὸ [*](P. 68) τοῦ Κωνσταντίνου φοροῦ μέχρι καὶ τοῦ λεγομένου Μιλίου καὶ ἄνωθεν μετ’ εὐταξίας ὅτι πολλῆς στοιχηδὸν αὐτοὺς συνέταξεν· ὢ δὲ συνησπικότες ἵσταντο πρὸς μάχην παρεσκευασμένοι καὶ ἀτρεμοῦντες τέως. ἐπεὶ δὲ ὁ τηνικαῦτα πατριάρχης χρηματίζων ἱεροπρεπὴς τῷ ὄντι ἀκτήμων καἰ πᾶν εἶδος ἀσκήσεως, ᾗπερ οἱ ἐν ἐρημίαις καἰ ὄρεσιν ἐνδιαιτώμενοι τῶν πάλαι πατέρων, διεληλυθώς, κατηξίωτο προορατικοῦ καὶ θείου χαρίσματος, πολλά τε πολλάκις προειπὼν καὶ μηδέποτε διαψευσάμενος καὶ κανὼν καὶ τύπος ἀρετῆς τοῖς μετ᾿ αὐτὸν χρηματίσας, οὐδὲ τὰ τῷ Βοτανειάτῃ συμπεσόντα παντάπασιν [*](Β) ἀγνοήσας ἐφαίνετο. ἀλλ’ εἴτε ἐκ θείας ἐπιπνοίας, εἴτε καὶ τοῦ καίσαρος ὑποθεμένου, (ἐλέγετο γὰρ καὶ τοῦτο ,) πάλαι φιλίως πρὸς αὐτὸν διακειμένου διὰ τὸ ὕψος τῆς αὐτοῦ ἀρετῆς, ξυνεβούλευε τῷ βασιλεῖ ὑπεκστῆναι τοῦ βασιλείου θρόνου, “μὴ χώρει λέγων “πρὸς ἐμφυλίους πολέ-

[*](1. δὲ om. G. 3. κατελείφθεισαν P. 7. Κωνσταντινείου G, Κωνσταντινίου C 10. καὶ add. CG. 11. ἀκτήμων om. A. 13. ante προορατικοῦ add. Α καὶ. 14. εἰπὼν CGA. 17. ἐπινοίας G. 18. ὑποθεμένου, ὡς πάλαι φιλίως Α. 20. αὐτοῦ om. A. βασιλικοῦ G.)
132

μους, μήτ’ ἀντίβαινε θεοῦ προστάξει αἵμασι χριστιανῶν μὴ θέλε μιανθῆναι τὴν πόλιν, ἀλλ’ εἴξας θεοῦ βουλήσει ὑπέκστηθι τοῦ μέσου.’’ πείθεται τοῖς τοῦ ἀρχιερέως λόγοις ὁ βασιλεύς. δεδιὼς δὲ τὸ τοῦ στρατοῦ ἀτάσθαλον, περιζώννυται καὶ κάτεισιν ὡς πρὸς τὴν τοῦ θεοῦ μεγάλην ἐκκλησίαν ἀπο- [*](C) νενευκώς. πλήρης δὲ συγχύσεως ὤν, λέληθεν ἠμφιεσμένος ἔτι τὴν τοῖς βασιλεῦσιυ πρέπουσαν στολήν. ὁ δὲ Βορῖλος ἐπιστραφεὶς καὶ ἁψάμενος τῶν περὶ τὸν βραχίονα περικεκολλημένων διὰ μαργάρων πέπλων, παραλύει τηνικαῦτα τῆς ἐσθῆτος, φάμενος μετὰ τινος μυκτῆρος καὶ σεσηρότος ἤθους, ὡς “τοιοῦτο ἡμῖν ἐπ’ ἀληθείας προσήκει νῦν." ὁ δὲ εἰς τὸν μέγαν τοῦ θεοῦ νεὼν τῆς τοῦ θεοῦ σοφίας εἰσελθών ἐγκαρτερῶν τέως ἦν ἐν αὐτῷ.

[*](3. βασιλεύς : Α omissis, quae supra p. 130 20 — 131, 10 leguntur, hic acldit καί τοι γε τοῦ βορίλου πολλὰ τοῦτον παροτρύνοντος εἰς τὸ συνάψαι πόλεμον μετὰ τῶν Κομνηνῶν, ναὶ συναγαγότος γαγόντος τοὺς ἐπὶ τῶν ὤμων τὰ ξίφη κραδαίνοντας καὶ ὁπόσοι έν τοῦ χώματος ὥρμηντο. περιζώννυται οὖν ὁ βοτανιάτης καὶ κάτεισιν etc. 5. ἀπονενευκὼς om. A. 8. περικεκολλημένων A, κεκολλημένων PG. 9. διαμαργάρων A, probante Bandurio Imp. Or. I, p. 496. vid. annotat. 11. τοιούτων A. 12. εἰσελθων οὖν εἰς τὸν τοῦ θ. μέγαν νεὼν Α.)
133

υκοε

Οἱ δὲ Κομνηνοὶ τὰ βασίλεια καταλαβόντες, παρα- [*](P. 70) χρῆμα τὀν ἐπ᾿ ἀνεψιᾷ γαμβρὸν αὐτῶν Μιχαήλ, ὃς ἐν ὑστέ-

[*](V. 60)[*](ΑΛΕΞΙΛΔΟς ΒΙΒΛΙΟΝ ΑΛΕΞΙ ΛΔΟς ΒΙΒ ΛΙΟΝ ΤΡΙΤΟΝ G et in margine ἀρχή τῆς βασιλείας Λλεξίου τοῦ Κομνηνοῦ add. PGA, om. C.)
134

ροις καιροῖς λογοθέτης τῶν σεκρέτων ἐχρημάτισε, πὲμπουσι πρὸς αὐτὸν. ὁ δὲ ἀπελθὼν μετὰ τοῦ τότε ἐπάρχου, ὁ Ῥα δηνὸς δὲ οὗτος ἦν,) εἰσαγαγὼν τὸν βασιλέα εἰς ἀκόντιόν τι μικρόν, ἀπέρχεται μετ᾿ αὐτοῦ εἰς τὴν τῆς Περιβλέπτου μονὴν περιώνυμον· εἶτα τὸ μοναδικὸν αὐτῷ ἄμφω προτρέπονται ἀμφιάσασθαι σχῆμα. τοῦ δὲ ἐς νέωτα τοῦτο ὑπερτιθεμένου, οὗτοι δεδιότες, ἔτι ὲν συγχύσει καὶ ἀταξίᾳ τῶν πρα- [*](Ρ. 71) γμάτων ὄντων, μή τι ἀπὸ τοῦ μέρους τῶν δούλων ἐκείνων καὶ τῶν ἐκ τοῦ Χώματος αὖθις νεωτερισθῇ, κατηπειγμένως τὴν τῶν τριχῶν ἀποκοπὴν αὐτῷ συνεβούλευον. καὶ πείθεται τούτοις καὶ τοῦ ἀγγελικοῦ τηνικαῦτα ἀξιοῦται σχήματος. οἷα τὰ τῆς τύχης. ὑψοῦ μὲν αἴρει τὸν ἀνθρώπινον βίον, ὅτε ἐπιμειδιᾷν αὐτῷ θελήσειε, καὶ διάδημα βασιλικὸν αὐτῷ περιτίθησι καἰ περιπορφύρει τὰ πέδιλα· ἐπὰν δὲ τὰς ὀφρῦς τούτοις ἐπισυνάξει, ἀντὶ τῆς πορφυρίδος καὶ τῶν στεμμάτων τὰ μέλανα ῥάκη καταμφιέννυσιν. ὅπερ δὴ καὶ τῷ βασιλεῖ Βοτανειάτῃ ξυμβέβηκεν. ἐρωτηθεὶς δὲ πάρα του τῶν συνή- [*](Β) θῶν, εἰ εὐφόρως τὴν μεταβολὴν φέρει, φησιν “ἡ τοῦ κρέως με μόνον ἀποχὴ ἀνιᾷ, τῶν δ’ ἄλλων ὀλίγη μοι ἡ φροντίς." ἡ μέντοι βασιλὶς Μαρία συνάμα τῷ υἱῷ Κωνσταντίνῳ, ὄιν ἐκ τοῦ προβεβασιλευκότος Μιχαὴλ ἔσχε τοῦ Δοόκα, ἔτι τοῖς

[*](1. καιροῖς om. P, add. CG, ἐν ὑστέρω Α. 2. αὐτόν : τὸν βοτανιάτην A. τότε : τηνικαῦτα C et in margine P. Ῥαδινὸς GA. 3. εἰσαγαγόντες αὐτόν εἰς ἀκάτιον μικρὸν, εἰς τὴν τῆς Π. μονὴν ἀπάγουσι καὶ τὸ Α. 5. μοναχικὸν Α. προπέμπονται C. 8. ἐκείνου Α. 9. αὖθις add. CG et in margine P. 10. καὶ om. A. 13. θελήσειε A, θελήσαι PG. 15. ἐπισυνάξῃ C. 16. καὶ om. G. ig. με om. C. 20. καὶ τῶ A.)
135

βασιλείοις προσέμενε, δεδοικυῖα περὶ ξανρῷ Μενελάῳ κατὰ τὴν ποίησιν, πρόφασιν ἀδιάβλητον τῆς καρτερίας τὴν συγγένειαν ἔχονσα, κεν τινες ὑπὸ φθόνου παρακεκινημένοι ἄλλ᾿ ἄττα περὶ αὐτῆς ὑπετόπαζον. προεφθάκει γὰρ τὸν μὲν γαμβρόν, τὸν δὲ θέτον υἱὸν εἰσποιήσασθαι. ταῦτα δὲ ἀνέπεισεν [*](C) αὐτὴν οἰκοδομεῖν, οὐκ αἰτία τις κατὰ τὼς πολλοὺς ἐπίψογος, οὐδὲ τὸ τῶν ἀνδρῶν ἐκείνων ἐπαγωγὸν καὶ εὐπρόσιτον, ἀλλὰ τὸ ἐπ’ ἀλλοτρίας εἶναι, μὴ συγγενῆ, μὴ συνήθη, μηδένα τὸ παράπαν ὁμόχθονα κεκτημένην. οὐκ ἤθελεν οὑν ἀσυντάκτως ἐκεῖεν ἐκστῆναι, δεδοικυῖα μή τι κακὸν συμβαίῃ τῷ παιδί, ἂν ἐκεῖθεν ἔξέλθῃ πρὸ τοῦ ἐχέγγυον τι ἀσφαλείας λαβεῖν ὁποῖα ὲν ταῖς μεταπτώσεσι τῶν βασιλέων συμβαίνειν εἴωθεν. ἦν γὰρ τὸ παιδίον καὶ ἄλλως ὡραῖον καὶ ἔτι νέον, οὔπω τὸν ἕβδομον χρόνον ὑπερελάσαν, καὶ οὐ νέμεσις, εἰ τοὺς ἐμοὺς ἐπαινοίην, ὑπὸ τῆς τῶν πραγμάτων ἀναγκαζομένη φύσεως,) [*](D) ἡδὺ μὲν οὐκ ὲν λόγοις μόνον, ἀλλὰ ναὶ ἐν παντοίαις κινήσεσι κω περιστροφαῖς παιγνίων ἀπαραμιλλον, ὡς οἱ τότε παρόντες ὕστερον ἔλεγον, ξανθὸν καὶ λευκὸν ὥσπερ γάλα, ἐρυθήματος μεστόν ὅπου δέοι, καὶ ὁποῖον τὰ τῶν καλύκων ἄρτι ἔξαστράπτοντα ῥόδεα· οἱ δὲ ὀφθαλμοὶ οὐ λευκοί, ἀλλ᾿ ἱέρακος ἐοικότες καὶ λάμποντες ὑπὸ ταῖς ὀφρύσιν ὡσπερ έν χρυσῇ σφενδόνῃ· κἀντεῦθεν ποικίλαις τέρψεσι τέρπον τοὺς

[*](3. ἀλλά τα Α. 8. καὶ μὴ συγγενῆ P. συγγενεῖ μὴ συνήθει G. an μηδ’ ἕνα? 9. κεκτημένη G. 11. ἐξέλθοι ρ. 13. βασιλειῶν G. 22. σφεδόνῃ: ψηφίς addit Longus 4 p. 123, quem h. 1. imitatur. τέρπων G.)
136
[*](V. 61)

ὁρῶντας, οὐράνιόν τε καὶ οὐκ ἐπίγειον κάλλος δοκοῦν, κα τὸ ὅλον, εἶπεν ἄν τις ἰδών, ὁποῖον τὸν Ἔρωτα γράφουσιν. [*](P. 72) αὕτη ἡ ἀληθὴς αἴτια τῆς εἰς τὰ βασίλεια τῆς βασιλίδος ἐγκαρτερίας. ἐγὼ γὰρ καὶ ἄλλως φύσει τὸ λογοποιεῖν καὶ καινά τινα ἀναπλάττειν ἀποστρέφομαι, εἰδυῖα σύνηθες τοῦτο εἷναι τοῖς πολλοῖς, καὶ μᾶλλον ὁπηνίκα ὑπὸ φθόνου καὶ χαιρεκακίας ἁλίσκοιντο, καἰ οὐ ταχὺ ταῖς διαβολαῖς συμφέρομαι τῶν πολλῶν· ἀλλὰ καί ἄλλοθεν τὴν ἐν τοῖς τοιούτοις ἀσφάλειαν ἔσχον, ἐκ παιδαρίου συνατραφεῖσα τῇ βασιλίδι καί οὔπω τὸν ὄγδοον ὑπερελάσασα χρόνον. πολὺ δὲ τὸ περὶ ἐΜ φίλτρον ἔχουσα, τῶν ἀπορρήτων πάντων κεκοινώνηκε. καὶ πολλῶν μὲν καὶ ἄλλων περὶ τούτων λεγόντων ἀκήκοα καὶ πρὸς [*](Β) ἄλλους διαφερομένων, τῶν μὶν οὕτως, τῶν δὲ οὕτω ἐκλαμβανομένων τὰ τότε πραχθέντα, ἑκάστου πρὸς τὴν ἰδίαν τῆς ψυχῆς κατάστασιν καὶ ὡς πρὸς αὐτὴν εὐνοίας ἡ μίσους εἶχε, καὶ οὐ πάντας τῆς αὐτῆς ἑώρων γνώμης· ἠκηκόειν δὲ πολλάκις καὶ αὐτῆς διηγουμένης, ὁπόσα ξυμβέβηκεν αὐτῇ καὶ εἰς οἶον φόβον καὶ μᾶλλον περὶ τοῦ παιδὸς ἐπεπτώκει, ὁπηνίκα ὁ βασιλεὺς Νικηφόρος τὴν βασίλειαν ἀπετίθετο. καὶ κατά γε ἐμὲ κριτὴν καὶ τοὺς πολλοὺς τῶν ἀρίστων καἰ ἀληθείας ἐπιμελουμένων, ὁ τοῦ παιδὸς πόθος αὐτὴν ἐν τοῖς βασιλείοις πρὸς ὀλίγον τότε κατέσχηκεν. ἀλλὰ τὰ μὲν περὶ τῆς βασιλίδος Μαρίας τοσαῦτα. ὁ δέ γε τέως τῶν σκήπτρων δρα-

[*](9. παιδόθεν CG. lege συνανατραφεῖσα. 11. κεκοίνωκε G. 22. τότε om. G.)
137

ἀμενος Ἀλέξιος ἂν ἐμὸς πατὴρ εἴσω τῶν βασιλείων γενόμενος, [*](C) τὴν μὲν ἰδίαν σύνευνον πεντεκαιδέκατον ἔτος ἄγουσαν ὢν ταῖς ἀδελφαῖς καὶ τῇ μητρὶ καἰ καίσαρι τῷ πρὸς πατρὸς αὐτῆς πάππῳ ἐν τῷ κάτω καταλελοίπει παλατίῳ. οὕτω γὰρ ἔφθασε καλεῖσθαι, ἀπὸ τῆς τοῦ τόπου θέσεως τὴν λαχόν. αὐτὸς δὲ μετὰ τῶν ἀδελφῶν καὶ τῆς μηρὸς καὶ τῶν ἐξ ἀγχιστείας προσηκόντων αὐτῷ γαμβρῶν εἰς τὸ ὑπερκείμενον παλάτιον ἄνεισιν, ὃ καὶ Βουκολέων ἐπονομάζεται ἐξ αἰτίας τοιᾶσδε. καὶ γὰρ ἀγχοῦ τῶν τούτου τειχῶν λιμὴν δι’ ἐγχορήγου καὶ μαρμάρων πάλαι τῶν χρόνων ᾠκοδόμητο, ὅπου ὁ λίθινος λέων ζωγρεῖ τὸν βοῦν. ἔχεται γὰρ [*](D) τοῦ κέρως τοῦ βοός, καὶ ἐξαυχενίσας αὐτόν, ἐμφύεταί πως τῷ λαιμῷ. ὥ οὗ δὴ καὶ Βουκολέων ὁ τόπος ὅλος ὠνόμασται, τά τε ἐν ἠπείρῳ οἰκοδομήματα καὶ αὐτὸς δὴ ὁ λιμήν.

Πολλοὶ μὲν οὖν, ὠς ἄνωθεν εἴρηται, τὴν τῆς βασιλίδος περὶ τὰ βασίλεια καρτερίαν ὑποπτεύοντες, ὑπετονθόρυζον, ὡς εἰς κῆδος ταύτην ἀγαγέσθαι μέλλει ὁ νῦν τῆς βασιλείας ἐπιδραξάμενος. οἱ δὲ Δοῦκαι οὐδὲν μέντοι τοιοῦτον ἐνενόσυν, (οὐ γὰρ συνεφέροντο ταῖς τυχούσαις ἀλλὰ τὴν τῆς μητρὸς τῶν Κομνηνῶν ἀπροφάσιστον κατ’ αὐτῶν μῆνιν ἐκ μακροῦ γινώσκοντες, περιδεεῖς ἦσαν ὑποπτεύοντες αὐτήν, ὡς κἀγὼ πολλάκις διηγουμένων ἀκήκοα. ἐπεὶ δὲ καὶ ὁ Παλαιολόγος Γεώργιος μετὰ τοῦ στόλου φθάσας τῆς

[*](3. τῇ add. Α. 4. παλάτιον C. 6. λαχών G. 10. ἐγχωρήγου Ducang. Gloss. I, p. 349. 15. βασιλίδος μάριας A. 16. ὑπετονθόριζον A. 17. εἰσαγαγέσθαι Α. 19. ἐνόουν C. καὶ om. A.)
138

εὐφημίας ἐξήρχετο, οἱ περὶ τοὺς Κομνηνοὺς προκύπτοντες ἄνωθεν κατεσίγαζον, μὴ τὴν Εἰρήνην τῳ Ἀλεξίῳ κἀν τῇ εὐφημίᾳ συνάψαντας κοινῶς εὐφημεῖν. ὁ δ’ ἐμβριμησάμενος κάτ αὐτοῖς φησιν ἀοῦ δι’ ὑμᾶς τὸν τοσοῦτον ἀγῶνα ἀνεδησάμην αὐτός, [*](P. 73) ἀλλὰ δι᾿ ἥν φατε Εἰρήνην." ἅμα δὲ καὶ τοῖς ναυτικοῖς παρεκελεύετο Εἰρήνην σὺν τῷ Ἀλέξίῳ ἀνευφημεῖν. ταῦτα ταῖς μὲν ψυχαῖς τῶν Δουκῶν πολὺν ἐνέβαλε θόρυβον, τοῖς δέ γε μωμοσκόποις λοιδορίας ὕλη κατὰ βασιλίδος Μαρίας ὁ δὲ βασιλεὺς Ἀλέξιος μηδ’ ἐν νῷ τοιοῦτόν τι βαλλόμενος, καὶ πῶς γάρ;) ἀλλὰ τὴν τῶν Ῥωμαίων ἡγεμονίαν παραλαβών, ἀνὴρ ἐν πᾶσι δραστήριος τῶν ὅλων εὐθὺς πραγμάτων γίνεται καί, ὡς ἂν εἴποι τις, ὡς ἀπὸ κέντρου τῶν ἀπάντων κατάρχεται. [*](V. 62) ἀνίσχοντος γὰρ ἡλίου εἰς τὰ βασίλεια εἰσελθών, πρὶν ἥ τὸν [*](B) ἀπὸ τῆς στάσεως κονίσαλον ἀποτινάξασθαι καὶ τὸ σῶμα διαναπαῦσαι, εὐθὺς τῆς τῶν στρατιωτικῶν ἕλος ἐγεγόνει φροντίδος. καὶ τὸν ἀδελφὸν Ἰσαάκιον ὡς πατέρα σεβόμενος, κοινωνὸν εἶχεν ἐν πᾶσιν, ἅμα καὶ τὴν μητέρα, ἐν ταῖς τῶν κοινῶν διοικήσεσιν ὑπερείδοντας, κἂν τὸ μεγαλόνουν αὐτῆς κα δραστήριον οὐ πρὸς μίαν βασιλείας διοίκησιν, ἀλλὰ πολλαῖς καὶ διαφόροις ἐξήρκει. αὐτὸς δὲ πρὸς τὸ κατεπεῖγον ἀπονενευκὼς ἦν, τὸ τῆς ἡμέρας ἐπίλοιπον καὶ τὴν ὅλην νύκτα ἐς

[*](1. ἀνῆξεν Α. 3. ὁ δὲ G. 4. ἀνεδησάμην C, ἀνεδυσάμην PGA. 5. δι’: δὴ P. 7. γε om. G. 10. ἡγεμονίαν CA, βασιλείαν PG. 1 14. κονίσαλον Α, κονίσσαλον PG. 15. ἐκγεγόνει G. 18. αὐτοῦ coai. Diesterwegius. 19. μίαν C, μιᾶς PG.)
139

φροντίδα καταναλώσας, τοῦ στρατιωτικοῦ πλήθους σκεδασθέντος εἰς τὸ Βυζάντιον ἅμα κω ἀτάκτοις Ὁρμαῖς κεχρημένου, ὅπως μὲν θορύβου ἄτερ αὐτοὺς τῆς ἀτάκτου ἀνακόψῃ [*](C) μῆς, ἀφροντισίαν δὲ τῷ κοινῷ τοῦ λοιποῦ περιποιήσηται. ἐδεδίει γὰρ καὶ ἄλλως τὸ ἰταμὸν τῶν στρατιωτῶν, καὶ μᾶλλον ὅσῳπερ ἐκ διαφόρων συνείλεκτο, μὴ καὶ κατ᾿ αὐτοῦ χεῖρον διανοήσαιντο. ὁ δὲ καῖσαρ Ἰωάννης ὁ Δούκας βουλόμενος τάχιον τὴν βασιλίδα ἀποσκευάσασθαι καὶ τῶν βασιλείων τελάσαι, ὑποψίας τε πολλοὺς ἀπαλλάξαι ψευδοῦς, ἔνθεν τὸν πατριάρχην Κοσμᾶν παντοίως ὑπεποιεῖτο, ἀξιῶν τὰ θ᾿ ὑπὲρ ἀυτῶν φρονεῖν καὶ τοῖς λόγοις τῆς τῶν Κομνηνῶν μητρὸς μηδαμῶς ὑπείκειν· ἐκεῖθεν δὲ τῇ βασιλίδι Μαρίᾳ [*](D) νουνεχῶς ὑπετίθετο, ἔγγραφόν τι τοῦ αὐτοκράτορος ἔξαιτησανην αὐτῆς τε χάριν καὶ τῆς τοῦ παιδὸς ἀσφαλείας, οὕτως κεῖθεν ὑποχωρεῖν, Πάτροκλον πρόφασιν ταῦτ’ ἐσχηκώς. φθάσε γὰρ ἀντιλαβέσθαι ταύτης, ὁπηνίκα ὁ βασιλεὺς Μιτὴλ ὁ Δούκας τῆς βασιλείας ἔξέστη, καὶ μετ᾿ αὐτοῦ βεασιλευκότι Νικηφόρῳ τῷ Βοτανειάτῃ συμβουλεύσασθαι συνρθῆναι ταύτῃ πρὸς γάμου κοινωνίαν, ὅτι ἐξ ἀλλοδαπῆς τὶ καὶ συγγενῶν ὄχλος οὐ προσῆν αὐτῇ, 6 δι᾿ ὧν ὁ βασιὐς ὀχλοῖτο, περί τε τοῦ γένους καὶ τῆς τοῦ σώματος ὥρας

[*](2. ἄμα om. A. 4. ἀφροντησίαν PG, altemra CA. 5. γὰρ om. P. 8. βασιλίδα μαρίαν A. g. τοὺς πολλοὺς coni. Diesterwegius. 10. ὑποπεποιεῖτο P, ὑπεπεποιεῖτο G, recte CA. 11. θ᾿ add. A. τῆς A, τοῖς PG. 12. ἔνθεν δὲ A. τὴν βασιλίδα Μαρίαν PG, recte Α. 15. ὑποχωρεῖν C, ἀποχωρεῖν PG, ὑποχωρῆσαι P in margine, ἀποχωρῆσαι Α. 17. αὐτῷ G. lege αὐτὸν. 21. τοῦ ante γένους add. C.)
140
[*](P. 74)

ἀπαγγέλλων πολλὰ καὶ πολλάκις ἐπαινῶν αὐτὴν. καὶ γὰρ ἦν εὐμήκης μὶν τὴν ἡλικίαν καθάπερ ἡ κυπάριττος, λευκη δὲ τὸ σῶμα ἄσει χιών, πρόσωπον κύκλον μὶν οὐκ· ἀπαρτίζον, τὸ δὲ χρῶμα δι᾿ ὅλου ἄνθος ἠρινὸν ἢ ῥόδον ἄντικρυς, τὰς δὲ τῶν ὀμμάτων αὐγὰς τις ἀνθρώπων ἔξείποι; ὀφρῦς ὑπερανεστηκυῖα καὶ πυρσή, βλέμμα χαροπόν. ζωγράφου μὲν οὖν χεὶρ τὰ χρώματα τῶν ἀνθέων πολλάκις ἐμιμήσατο, ὁπόσα ὧραι φέρειν εἰώθασι, τὸ δὲ τῆς βασιλίδος κάλλος καὶ ἡ ἐπιλάμπουσα αὐτῇ χάρις καἰ τὸ τῶν ἠθῶν ἐπαγωγόν τε· καὶ εὔχαρι ὑπὲρ λόγον καὶ τέχνην ἐφαίνετο· οὐκ Ἀπελλῆς, οὐ Φειδίας, οὐδέ τις τῶν ἀγαλματοποιῶν τοιοῦτόν ποτε παρήγαγεν ἄγαλμα. καὶ ἡ μὶν τῆς Γοργοὺς κεφαλὴ λίθους ἐξ ἀνθρώπων [*](B) τοὺς ὁρῶντας ἐποίει, ὡς λέγεται, τὴν δὲ ἰδὼν ἂν τις βαδίζουσαν ἢ αἴφνης ὑπαντιάσας ἐκεχήνει τε καί ἐπί ταὐτοῦ σχήματος, ἐφ’ ᾧ ἔτυχεν ὤν, ἵστατο ἐννεός, ὡς ἀφῃρῆσθαι τηνικαῦτα δοκεῖν καὶ· ψυχὴν καὶ διάνοιαν. ἀναλογίαν γὰρ τοιαύτην μελῶν καὶ μερῶν, τοῦ ὅλου πρὸς τὰ μέρη καὶ τούτων πρὸς τὸ ὅλον, οὐδεὶς οὐδέπω τοιαύτην έν ἀνθρώπου σώματι ἐθεάσατο· ἄγαλμα ἔμψυχον καὶ ἀνθρώποις φιλοκάλοις ἐράσμιον. Ἵμερος γὰρ ἄντικρυς ἦν σωματωθεὶς οἶ εἰς τόνδε τὸν περίγειον κόσμον. τούτοις οὖν ὁ καῖσαρ συγχρησάμενος [*](C) τότε, τὴν τοῦ βασιλέως καταμαλάττει καὶ χειὡσεὶ

[*](3. C, ὡς ἡ PG. κύκλῳ G. 4. ἄνθος om. G. 6. ζωγράφος C. 7. τὰ χρώματα om, G. ἐπιμιμήσατο G. g. αὐτὴν C. 13. τοὺς ὁρῶντας ἐξ ἀνθρώπων G. δὲ: τε G. 14. ὑπαντιώσας C. 18. ταύτην G. 21. περίγειον om. CG.)
141

ροῦται ψυχήν, κἂν πολλοὶ αὐτῷ συνεβούλευον τὴν βασιλίδα ἀγαγέσθαι Εὐδοκίαν, περὶ ἧς ὑπετονθόρυζόν τινες, ὡς τῆς [*](V. 63) βασιλείας καὶ αὖθις ἱμειρομένη, τὸν Βοτανειάτην, ὁπηνίκα τὴν Δάμαλιν κατέλαβεν ἐπειγόμενος εἰς τὴν βασίλειον ἀναχθῆναι περιωπήν, διὰ γραμμάτων ἐσφετερίζετο· οἱ δέ, ὅτι οὐ χάριν ἑαυτῆς, ἀλλὸ τῆς διηνύκει Ζωῆς τῆς καὶ τάχα διηνύκει ἂν τὸ σπουδαζόμενον, εἰ μή τις τῶν θεραπόντων τῆς ὁρμῆς ταύτης ἀνέκοψε, Λέων ἐκτομίας ὁ Κυδωνειάτης, πολλὰ καὶ καίρια πρὸς αὐτὴν εἰρηκώς, ἃ κατὰ μέρος ἀπαγγέλλειν ἡμῖν οὐ θέμις, φύσει τὸ διαβάλλειν [*](D) ἀποστρεφομένοις, τοῖς καὶ τῶν τοιούτων λογοποιοῖς πάντως καὶ περὶ τούτων μελήσει. ὁ μέντοι καῖσαρ Ἰωάννης παντοίως αὐτὸν μετελθών, πέρας δέδωκε τῇ βουλῇ πείσας συναφθῆναι τῇ βασιλίδι Μαρίᾳ, καθὼς ὁ λόγος σαφέστερον φθάσας ἐδήλωσε, κἀντεῦθεν παρρησίαν πολλὴν ἐσχήκει πρὸς αὐτήν. ἐπεὶ δ’ ἔν τισιν ἡμέραις ταῦτ᾿ ἐτελεῖτο, μὴ βουλομένων τῶν Κομνηνῶν ἀθρόον αὐτὴν ἀπελάσαι τῶν βασιλείων, ἅτε πολλῶν [*](P. 75) αὐτῆς εὐεργετημάτων τυχόντων παρ’ ὅλον τὸν τῆς βασιλείας αὐτῆς χρόνον, οὐχ ἧττον δὲ καὶ δι᾿ ἢν ἔσχον πρὸς αὐτὴν συνήθειαν τῇ προφάσει τῆς ἐξ ἀμφοτέρων τῶν μερῶν συμπεσούσης συγγενείας, πολλοὶ ἐκ πολλῶν συνείροντο λόγοι νοημάτων διαφόρων ἐξαγγελτικοί, τῶν μὲν ἄλλως ἐκλαμβαπεριοπὴν

[*](5. C, 6. πορφυρογενήτου C. 9. κυδωνιάτης G. καίρια FC, καιρίως PG. 10. ἡμῖν ἀπαγγέλλειν G. 11. παντὸς P.)
142

νομένων τὰ πραττόμενα, τῶν δὲ ἑτέρως, ὡς ἕκαστος εὐνοίας ἢ μίσους εἶχε τὰ πρὸς αὐτήν, τῶν εἰωθότων ἐκ προαιρέσεως καὶ μὴ ὡς ἔχουσι κρίνειν τὰ πράγματα. καἰ δὴ στέφεται τέως Ἀλέξιος μόνος παρὰ τῆς δεξιᾶς τοῦ ἀρχιερέως Κοσμᾶ, καὶ γὰρ τῷ τετάρτῳ ἔτει τῆς βασιλείας Μιχαὴλ τοῦ [*](B) Δούκα καὶ τοῦ υἱοῦ Κωνσταντίνου αὐτοκράτορος τελευτήσαντος τοῦ ἱερωτάτου πατριάρχου Ἰωάννου τοῦ Ξιφιλίνου, μηνὸς Αὐγούστου δευτέραν ἄγοντος, ἐπινεμήσεως τρισκαιδεκάτης, χειροτονεῖται τηνικαῦτα οὗτος ὁ ἀνὴρ ἱεροπρεπὴς πλήρης ἁγιωσύνης. τοὺς Δούκας δὲ τὸ μήπω τὴν βασιλίδα τῆς βασιλικῆς ταινίας ἄξιωθῆναι, ἐπὶ πλέον ἔξεδειμάτει· ἐνίσταντο δὲ ὅμως καὶ τὴν βασιλίδα Εἰρήνην τοῦ στέφους ἀξιωθῆναι. ἔτυχε δέ τις μοναχὸς Εὐστράτιος τὴν κλῆσιν, Γαριδᾶς τὴν ἐπωνυμίαν, τἀς οἰκήσεις ἀγχοῦ τῆς τοῦ θεοῦ μεγάλης ἐκκλησίας ποιούμενος καὶ ἀρετὴν δῆθεν ὑποκρινόμενος· [*](C) οὑτος θαμὰ πρὸς τὴν μητέρα τῶν Κομνηνῶν πάλαι παραγενόμενος, περὶ βασιλείας προὔλεγεν. ἡ δὲ καὶ ἄλλως φιλομόναχος οὖσα, ἀλλὰ καὶ τοῖς τοιούτοις ὑποσαινομένη λόγοις, τὴν εἰς αὐτὸν πίστιν ὁσημέραι ἐπὶ πλέον αὐξάνουσαν ἐδείκνυ, κἀντεῦθεν τῷ ἀρχιερατικῷ τῆς μεγαλοπόλεως θρόνῳ ἐγκαθιδρῦσαι τοῦτον προτεθύμητο. καἰ τὸ ἁπλοῦν καὶ ἄπραγμον τοῦ τηνικαῦτα ἀρχιερέως προφασιζομένη, ἔπειθέ τινας λόἐννοίας

[*](1. PG, εὐνοίας C et in margme PG. 7. μηνὶ αὐγούστῳ δευτέραν ἄγοντι GC. 8. ἐπινεμήσει τρισκαιδεκατῇ G. 9. χειροτονῆται G. an κεχειροτόνηται? ὁ om. CA. 10. βασιλίδα εἰρήνην A. 11. ἐξεδειμάτου? 13. Γριδᾶς G, γαρυδᾶς Α. 16. πρὸς: περὶ Α. ig. ἐς G. ἐπὶ πλέον add. CA.)
143

γους παραιτήσεως ὲν σχήματι συμβουλῆς πρὸς αὐτὸν ἀνακινεῖν, ὡς δῆθεν διὰ τὸ αὐτῷ συμφέρον τοῦτο ξυμβουλεύοντας. ἀλλὰ τὸν ἱερὸν ἐκεῖνον ἄνδρα ἡ σκῆψις αὕτη οὐ διελάνθανε· καὶ τέλος τὴν ἰδίαν ἐπομοσάμενος κλῆσιν φησι πρὸς [*](D) αὐτούς “νὴ τὸν Κοσμᾶν, εἰ μὴ διὰ τῶν ἐμῶν χειρῶν ἡ Εἰρήνη τοῦ στέφους ἄξιωθῇ, τοῦ ἀρχιερατικοῦ θρόνου οὐκ ἀποστήσομαι." οἱ δὲ ἐπαναστρέψαντες ἀπαγγέλλουσι τῇ δεσποίνῃ τὰ μηνυθέντα ἔφθασαν γὰρ ἤδη οὕτω ταύτην καλεῖν ἅπαντες, τοῦ φιλομήτορος βασιλέως τοῦτο βουλομένου. ἑβδομαία τοίνυν μετὰ τὴν τοῦ Ἀλεξίου ἀνάρρησιν καὶ ἡ [*](v. 64) αὐτοῦ ὁμευνέτις Εἰρήνη διὰ τοῦ πατριάρχου Κοσμᾶ ἀξιοῦται στέφους.