Alexias
Anna Comnena
Anna Comnena. Annae Comnenae Alexiadis, Volume 1. (Corpus Scriptorum Historiae Byzantinae, Volume 38). Schopen, Ludwig; Niebuhur, B.G., editors. Bonn: Weber, 1839.
Ξυμπίπτει δὲ μεταξὺ καί τι τοιοῦτον, ὅπερ ἄξιον ἀφηγήσασθαι. ἔστι γὰρ καὶ τοῦτο εἰς εὐφημίαν τούτου καὶ εὐτυχίαν ἀναφερόμενον. καὶ γὰρ καὶ τοὺς τῆς δύσεως ἅπαντας [*](D) ἀρχηγοὺς ἀναχαιτίζεσθαι τῆς πρὸς τοῦτον φορᾶς σφόδρα τῆς τῶν πραγμάτων εὐροίας τῷ βαρβάρῳ λογίζομαι ἁπανταχόθεν τῆς τύχης αὐτῷ συνεργούρης καὶ ἐπαιρούσης εἰς τυραννίδα καὶ πὰν τὸ ἐπωφελὲς περαιουμένης. ὁ γάρ τοι πἀπας τῆς Ῥώμης (γενναία δὲ αὕτη ἀρχὴ καὶ στρατεύμασι παντοδαποῖς περιφραττομένη ) μετὰ τοῦ ῥῆγός Ἀλαμανίας Ἐενρίχου διαφορὰν ἐσχηκώς, ἐβούλετο πρὸς συμμαχίαν ἑλκῦσαι [*](P. 31) σᾶι Ῥομπέρτον ἤδη περιφανέστατον γεγονότα καὶ πρὸς με-
[*](10. ἑυτῷ om. P. 12. ἐπινοήσατο P. 14. εἰς εὐτυχίαν τούτου ἀναφερόμενον GA. 15. an καὶ τὸ τῆς? 22. ἠβούλετο Α.)γάλας ἀρχὰς ἀκμάσαντα. ἡ δὲ διαφορὰ ῥηγός τε καὶ πάπα τοιαύτη τις ἦν. ὁ μὲν γὰρ κατῃτιᾶτο τὸν ῥῆγα Ἐνέριχον ὡς τὰς ἐκκλησίας οὐ προῖκα διδόντα, ἀλλὰ δωρημάτων ἀποδιδόμενον καί που καὶ ἀναξίοις ἀνδράσι τὴν ἀρχιερωσύνην καταπιστεύοντα, καὶ τοιούτων ἐγκλημάτων ἐδίωκεν. ὁ δέ γε ῥἤξ Ἀλαμανίας τυραννίδος τὸν πάπαν ἐγράφετο , ὡς ἄτερ γνώμης αὐτοῦ τὸν ἀποστολικὸν ἐξαρπάσοι θρόνον. καί που καὶ ἀπηναισχυντήκει πρὸς τοῦτον κὼ ἰταμωτέροις ἐχρήσατο λόγοις, ὡς εἰ μὴ ἐκσταίη τῆς αὐθαιρέτου προεδρίας, μεθ’ ὕβρεως ἐκεῖθεν ἀπελαθήσεται. τούτων οὖν ἀκούσας ὁ πάπας [*](Β) τῶν λόγων , κατὰ τῶν πρέσβεων εὐθὺς ἐμεμήνει, καὶ αἰκισάμενος πρότερον ἀπανθρώπως, εἰτα καἰ κείρας τὰς κεφαλὰς καὶ ἐῖκείρας τοὺς πώγωνας, τὰς μὲν ψαλίσι ξυρῷ δὲ τοὺς πώγωνας, καὶ ἄλλο τι προσεργεασάμενος προεδρίας, καὶ βαρβαρικὴν ὕβριν ὑπερελαῦνον, ἀφῆκεν· εἶπον ἂν καὶ τὴν ὕβριν, εἰ μή με κὼ γυναικεία καὶ βασιλικὴ ἐπεῖχεν αἰδώς. ἐκεῖνο γὰρ οὐχ ὅπως ἀνάξιον ἀρχιερέως τὸ παρ’ ἐκείνου πρα- χθέν, ἀλλ’ οὐδ’ ὅλως ἀνθρώπου Χριστιανικὸν ἐπιφερομένου [*](V. 29) τοὔνομα , καὶ ἐβδελυξάμην καὶ τὸ ἐνθύμημα τοῦ βαρβάρου, [*](C) μήτοι γε τοὖργον , ἔπει καὶ τὸν γραφέα κάλαμον καί τὸν χάρτην ἐμόλυνα ἄν, εἰ τὸ πραχθὲν κατὰ μέρος διεξῄειν. ἀλλ’ εἰς παράστασιν καὶ βαρβαρικῆς ὕβρεως καὶ ὅτι ὁ χρόδωρήματα
[*](3. G. 4. που: πάντα A. 14 προσεξερηασόμενος Ρ. 18. ἐπιφερ. καὶ τοὔνομα ἐβδελυξάμην PA, ἐπιφερ. ὄνομα G , ego καὶ transposui.)νος ῥέων ἤθη ἀνδρῶν παντοδαπὰ πρὸς κακίαν ἀναφύει κω πάντολμα , ἀρκέσει αὐτὸ τοῦτο τὸ μηδὲ μικρόν τι τοῦ πραχθέντος ἀνασχέσθαι ἡμᾶς παρεμφῆναι ἢ διηγήσασθαι, καἰ ταῦτα ἀρχιερέως, ὡ δίκη καἰ ταῦτα πρώτου ἀρχιερέως, καἰ ταῦτα προκαθημένου τῆς οἰκουμένης ἁπάσης γενομένου, ὥσπερ οὖν καὶ οἱ Λατῖνοι λέγουσί τε καὶ οἴονται· ἔστι γὰρ [*](D) καὶ τοῦτο τῆς ἀλαζονείας αὐτῶν. μεταπεπτωκότων γὰρ τῶν σκήπτρων ἐκεῖθεν ἐνθάδε εἰς τὴν ἡμεδαπήν τε καὶ ἡμετέραν βασιλίδα πόλιν καὶ δὴ καὶ τῆς συγκλήτου καὶ ἅμα πάσης τῆς τάξεως , μεταπέπτωκε καὶ ἡ τῶν θρόνων ἄρχιερατικὴ τάξις. καὶ δεδώκασιν οἱ ἀνέκαθεν βασιλεῖς τὰ πρεσβεῖα τῷ θρόνῳ τῆς Κωνσταντινουπόλεως, καὶ μάλιστα ἡ ἐν Χαλκηδόνι σύνοδος εἰς περιωπὴν πρωτίστην τὸν Κωνσταντινουπόλεως ἀναβιβασαμένη, τὰς ἀνὰ τὴν οἰκουμένην διοικήσεις ἀπάσας ὑπὸ τοῦτον ἐτάξατο. μήποτε οὖν ἡ τοιαύτη πρὸς τούς [*](P. 32) πρέσβεας ὕβρις ἀνεφέρετο πρὸς τὸν πεπομφότα οὖσα , οὐ μόνον ὅτι τούτους ἐκόλασεν , ἀλλ’ ὅτι καὶ καινὴν τινα τὴν εἰς αὐτοὺς γενομένην ὕβριν αὐτὸς πρῶτος ἐξεύρατο. ᾐνίττετο γὰρ δι’ ὧν ἐποίει τὸ τοῦ ῥῆγός, ὡς οἶμαι , εὐκαταφρόντητον, ὥσπερ τις ἡμίθεος ἡμιόνῳ διαλεγόμενος διὰ τῶν καθυβρισμένων τουτωνὶ πρέσβεων. ὁ μὲν οὖν πάπας ἐπειδὴ ταῦτα
[*](1. ἀνθρώπων Α. ἑ. δίκαιον Α. 5. γενομένου G in margine, γενόμενον GP. 9. καὶ τῆς ὅλης βασιλικῆς τάξεως A. 12. τῆς adtl. A. 15 ἐτάξατο : ἐποίησε A. 16. πεπομφότα οὔσα G. 18. αὐτὸς aclcl. G. ἐφεύρατο G.)πεπρυχὼς καὶ τοὺς πρέσβεις οὕτως, ὡς εἶπον, ἀποπεμψάμενος πρὸς τὸν ῥῆγα, μέγιστον πόλεμον ἀνηρέθισεν· ἵνα δὲ μὴ τῷ Ῥομπέρτῳ προσθέμενος ὁ ῥὴξ ἀφορητότερος γένοιτο φθάνει τὰ πρὸς εἰρήνην τῷ Ῥομπέρτῳ διακηρυκευσάμενος οὐδὲ πρότερον φιλίως διακείμενος πρὸς αὐτόν. πυθόμενος [*](Β) γὰρ τὸν δοῦκα Ῥομπέρτον κατειληφότα τὴν Σάλερνον, ἀπάρας ἐκεῖνος τῆς Ῥώμης εἰς Βενεβενδὸν παραγίνεται. καὶ διὰ πρέσβεων πρὸς ἀλλήλους διαλεχθέντες, εἰν οὕτως κὼ αὐτοπροσώπως ἐντετυχηκότες ἀλλήλοις · καὶ γὰρ ὁ μὲν τῆς Βενεβενδοῦ μετὰ τοῦ οἰκείου ξυντάγματος, ὁ δὲ τῆς Σαλέρνου μετὰ στρατιᾶς ἔξιόντες, κᾆθ’ οὕτως τῶν στρατευμάτων γεγονόων ἐκ διαστήματος ἱκανοῦ , ἑκάτερος τοῦ οἰκείου τάγματος ἀποστάς, συνηλθέτην τε τὼ ἄνδρε καὶ πίστεις παρ’ ἀλλήλων καὶ ὅρκους λαβόντες ὑπέστρεψαν. οἱ δὲ ὅρκοι, ἕν ὁ μὲν πάπας τήν τε τοῦ ῥηγὸς ἄξίαν περιθείη αὐτῷ καὶ συμμαχίαν [*](C) δοιή καιροῦ καλοῦντος κατὰ Ῥωμαίων· ὁ δὲ δοὺξ ἀνδορκίζετο τῷ πάπᾳ προσβοηθεῖν ὅποι βούλοιτο. μάταια δ’ ἄρα ἦσαν τὰ τῶν ὅρκων παρ’ ἀμφοτέρων τελούμενα. ὅ τε γὰρ πάπας κατὰ τοῦ ῥηγὸς εὖ μάλα παρώξυντο καὶ ὁ πρὸς ἐκεῖνον πόνος κατήπειγεν, ὅ τε δοὺκ Ῥομπέρτος τῇ Ῥωμαίων ἐπωφθαλμία καὶ ὡσπερ τις κάπρος ἄγριος τοὺς ὀδόντας κάτα τούτων ἐτετρίγει τε καὶ τὸν θυμὸν ἔθηγεν, ὥστε μέχρι λόγων οἱ ὅρκοι τούτων. καὶ ὀμνύντες αὐτίκα τὸ πρὸς ἀλλήλους οἰ
[*](V. 30)[*](16. δοὺξ τῷ παπᾷ προσβοηθείη Α. lege ἀνθωρκίζετο. 17. ἔπη A. τῶν om. P. 19. παρωξύνετο Α. 20 κατήπειρεν P. 21. ἐποφθαλμίᾳ P. 23. αὐτίκα τὸ οm. A.)βάρβαροι, τὸ παραυτίκα καί παρεσπόνδουν. ὁ μὲν δοὕξ Ῥομπέρτος συστρέψας τοὺς χαλινοὺς ἰπὶ τὴν Σάλερνον ἔσπευδεν, δεν, ὁ δὲ κατάπτυστος οὗτος πάπας οὐδὲ γὰρ ἔχω τι ποτ’ ἂν ἄλλο τοῦτον ἐπονομάζειν, τὴν ἀπάνθρωπον ἐκείνην ὕβριν ἐνθυμηθεῖσα τὴν εἰς τοὺς πρέσβεας,) μετὰ πνευματικῆς χάριτος καὶ εὐαγγελικῆς εἰρήνης ἰπὶ τὸν πόλεμον ὁ δεσπότης ἐχώρει ὅλῃ γνώμῃ καὶ ὅλαις χερσὶ τὸν ἐμφύλιον, ὁ εἰρηνικὸς ταῦτα καἰ τοῦ εἰμηνικοῦ μαθητής. τοὺς γὰρ Σάξονας αὐτίκα καὶ τοὺς Σαξόνων ἡγεμόνας Λαντοῦλφόν τε καὶ Οὐέλκον [*](P. 33) μεταπεμψάμενος καὶ πολλὰ μὲν καὶ ἄλλα ἐν ὑποσχέσεσιν ὑποτείνας καὶ ῥῆγας ποιήσειν τῆς ἑσπέρας ἁπάσης ἐπαγγειλάμενος, εἰς ἑαυτὸν ὑποσύρει τοὺς ἄνδρας. οὕτως ἑκεῖνος εὔκολον εἶχε τὴν δεξιὰν εἰς χειροθεσίαν ῥηγῶν, τοῦ πω. λοῦ παρακούων, ὡς ἔοικε, “χεῖρας ταχέως μηδενὶ ἐπιτίθει" λέγοντος· ὁ δὲ τὸν δοῦκα Λογγιβαρδίας ἐταινίου καὶ τοὺς Σάξονας τούτους ἔστεφε. συναγηοχότος τοίνυν ἑκατέρου τὰς δυνάμεις αὐτῶν, τοῦ τε ῥῆγός Ἀλαμανίας Ἐνερίχου καὶ τοῦ πάπα, καὶ πρὸς ἀλλήλους παραταξαμένων ἥ τε κερατίνη σάλπιγξ τὸ ἐνδόσιμον ἐδεδώκει καὶ συνερράγησαν εὐθὺς αἰ φάλαγγες [*](Β) καὶ μάχη ἐξ ἐκατέρων ἀνερριπίσθη μεγάλη καὶ παραμόνιμος. ἐπὶ τοσοῦτον γὰρ ἐξ ἑκατέρου μέρους ἠνδρίσαντο καὶ ταῖς ἀπὸ τῶν δοράτων τρώσεσι καὶ τοξευμάτων βολαῖς ἐνεκαρτέρησαν, ὡς ἐν βραχεῖ χρόνῳ πᾶσαν τὴν ὑποκειμένην
[*](4. ἑπονομάσαιμι Α. 5. εἰς: πρὸς Α. 8. γὰρ: δὲ G. 11. ὑπαγγειλάμενος Α. 13. εὐκόλως G. 19. εὐδόσιμον ἐδεδιὠκει P.)πεδιάδα ὑπὸ τῶν αἱμάτων ὦν ἀπὸ τῶν φόνων ἐνδαλαττεύεσθαι καὶ τοὺς ὑπολοίπους ἄνδρας ἐμπλέοντας ἐμπλέοντας πολλῶ λύθρῳ μάχεσθαι· ἔστιν ὅπου καὶ τοῖς νεκροῖς σώμασι συμποδιζομένους διαπίπτειν καὶ τῷ ποταμῷ τῶν αἱμάτων ἐμπνίγεσθαι. εἰ γὰρ ὑπὲρ τὰς τριάκοντα χιλιάδας χιλιάδας κατ’ ἐκείνην τὴν μάχην, ὥς φασιν, ἐπεπτώκεισαν, πόσος ῥοῦς αἵματος κατερρύη, [*](C) πόσον διάστημα γῆς τῷ λύθρῳ πεπάλακτο! εἶχον οὖν, ὡς οὕτως εἰπεῖν, ὤας ὑσμίνῃ τὰς κεφαλὰς καὶ ἑκατέρα μερὶς. ἕως ὁ τῶν Σαξόνων ἡγεμὼν Λαντοῦλγφος διεῖπε τὸν πόλεμον. ἐπεὶ δὲ ἐκεῖνος καιρίαν ἐβλήθη καὶ αὐτίκα τίν ψυχὴν ἀφῆκεν, ἔκλινεν ἡ φάλαγξ τοῦ πάπα καὶ τὰ νῶτα τοῖς ἐχθροῖς ἐδεδώκει , οὐκ ἀναιμάκτως, οὐδ’ ἄνευ τραυμάτων φεύγοντες. ἔφεπε δὲ τούτους κλονέων ὁ Ἐνέριχος καὶ μάλα θαρρήσας τὴν μεταδίωξιν, ἐξότου καὶ τὸν Λαντοῦλφον ἐπύθετο πεπτωκότα καὶ πολεμίας χειρὸς ἔργον γεγενημένον. ἀλλ’ ἔστη τοῦ δρόμου καὶ ἀναπνεῖν ἐπέταττε τὰ στρατεύματα. κὼ ἔξοπλισάμενος αὖθις ἐπὶ τὴν Ῥώμην ἔσπευδε , πολιορκήσειν αὐτὴν προθυμούμενος. ἐνθύμιον ἐνταῦθα λαμβάνει ὁ πάπας τὰς συνθήκας καὶ τοὺς ὁρκους τοῦ Ῥομπέρτου καὶ διαπρεσβεύεται πρὸς αὐτόν, εἰς συμμαχίαν ἀποπειρώμενος. καὶ δὴ κατὰ ταὐτὸν καὶ ὁ Ἐνέριχος συμμαχίαν ἐζήτει πέμψας, κατὰ τῆς πρεσβυτάτης Ῥώμης ὁρμώμενος. ἀλλ’ ἔδοξεν ἑκάτερος τότε Ῥομπέρτῳ λῆρος τοιαῦτα ἐπιζητῶν· ἐκεῖνος δὲ πρὸς μὲν τὸν ῥῆγα ἄλλον τρόπον καἰ ἀγράφως ἀπε-
[*](6. ἐπεπτώκεσαν Α. 7. γῆς om. G. 8. ὑσμήνη PG, recto Α. 12. οὐκ ἀναιμάκτως: ἤσαν δ’ οἱ αὐτοῦ οὐκ ἀναιμάκτως Α. 16. τῷ στρατεύματι Α.)κρίνατο , πρὸς δὲ τὸν πάπαν ἐπιστολὴν διεχάραξεν. εἶχε [*](D) τὰ τῆς ἐπιστολῆς ὧδέ πως. μεγάλῳ ἀρχιερεῖ κὼ κυρίῳ μου Ῥομπέρτος δοὺξ ἐν θεῷ. τὴν γεγενημένην κατὰ σοῦ τῶν ἐχθρῶν ἔφοδον διακηκοώς , οὐ πάνυ τι τῇ ἀκοῇ προσθέμην, εἰδὼς ὡς οὐκ ἄν τις τολμήσειεν ἀντᾶραι σοι χεῖρας. τίς γὰρ κατὰ τοσούτου πατρὸς ἐπιχειρήσειεν, εἰ μὴ μαίνοιτο; ἐμὲ δὲ ἲς πρὸς πόλεμον βαρύτατον ἐ·ξοπλιζόμενον κὼ πρὸς [*](P. 34) ἔθνος δυσκαταγώνιστον. Ῥωμαῖοι γάρ εἰσι πρὸς οὑς ἑ πόλεμος, [*](V. 31) οἳ πᾶσαν γῆν καὶ θάλασσαν τροπαίων ἐνέπλησαν. σοὶ δὲ ἀλλ’ ἀπὸ ψυχῆς βαθείας πίστιν ὀφείλω , ἤν καὶ καιροῦ καλοῦντος παράσχοιμι." οὕτως ἐκεῖνος καὶ ἀμφοτέρων τῶν εἰς συμμαχίαν καλούντων τοὺς πρέσβεις , τοὺς μὲν τῇ ἐπιστολῇ ταύτῃ , τοὺς δὲ πιθανοῖς τισι λόγοις διακρουσάμενος ἀπεπέμψατο.
Ἀλλὰ μὴ παρῶμεν τὰ κατὰ Λογγιβαρδίαν αὐτῷ διαπεπραγμένα πρὶν ἥκειν εἰς τὸν Αὐλῶνα σὺν τῷ στρατεύματι. ὁ μὲν γὰρ καὶ ἄλλως ἦν τυραννικὸς ἀνὴρ καὶ πικρότατος, [*](Β) τότε δὲ καὶ Ἡρώδου μιμεῖται μανίαν. μὴ γὰρ ἀρκούμενος τοῖς ἀνέκαθεν ἐστρατευμένοις ἀνδράσι καὶ πρὸς μάχην ἐπισταμένοις ὁπλίζεσθαι , νεοσύλλεκτον ποιεῖται στράτευμα, μηδεμιᾶς φειδόμενος ἡλικίας· ἀλλὰ καὶ τὴν ἔξωρον κὼ τὴν ἄωρον πανταχόθεν συναγηοχὼς Λογγιβαρδίας τε καὶ Ἀπουληΐας εἰς ἁαυτὸν ἐφειλκύσατο. καἰ ἦν ἰδεῖν καὶ παῖδας
[*](3. δοὺξ: ῥὴξ Α. 7 ἐξοπληξόμενον P. 10. ἀλλ‘ om. G. 23. ἀφειλκύσατο P.)ω
καὶ μειρακίσκους καὶ· γέροντας ἀνθρώπους οἰκτρούς, οἳ μηδ’ ὅσον ἐν ὀνείροις ὅπλον ἐθεάσαντο, τότε δὴ ἐνδεδυμένους θώρακα κω ἀσπίδα κρατοῦντας καὶ τόξον ἀφυῶς πάντη καὶ ιηλμμελῶς τείνοντας καἰ κατὰ στόμα πίπτοντας, ἐπειδὰν βαδίζειν ἐξῆν. ταῦτα δὴ ταῦτα θορύβου μὲν πρόφασις ἦσαν [*](C) τῇ χώρᾳ Λογγιβαρδίας ἀκαταπαύστου, καὶ πανταχοῦ κλαυθμὸς ἀνδρῶν καὶ ὀλολυγμὸς γυναικῶν, καὶ ἐμερίζετο ταύταις τὰ τῆς συγγενείας. ἡ μὶν γὰρ αἰτῶν ἀστράτευτον ἄνδρω ἐθρήνει, ἡ δὲ ἀπειροπόλεμον παῖδα, ἄλλη δὲ ἀδελφὸν γεωργὸν ἣ πρὸς ἄλλα ἔργα ἠσχολημένον. καὶ ταῦτα μὲν ἄντικρυς, καθάπερ εἶπον, μανίας ἦσαν Ἡρώδου ἡ καὶ πλέον Ἡρώδου. ἐκεῖνος μὲν γὰρ κατὰ τῶν βρεφῶν ἐμεμήνει μόνον, οὖτος δὲ καὶ κατὰ παιδίον καὶ πρεσβυτέρων. ἀλλὰ καίπερ οὕτως ἐχόντων τούτων ἀνασκήτως, ὡς οὕτω γε φάναι, ἐγύμναζέ τε καθ’ ἡμέραν ἑκάστην καὶ συνεκρότει τὰ τῶν νεοσυλλέκτων [*](D) σώματα. ταῦτα μὲν έν Σαλέρνῳ συνεπεπτώκει Ῥομπέρτῳ, τρὶν εἰς Ὑδροῦντα παραγενέσθαι. ἐκεῖσε γὰρ προεξέπεμψε στράτευμα ἱκανώτατον, αὐτὸν ἀπεκδεχόμενον, ἐπειδὰν ἅπαντα καταστήσειε τὰ κατὰ τὴν χώραν Λογγιβαρδίαν καὶ πρὸς τοὺς πρέσβεις τὰς προσηκούσας ἀποκρίσεις ποιήσαιτο. τοσοῦτον μέντοι τῷ μάπᾳ προσέθετο , οὔτε τῷ υἱῷ αὐτοῦ Ρογέρῃ, ὃν Ἀπουληΐας ἁπάσης κεχειροτόνηκεν ἄρχοντα καὶ Βο-
[*](9. γεωρηὸν Α, νέον PG. 10. καὶ add. G. 14. ἀνασκήτως Α, ἀνασκέπτως PG. οὕτως P. 16. σωμάτων G. 17. ἰδροῦντα GA. 21. ὅτι ? 22 ἄρχοντα om. G. Λοριτύλαν λαν τὸν ἀδελφιδοῦν coni. Ducangius.)ριτύλαν τὸν ἀδελφόν, ἐπέσκηψεν, ἐπειδὰν ὁ τῆς Ῥὼμης θρόνος πρὸς βοήθειαν αὐτοὺς προσκαλοῖτο κατὰ τοῦ Ἐνερίχου ῥῆγός, προθυμότατα πρὸς αὐτὸν ἀφικέσθαι ναὶ τὴν δυνατὴν εἰσενεγκεῖν συμμαχίαν. τὸν μέντοι Βαϊμοῦντον, τὸν νεώτερον τῶν υἱέων αὐτοῦ καὶ κατὰ πάντα παρεμφερῆ τῷ πατρὶ καί τόλμαν καὶ ῥώμην καὶ γενναιότητα καἰ θυμὸν ἀκατάσχετον, ὅλως γὰρ οὗτος τοῦ πατρὸς ἀποσφράγισμα ἥν καὶ τῆς ἐκείνου φύσεως ἔμψυχον ἐκμαγεῖον,) μετὰ βαρυτάτου [*](P. 35) στρατεύματος ἐν τοῖς καθ’ ἡμᾶς ἀποστέλλει χωρίοις, τοῖς ἀμφὶ τὸν Αὐλῶνα τόποις ἐπιπηδήσοντα. ὁ δὲ αὐτίκα ξὺν ἀπειλῇ καὶ ἀκατασχέτῳ ῥύμῃ καθάπερ τις ἐπιρρυεὶς κεραυνὸς τῶν τε Κανίνων καὶ Ἱεριχὼ καὶ τοῦ Αὐλῶνος παντὸς ἐπελάβετο καὶ ἀεὶ τι τὰ ξυμπαρακείμενα ᾕρει καὶ ἐπυρπόλει μαχόμενος. καὶ ἦν ὡς ἀληθῶς πρὸ τοῦ πυρὸς καπνὸς δριμύτατος καὶ πρὸ τῆς μεγάλης πολιορκίας πολιορκίας προοίμιον. βρούχους ἄντικρυς καὶ ἀκρίδας εἶπεν ἄν τις αὐτούς, τὸν πατέρα καὶ τὸν υἱόν· τὰ γὰρ κατάλοιπα Ῥομπέρτου ὁ τούτου υἱὸς Βαϊμοῦντος προσεπενείματο καὶ κατέφαγεν. ἀλλὰ [*](Β) μήπω γε τοῦτον εἰς τὸν Αὐλῶνα διαπεράσωμεν · προσεξεταζέσθω δὲ τὰ κατὰ τὴν ἀντιπέραν ἤπειρον αὐτῷ πεπραγμένα.
Ἀπάρας γὰρ ἐκεῖθεν γίνεται κατὰ τὸν 'Υδροῦντα, [*](V. 32) εἶτ’ ἐκεῖθι διακαρτερήσας ὀλίγας ἡμέρας καὶ τὴν γυναῖκα
[*](4. βαϊμοῦνδον A. 8. ἔμφυλον P. 11. τῷ ἀκατασχέτῳ P, 12. Καννίνων A, 16. ἄντικρυς add. A. 19. προεξεταζεσθω coni. Diesterweg.)Γαΐταν ἀπεκδεχόμενος, καὶ γὰρ καὶ ἀυτὴ ξυνεστράτευε τῷ ἀνδρὶ καὶ χρῆμα ἥν ἡ γυνὴ φοβερόν, ἐπειδὰν ἔξοπλίσαιτο,) ὡς ἐνηγκαλίσατο ταύτην ἐπελθοῦσαν, ἄρας ἐκεῖθεν πάλιν ὅλῳ στρατεύματι τὸ Βρεντήσιον καταλαμβάνει· ἔστι δὲ τοῦτο ἐπίνειον τῆς ὅλης Ἰαπυγίας εὐλιμενώτατον ἐνταῦθα δὲ καταπτὰς ἐκαραδόκει τε τὸ στράτευμα πᾶν ἐνταῦθα συναθροισθὴναι καί τὰς νῆας ἁπάσας, ὅσαι τε φορτίδες ἦσαν καὶ ὅσαι μακραί κὼ πολεμιστήριοι· ἐκεῖθεν γὰρ ἐπὶ τάδε τὸν [*](C) ἀπόπλουν ἐδόκει ποιεῖν. καὶ ἅμα ὁπόταν κατὰ τὴν Σάλερνον ἡν, πρέσβυν ἔξαποστέλλει τινὰ τῶν ἀμφ᾿ αὐτὸν μεγιστάνων Ῥμοὺλ ἐπονομαζόμενον πρὸς τὸν βασιλέα Βοτανειάτην, ἤδη μετὰ τὸν αὐτοκράτορα Δούκαν τῶν σκήπτρων ἐπειλημμένον· ἐκαραδόκει κω τούτου τὰς ἀποκρίσεις. αὐτῷ τε γὰρ ἐπεπόμφει μέμψεις τινὰς καὶ προφάσεις δῆθεν εὐλόγους τοῦ προκειμένου πολέμου, ὅτι τὴν θυγατέρα μνηστευθεῖσαν τῷ βασιλεῖ Κωνσταντίνῳ, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, τὴν μὶν ἀπέζευξε τοῦ νυμφίου, τοῦ δὲ τὴν βασίλειαν παρείλετο , καὶ ὡς ἡδικηκότος πρὸς ἄμυναν αὐτὸς εὐτρεπίζοιτο. τῷ δὲ τηνικαῦτα [*](D) μεγάλῳ δομεστίκῳ καὶ ἔξάρχῳ τῶν δυτικῶν στρατευμάτων οὑτος μάτων οῦτος δ᾿ ἦν ὁ ἐμὸς πατὴρ Ἀλέξιος) δῶρα τέ ἐπεπόμφει καὶ γράμματα φιλίυν ἐπαγγελλόμενα. ταῦτα καραδοκῶν ἡτρεέμει τῷ Βρεντησίῳ. ἐπεὶ δέ, μήπω τῶν στρατευμάτων συλλεγέντων ἁπάντων καὶ τῶν νηῶν ἀπωσθεισῶν
[*](1. αὐτῇ P. 11. ὀνομαζόμενον G. 23. ἀπωθεσισῶν PG, correxi.)τῶν πλειόνων εἰς θάλασσαν, ἧκε Βυζαντόθεν καὶ ὁ Ῥαοὺλ μηδεμίαν ἀπόκρισιν πρὸς τὰ μεμηνυμένα ἐπενεγκών, εἰς θυμὸν ἀνερρίπισε πλέω τὸν βάρβαρον, καὶ μᾶλλον ὅτι καὶ δ’ καιολογίας ἥπτετο πρὸς τοῦτον τοιαύτης τῶν πρὸς τοὺς Ῥωμαίους πολέμων ἀπαγούσης. πρῶτα μὲν ὅτι ὁ ἐφεπόμενος [*](P. 36) αὐτῷ μοναχὸς ὑποκριτής ἐστι καὶ γόης ἀνὴρ καὶ ὑποδύεται τὸν αὐτοκράτορα Μιχαήλ, καὶ ὅλως πλάσμα εστὶ τὸ κατ’ αὐτόν. ἐκεῖνον γὰρ ἰδεῖν φησι μετὰ τὴν ἀπὸ θρόνου καθαίρεσιν ὲν τῇ βασιλίδι πόλει φαιὸν ἐνδεδυμένον τριβώνιον καὶ ἐν μοναστηρίῳ διάγοντα, ἐπιμελὲς ποιησάμενος τὸ αὐταῖς ὄψεσι τὸν καταβεβλημένον βασιλέα θεάσασθαι. ἔπειτα προσετίθει καὶ τοῦτο, ὃ καὶ κατὰ τὴν ὑποστροφὴν συμπεπτωκὸς ἠκηκόει. ὁ γὰρ ἐμὸς πατὴρ τῆς βασιλείας ἐπιδραξάμενος, ὡς ὕστερον διηγήσομαι, τὸν Βοτανειάτην τῶν βασιλείων ἔξήλασε [*](Β) καὶ τὸν τοῦ Δούκα υἱὸν τὸν περιφανέστατον Κωνστατῖνον ἐκεῖνον ἐν τοῖς ὐφ᾿ ἥλιον προσηκάμενος, μετέδιδον αὐθις τῆς βασιλείας. τοῦτο κατὰ τὴν ὁδὸν ἀκηκοὼς ὁ Ῥαούλ, εἰς πειθὼ καὶ ταῦτα προσῆγε , παραλύειν πειρώμενος τὴν τοῦ πολέμου σκευήν. “τίνι γὰρ δικαίῳ λόγῳ πρὸς Ἀλέξιόν φησι πολεμήσομεν, τοῦ Βοτανειάτου τἀς ἀρχὰς δεδωκότος τῆς ἀδικίας καὶ τὴν θυγατέρα τὴν σὴν Ἑλένην τῶν Ῥωμαϊκῶν σκή-
[*](1. ὁ om. G. 4. τῶν: τοῦ P. 5. lege ἀπᾳδούσης. 6. οδύεται G. 8. φημὶ G. 10. ποιησάμενον G. 14 ἐξήλασεν P.)πτρων άποστερήσαντος; τὰ γὰρ παρ᾿ ἄλλων εἶς ἡμᾶς γινόμενα, οὐκ ἂν ἑτέροις τοῖς μὴ προσκεκρουκόσι κατὰ δίκην ἐνέγκοι πόλεμον. μὴ ἔχοντος δὲ τοῦ πολέμου δικαίαν πρόφασιν [*](C) τὰ ξύμπαντα φροῦδα, καὶ νῆες καὶ ὅπλα καὶ ἄνδρες καὶ παρασκευὴ πᾶσα πολεμιστήριος." ταῦτα ῥηθέντα ἔξώργισεν ἐπἰ πλέον Ῥομπέρτον· ἐμεμήνει γὰρ καὶ ἔμελλε τὼ χεῖρε τούτῳ έπιβαλεῖν. εἰ θατέρου δὲ καἰ ὁ πεπλασμένος ἐκεῖνος Δούκας [*](V. 33) καὶ ψευδοβασιλεὺς Μιχαήλ, ὃν καὶ Ραίκτωρα ὠνομάκαμεν , ἐσχετλίαζε τε καὶ ἐδυσφόρει καἰ οὐκ εἶχεν, ὅπως κατάσχοι τὴν ὁργήν, οὕτω σαφῶς ἀλλὰ ἔξελεγχόμενος, ὡς οὐκ ἐκεῖνος ὁ Δούκας ἀλλὰ ψευδεπίπλαστος βασιλεύς. ὢν δὲ καὶ ἄλλως ἔξωργισμένος ὁ τύραννος κατὰ τοῦ Ῥαούλ, τοῦ ἀδελφοῦ [*](D) Ῥογέρη πρὸς Ῥωμαίους αὐτομολήσαντος καἰ διαμεμηνυκότος ἅπαντα κατὰ τὸν παρασκευαζόμενον πόλεμον, ἀβουλήθη κακόν τι δρᾶσαι τῷ Ῥαούλ, τὸν παραυτίκα θάνατον ἀπειλήσας. ὁ δὲ μηδ’ ἄλως πρὸς τὴν φυγὴν ἐρρᾳθυμηκώς, πρὸς τὸν Βαϊμοῦντον ἐδραπέτευσεν, ὥσπερ τι κρησφύγετον ἐκ τοῦ σχεδὸν αὐτὸν ἐφευράμενος. ἐτραγῴδει δὲ καἰ ὁ Ῥαίκτωρ τὰς παλαμναιοτάτας ἀπειλὰς τἀδελφῷ τοῦ Ῥαοὺλ τῷ πρὸς Ῥωμαίους αὐτομολήσαντι, μεγάλα τε κεκραγὼς καὶ τὸν μηρὸν τῇ δεξοᾷ πλήττων καὶ ἐξαιτούμενος τὸν Ῥομπέρτον καὶ λέγων “ἓν τοῦτο καἰ μόνον αἰτῶ, ὡς εἰ τῆς βασιλείας ἐπιδραξαίμην καὶ ἀποκατασταίην τοῖς θρόνοις, παραδοῦναί μοι τὸν Ῥογέρην, καἰ εἰ μὴ τοῦτον οἰκτίστῳ θανάτῳ παραδοίην
[*](9. ἐσχειλιάζετο καὶ G. 15. δράσας P. 22. ἐπιδραξοίμην P.)αὐτίκα ἐν μέσῃ τῇ πόλει ἀνασταυρώσας, τάδε ναὶ τάδε πείσομαι [*](P. 37) ἐκ θεοῦ." ἀλλὰ μεταξὺ τῶν διηγήσεων τούτων γελᾷν επεισι μοι τοὺς ἄνδρας τούτους καὶ τῆς ἀπονοιας καὶ τῆς κουφότητος, μᾶλλον δὲ τῆς κατ’ ἀλλήλων ἀλαζονείας. ὁ μὶν γὰρ τοι Ῥομπέρτος πρόφασιν εἶχε τὸν ἀπατεῶνα τοῦτον καὶ δέλεαρ καὶ οἷόν τι πρόσχημα τοῦ συμπενθέρου καὶ βασιλέως, καὶ διεδείκνυ τοῦτον ταῖς πόλεσι καἰ πρὸς ἀποστασίαν ἐπῆρεν, ἐφ’ οὓς ἂν παραγένοιτο καὶ συμπείθειν ἠδύνατο, ἐν νῷ ἔχων, ἐπειδὰν κατὰ ῥοῦν αὐτῷ τὰ τοῦ πολέμου καὶ τῆς τύχης ἐπέλθοι , ἔπι τοῦ τραχήλου ῥαπίσας ἀποπέμψαι σὺν γέλωτι· μετὰ γὰρ τὴν θήραν καταγελᾶται τὸ δέλεαρ ὁ δὲ καὶ αὐτὸς [*](Β) ἐλπίσιν ἠπατημέναις ἐπρέφετο, εἴ που συμβαίη καὶ μετάσχοι κράτους τινός, οἶα φιλεῖ πολλάκις γίνεσθαι παραλόγως. ἀλλ’ ἐκεῖνος μὲν τῆς βασιλείας ἀπρἴξ ἐπιδράξοιτο, ὡς οὐκ ἂν τὸν βάρβαρον Ῥομπέρτον προσηκαμένου εἰς βασιλείαν τοῦ Ῥωμαϊκοῦ δήμου καὶ τοῦ στρατεύματος, αὐτῷ δὲ τῷ τέως ἀποχρῷτο καθάπερ ὀργάνῳ εἰς τὴν ὅλην τῆς σκευωρίας οἰκονομίαν ταῦτα ἐνθυμουμένῃ μοι μειδιᾷν ἐπέρχεται καὶ γέλως ἐπιτρέχει τοῖς χείλεσι πρὸς λύχνον ἐπισυρούσῃ τὸν κάλαμον.
Ὁ μέντοι Ῥομπέρτος πᾶσαν δύναμιν συναγηοχὼς κατὰ τὸ Βρεντήσιον τάς τε ναῦς αὐτῷ καὶ τοὺς στρατιώτας, αἱ μὲν γὰρ νῆες εἰς ἑκατὸν καὶ πεντήκοντα συνηρίθμηντο,
[*](5. εἶχεν Ρ. καὶ οἷόν: εἰς οἷον G. g. ἐπειδὴ P. 19 ἐπισυροῦσι P.)οἰ δὲ στρατιῶται εἰς τριάκοντα χιλιάδας ξύμπαντες ἐτύγχανον συμποσούμενοι, ἑκάστης νηὸς ἄνδρας ἀπολαμβανούσης διακοσίους μεθ’ ὅπλων καὶ ἵππων,) καὶ οὕτως ἐξύντων παρασκευῆς, ἐπειδὰν οἶς προσοκείλειαν, ὡπλισμένοις τούτοις καὶ ἰππόταις περιτυχεῖν , ἔμελλε διαφεῖναι πρὸς τὴν Ἐπίδαμνον πόλιν, ἣν Δυρράχιον κατὰ τὀ νῦν ἐπικρατῆσαν ἔθος προσονομάζομεν. ἐδόκει μὲν γὰρ ἐξ Ὑδροῦντος πρὸς τὰς Νικοπόλεις διαπερᾷν καὶ τήν τε Ναύπακτον καὶ τἀ ξυμπαρακείμενα χωρία καὶ φρούρια πάντα κύκλῳ περιλαβεῖν. ἀλλ’ ἐπειδήπερ εἰς πολὺ πλάτος ἠνέῳκτο τὸ ἐκεῖθεν ἐνθάδε πέλαγος [*](D) ἢ τὸ ἀπὸ Βρεντησίου πρὸς τὸ Δυρράχιον, προείλετο μᾶλλον τοῦτον τὸν κατάπλουν ἐκείνου , ἅμα μὲν καὶ τὴν ταχίστην κέλευθον προαιρούμενος, ἅμα δὲ καὶ τὴν ῥᾳστώνην τῷ στόλῳ περιποιούμενος. καὶ γὰρ χειμέριος ἢν ἡ ὥρα κω ὁ ἥλιος [*](V. 34) πρὸς τοὺς νοτίους κύκλους ἀπελαυνόμενος καὶ τῷ αἰγοκέρωτι πλησιάζων ὑπετέμνετο τὰ ἡμερήσια διαστήματα. ἴν· ὗν μὴ ἐξ Ὑδροῦντος ἀφεὶς ἀρχομένης ἡμέρας, νυκτοπλοήσειε καὶ κλύδωσί τισι προσπελάσειεν ἐπὶ τὸ Δυρράχιον ἐκ Βρεντησίου ὅλοις ἱστίοις ἀπενεχθῆναι ἐβουλεύσατο. τὰ μήκη γὰρ τοῦ διαστήματος τῆς ὁδοῦ ἐνταῦθα συνετέμνετο, ἐπιστενουμένου τοῦ Ἀδριατικοῦ πελάγους ἐκεῖθι. οὐ μέντοι οὐδὲ τὸν υἱὸν Ῥογέρην κατόπιν ἀπέλιπε , καθόπερ βεβούλητο πρό-
[*](2. ἐπιλαμβανούσης G. 3. παρασκηνῆς P. 11. παρείλετο P. 12. τοῦτον καιέτλους ἐκείνου G. 16. ἡμεράσια CG. 17. ἀφεὶς lac. Gronovius, ἀφ’ ἧς codices. ναυπλωήσειε PG, νυκτοπλοήσειε FC. 18. προσπελάσειεν ἐπὶ 10 Βρεντησίον P. 20. τῆν ὁδοῦ om. CG, add. PF. 21. οὐδὲ : γε Ρ.)τερον, Ἀπουληΐας αὐτὸν κεχειροτονηκὼς κύριον, ἀλλ’ οὐκ οἶδ’ ὅπως μεταδόξαν αὐτὸν πάλιν συνεφεπόμενον εἶχε. μεταξὺ δὲ τοῦ πρὸς τὸ Δυρράχιον κατάπλου τήν τε κορυφῶ πόλιν ὁχυρωτάτην καὶ ἄλλ’ ἄττα ἡμέτερα φρούρια ἔξ ἀποστολῆς κατέσχε. καἰ ὁμήρους ἔκ τε Λογγιβαρδίας καὶ Ἀπουληΐας ληιάς ἀναλαβόμενος καὶ τὴν χώραν ἀργυρολογήσας ἅπασαν καὶ φορολογήσας, προσδοκήσιμος ἦν τῷ Δυρραχίῳ προσεσχηκέναι. δοὺξ δὲ τηνικαῦτα ἐτύγχανε παντὸς τοῦ Ἰλλυρικοῦ [*](B) Γεώργιος ὁ Μονομαχάτος παρὰ τοῦ αὐτοκράτορος Βοτανειάτου ἀποσταλεὶς. καίτοι γε πρότερον τὴν ἀποστολὴν ἀπεπέμπετο καί οὐδ’ ὅλως ἢν εὐπειθὴς πρὸς τὴν λειτουργίαν ταύτην, ἀλλ’ οἵ γε βάρβαροι δοῦλοι τοῦ αὐτοκράτορος (Σκύθαι γὰρ ἦσαν Βορῖλός τε καὶ· Γερμανός,) ἐνεκότουν τε τῷ Μονομαχάτῳ καὶ ἀεὶ τι δεινότερον αὐτοῦ ἐννοοῦντες κατεῖπον αὐτοῦ πρὸς τὸν αὐτοκράτορα συρράψαντες ὁπόσα γε καὶ βεβούλοιντο, καὶ τοσοῦτον ἀνέφλεξαν τὸν τοῦ βασιλέως κατ’ αὐτοῦ θυμόν, ὡς ἐπιστραφέντα ποτὲ πρὸς τὴν βασιλίδα Μαρίαν ἐρεῖν “ἐχθρὸν τῆς Ῥωμαίων ἡγεμονίας τὸν Μονομαχά τον τοῦτον ὑπώπτευικα." τοῦτο ἀκροασάμενος Ἰωάννης ὁ Ἀλανός, φίλος ἐς τὰ μάλιστα ὢν τοῦ Μονομαχάτου, γινώσκωσ [*](C) δὲ καὶ τὴν τῶν Σκυθῶν πρὸς αὐτὸν μῆνιν καὶ τὰς συχνὰς κὰτ αὐτοῦ εἰσηγήσεις, ἅπαντα τά τε τοῦ βασιλέως
[*](1. ἀλλ’ F, ἐπεὶ PG. 2. οἶ F, οἴδα P, οἶδα πῶς O. μεταδόξαντα πάλιν αὐτὸν P, μεταδόξαν C, recte F. 4. ἄλλα τὰ codices, correxi. 10. γε om. F. 13. Βορῖλος F, Βουργίλος P, βουργῦλος G. ἐνεκότουν τε FC , ἑστηκότες PG. 14. αὐτὸν PG, αὐτοῦ F. 15 ὁπόσα γε FC, ὅπου τε PG. 18. τῆς G, τῶν P. 20. ἐς τὰ μάλιστα FC, ἱστάμενος PG.)ῥήματα τὰ τε τῶν Σκυθῶν πρὸς τὸν Μονομαχάτον ἀπελθὼν ἐξορχεῖται καὶ πέρι τοῦ συμφέροντος βουλεύσασθαι συμβουλεύει. ὁ δὲ (νουνεχὴς γὰρ ἦν,) καὶ τῷ βασιλεῖ προαρπάζει τὴν ἔπι τὸ Δυρράχιον λειτουργίαν, λόγοις κολακευτικοῖς καταθέλξας αὐτόν. καἰ ὡς πρὸς τὴν Ἐπίδαμνον συνταξάμενος καὶ τὰς ἐπὶ τῇ δουκικῇ ζώνῃ προστάξεις ἐγγράφως ἀνειληφώς, ἐπισπευδόντων εὖ μάλα πρὸς τοῦτο τῶν Σκυθῶν ἐκείνων Γερμανοῦ καὶ Βορίλου, εἰς δευτέραν ἡμέραν τῆς βασιλίδος πόλεως ἔξεισι, τὴν Ἐπίδαμνον ἀφορῶν καὶ τὴν [*](D) Ἱλλυρίδα χώραν. ἀλλὰ περιτυγκάνει περί που τὴν λεγομένην πηγήν, ἔνθα καὶ ναὸς ᾠκοδόμηται τῆς ἐμῆς δεσποίνης παρθένου καὶ θεομήτορος ὲν τοῖς ἀνὰ Βυζαντίδα πόλιν ναοῖς περιβόητος, τῷ ἐμῷ πατρὶ Ἀλεξίῳ. οἱ δὲ εἶδον ἀλλήλους, καὶ ὁ μὲν Μονομαχάτος ἄρχεται λόγων πρὸς τὸν μέγαν δομέστικον περιπαθῶν καὶ ὡς ὑπερόριος γίνεται δι’ ἐκεῖνον καί τὴν πρὸς τοῦτον φιλίαν καὶ ὅτι οἱ Σκύθαι οἱ πᾶσιν ἐποφθαλμιῶντες Βορῖλος καὶ Γερμανὸς ὅλον τοῦ φθόνου τὸν τροχὸν κὰτ αὐτοῦ ἐξεκύλισαν, καἰ τῶν οἰκείων καὶ τῆς φιλτάτης ταύτης πόλεως εὐπροσώπως ἐξορίζουσι. καὶ πάντα κατὰ μέρος ἐκτραγῳδήσας, ὅσα τε πρὸς τὸν βασιλέα συκοφαντηθείη καὶ πάθοι παρὰ τῶν δούλων, ἠξιοῦτο παραμυθίας ὅτι πλείστης παρὰ
[*](2. ἐξηγεῖται GC. 3. προσελθὼν ἐξαιτεῖται. προαρπάζει PG, ἐξαιτεὶται nin. F. 6. δουκικῇ G, δουλικῇ P. 8. Βορίλα G. 11. δεσπότιδος F. 13. εἶδον F, ἤδη PG. 14. λόγον — περιπαθῆ G. πρὸς: περὶ CG. 15. γίνεται GC, γίνοιτο FP. ἐκείνων F. 16. ἀποφθαλμιῶντες GC. 18. καὶ δὲ τῶν V. lege καἰ δὴ. οἰκιῶν G. φίλης CF.)τοῦ δομεστίκου τῆς δύσεως, οἶος ἐκεῖνος ψύχην ἐπικουφίσαι [*](P. 39) βαρυνομένην ταῖς συμφοραῖς. καὶ τέλος ἐπειπόντος ὧς ἅν θεὸς εἴη τῶν τοιούτων ἐκδικητὴς καὶ ὡς μεμνῆσθαι φιλίας τῆς πρὸς αὐτὸν ὑπομνήσαντος ὁ μὲν ἐπὶ τὸ Δυρράχιον ὥρμα, τὸν δ᾿ ἀφῆκεν εἰσδῦναι τὴν βασιλεύουσαν πόλιν. ὁ δὲ Μονομαχάτος καταλαβὼν τὸ Δυρράχιον καὶ ἀμφοτέρων τὴν παρασκευὴν ἀκηκοώς, τήν τε τοῦ τυράννου Ῥουμπέρτου καἰ τὴν ἐπανάστασιν Ἀλεξίου, έν ζυγῷ καὶ σταθμῷ τὰ κατ’ αὐτὸν διετίθετο. καὶ πρὸς μὲν τὸ φανερὸν ἀντίξως εἶχεν ἐν ἀμφοτέροις, εἶχε δέ τι τὰ τῆς προδήλου μάχης καὶ τοῦ φαινομένου [*](Β) βαθύτερον. ὁ μὶν γὰρ μέγας δομέστικος γράμμασιν αὐτῷ μεμηνύκει τὰ συμπεσόντα, ὅτι τε τῶν ὀμμάτων ἀποστέρησις τούτῳ ἠπείλητο καὶ ὡς ἄρα διὰ ταύτην τὴν ἀνάγκην καὶ τὴν μελετωμένην τυραννίδα τοῖς τυραννοῦσιν ἀντεπιτίθεται. καὶ χρὴ τοῦτον διαναστῆναι ὑπὲρ τοῦ φίλου καὶ πρὸς αὺτὸν ἐθελῆσαι πέμψαι ὅθεν δήποτε χρῆμα τούτῳ συνειλεγμένον. δεῖ δὴ γάρ, φησι, χρημάτων καὶ ἄνευ τούτων οὐδὲν ἔστι. γενέσθαι τῶν δεόντων.“ ὁ δὲ χρήματα μὲν οὐκ ἔπεμψε, φιλοφρονησάμενος δὲ τοὺς πρέσβεις, γράμματα τούτοις ἐπιτίθησιν ἀντὶ χρημάτων, τοιόνδε νοῦν περιέχοντα, ὡς αὐτὸς μὶν εἰς τὴν τήμερον τὴν ἀρχαίαν φιλίαν διαφυλάττοι καὶ εἰς τὸ ἑξῆς φυλάττειν κατεπαγγέλλοιτο· περὶ δὲ τοῦ ἐπιτεταγμένου χρυ-
[*](2. ὡς ἄρα: ἀλλὰ G, ὡς oiii. C. ὁ. ἐν add. F. 9. dele έν. lo. τὰ G diiobus punctis superimpositis, acsi deleri oporterel. vid. aiiuotat. 15. διαστῆναι CG. 17. δὴ Oiii. CG. 21. διαφυλάττειν G. καὶ add. F. 22. κατεπαγγέλλεται G.)ἡ σφόδρα μὶν καἰ αὐτὸν γλίχεσθαι πέμπειν ὁπόσα γε βούλοιτο χρήματα. ἀλλὰ γὰρ ἐπέσχε με πρᾶγμα δίκαιον. καὶ γὰρ ἆρός τοῦ βασιλέως Βοτανειάτου πεμφθεὶς καὶ τὰς πίστεις τῆς δουλείας αὐτῷ δεδωκώς, οὐ καλὸς ἂν οὐδέ σοι ξω καὶ εὔνους τὰ εἰς βασιλέας ἀνήρ, εἴγε τοῖς σοῖς ἐπιτάσιν ἐκ τοῦ σχεδὸν ὑπείξομαι. εἰ δὲ τὴν βασιλείαν σοι ἐπιβραβεύσειεν ἡ ἄνωθεν πρόνοια, ὡς πρῶτον φίλος ἐγὼ πιστὸς ἦν, καὶ μετὰ ταῦτα δοῦλος πιστότατος ἔσομαι. ταῦτα τοῦ Μονομαχάτου πρὸς τὸν ἐμὸν πατέρα σχεδιάσαντος καί ἐν ταὐτῷ αὐτόν τε ἅμα, λέγω δὴ τὸν ἐμὸν πατέρα, καὶ τὸν [*](D) Βοτανειάτην ὑποποιουμένου, πρὸς δὲ τούτοις καὶ πρὸς τὸν βάρβαρον Ῥομπέρτον γυμνοτέρους ποιησαμένου λόγους καὶ εἰς λαμπρὰν ἀποστασίαν ἀναρρηγνυμένου, πολλὰ κατηγορεῖν ἔχω. ἀλλ’ ἔοικέ πως τὰ τοιαῦτα ἤνθη τῶν ἀνθρώπων παλίμβολα καὶ πολλὰ χρώματα μεταλαμβάνοντα κατὰ τἀς τῶν πραγμάτων μεταβολάς, καὶ τῷ μὲν κοινῷ οἱ τοιοῦτοι πάντες ἀξύμφοροι, ἑαυτοῖς δέ εἰσιν ἀσφαλέστατοι τὰ κατ’ αὐτοὺς νὼ μόνους ξυμφέροντα διοικονομούμενοι, καὶ ὡς τὰ πολλὰ [*](P. 40) ἀποτυγχάνοντες. ταῦτα μὲν οὕτως ὁ τῆς ἱστορίας ἵππος τῆς λεωφόρου ἐξέδραμε· πάλιν δὲ τοῦτον εἰς τοὺς προτέρους δρόμους ἐπαναγάγωμεν, καὶ γεγονότα ἐξήνιον. ὁ γάρ τοι Ῥομπέρτος καὶ πρότερον σφαδάζων πρὸς τὴν καθ᾿ ἡμῶν πεμε [*](με om. CG, add. PF. 5. εἰς τὰ βασίλεια G. 8. ἦν PF, εἴην CG. 11. τούτοις om. G. 12. γυμνότερον CG. 13. ἀπορρηγνυμένου CG. 15. χρήματα καταλαμβάνοντα G. 17. ἐαυτοὺς P. 18. διακονούμενοι G.)
ραίωσιν καὶ τὸ Δυρράχιον φανταζόμενος, τύτε δὴ καὶ μᾶλλον ἐξεφλέγετο, καὶ χεῖρας καἰ πόδας ἀκάθεκτος ἦν πρὸς τὴν ναυστολίαν, καὶ τοὺς στρατιώτας ἐπέσπευδε καἰ λόγοις παροξυντικῶς παρεθάρρυνεν. ὁ δὲ Μονομαχάτος ταῦτα κατασκευάσας, κὼ ἄλλην τινὰ τοιαύτην ἀσφάλειαν ἑαυτῷ ἐπῳκοδομεῖτο. τόν τε γὰρ Βοδῖνον καὶ τὸν Μιχανλᾶν τοὺς [*](Β) ἐξάρχους τῶν Δαλματῶν διά τινων γραφῶν ἑαυτῷ ὑπεποιήσατο φίλους καὶ δωρεαῖς προκατείληφε τὰς γνώμας αὐτῶν, θύρας παντοδαπὰς ἑαυτῷ ὑπανοίγων. εἰ γὰρ τοῦ τε Ῥομπέρτου καὶ Ἀλεξίου ἀστοχήσειε καὶ ἀμφοτέρων ἀποκριθείη, εὐθὺ Δαλματείας ἐλάσειε, πρός τε Βοδῖνον καὶ Μιχαηλᾶν αὐτόμολος γενησόμενος. ἐχθρῶν γὰρ τούτων ἀναφανέντων λοιπὸς ἄρα ὁ Μιχαηλᾶς κατηλπίζετο τούτῳ καἰ ἑτέρωθεν ὁ Βοδῖνος, πρὸς οὑς καὶ φυγεῖν παρεσκεύαστο, τῶν ἀπὸ τοῦ [*](V. 36) Ῥομπέρτου δηλονότι καὶ Ἀλεξίου ἀντιπνευσάντων αὐτῷ. ταῦτα μὲν ἐχέτω ταῦτα. καιρὸς δὲ ἤδη τραπέσθαι πρὸς τὴν βασιλείαν τοῦ ἐμοῦ πατρὸς καὶ ὅπως καἰ ἐξ οἵων ἀφορμῶν εἰς τὸ βασιλεύειν ἐλήλυθε, διηγήσασθαι. οὐ γὰρ τὰ πρὸ τῆς βασιλείας αὐτῷ ἐσκεψάμην ἐρεῖν, ἀλλὰ καὶ ὅσα βασιλεύων κατώρθωκεν ἢ ἐξήμαρτεν, εἴτε τέως σφαλέντα τοῦτον εὑρήσομεν ἐν ἅπασι δι’ ὡν βαδιούμεθα. οὐ γὰρ ὡς πατρὸς φεισαίμην, εἴ γέ μοι παρασταίη τι τῶν ἐκείνῳ μὴ καλῶς πεπραγμένων· οὐδὲ διὰ τὴν ὑποτρέχουσαν ὑποψίαν, ὅτι πατοιαύτην
[*](5. τοιαύτην add. F. 10. εὐστοχήσειε CG. 13. τοῦτο G. 16. lege ἐχέτω ταύτῃ. 18. ἐλήλυθεν P. 19. εὑρεῖν CG. 22. περισταίη CG. ἐκείνου CG.)τήρ εστι, περὶ οὗ συγγράφομεν τὰ κατορθώματα, τοῦτο παραδραμούμεθα. ἐν ἑκατέροις γὰρ ἀδικήσομεν τὴν ἀλήθειαν. ἐμοὶ γὰρ τοῦτον ἐχούσῃ σκοπὸν ἄνωθεν, καθάπερ πολλάκις εἴρηται, ὑπόθεσις ὁ πατὴρ καὶ βασιλεὺς ὑποβέβληται. τὸν οὖν Ῥομπέρτον ἐκεῖσε καταλελοιπότες, οὗπερ ὁ λόγος αὐτὸν ἠγάγετο, τὰ κατὰ κατὰ τὸν βασιλέα σκοπῶμεν ἤδη· τούς τε πολέμους καὶ τὰς μάχας τὰς πρὸς τὸν Ῥομπέρτον ἐν ἑτέρῳ λόγῳ ταμιευσόμεθα.
[*](1. τούτῳ F. 3. ταύτην F. 4. ὁ βασιλεὺς G. 5. ἐκεῖσε FP, ἐκκῖνον CG. G. τοὺς δὲ? 8. ταμιευσώμεθα G.)Ὅθεν μὲν οὖν ὁ αὐτοκράτωρ Ἀλέξιος ὥρμητο καὶ ἐξ V. 39 οἵου γένους, τὸν βουλόμενον εἰδέναι εἰς τὰς τοὐμοῦ Καίσα-
[*](ΑΑΕΞΙΑΑΟC B G. 1. μὲν om. CG.)ρος συγγραφὰς παραπέμπομεν· ἀλλὰ δὴ καὶ τὰ περὶ τοῦ βασιλέως Νικηφόρου τοῦ Βοτανειάτου ἐκεῖθεν ἑλκύσεται. Μανουὴλ μὶν οὖν τὸν πρωτότοκον ἀδελφὸν Ἰσαακίου καὶ Ἀλεξίου καὶ τῶν λοιπῶν τῶν ἐξ Ἰωάννου τοῦ Κομνηνοῦ καὶ πρὸς πατρὸς ἐμοῦ πάππου καταγομένων, στρατηγὸν αὐτοκράτορα ἡ Ἀσία εἶχεν ἅπασα, τοῦ προβεβασιλευκότος Ῥωμανοῦτοῦ Διογενοῦς τοῦτον προχειρισαμένου, αὖθις δὲ καὶ τὸν [*](Β) Ἰσαάκιον δοῦκα ἡ Ἀντιόχου ἐκληρώσατο, πολλοὺς πολέμους νᾶι μάχας ἀγωνισαμένους, πολλὰ δὲ καὶ τρόπαια κατὰ τῶν ἀντικειμένων στήσαντας. καἰ μετ’ αὐτοὺς οὑμὸς πατὴρ Ἀλέξιος στρατηγὸς αὐτοκράτωρ προὐβέβλητο κατατοῦ Οὐρσελίου παρὰ τοῦ τότε βασιλεύοντος Μιχαὴλ τοῦ Δούκα ἀποσταλείς. ὡς δὲ καὶ ὁ βασιλεὺς ὁ Νικηφόρος περιδέξιον τοῦτον περὶ τὰ πολεμικὰ ἐθεάσατο, ἀκηκοὼς δὲ καὶ ὅπως περὶ τὴν ἕω συνὼν τἀδελφῷ Ἰσαακίῳ ὑπὲρ τὸν αὐτοῦ χρόνον ἐν διαφόροις ἀγῶσιν ἐμπέπτωκεν ἀριστεὺς ἀναφανεὶς καὶ ὅπως τὸν Οὐρσέλιον κατετροπώσατο διαφερόντως ἠγάπα καὶ τοῦ [*](C) Ἰσαακίου οὐκ ἔλαττον. καὶ ἐνστερνιζόμενος ἄμφω τἀδελφὼ ἱλαρόν ἐνητένιζεν, ἔστιν οὑ καὶ αὐτῆς τῆς τραπέζης ἀξιῶν. ἀνέφλεγε τοῦτο τὸν κατ’ αὐτῶν φθόνον καὶ μᾶλλον τῶν εἰρημένων δύο βαρβάρων Σθλαβογενῶν, τοῦ τε Βορίλου φημὶ
[*](2. ἐκεῖθεν: ἐκείνου C. 3. οὖν om. C. 4. τῶν prius add. GA. Ἰωάννη Α. 5. κατηγμένων Α et ’n margine CPG. 6. πᾶσα εἶχε AG. 8. δοῦκαν G. 9. ἀγωνισάμενον CG, ἀγωνισαμένου Α. πολλὰ καὶ P. 10. στήσαντα CG. 15, τῷ ἀδελφῷ Α. του αὐτοῦ χρόνου Α. 19. τῆς αὐτῆς τρ. P. 20. αὐτὸν A. 21. Βορίλα G.)καὶ τοῦ Γερμανοῦ. ὁρῶντες γὰρ τὶν τοῦ βασιλέως ἐς αὐτους εὐμένειαν καὶ ὅτι καθ᾿ ὥραν ταῖς τοῦ φθόνου τοξείαις βαλλόμενοι ἄτρωτοι διαμένουσιν, ἐξετήκοντο. τὸν γὰρ Ἀλέξιον, κἀν οὔπω τὸν ἴουλον ἐπανθοῦντα εἰχεν, ἐν πᾶσιν εὐδοκιμοῦντα ὁρῶν ὁ βασιλεύς, στρατηγὸν αὐτοκράτορα τῆς ἑσπέ- ρας ἀναδείκνυσι, τῷ τῶν προέδρων τετιμηκὼς ἀξιώματι. ὅσα μὲν οὖν καὶ κατὰ τὴν ἑσπέραν οὗτος ἀνέστησε τρόπαια, καὶ ὁπόσους ἀποστάτας καταγωνισάμενος ζωγρίας ἦγε τῷ βασιλεῖ, ἀρκούντως προλέλεκται. ἀλλὰ ταῦτα τοῖς φθονοῦσιν οὐκ ἤρεσκεν, ἐξέκαε δὲ μᾶλλον αὐτῶν ἀναφλέγοντα τὸν φθόνον. οἱ καὶ πολλὰ μὲν ὑπετονθόρυζον βυσσοδομοῦντες κατ’ αὐτῶν‘ πολλὰ δὲ καὶ κρύφια λέγοντες τῷ βασιλεῖ, τινα δὲ καὶ εἰς [*](P. 44) τοὐμφανές, ἄλλα δὲ καὶ δι᾿ ἑτέρων, μεθοδείαις τισὶ χρώμενοι, ἐκποδὼν τούτους γενέσθαι παντοίως ἐσπούδαζον. ἀπορίᾳ γοῦν συνεχόμενοι οἱ Κομνηνοί, δέον ἐλογίσαντο τοὺς περὶ τὴν γυναικωνῖτιν ὑποποιήσασθαι καὶ δι’ αὐτῶν τὴν τῆς βασιλίδος ἐπὶ πλέον εὐμένειαν ἐπισπάσασθαι. ἐπαγωγοὶ γὰρ οἱ ἄνδρες καὶ λιθίνην καταμαλάξαι ψυχὴν δυνάμενοι καὶ παντοίοις ἐπιχειρήμασι. τοῦτο ἤδη κατώρθου ὁ Ἰσαάκιος, [*](V. 40) πάλαι πρὸς αὐτῆς ἔπι τῇ ἰδίᾳ ἐξαδέλφῃ εἰς κῆδος προσληφθείς, ὁ γενναιότατος ὢν ἐν λόγοις καὶ πράξεσι καὶ τὰ πλεῖστα τοὐμῷ πατρὶ ἐμφερής. ἀλλ’ ἔπει τὰ περὶ αὐτὸν καλῶς
[*](7. καὶ prius om. G. 8. ζωγρίαν Α. 9. φθονοῦσιν: δούλοις Α. 11. αὐτοῦ C, αὐτὸν Α. 13. καὶ om. AF. 17. εὐμένειαν ἐπὶ πλέον G, 20. αὐτὸν CG. ἀδελφῇ Α. 22. τὠμῷ? περὶ: πρὸς Α.)προκεχώρηκε, πολλὰ φροντίζων ἠν περὶ τἀδελφοῦ, καί ὅσον [*](Β) ἐκεῖνος τούτῳ εἰς τὴν τοῦ κήδους τότε συνῄρετο ὑπόθεσιν, τοσοῦτον οὗτος ἐσπουδάκει μηδ᾿ αὐτὸν τῆς βασιλίδος πορρωτέρω καθεστάναι. Ὀρέστην μὲν οὖν καὶ Πυλάδην φίλους ὄντας τοσοῦτον τὸν πρὸς ἀλλήλους πόθον ἔχειν φασιν, ὡς ὲν καιρῷ μάχης ἀμελεῖν μὶν ἑκάτερον τῶν καθ’ ἑαυτοῦ πολεμίων, ἀμύνειν δὲ τοὺς ἐπιφερομένους θατέρῳ, καὶ προαρπάζειν ἅτερον τὰς πρὸς θάτερον ἐρχομένας τῶν ὀϊστῶν βολάς, τὰ στέρνα ὑπέχοντας. τοιοῦτον καὶ ἐπὶ τούτοις ἦν συνορᾶν. ἄμφω γὰρ τἀδελφὼ καὶ τοὺς κινδύνους προαρπάζειν ἐβούλοντο, [*](C) καὶ τὰς ἀριστείας καἰ τὰς τιμὰς καὶ ἁπλῶς τἀγαθὸν θατέρου ἴδιον ἅτερος ἐλογίζετο, καὶ αὖ τοὐναντίον. τοσοῦτον τὸν πόθον πρὸς ἀλλήλους εἶχον. τὰ μὶν οὑν κατὰ τὸν Ἰσαάκιον οὕτως ἐκ θείας ᾠκονόμητο προνοίας οὐ πολὺ τὸ ἐν μέσω, καὶ οἱ περὶ τὴν γυναικωνῖτιν ταῖς τοῦ Ἰσαακίου ὑποθημοσύναις παραπείθουσι τὴν βασιλίδα υἱοθετήσασθαι τὸν Ἀλέξιον. πείθεται τούτοις, κἀπειδὴ περὶ τὰ βασίλεια κάτα τινα κυρίαν ἡμέραν κίκι ἄμφω γεγόνατον, ἡ βασιλὶς υἱοθετεῖ τὸν Ἀλέξιον κατὰ τὸν παρακολουθήσαντα πέρι τῶν τοιούτων πάλαι τύπον. ἀνέσφηλε γοῦν τοῦ λοιποῦ τῆς πολλῆς [*](D) φροντίδος ὁ μέγας τῶν ἑσπερίων στρατευμάτων δομέστικος. κἄκτοτε θαμὰ τοῖς βασιλείοις ἄμφω φοιτῶντες καὶ τὴν τοῖς
[*](1.1. δελφοῦ AF, τοῦ ἀδελφοῦ PG. 8. πρὸς τὰς εἰς θάτερον CG. 9. ὑπέχοντα Α. 10. ἀδελφὼ Α. ἠβούλοντο Α. 11. τε καὶ τιμὰς Α. 12. θατέρους P. 16. πείθουσι Α.)βασιλεῦσι προσήκουσαν ἀποπληροῦντες προσκύνησιν κω μικρὸνἐγκαρτεροῦντες, τῇ βασιλίδι προσήρχοντο. ταῦτα ἐπὶ πλέον τὸν κατ’ αὐτῶν φθόνον ἐξέκαε. τοῦτο δὲ διὰ πολλῶν οἱ Κομνηνοὶ βεβαιούμενοι, δείσαντες, ἵνα μὴ ἀμφότεροι ταῶ πάγαις αὐτῶν ἁλόντες οὐδένα τὸν ἐπαρήγοντα ἔχωσι, τρόπον ἐζήτουν, δι’ οὗ τὸ ἀσφαλὲς θεοῦ συλλαμβανομένου ἑαυτοῖς περιποιήσαιντο. πολλοὺς οὖν λογισμοὺς συνάμα τῇ μητρὶ [*](P. 45) ἀνελίζαντες καἰ πολλὰ πολλάκις διασκεψάμενοι, μίαν εὗρον κατὰ ἄνθρωπον σωτηρίας ἐλπίδα. ἡ δὲ ἦν τῇ βασιλίδι προσελθεῖν, ὁπηνίκα αἰτίαν τινὰ εὐπρόσωπον πρὸς τοῦτο σχοῖεν, καὶ τὸ ἀπόρρητον ἐξειπεῖν. εἶχον δὲ ὅμως ὑποβρύχιον τὴν βουλὴν καὶ οὐδενὶ τὸ παράπαν τὸ σκοπούμενον ἐξεκάλυπτον. προσεῖχον δὲ καθάπερ οἱ θαλάττιοι, μὴ τὸ θήραμα προσοβήσωσιν. ἀποδρᾶναι μὶν γὰρ ἐμελέτων, ἐπεφόβηντο δὲ ἄρα τοῦτο πρὸς τὴν βασιλίδα εἰπεῖν, μὴ πως ἐκείνη φθάσῃ τὰ κατ’ αὐτοὺς παραδηλῶσαι τῷ βασιλεῖ, καὶ ἀμφοτέρων κηδομένη [*](Β) καὶ τοῦ βασιλέως καὶ τῶν ἀνδρῶν. τούτου τοίνυν κατεγνωκότες τοῦ σκέμματος, ἄλλοσε τρέπουσι τὴν βουλήν. δεινοὶ γὰρ τοῖς παραπεπτωκόσι καιροῖς ἀποχρήσασθαι.
Ἐπεῖ γὰρ ὁ βασιλεὺς τεκνογονεῖν διὰ τὸ γῆρας οὐκ ἐπεφύκει, δεδιὼς δὲ καὶ τὸ ἄφυκτον τῆς τοῦ θανάτου τομῆς, περὶ τοῦ διαδεξομένου διεσκοπεῖτο. ἦν δὲ τηνικαῦτα Συναδηνός τις
[*](1. ἀναπληροῦντες G. 3. κατ’ om. G. 4. ἵνα om. A. 5. οὐδὲ τὸν PA. 14. μὲν om. GA. 15. τῷ βὰς. παραδηλ. τὰ κατ’ αὐτοὺς P. 16. δηλῶσαι Α. 19. περιπεπτωκόσι Α. 21. τε καὶ G. 23. διαδεξομένου C, διαδεξαμένου PGA.)ἐξ ἀνατολῶν ὁρμώμενος, ἐκ γένους λαμπροῦ, τό εἰδος ὡραῖος, τὴν φρένα βαθύς, ῥωμαλέος τὴν χεῖρα, τὴν ἡλικίαν εἰς μειράκιον παραγγέλλων καί ἄλλως δὲ προσήκων αὐτῷ κατὰ γένος· τῶν ἄλλων μᾶλλον ἐσκέπτετο διάδοχον αὐτὸν τῆς βα- [*](C) σιλείας καταλιπεῖν, καθάπερ τινὰ πάτριον κλῆρον τὸ κράτος αὐτῷ διδούς, κακῶς βουλευόμενος. ἐξὸν γὰρ αὐτῷ τὸ ἀσφαλὲς [*](V. 41) μέχρι μέχρι τέλους περιποιήσασθαι, ἅμα δὲ καὶ δίκαιόν τι σκοπεῖν τὴν αὐτοκράτορος ἐξουσίαν τῷ τῆς βασιλίδος υἱῷ Κωνσταντίνῳ καταλιπεῖν καὶ ὡς οἷόν τινα κλῆρον πρὸς πάππου καὶ πατρὸς αὐτῷ διαφέρουσαν, καὶ τὴν βασιλίδα μᾶλλον διὰ. τοῦτο ἐπ’ αὐτῷ θαρρεῖν καὶ τὸ εὔνουν ἐπαύξειν, λέληθεν ἑαυτὸν ὁ γηραλέος ἄδικά τε κὼ ἀξύμφορα διασκοπούμενος καὶ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς τεκταίνων κακά. τούτων ὑποψιθυριζομένων ᾔσθετο ἡ βασιλὶς καὶ περίλυπος ἠν, τὸν [*](D) τοῦ παιδὸς κίνδυνον ὑφορωμένη. κὼ ἦν ἀθυμοῦσα μέν, οὐδενὶ δὲ τὴν λύπην ἐξορχουμένη. τοῦτο τοὺς Κομνηνοὺς οὐ διέλαθεν. εὐκαιρίαν οὖν, ἣν ἐζήτουν, εὑρηκότες, τῇ βασιλέδι προσελθεῖν ἐβουλεύσαντο. τῆς δὲ πρὸς αὐτὴν ὁμιλίας τὴν καταρχὴν ἡ μήτηρ τῷ Ἰσαακίῳ ἐπέτρεψε συμπαρόντος αὐτῷ τἀδελφοῦ Ἀλεξίου. τῶν δὲ προσελθόντων τῇ βασιλίδι ὁ Ἰσαάκιός φησι πρὸς αὐτήν “οὐχ ὡς χθὲς καὶ πρότριτα ὁρῶμέν σε, δέσποινα, ἔχουσαν, ἀλλ’ ὡς ὑπὸ λογισμῶν ἀνεκ-
[*](2. ἐϛ Α. μᾶλλον τοῦτον ἐσκ. διαδ. αὑτοῦ Α. 11. ἐπ᾿ αὐτῷ δι’ αὐτὸ τοῦτο Α. ἐπάξειν C. 13. κατὰ οιυ.P. 17. οὖν ἀνακαλύπτουσα ἐξήτουν καὶ εὑρηκότες G, οὖν ἐζήτουν καὶ εὑρηκότες Α. ἀνακαλύπτουσαν P ia uiaryiiic. 22. ὠ δέσποινα Α.)φόρων δακνομένην καὶ σκεπτομένην, ὡς μὴ θαρρεῖν ἔχου- [*](P. 46) σαν, πρὸς ὃν ἄν ἐκκαλύψειας τὸ ἀπόρρητον." ἡ δὲ τέ μὲν ἐμφαίνειν οὐκ ἤθελε, βύθιον δέ τι στενάξασα “οὐ χρή" φησι “τοὺς ἀλλοτρίαν οἰκοῦντας ἐπερωτᾷν· αὐτὸ γὰρ τοῦτο εἰς λύπην αὐτοῖς ἀξιόχρεων. ἐμὲ δέ, φεῦ, οἶα ἐξ οἵων διεδέξατο καὶ ὁποῖά μοι, ὡς ἔοικε μετ’ οὐ πολὺ ταμιεύεται!" οἱ δὲ ἀποστάντες πλείω μὲν ῥήματα οὑ προσέθεντο· ἐς γῆν δὲ τοὺς ὀφθαλμούς ἐπερείσαντες καὶ περιστείλαντες ἄμφω τὼ χεῖρε, σύννους πρὸς μικρὸν εἱστήκεσαν, εἶτα τὴν συνήθη προσκύνησιν ποιησάμενοι, οἴκαδε ἀπῄεσαν ἀγωνιῶντες. τῇ δ’ ὑστεραίᾳ πάλιν προσερησόμενοι ἥκουσιν. ἱλαρώτερον δὲ ἢ [*](Β) πρώην ἀτενίζουσαν τούτοις ὁρῶντες, προσίασιν ἄμφω καί φασιν “σὺ μὲν δεσπότις, ἡμεῖς δὲ δοῦλοι εὐνούστατοι, πᾶι ὁτιοῦν ἑτοίμως ἔχοντες ὑπὲρ τῆς σῆς βασιλείας παθεῖν. καὶ μή σε λογισμός τις διαταραττέτω, εἰς διψυχίαν ὅλως εἰσάγων." ἐκ τούτων οὑν τῶν λόγων τὰ πιστὰ δεδωκότες τῇ βασιλίδι καὶ ἀπαλλάξαντες ἑαυτοὺς ὑποψίας ἁπάσης, τὸ ἀπόρρητον ἤδη συνίεσαν. ὀξεῖς δὲ ὄντες καὶ ἀγχίνοι καὶ δεινοὶ θηρᾶσαι ἀνθρώπων ἐξ ὀλίγων ῥημάτων βαθέως ἐγκειμένην γνώμην καὶ τέως ἀπόρρητον, καὶ αὐτίκα μάλα προσετίθεντό τε τῇ βασι- [*](C) σιλίδι καὶ ἐκ πολλῶν εὔνους αὐτοὺς φανερῶς κατεστήσαντο καὶ πᾶν εἰς ὅπερ ἂν αὐτοὺς προσκαλοῖτο, ἐκθύμως ἐπαμύνειν
[*](2. ἂν ἐκκαλύψειας C, ἀνακαλύψειας P, ἀνακαλύψαι G. 3. ἐκφαίνειν Α. 9. σύνους PG, recle CA. 10. δὲ G. 13. εὐγνώμονες Α et in inargine GP. 18. lege συνίεσαν, ὀξεῖς τε ὄντες, punclo post ἀπόρρητον posito. 20. τε τῇ Α, τότε δὴ P, τοτὲ τῇ G. 21. κατεστήσαντο G, καταστήσαντες PA.)κατεπηγγείλαντο. συγχαίρειν τε χαιρούσῃ καὶ λυπουμένῃ συνανιᾶοθαι, τοῦτο δὴ τὸ ἀποστολικόν, μάλα προθύμως συνέθεντο. καὶ ὡς αὐθιγενεῖς ἠξίουν τούτους λογίζεσθαι καὶ συνήθεις κἀκεῖθεν ὁρμωμένους ὅθεν καὶ αὐτή, τοσοῦτον ἐπειτόντες, ὡς εἰ τι παρὰ τῶν φθονούντων αὐτῇ τε τῇ δεσποίνῃ καὶ τῷ αὐτοκράτορι κατ’ αὐτῶν εἰσηγηθείη, τοῦτο αὐτοὺς μὴ διαλανθάνοι τὸ παραυτίκα, ἵνα μὴ λάθωσι ταῖς πάγαις τῶν ἐχθρῶν ἐμπεσούμενοι. τοῦτό τε ἠξίουν καὶ θαρρεῖν ἐκέλευον, ὡς σὺν θεῷ γε φάναι τὴν δυνατὴν μετὰ προθυμίας [*](D) εἰσενεγκεῖν βοήθειαν, ὡς ἑαυτῶν γε ἕνεκα μὴ ἐκπεπτωκέναι [*](V. 42) τῆς βασιλείας τὸν ταύτης υἱὸν Κωνσταντῖνον. καὶ δὴ καὶ δι᾿ ὅρκων ἐμπεδοῦν ἤθελον τὰ συνδόξαντα· οὐδὲ γὰρ ἐνῆν διατρίβειν διὰ τοὺς ἐποφθαλμιῶντας. τῆς τε πολλῆς ἀνεκουφίσθησαν λύπης οἱ ἄνδρες καὶ ἐξανέφερον. καἰ τὸ ἀπὸ τοῦδε ἱλαρωτέρου προσώπου τῷ βασιλεῖ διελέγοντο, ὁποδαποὶ ἐκεῖνοι καὶ μᾶλλον ἅτερος τούτων Ἀλέξιος συσκιάσαι ἀπόρρητον ἔννοιαν καὶ βυσσοδομευομένην ἐπιβουλὴν τοῖς φαινομένοις [*](P. 47) προσχήμασιν. ἐπεὶ δὲ ὁ φθόνος μᾶλλον εἰς πυρσὸν ἀνήπτετο μέγιστον, καὶ οὐδὲν τοῦ λοιποῦ τῶν πρὸς τὸν βασιλέα και᾿ αὐτῶν λεγομένων αὐτοὺς διελάνθανε κατὰ τὰ πρώην συνδόξαντα, ἐγίνωσκον δὲ καὶ τοὺς διὸ παραδυναστεύοντας δούλους βουλευομένους ἐκποδὼν τούτους ποιήσασθαι, οὐκέτι
[*](1. κατεπηγγείλατο C χαιρούσῃ Α συγχαιρούσῃ PG. 3. τούτοις G. 0. εἰσηγήσαιτο P, alleruiii G. 8. ἐκέλευεν ἑ G. 15. ὁποδαπὲς οἱ ἐκεῖνοι p. ὁποδαποὶ C, ὁποδαπὸς ἐκεῖνος G, ποδαποὶ έκεῖνοι A. 17. βυσσοδομεύειν Α. 18. μᾶλλον om. Α. 21. ἐγίνωσκε GC 22. βουλομένους Α.)κατὰ τὸ σύνηθες ὁμοῦ τοῖς βασιλείοις ἐφοίτων ἀλλ’ ἑτερήμερος ἠν ἑκάτερος. τὸ δὲ σκέμμα σοφόν τε καὶ Παλαμήδειον, ἵν εἰ γένοιτο τὸν ἕτερον τούτων κατασχεθῆναι δάι τὰς λαθραίας ἐπιβουλὰς τῶν παραδυναστευόντων ἐκείνων Σκυθῶν, [*](B) ἅτερος ἀποδράσειε, καὶ μὴ ἅμα καὶ ἄμφω ταῖς πάγαις τῶν βαρβάρων ἐμπεσοῦνται. ἀλλὰ τὸ μὲν σκέμμα τοιοῦτον ην. ου μὴν κάτα τὴν ὑποψίαν ἐκείνων απηντηκει τουτοις πράγματα. ἔφθασαν γὰρ κρείττους γενέσθαι τῶν ἐπιβουλευόντων ἀνδρῶν, ὡς ἔνθεν ὁ λόγος ἀφορμηθεὶς διὰ πάσης σαφηνείας δηλώσειε.
Τῇς πόλεως τοίνυν Κυζίκου κατασχεθείσης παρὰ τῶν Τούρκων, πυθόμενος τὴν τῆς πόλεως ἅλωσιν ὁ αὐτοκράτωρ, τὸν Κομνηνὸν αὐτίκα μετεκαλεῖτο Ἀλέξιον. ἔτυχε γὰρ κατὰ τὴν ἡμέραν ἐκείνην ὁ Ἰσαάκιος ἐληλυθώς. ὡς δὲ εἰσερχόμενον τοῦτον παρὰ τὴν συνθήκην ὁ ἀδελφὸς Ἰσαάκιος ἐθεάσατο, προσελθὼν ἠρώτα ὅτου χάριν παρεγένετο. ὁ δ’ εὐθὺς τὴν αἰτίαν εἰρήκει, “ὅτι μέ" φησιν “ὁ αὐτοκράτωρ προσεκα- [*](C) λέσατο." εἰσελθόντων οὖν ἀμφοῖν καὶ τὴν συνήθη προσκύνησιν ποιησαμένων, ἐπεὶ ἀρίστου καιρὸς ἤδη παρῆν παρῆν, προσμεῖναι μικρὸν παρακελευσάμενος, προστάττει κοινῆς αὐτῷ τραπέζης μετειληχέναι. καὶ δὴ διαιρεθέντες ὁ μὲν περὶ τὸ δεξιὸν καθῆστο τῆς τραπέζης, ὁ δὲ πέρι τὸ εὐώνυμον, ἀντικρὺ ἀλλήλων. μετ’ ὀλίγον δὲ τοῖς περιεστῶσιν ἐνατενίσαντες, μετὰ
[*](1. τὸ om. A. 2. ἦν: an ἤει? 3. ἵνα p. 9. ἀφορμισθεὶς A. 16. ὁ δὲ. P. 17. παρεκαλέσατο G. 18. ἄμφω A. 20. κοινῆς αὐτῷ: τούτους κοινῆς A, 21. δεξιὸν μέρος τῆς τραπέζης P, δεξ. καθῆστο τραπέζης G, recte CA.)ακυθρωπότητος ψιθυρίζοντας ἑώρων. δείσαντες οὖν μή τι κατ᾿ αὐτῶν μελετῶσιν οἱ δοῦλοι καὶ ὑπόγυιος αὐτοῖς ὁ κίνδυνος εἴη, λαθριδίοις βλέμμασιν ἀλλήλοις ἐνητένιζον, μὴ ἔχοντες ὅ τι καὶ δράσαιεν. ἐπεὶ δὲ πρὸ πολλοῦ τοὺς περὶ τὸν βασιλέα ἅπαντας μειλιχίοις λόγοις, προπομπαῖς τε καὶ [*](D) παντοίαις δεξιώσεσιν ἐσφετερίζοντο, καὶ αὐτὸν τὸν ὀψοποιὸν δεξιωσάμενοι ἱλαρὸν αἰτοῖς προσβλέπειν ἀνέπεισαν, τούτῳ προσελθών τις τῶν θεραπόντων Ἰσαακίου τοῦ Κομνηνοῦ φησίν “ἀπάγγειλον τῷ κυρίῳ μου τὴν τῆς Κυζίκου ἅλωσιν. γράμμα γὰρ ἐκεῖθεν ἥκει τοῦτο μηνύον." ὁ δ᾿ εὐθὺς ἅμα τε ὄψα τῇ τραπέζῃ παρετίθει ἅπερ παρὰ τοῦ ὑπηρέτου ἀνεδιδάχθη, ἀνεδίδασκε τὸν Ἰσαάκιον ἠρεμαίᾳ φωνῇ. ὁ δὲ μικρὸν ὑποκινήσας τὰ χείλη ἐσήμανε τἀδελφῷ τὸ λεχθέν. ὀξὺς δὲ ὢν περὶ τὸ νοεῖν καὶ πυρὸς θερμότερος ὁ Ἀλέξιος, αὐτίκα ἥρπασε τὸ λεγόμενον. ἀνέπνευσαν οὖν καὶ ἄμφω τῆς κατασχούσης αὐτοὺς ἐννοίας. καὶ γεγονότες ἑαυτῶν ἐσκοποῦντο, [*](P. 48) ἵν᾿ εἴ πού τις αὐτοὺς ἔροιτο περὶ τούτου, ἑτοίμως ἀποκριθήσωνται, εἰ δὲ καὶ ὁ βασιλεὺς αὐτοὺς εἰς βουλὴν ἀγάγοι, προσηκόντως αὐτῷ βουλεύσοιντο. τοιαῦτα τούτων λογιζομένων, ὁ βασιλεὺς ἀπιδὼν πρὸς, τοὺς ἄνδρας, ὡς δὴ ἀγνοοῦντας [*](V. 43) αὐτοὺς τὰ κατὰ τὴν Κύζικον τὴν ἅλωσιν ἀυτῆς ἔλεγεν. οἱ δὲ καὶ γὰρ ἦσαν ἕτοιμοι ψυχὴν θεραπεῦσαι κυμαι-
[*](5. μειλιχίους λόγους G. 6. ἀξιώσεσιν et mox ἀξιωσάμενοι G. 9. ἅλωσιν: κατάσχεσιν A. 12. τῇ φωνῇ G. 15. προήρπασε P. ἀνένευσαν CGA. καὶ oin. G. 18. αὐτοὺς om. G. 21. αὐτοῖς ἔλεγεν Α. 22. ἔτυμοι G.)νομένην βασιλέως ἔπι πορθήσεσι πόλεων) ἀνήγειραν τε τὸ πεπτωκὸς τοῦ αὐτοκράτορος φρόνημα καὶ πρὸς ἐλπίδας ἀγα- [*](Β) θὰς ἀνεθέρμηναν, ῥᾳδίως τὴν πόλιν ἐπανασωθῆναι κατεγγυώμενοι. “μόνον" φησι “τὸ σὸν κράτος ἐχέτω καλῶς· οἱ δέ γε πολιορκῆται τῆς πόλεως ἑπταπλάστον εἰς τὸν κόλπον αὐτῶν ἀπολήψονται ὦν εἰργάσαντο." τότε μὲν οὖν ἠγάσω τούτους ὁ βασιλεύς, καὶ τῆς εὐωχίας ἀπολύσας τὸ ἑξῆς τῆς ἡμέρας ἀπεριμερίμνως ἔσχε. τὸ ἀΠὸ τοῦδε τοίνυν ἐπιμελὲς ἔσχον οἱ Κομνηνοὶ τοῖς βασιλείοις προσιέναι καὶ τοὺς περ τὸν βασιλέα ἔτι μᾶλλον ἐναγκαλίζεσθαι, χαἰ αὐτοὺς μὶν μὴ διδόναι λαβὴν τὸ παράπαν τοῖ; κατ’ αὐτῶν μελετῶσι, μηδ’ ἡντιναοῦν πρόφασιν ἀπεχθείας αὐτοῖς ὑπανοίγειν· πάντας [*](C) δὲ ἀναπείθειν στέργειν αὐτοὺς καὶ τὰ ὑπὲρ αὐτῶν φρονεῖν τε καὶ λέγειν. προσεμηχανῶντο δὲ πλέον ὑποποιεῖσθαι καὶ τὴν βασιλίδα Μαρίαν καὶ οὔλους αὐτοὺς ἐκείνην καὶ βλέπειν καὶ ἀναπνεῖν. ὁ μὲν γὰρ Ἰσαάκιος καὶ τὸ κῆδος τὸ ἐπὶ τῇ ἐξαδέλφῃ αὐτῆς προβαλλόμενος, τὴν παρρησίαν ξυνέτεινεν· ὁ δὲ ἐμὸς πατὴρ οὐχ ἧττον μὲν καὶ διὰ τὴν ἐξ ἀγχιστείας συγγένειαν, πλέον δὲ τὴν υἱοθεσίαν λαμπρὰν ὑπόθεσιν τῶν πρὸς τὴν βασιλίδα εἰσόδων ποιούμενος, παντάπασιν ἀνέμφαντος ἦν καὶ τὸν φθόνον τῶν πονηρευομένων αὐτῷ συνεσκίαζεν. οὐδὲ γὰρ ἐλάνθανεν αὐτὸν τὸ βαρύμηνι τῶν βαρβάρων ἐκεί- [*](D) νων δούλων καὶ τὸ τοῦ βασιλέως κουφότατον. καὶ εἰκότως
[*](1. ἐνήγειραν CG. 3. ἐνεθέρμηναν G. ὁ. φασὶ coni. Hoeschel. 6. ἀπολείψονται G. 11. κατ’ om. P. 14. τε om. A. ποοσεποιῶντο P. δέ τι πλέον Α. καὶ om. G.)κπεσεῖν τῆς ἐκείνης εὐνοίας ἐφρόντιζον, ἵνα μὴ ἐντεῦθεν τοῖς ἐχθροῖς παρανάλωμα γένοιντο. τὰ γάρ τοι κουφότατα ἤθη εὐμετάφορά πως καὶ Εὐρίπου δίκην ὡς ἐν παλιρροίᾳ περιπλαζόμενα.
Ταῦτα ὁρῶντες οἱ δοῦλοι καὶ ὅπως οὐ κατὰ σκοπὸν αὐτοῖς τὸ πρᾶγμα προίει, οὐδὲ ἡ τῶν τοιούτων ἀνδρῶν πώλεια εὐχερής ἐστιν αὐτοῖς, τῆς τοῦ αὐτοκράτορος ἐς ὐτοὺς εὐμενείας ὁσημέραι αὐξανούσης, πολλὰ μὲν εἰπόντες, τολλὰ δὲ καὶ ἀπειπόντες, ἐφ’ ἑτέραν ἀτραπὸν ἐτράπησαν. τις δὲ αὕτη; ἵνα ὲν μιᾷ νυκτὶ μετακαλεσάμενοι τούτους βουλῆς ἄτερ τοῦ κρατοῦντος, ἐκποδὼν τοὺς ἄνδρας ποιήσονται, τοὺς αὐτῶν ὀφθαλμοὺς ἐξορύξαντες, ψευδῆ αἰτίαν ἀναπλασάμενοι. [*](P. 49) τοῦτο τοὺς Κομνηνοὺς οὐ διέλαθε. καὶ ἔπει πολλὰ γνωσιμαχήσαντες ὑπόγυιον τὸν κίνδυνον ἔγνωσαν, μίαν σωτηρίας ἐλπίδα τὴν ἀποστασίαν ἐδόκουν, πρὸς ταύτην κατ’ ἀνάγκην πολλὴν συνωθούμενοι. τί γὰρ δεῖ περιμένειν τὸν ἐπενεγκόντα μύδρον τοῖς ὄμμασι καὶ τὸν ἐν αὐτοῖς ἥλιον ἀποσβέσοντα; ὑποβρύχιον οὖν έν ταῖς ψυχαῖς τὴν γνώμην ταύτην εἶχον. ἐπεὶ δὲ μετ᾿ οὐ πολὺ προσετέτακτο ὁ Άλέξιός τινα μερίδα τῆς στρατιᾶς εἰσαγαγεῖν μέλλουσαν ἐξοπλίζεσθαι κατὰ τῶν πορθησάντων τὴν πόλιν Κυζίκου Ἀγαρηνῶν, ἔτυχε γὰρ τηνικαῦτα δομέστικος ὤν τῆς ἑσπέρας,) ἀφορμῆς εὐλόγου δραξάμενος, [*](Β) τοὺς εὔνως πρὸς αὐτὸν ἔχοντας τῶν τοῦ στρατοῦ
[*](7. αὐτοῖς om. A. 11. ποιήσωνται G. 12. ἐναπλασάμενοι G. 21. Κυζίκου om. C. μέγας δομέστικος Α. ὢν: ἐν P.)ἡγεμόνων μετὰ τῶν ὑπ’ αὐτοὺς διὰ γραμμάτων μετεκαλέσατο. καὶ δὴ κινηθέντες ἅπαντες πρὸς τὴν μεγαλόπολιν ἠπείγοντο. ἐν τοσούτῳ δὲ εἰσελθώντις ἐξ ὑποθήκης θατέρου τῶν δούλων, τοῦ λεγομένου Βορίλου, ἤρετο τὸν βασιλέα, ἑ κατὰ γνώμην αὐτοῦ τὰς δυνάμεις ἁπάσας ὁ μέγας δομέστι- [*](V. 44) κος εἰς τὴν βασιλεύουσαν πόλιν εἰσάγει. ὁ δ’ εὐθὺς μετακαλεσάμενος τοῦτον ἠρώτα, εἰ ἀληθές ἐστι τὸ λεγόμενον. καὶ ὃς αὐτίκα τοῦτο μὶν οὐκ ἠρνεῖτο, ὅτι στρατιά τις εἰσάγεται τῇ ἐκείνου κελεύσει, πρὸς δὲ τὸ πᾶσαν ἁπανταχόθεν ἔντα θοῖ συναθροίζεσθαι, πιθανῶς παρεκρούετο. “ὁ γάρ τοι στρατός" φησιν “διεσπαρμένος ὢν ἁπανταχόθεν, ἄλλος ἄλλοθεν ἥκει λαβὼν τὸ ἐνδόσιμον· καὶ οἱ τούτους ὁρῶντες ἐκ διαφόρων μερῶν τῆς τῶν Ῥωμαίων ἡγεμονίας ἀθρόους ἀφικνουμένους, νομίζουσιν ὡς ἀπὸ συνθήματος πάντα τὸν στρατὸν ἐνταυθοῖ συναθροίζεσθαι, τῇ θέᾳ καὶ μόνη ἐξαπατώμενοι." καὶ τοῦ Βορίλου πολλὰ πρὸς τούτους τοὺς λόγους ἀνθυπενεγκόντος, ἰσχυρώτερος καὶ οὕτως ἦν ὁ Ἀλέξιος καὶ ὅλαις ἐκράτει ψήφοις. ὁ δὲ Γερμανὸς ἁπλούστερος ὢν οὐ πάνυ τοῦ Ἀλε- [*](D) ξίου κατέτρεχεν. ἐπεὶ δὲ οὐδὲ τὰ εἰσηγηθέντα ταῦτα κὰτ τοῦ δομεστίκου τὴν τοῦ βασιλέως ἐξετάραξε ψυχήν, καιροῦ λαβόμενοι καὶ ἀδείας, ἑσπέρα δὲ ἦν,) τὴν κατὰ τῶν Κομνηνῶν ἐνέδραν ἐξήρτυον. ἔστι μὶν γὰρ ἄλλως φύσει τὸ δοῦλον τοῖς δεσπόταις πολέμιον, ὅταν δὲ τῶν δεσποτῶν ἀστο-
[*](4. βουρίλα P. 6. βασιλεύουσαν om. A. ὁ δὲ G. 9. ἐνταυθοῖ: αὐτῇ A. 15. καὶ τοῦ: καίτοι τοῦ P. 16. ἀντεπενεγκόντος P. 18. δὲ om. G. 19. κατὰ τοῦ δομεστίκου om. CGA.)χήσῃ, ἔξουσίας δραξάμενον κατὰ τῶν ὁμοδούλων ἀνύποιστον γίνεται. τοιούτου γοῦν ἐπειράθη καὶ ἤθους καὶ φρονήματος τῶν εἰρημένων δούλων ὁ Κομνηνὸς Ἀλέξιος. ἐντεῦθεν οἱ ἤδη ῥηθέντες οὑχ ὑπὲρ τοῦ αὐτοκράτορος κατὰ τῶν Κομνηνῶν ἐμήνιον. ἀλλ’ ἐβασιλεία μὲν ὁ Βορῖλος, ὥς τινες ἔφασαν, ὁ δέ γε Γερμανὸς κοινωνὸς ὤν αὐτῷ τοῦ σκέμματος ἐπιμελῶς σὺν αὐτῷ ἐνέδραν ἔξήρτυε. καὶ πρὸς ἀλλήλους τὰ βουλεύόμενα διελέγοντο καὶ ὕπως ἂν αὐτοῖς κατὰ νοῦν νοῦβν ἀποβαίῃ [*](p, 50) τὸ πρᾶγμα· καὶ εἰς τοὐμψανὲς ἤδη ἔξέφερον τὸ τὸ ὑπ᾿ οτέως λαλούμενον. ἠκροᾶτό τις τῶν λεγομένων Ἀλανὸς τὸ γένος, μάγιστρος τὴν ἀξίαν, ἐκ πολλοῦ προσωκειωμένος τῷ βασιλεῖ κἀν τοῖς οἰκείοις διατελῶν. τηνικαῦτα γοῦν ἐξελθὼν μέσης ἤδη φυλακῆς τῆς νυκτὸς ἐκτρέχει πρὸς τοὺς Κομνηνούς, ἀπαγγελῶν ἅπαντα τῷ μεγάλῳ δομεστίκῳ. τινὲς τινὲς δέ φασι, μηδὲ τὴν βασιλίδα τὴν πρὸς τοὺς Κομινηνοὺς τοῦ μαγίστρου ἄφιξιν παντάπασιν ἠγνοηκέναι. ὁ δὲ εἰσάγει τοῦτον τῇ μητρὶ καὶ τἀδελφῷ. ἐνωτισθέντες δὲ τὴν ἀπευκταίαν [*](Β) ἐκείνην ἀγγελίαν, δέον ἐλογίσαντο τὸ τέως κρυπτόμενον εἰς τοὐμφανὲς ἀγαγεῖν καὶ ·ξὺν θεῷ τὴν σφῶν σωτηρίαν περι- ποιήσασθαι. ἐπεὶ δὲ μετὰ τὴν ἐπιοῦσαν ἐμεμαθήκει τὸ στράτευμα καταλαβεῖν τὴν Τζουρουλόν, πολίχνιον δὲ τοῦτο περί
[*](2. ἤθους τε καὶ P, alterum G. 5. ἐμηνίων Α. βορίλας CG, βόριλος Α. 6. ὢν om. G. 10. τέως : κατὰ τῶν Κομνημῶν add. Α. 12. ἐξελθὼν om. CGA. 14. ἀπαγγέλλων Ρ, ἀπαγγελῶν C, καὶ τὸ σκέμμα ὑποδηλοῖ Α. 21. Τζουρου- λῶν G.)που τὴν Θρᾴκην κείμενον,) ὁ δομέστικος περὶ πρώτην φυλακὴν τῆς νυκτὸς φοιτᾷ πρὸς τὸν Πακουριανόν· ἀνὴρ δὲ οὗτος μικρὸς ἦν δέμας κατὰ τὸν ποιητήν, πλὴν ἀλλὰ μαχητής, γένεους λαμπροῦ ἔξ Ἀρμενίων ὁρμώμενος· καὶ ἀνακοινοῦται γένους λαμπροῦ ἔξ Ἀρμενίων ὁριμώμενος· καὶ ἀνακοινοῦται τούτῳ τὰ πάντα, τὴν μῆνιν τῶν δούλων, τὸν φθόνον, [*](C) τὴν ἐκ πολλοῦ κατ᾿ αὐτῶν μελέτην καὶ τὴν ἔξ ὑπογυίου μελετωμένην τῶν ὀφθαλμῶν ἐκκοπὴν αὐτῶν, καὶ ὡς οὐ χρὴ ὡς ἀνδράποδα παθεῖν, ἀλλὰ δράσαντάς τι γενναῖον ἀπολέσθαι, εἰ καὶ τούτου δεήσειε· καὶ τοῦτο γὰρ ἴδιον μεγαλοψυχίας ἔλεγεν. ὁ δὲ ἅπαντα διακηκοὼς καὶ συνειδὼς ὡς οὐ χρὴ μέλλειν ἐν τοῖς τοιούτοις, ἀλλὰ ταχέως γενναιοτέρου ἔξέλθῃς τῶν ἐνταυθοῖ, συνέψομαί σοι κἀγὼ προθύμως ἐπαγωνιςόμενος. εἰ δὲ ἐς νέωτα φυλάξεις τὸ βουλευόμενον, ἀλλ᾿ ἐμέ γ᾿ ἴσθι αὐτὸν ἐμὲ προσελθόντα τῷ βασιλεῖ, παρυτίκα καὶ σοῦ [*](D) καὶ τῶν σὺν σοὶ κατειπεῖν, μηδὲ μικρὸν ἀναβαλλόμενον." ὁ δὲ “ἐπεί σε τῆς ἐμῆς κηδόμενον ὁρῶ σωτηρίας, θεοῦ δὲ τοῦτο πάντως ἔργον, οἰκ ἀποστήσομαί σου τῆς βουλῆς, πλὴν ἀλλὰ χρὴ δι᾿ ὅρκου τὸ ἀσφαλὲς ἐκάτερον ἔχειν." ἔνθεν τοι καὶ πίστει πρὸς ἀλλῄλους δι᾿ ὅρκων ἐποιηςάτην, ὡς ἄρα, εἰ εἰς τὸν βαςίλειον θρόνον αὐτὸν ἀγάγῃ θεός, ἐκεῖνον εἰς τὴν τοῦ δομεστίκου ἀξίαν ἀναγάγῃ, ἣν νῦν αὐτὸς ἐν τῷ τέως κατεῖχεν. [*](3. μὲν ἔην τὸ δέμας Α. 6. ὐπογύου C ubique. μεμελετωμένην G. 9. γὰρ om. G. 10. συνειδὼς Α, συνειδὼν PG. 13. ἐπαγωνιςάμενος Α. 15. ἐμὲ om. A. 20. ἐπιστωςάτην Α.) [*](bus Thraciae oppidum est, perventuras didicisset, prima vigilia Pacurianum convenit. vir is erat exigua quidem, ut poeta ait, corporis mole, sed manu fortis et illustri genere ex Armenia ortus; cui enarrat Omnia, iram atque invidiam servorum et quae dudum in se machinati essent: nune excaecationis periculum instare. ceterum non serviliter pati, sed fortiter agendo, si ita necesse fuerit, mori oportere; hoc esse magnorum animorum proprium. quibus Pacurianus cognitis, cum non cuntandum in einusmodi rebus, sed acriter audendum esse probe intelligeret, “si cras mane, inquit, hinc profecturus es, et ego sequar teque defendam; sin autem in posterum rem differs, me ipsum scias imperatorem aidturum, protenus tua tuorumque consilia indicatum.” cui Alexius “quoniam salute, respondit, meam cordi tibi esse video, quod non dubito dei erga me benevolentiae tribuere, obsequar consilio tuo; prius tamen firmari utrimque fidem oportet iureiurando.” ita fide data et accepta, spondent, si regium solium deus Alexio dedisset, in illum magni dumestici digni-)
ἀνάρρησιν αὐτοῦ καἰ ἠγάπων καὶ ἐπηύχοντο. ὁ δὲ Ἀλέξιος καἰ ἐξ αὐτοῦ αἰτήσας ὅρκον καὶ λαβών, δρομαῖος ἄπεισιν οἴκαδε καὶ πάντα ἀνακοινοῦται τοῖς οἰκείοις αὐτοῦ. νὺξ δ῾ ἥν ἡ τῆς τυροφάγου κυριακῆς, καθ’ ἣν οὑμὸς πατὴρ ταῦτα ἐσκέπτετο. τὴν δὲ μετ’ αὐτὺν ὄρθρου βαθέος μετὰ τῶν ἀμφ᾿ αὐτὸν ἐξεληλύθει τῆς πόλεως ἔνθεν τοι καὶ τὸ πλᾶθος ἀποδεξάμενον τῆς ὁρμῆς τὸν Ἀλέξιον καὶ τῆς ἀγχινοίας, ἐξ ἔξ τῶν πραγμάτων ᾀσμάτιον αὐτῷ ἀνεπλέξαντο, ἐξ ἰδιώτικος μὲν συγεκέιμενον γλώττης, αὐτὴν δὲ τὴν τοῦ πράγματος ἐπίνοιαν ἐμμελέστατα ἀνακρουόμενον καὶ παρεμφαῖνον τὴν τε προαίσθησιν τῆς κατ’ ἐκείνου ἐπιβουλῆς καὶ τὰ παρ’ αὐτοῦ μεμηκανημένα. τὸ δὲ ᾀσμάτιον αὐταῖς λέξεσιν εἶχεν οὕτως “τὸ σάββατον τῆς τυρινῆς, χαρεῖς Ἀλέξιε ἐνόνσές τὸ καὶ τὴν δευτέραν τὸ πρωὶ εἶπα καλῶς γεράκιν μου.’ εἶχε δὲ ὧδέ πως ἐννοίας τὸ διαφημιζόμενον ἐκεῖνο ᾀσμάτιον· ἄρα κατὰ μὲν τὸ τυρώνυμον σάββατον ὑπέρευγέ σοι τῆς ἀγχιοίας, κινοίας, Ἀλέξιε! τὴν δὲ μετὰ τὴν κυριακὴν δευτέραν ἠῶ ραν καθάπερ τις ὑψιπέτης ἱέραξ ἀφίπτασο τῶν ἐπιβουλευόυτων βαρβάρων.
Ἐπεὶ δὲ ἡ μήτηρ Κομνηνῶν ἡ Δαλασσηνὴ Ἄννα γαμβρὸν ἔφθασεν εἰσποιήσασθαι ἐπὶ τῇ θυγατρὶ Μανουὴλ
[*](1. ὁ δὲ Ἀλέξιος: ὅρκον οὑν καὶ ἀπὸ τοῦ οὐμπερτοπούλου λαβὼν Α. 2. δρομαίως Α. 3. οἰκείοις add. Α. δ’ add. A. 5. βαθέος: ταχέως C. 6. αὐτῶν Cocrrexi. 8. τῶν om. P. ἀνεπλέξαντο G. 9. μὲν: δὲ C. γλώττης om. C. αὐτὴν δὲ — ἀνακρουόμενον add. A. 10. κατεμφαῖνον CGA. 15. ὡς om. A. 16. τυρώνιον C, τυρώμενον G. 17. ἡμέραν om. P. 18. ἀφίπτασο Α, ἀφίπτατο PG. 21. τῇ add. C.)τοῦ πρωτοτόκου τῶν υἱῶν αὐτῆς τὸν τοῦ Βοτανειάτου ἔγγονον, [*](D) vov, πτοηθεῖσα μὴ ὁ παιδαγωγὸς αὐτοῦ γνοὺς τὴν ἐπιβουλὴν προσαγγείλῃ τῷ βασιλεῖ, βουλὴν ἀρίστην βουλεύεται. καὶ δὴ προσκυνήσεως χάριν τῶν τοῦ θεοῦ ἁγίων ἐκκλησιῶν ἀθροισθῆναι κελεύει πάντας ἑσπέρας. ἦν γὰρ αὐτῆ̣ σύνηθες εἰς τὰ ἱερὰ τεμένη φοιτᾶν. γίνεται τοῦτο. καὶ δὴ πάντες, ὡς ἔθος, παρῆσαν, ἐξῆγόν τε τοὺς ἵππους τῶν ἱπποστάθμων, ἐπιμελῶς στρωννύειν σχηματιζόμενοι τὰς γυναιξὶ πρεπούσας ἐφεστρίδας. ὁ δέ γε τοῦ Βοτανειάτου ἔγγονος σὺν παιδαγωγῷ ὕπνωττον· ἀπομεμέριστο γάρ τι τούτοις οἴκημα ἴδιον. περὶ πρώτην δὲ φυλακὴν τοὺς πυλεῶνας κλείσαντες οἱ Κομνηνοὶ μέλλοντες ἤδη ἐξοπλίζεσθαι καὶ τῆς βασιλευούσης πόλεως ἀφίπτασθαι, τῇ μητρὶ παρέσχον τὰς κλεῖς, ἔκλεισάν τε ἀψοφητὶ καἰ τὰς θύρας τοῦ δώματος, ἐν ᾧ ὁ ἐπ’ ἐγγόνῃ γαμ- [*](V. 46) βρὸς αὐτῆς ὁ Βοτανειάτης ἀφύπνωττεν, οὐ μέντοι ἀκριβῶς κατασφαλισάμενοι ὡς ἐφαρμόσαι ταύτας ἀλλήλαις, ἵνα μὴ [*](p. 52) ψόφος τις γεγονὼς διυπνίσῃ αὐτόν. τούτων οὕτω γινομένων, τὸ πλεῖστον παρῳχήκει τῆς νυκτός. πρὸ ἀλεκτοροφωνίας οὖν πρώτης τοὺς πυλεῶνας ἀνοίξατες, τήν τε μητέρα καἰ τὰς ἀδελφὰς καὶ τὰς σφῶν γυναῖκας καὶ τὰ παιδία συμπαραλαβόντες μέχρι τοῦ Κωνσταντινιανοῦ φόρου ὁμοῦ πεζῇ συναπῄεσαν. κἀκεῖθεν συνταξάμενοι ταύταις, ἐκεῖνοι μὶν πρὸς
[*](1. τὸν: τῶν P. ἔκγονον CG. 2. αὐτῆς CG. 10. ὕπνῳ βαρούμενος PG, alterum P in inargine. 11. πυλῶνας C. 12. ὁπλίζεσθαι P. 14. ἐν ᾠ ἦν ὁ G. ἐκγόνη G. 21. Κωνσιαντίνου Α. πεζοὶ C.)τὰ ἐν Βλαχέρναις βασίλεια μάλα ὀξέως ἐξέδραμον· αὗται δὲ πρὸς τὸν τῆς μεγάλης Σοφίας νεὼν σὺν σπουδῇ ἔθεον. ὁ [*](B) δὲ τοῦ Βοτανειάτου παιδαγωγὸς διυπνισθεὶς καὶ γνοὺς τὸ γενόμενον, ἐξῄει πρὸς αὐτούς, δᾷδα ταῖν χεροῖν ἔχων, φθάνει τε κατὰ τάχος αὐτούς, τοῦ τῶν ἁγίων τεσσαράκοντα μένους ἐγγὺς μήπω κατειληφότας. θεασαμένη δὲ τοῦτον εὐθὺς ἡ Δαλασσηνὴ καὶ μήτηρ τῶν ἀριστέων ἐκείνων παίδων φὴ τί κατεῖπον ἡμῶν τινές, ὡς ἐπυθόμην, τῷ βασιλεῖ. ἄπειμι γοῦν εἰς τὰς ἁγίας ἐκκλησίας, τῇ αὐτῶν χρωμένη, καθὼς ἁ δυναίμην, ἐπαρωγῇ· κἀκεῖθεν αὐγαζούσης ἡμέρας ἀπελεύσομαι πρὸς τὰ βασίλεια. ἄπιθι τοίνυν αὐτός, ἵν᾿ ὁπηνίκα οἱ πυλωροὶ ἀνοίξωσι, πέρι τῆς ἡμῶν αὐτοῖς ἀπαγγείλῃς ἐλεύσεως." ὁ δ’ εὐθὺς πρὸς τὸ κελευσθὲν ἠπείγετο. αἱ δὲ φθάνουσι πρὸς [*](C) τὸ τοῦ ἱεράρχου Νικολάου τέμενος, ὁ προσφύγιον μέχρι τῆς δεῦρο εἰώθασιν ὀνομάζειν, ἀγχοῦ τῆς μεγάλης ἐκκλησίας καὶ πρώην ἐνιδρυμένον πάλαι ἐπὶ σωτηρίᾳ τῶν ἐπ’ ἐγκλήμασιν ἁλισκομένων, ὡς μέρος τυγχάνον τοῦ μεγάλου τεμένους καὶ ἐπίτηδες, οἰμαι, κατασκευασθὲν τοῖς ἀρχαίοις, ἵνα πᾶς ὁ ἐπ ἐγκλήματι ἁλοὺς καὶ φθάσας εἴσω τούτου γενέσθαι, τῆς ἐκ τῶν νόμων τηνικαῦτα ἐλευθερῶται ποινῆς. οἱ γὰρ πάλαι βασιλεῖς τε καὶ Καίσαρες πολλῆς προμηθείας ἠξίουν τὸ ὑπήκοον. ὁ δέ γε ἐν τῷ τοιούτῳ τεμένει προσμένων ταχέως αὐταῖς οὐ· ἀπεζύγου τὰς θύρας, ἀλλ’ ἐπυνθάνετο, τινες καὶ ὅθεν εἶεν.
[*](1. βασίλεια: παλάτια CG. παρέδραμον G. 2. σὺν: ἐν CG 10. ἐπαγωγῇ G. 13. εὐθύ G. 18. ἀρχείοις coni. Ducangiu)εἶς δέ τις τῶν σὺν αὐταῖς “γυναῖκές" φησιν “ἐξ ἀνατολῶν. [*](D) τὰ δὲ πρὸς χρείαν ἅπαντα δαπανήσασαι, ἐπισπεύδουσι τὴν προσκύνησιν, οἴκαδε ἐθέλουσαι ἐπανελθεῖν." ὁ δ᾿ εὐθὺς ἀποζυγώσας ζυγώσας τὰς θύρας παραχωρεῖ αὐταῖς τῆς εἰσόδους. τῇ δ᾿ ἐπαύριον ἐκκλησιάσας ὁ αὐτοκράτωρ τὴν σύγκλητον, ἐπειδὴ τὰ κατὰ τοὺς ἄνδρας ἐμεμαθήκει, τὰ εἰκότα πρὸς τούτους ἐδημηγόρησεν, καταδρομὴν τοῦ δομεστίκου ποιούμενος. ἐκπέμπει δὲ τηνικαῦτα πρὸς τὰς γυναῖκας τόν τε καλούμενον Στραβορωμανὸν καί τινα Εὐφημιανὸν τὴν κλῆσιν, μετακαλούμενος αὐτὰς εἰς τὰ βασίλεια. ἡ δὲ Δαλασσηνὴ πρὸς αὐτούς “εἴπατέ" φησι “πρὸς πρὸς τὸν αὐτοκράτορα· οἱ παῖδες οἱ ἐμοὶ δοῦλοι εἰσι πιστοὶ τῆς σῆς βασιλείας, καὶ προθύμως ἔξυπηρετοῦντες αὐτῇ ἐν πὰσιν, οὐκ ἐφείσαντο οὔτε ψυχῶν [*](p. 53) οὔτε σωμάτων, ἀεὶ προκινδυνεύοντες ἐκθύμως ὑπὲρ τοῦ σοῦ κράτους. ὁ δὲ κατ’ αὐτῶν φθόνος μὴ φέρων τὴν εἰς αὐτοὺς εὔνοιάν τε καὶ κηδεμονίαν τῆς σῆς βασιλείας, μέγαν τὸν κίνδυνον κατ’ ἀυτῶν καθ᾿ ὥραν ἔξήρτυεν· ὡς δὲ καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐξορύττειν ἐμελέτησαν, τοῦτο αἰσθόμενοι καὶ μὴ φέροντες τὸν τοιοῦτον ἄδικον κίνδυνον, οὐχ ὡς ἀποστάται ἔξῆλθον τῆς πόλεως, ἀλλ’ ὡς δοῦλοι πιστοί, ἅμα μὲν τὸν ὑπόγυιον ἀποδιδράσκοντες κίνδυνον, ἅμα δὲ τὰ κατ’ αὐτῶν μελετώμενα τὸ κράτος σου ἀναδιδάξοντες καὶ τὴν ἀπὸ τῆς σῆς βασιλείας
[*](2. δὲ om. A. 3. ἐπανελθεῖν θέλουσαι Α. 4 ταύταις A. δὲ A. 6. μεμαθήκει Α. 7. πέμπει δὲ πρὸς Α. κίνδυνον ἄδικον ὄντα Α. 20. τῆς πόλεως οὐχ ὡς ἀποστ. ἐξῆλθον Λ. 21. ἅμα δὲ καὶ τὰ Α 22. ἀναδιδάξαντες PA, alterum CG. καὶ τὸν — ἐξαιτησάμενοι ἔλεον Α.)ἔξαιτησόμενοι βοήθειαν." οἱ δὲ ἐπέκειντο σφόδρα μετακα- [*](Β) λούμενοι ταύτην· ἀγανακτήσασα δὲ ἡ γυνή φησι αὐτούς “παραχωρήσατέ μοι εἰς τὴν τοῦ θεοῦ ἐκκλησίαν εἰσελθεῖν προσκυνῆσαι. ἄτοπον γάρ ἐστιν εἰς τοὺς πυλεῶνας αὐτῆς φθάσασαν, μὴ εἰσελθεῖν καὶ μεσίτιδι τῇ παναχράτῳ δεσποίνῃ καὶ θεομήτορι χρήσασθαι εἰς τε τὸν θεὸν καὶ τὴν τοῦ βασιλέως ψυχήν." τὴν εὔλογον οὖν αἴτησιν τῆς γυνὰ αἰδεσθέντες οἱ πρέσβεις, παραχωροῦσιν αὐτῇ τῆς εἰσόδου. ἡ δὲ βραδεῖ ποδὶ στείχουσα ὡς οἶον ἀπὸ τῆς λύπης καὶ τοῦ γήρως κεκμηκυῖα, μᾶλλον δὲ καὶ τὸν κεκμηκότα ὑποκρινομένη, περί τε αὐτά που τὰ εἰσόδια τοῦ ἱεροῦ βήματος πελάσασα καὶ γονυκλισίας δύο ποιησαμένη, περὶ τὴν τρίτην καθεσθεῖσα χαμαί, ἀπρὶξ τῶν ἁγίων εἴχετο θυρῶν, ἐπιβοω- [*](C) μένη ὡς “εἰ μὴ τὰς χεῖρας ἀποτμηθείην, οὐκ ἂν τοῦ ὶεροῦ τεμένους ἐξέλθοιμι, εἰ μὴ τὸν τοῦ βασιλέως ὡσπερ ἐχέγγυον τῆς σωτηρίας δεξαίμην σταυρόν." ἐκβαλὼν δὲ Στραβορωμανὸς ὅνπερ ἐπεφέρετο σταυρὸν ἐγκόλπιον ἐδίδου. ἡ δὲ “οὐκ ἀφ’ ὑμῶν τὴν πληροφορίαν αἰτῶ, ἀλλ’ ἐξ αὐτοῦ τοῦ βασιλέως ἐπιζητῶ τὴν εἰρημένην βοήθειαν. καὶ οὐδ’ ἁπλῶς ἐν μικρῷ μεγέθει τὸν διδόμενον ἂν σταυρὸν δεξαίμην, ἀλλ᾿ ἀξιόλογον τὸ μέγεθος ἔχοντα." τοῦτο δὲ ἐπεζήτει, ἕνα καταφανὲς πρὸς ἐκείνην τὸ ὅρκιον γένοιτο· ἐν μικρῷ γὰρ σταυρίῳ τῆς ὑποσχέσεως γενομένης, τάχα ἂν τοὺς πολλοὺς τὰ
[*](10. κεκμηυῖα G. 14. ἀποτμηθείην C, ἀποτμηθείη PG. 18. ἡμῶν Α.)ἐμπεδούμενα διελάνθανον.) “ἐκείνου τοίνυν τὴν κρίσιν καὶ τὸν ἔλεον ἀνακαλοῦμαι. ἄπιτε, ἀπαγγείλατε αὐτῇ." ἡ δὲ [*](D) ἐπὶ τῷ Ἰσαακίῳ νύμφη αὐτῆς προέφθασε γὰρ εἰς τὸν ναὸν εἰσλθεῖν ἅμα τῷ τὰς πύλας ἀνεῶχθῆναι διὰ τὸν ὄρθριον ὕμνον) τὴν ἐπικαλύπτουσαν ὀθόνην τὸ πρόσωπον περιελοῦσά φησι πρὸς αὐτούς “αὕτη μέν, εἰ βούλεται, ἀπερχέσθω· ἡμεῖς δὲ πληροφορίας ἄτερ τοῦ ἱεροῦ οὐκ ἔξερχόμεθα, κἂν θανεῖν ἡμᾶς πρόκειται." ἰδόντες οὖν τὸ ἐνστατικὸν τῶν γυναικῶν καὶ ὕπως ἀναισχυντότερον αὐτοῖς ἢ πρότερον προσεφέροντο, καὶ πτοηθέντες μὴ θόρυβος γένηται, ἀπελθόντες ἀπήγγειλαν πάντα τῷ [*](p. 54) βασιλεῖ. ὁ δὲ αὐτοῖς ἀγαθὸς ὤν, ἐπικαμφθεὶς καὶ τῆς γυναικὸς λέγοις, ἀποστέλλει τὸν ἐπιζητούμενον σταυρὸν πρὸς αὐτήν, πᾶσαν ἀφροντησίαν αὐτῇ διδούς. καἰ οὕτω τῆς τοῦ νοῦ ἁγίας ἐκκλησίας ἐξελθοῦσαν περιορισθῆναι παρακελεύει υετά τε τῶν θυγατέρων καὶ τῶν νυμφῶν αὐτῆς εἰς τὴν ἀγχοῦ τῆς Σιδηρᾶς διακειμένην γυναικείαν μονὴν τῶν Πετρίων. μετάκλητον δὲ ποιεῖται καἰ τὴν συμπενθέραν αὐτῆς τὴν τοῦ καίασρος Ἰωάννου νύμφην πρωτοβεστιαρία δὲ ἦν αὕτη τὸ ἄξίωμα) ἀπὸ τοῦ ἐν Βλαχέρναις τεμένους, ὃ ἐπ᾿ ὀνόματι τῆς δεσπότιδος ἡμῶν θεομήτορος ᾠκοδόμητο, καὶ εἰς τὴν ῥηθεῖσαν μονὴν τῶν Πετρίων καὶ αὐτὴν εἷναι παρακελεύεται. καὶ [*](Β) ιροστάττει τούς τε πιθῶνας καὶ σιτῶνας αὐτῶν καὶ πάντα τὰ ταμεῖα τηρεῖσθαι ἀμειαγωγητα. χαθ· ἑκάστην οὖν
[*](2. ἄπιθε P. 3. προέφθασε C, ἔφθασε PG. 6. βούλεται C, βούλοιτο PGA. 8. ἐντατικὸν C. 13. ἀφροντισίαν CA. 14. περιορισθεῖσαν C et in margine G. 15. θυγατρῶν G. πρωτοβεστιαρέα C semper.)πρωίαν ἄμφω τοῖς φυλάττουσι προσερχόμεναι ἐπυνθάνοντο, εἴ τι ἀπὸ τῶν παίδων αὐτῶν μεμαθήκεσαν. οἱ δὲ ἁπλοϊκώτερον αὐταῖς προσφερόμενοι, ἀπήγγελλον ἅπαν τὸ ἀκουσυέν. ἡ δὲ πρωτοβεστιαρία ἐλευθέρα καὶ χεῖρα καὶ γνώμην οὐσα, βουλομένη τε τοὺς φυλάσσοντας σφετερίασαθαι ἐπέταττεν αὐτοῖς ἀναλαμβάνεσθαι ἀπὸ τῶν βρωσίμαν εἰς ἰδίαν χρῆσιν ὁπόσα καὶ βούλοιντο• ἐφεῖτο γὰρ αὐτοῖς ἀπαρεμποδίστως εἰσάγεσθαι τὰ πρὸς χρείαν. ἐντεῦθεν προ- C θυμότεροι πρὸς τὰς ἀπαγγελίας οἱ φύλακες ἐγεγόνεισαν, κἄκτοτε ἔκφορα πάντα ποιούντων ἐκείνων, οὐδὲν οὐδὲν αὐτὰς λάνθανε.