De lapidibus
Damigeron
Damigeron. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.
5] Εἰ δέ τις διατέμοι τὴν ἐντεριώνην τρυπάνῳ καὶ πάσσαλον πτελέϊνον ἰσομεγεθῆ ποιήσας διασφίγξει τρυπήσας τὸ δένδρον πέραν, τὰ σκληρὰ καὶ ἀρρενικὰ εὔθρυπτα ποιήσει.
6] Καρύα δὲ τὸν καρπὸν οὐκ ἀποβάλλει ἐὰν φλώμου ῥίζαν καὶ ῥάκος κόκκινον ἀπὸ κοπρίας περιάψῃς.
1] Τινὲς τῶν γεωργικὰ γραψάντων φασὶν ὡς ἡ καρύᾳ ἐπικεντρίζεσθαι οὐκ εἴωθεν, οὔτε δὲ τὰ λοιπὰ δένδρα τὰ ῥητίνην ἔχοντα, οὔτε αὐτὰ ὑποδέχεσθαι ἕτερον φυτόν, οὔτε εἰς ἕτερα μετατίθεσθαι δύναται.
2] Οὐκ ἔστι δὲ τοῦτο ἀληθές, ὡς ἡ πεῖρα παρέστησε πολλάκις· ἐγὼ γὰρ εἰς τέρμινθον, ἣν οἱ ἐπιχώριοι τερέβινθον καλοῦσι, μάλιστα ῥητίνην ἔχουσαν, πιστάκια πολλάκις ἐγκεντρίσας καὶ ἐμφυλλίσας, ἔσχον μεγάλα δένδρα· καὶ ἔστιν εἰπεῖν πλέον τοῦ ἰδίου φυτοῦ ἐπιδέχεται ἡ τέρμινθος τὸν κατάπηγα τοῦ πιστακίου· καὶ κάρυα δὲ πολλάκις ἐμφυλλίσας καὶ ἐγκεντρίσας ἐπέτυχον.