De lapidibus
Damigeron
Damigeron. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.
1] Τὰ κάρυα φυτεύεται τῷ καιρῷ τῆς ἀμυγδαλῆς· φυτεύεται δὲ καὶ ἀπὸ σπέρματος, καὶ ἀπὸ παρασπάδων καὶ μοσχευμάτων· χαίρει δὲ τόποις ξηροῖς καὶ ψυχροῖς μᾶλλον ἢ θερμοτέροις.
2] Εἰ δὲ μέλλεις ἀπὸ σπέρματος φυτεύειν κάρυον, κάλλιον ποιήσεις ἐὰν εἰς ἀγγεῖον ἔχον οὖρον παιδὸς ἀφθόρου τὸ σπέρμα ἐπὶ ἡμέρας ε′ ἐμβρέξῃς, καὶ τότε φυτεύσῃς.
3] Λεπτόσαρκον δὲ καὶ εὔθρυπτον τὸ κάρυον ἔσται, ὁμοίως δὲ καὶ τὴν ἀμυγδαλῆν ποιήσεις, σποδὸν τῷ στελέχει καὶ ταῖς ῥίζαις συνεχῶς περιχέων.
4] Θᾶττον δὲ αὐξήσει ἡ καρύα μεταφυτευομένη πολλάκις, μάλιστα δὲ ἐάν τις κυπρίῳ ἥλῳ ἢ πασσάλῳ καθηλώσειε τὸ δένδρον, ἕως διέλθῃ μέχρι τῆς ἐντεριώνης.