Declamatio 35

Libanius

Libanius, Declamatio 35, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

ταῦτ’, εἰ καὶ δυσμενὴς ἄνθρωπος, ἀλλὰ πολλῷ σοι λυσιτελέστερα παραινεῖ τῶν παρὰ τῶν συμποτῶν εἰωθότων λέγεσθαι. δέχου δὲ καὶ συμβουλὴν ἑτέραν οὐδὲν ταύτης ἀτιμο- τέραν. ἡ τυραννίς, ὦ πλούσιε, πρὶν μὲν κτηθῆναι μέγιστον εἶναι δοκεῖ τοῖς ἐπιθυμοῦσιν ἀγαθόν, κτηθεῖ- σα δὲ πικρὸν εὐθὺς τῷ κατειργασμένῳ δείκνυται ὧν γὰρ ἂν αὐτὸς ἑτέρους δράσῃ κακῶς φοβεῖται μὴ πάθῃ πολλῷ χαλεπώτερα. τὸν φόβον δὲ αὐτὸς ὁμολογεῖ τῇ παρὰ τῶν δορυφορούντων φρουρᾷ.