Declamatio 35
Libanius
Libanius, Declamatio 35, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
μὴ τοίνυν ζητήσῃς ὅπως τούτους ἀποστερήσεις τῆς ἀμοι- βῆς μηδ’ αὖ δύο ἢ τρεῖς ἡμέρας μεταδοὺς τῶν ὄντων εἶτ’ αὖθις εἰς τὰ αὐτὰ φέρων ἐμβάλῃς τὴν πόλιν, ἀλλ’ ἴως ἂν ὑπάρξῃ θερίζειν, τρέφε λογιζόμενος πρὸς αὑτὸν ὅτι, εἰ καὶ στῖφος ἔστι σοι μέγα τὸ μὲν κολάκων, τὸ δ’ οἰκετῶν, οὔπω ταῦτα δυνατώτερα δήμου πεινῶντος, ᾧ δικαίως ἂν εἰδείης χάριν ὅτι καὶ πόδας καὶ χεῖρας ἔχοντες κάθηνται ἀκροώμενοι λόγων.