Declamatio 35

Libanius

Libanius, Declamatio 35, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

τί οὖν ποιεῖ; χρήματα πολλὰ ἔχων συν- εωνεῖτο σῖτον παρά τε τῶν ἐμπόρων καὶ τῶν ἐν τῷ γεωργεῖν ὅσον πλεῖστον. καὶ οὐκ ἦν ὡς εἰπεῖν οὐδὲ τὸ σμικρότατον ἑτέρῳ πρίασθαι, ἀλλ’ οἱ τοῦ πλουσίου τούτου πανταχοῦ, ἐν τοῖς λιμέσιν, ἐν τοῖς ἀγροῖς, ἐν μέση τῇ πόλει, τρέχοντες ἐπρίαντο πᾶν τὸ φαινόμενον οὐδὲ μέδιμνον παριέντες.