Declamatio 35
Libanius
Libanius, Declamatio 35, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
κἀγὼ μὲν ὑπό τε τῆς ἀληθείας καὶ τῶν νόμων ἐσωζόμην, τῷ δὲ ὁ μισθὸς ἀπώλλυτο. γνοὺς τοίνυν ὧς οὐδαμοῦ τοσούτους εὑρήσει συκο- φάντας, ὅσοι δύναιντ’ ἂν γενέσθαι τῶν πραγμάτων ἰσχυρότεροι, εἶδεν ὡς μία μόνη λείπεται πρὸς τοῦτο μηχανὴ τῇ πόλει μὲν ἀκαιρίαν περιστῆσαι, τὸ δὲ πρὸς ταύτην δύνασθαι βοηθεῖν αὑτοῦ ποιῆσαι, ἔν’ ὁ δῆμος τῷ χρῄζειν τῆς ὠφελείας ἀντιδῷ τι τῶν ἐκείνῳ δο- κούντων.