Declamatio 9
Libanius
Libanius, Declamatio 9, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909
διὰ τοῦτο τὴν συνέχειαν ἐκείνην τῶν πραγμάτων οὐδενὶ διακόψας μετὰ τὴν βασιλέως φυγὴν τῷ καιρῷ χρῶμαι. οὐδὲ γάρ, εἰ παλαιστὴς ὢν ἐτύγχανέ μοι Θεμιστοκλῆς, εἶτ’ | ἐν τῷ τῆς ἀποκηρύξεως [*](R IV 386) ἠγωνίζετο χρόνῳ, ἐγὼ δ’ ἐθεώμην, ὁ δὲ ἐπηνεῖτο μέν, οὔπω δὲ εἶχε τὸν στέφανον. εἰσελθὼν ἂν εἰς τὸν ἀγῶνα τὴν ἀποκύρυξιν ἔλυον πρᾶγμα ἐμβαλὼν πολὺ τῶν ἐν ταῖς χερσὶ κεχωρισμένον, ἀλλὰ τοῦτ’ ἂν εἰκό- τως ἐποίουν ἐπὶ τῷ κηρύγματι. τοῦτ’ οὖν καὶ νῦν ἐπὶ τῷ στεφάνῳ ποιῶ, στέφανον γὰρ ἔγωγε καλῶ σὸν τὸν βασιλέως δρασμόν.
[*](cf. ad p. 72, 2)[*](1 βουλεύμασιν L | φευγούσῃ C 2 πρὸς om I τὸ Ma 6 τοὺς e τοῖς(1) corr B | ἐφρόνει B 7 καὶ om CMa 8 σου scripsi e C σοι reliqui libri edd 10 vocibus τῶν περιεστη- κότων rursus inc Cr fol 43 v 13 ἔφησεν Cr 15 φυγὴν Ma sed σι suprascr m 2 σιγὴν LILau IS ὁδ’ I 19 inde a voce στέφανον scriptura in Cr valde evanuit 21 κεχωρισμέ- νων C 22 τοῦτο BL sed in hoc ὁ e ’ corr 23 τῶ inser Ma 2 I καλῶ σὸν scripsi e Ma sed σοι supra σὸν m 3, BILau καλῶ σοι L sed οι in ras m 2, edd κολοσσὸν C)43. Εἶξον δή, πρὸς τῶν θεῶν, πρὸς τῶν ναυμα- χιῶν, πρὸς τοῦ Πυθίου, πρὸς Ἰάκχου, πρὸς Βορέου, πρὸς τῆς θείας Σαλαμῖνος, σβέσον τὴν ὀργήν, γνώρι- σον τὸν πατέρα. πατὴρ ἐγὼ σός, εἰ καὶ παρωξύνθην ποτέ. οὐ γὰρ τὸ παρ’ ἐμοῦ σε γεγονέναι δύναται λυ- θῆναι νόμῳ, ἀλλὰ κἂν πάντα συγχυθῇ, Νεοκλῆς σε γεγέννηκεν, ὦ παῖ, καὶ τοῦτο οὐκ ἂν ἄλλως σχοίη ποτέ.