Declamatio 9

Libanius

Libanius, Declamatio 9, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

ταῦτα ἔλεγον, ταῦτα ἤκουον. καί τινες προσιόντες μοι καὶ μεμνημένοι τῶν σῶν ἀντὶ τοῦ Θεμιστοκλέους τὸν παῖδα τὸν ἐμὸν ὠνόμαζον παρ’ ἐμοῦ τοῦ προσ- ῥήματος τὰς ἀρχὰς εἰληφότες. δικαστήριον δὲ ὁρᾶν καὶ δικαστὰς καθίζειν καὶ καλεῖν ἐπὶ τὸν οἶκον τῶν μικρῶν τούτων οὐκ ἐδίδου τὰ μείζω καιρόν, πυκνὴ γὰρ ἡ διαδοχὴ τῶν φροντίδων καὶ πόνων. καὶ παρε- δίδου σε τὰ βουλεύματα μὲν ἔργοις, ἔργα δὲ πάλιν [*](3 τρίτων] ἐπαύσω δηλονότι suprascr I 2 sed „aut delenda sunt vocabula καὶ τοῖς ἐμοῖς aut deest aliquid” Re θεοῖς coni lacobs Lect 118 et Sintenis ἔργοις Cobet Coll 294 I ἴσως I 1 στοργῇ L) [*](1 γεγενῆσθαι MaB 2 ἔδει om I 3 τῶν ante δευτέ- ρων L edd delevi 4 πέπαυτο Ma 5 ἠβρυνόμην MaLI Lau cf. ad t. II 265, 7 et 327, 9 6 ἐμοὶ C 7 ταῦτα CMa | νενίκηκε scripsi e CB νενίκηκεν reliqui libri edd | καὶ πάλιν inserui e C πάλιν MaB om LILau edd 8 τοὐμοῦ scripsi e CI τοῦ ἐμοῦ reliqui libri edd 9 οὖν inser Ma 4 | οὑμὸς scripsi οὑμὸς L οὑμὸς CBILau ὁ ἐμὸς Ma edd 10 πέ- πεικε reposui e libris πέπεικεν Ma) πεποίηκε edd 12 ταῦτ’ (2) I 13 μοι inserui e CMaBILau om L edd | μεμυημένοι C | τοῦ et 14 τὸν (1 et 2) om I 16 λαλεῖν Πα 19 ἔργα I sed γ inser m 2)

479
βουλεύμασι, καὶ ἐῴκεις νηὶ κῦμα τὸ μὲν διαφευγούσῃ, πρὸς δὲ τὸ μαχομένῃ. καὶ ἦν ἀνάγκη τοὺς μὲν ἐρωτᾶν, τοῖς δὲ ἀποκρίνεσθαι, τοῖς δὲ προστάττειν, τοὺς δὲ καλεῖν, τοὺς δὲ ἐκπέμπειν, καὶ τοῖς μὲν ἐπιτιμᾶν, τοὺς δὲ ἐπαινεῖν, τοῖς δὲ πιστεύειν, τοῖς δὲ ἀπιστεῖν, τοὺς μὲν ὑφορᾶσθαι, τοῖς δὲ θαρρεῖν, τοῖς μὲν ἅπερ ἐφρό- νεις λέγειν, πρὸς δὲ τοὺς ἀπάτῃ χρῆσθαι. καὶ οὐδεὶς ἂν ἐξαριθμήσειεν ἃ τότε σου τὴν γνώμην καὶ τοὺς ὀφθαλμοὺς καὶ τὰ ὧτα ἐζήτει. ᾧ τοίνυν οὐκ ἐνῆν ὑπὸ πλήθους τῶν περιεστηκότων πραγμάτων οὐδ’ ἀναπνεῖν, τούτῳ προσῆκε προστιθέναι φορτίον, λόγους ἀναβολὴν δεχομένους; καὶ τοῖς οὐκ ἐπείγουσι τὰ κατεπείγοντα βλάπτειν ἔδει; καὶ τίς οὐκ ἂν ἔφησέ με μηδὲ καιρὸν εἰδέναι;