Declamatio 9

Libanius

Libanius, Declamatio 9, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

ἀντὶ τούτων οὖν ἀγανακτεῖς καὶ τῶν ἔργων μοι μαρτυρούντων οὐ συγχωρεῖς ταῦτα πεπρᾶχθαι καλῶς; εἰ μὲν γὰρ μὴ συνήνεγκέ σοι τῆς παιδείας ὁ τρόπος, μάλιστα μέν, ὦ ἄνδρες δικασταί, τί τοῦτο πρὸς τὸν ὀνῆσαι προαιρούμενον; εἰ γὰρ ὁ μὲν διδά- σκαλος ἐπιμελοῖτο τοῦ χοροῦ καὶ δι’ ὧν ἂν ὡς ἄριστ’ ἐπιδιδοῖ δεικνύοι, μαλακίζοιντο δὲ οἱ χορευταὶ καὶ μὴ προσέχοιεν ἢ καὶ νὴ Δί’ ἐρίζοιεν πρὸς ἀλλήλους ἀντὶ τοῦ συμπνεῖν, οὐ τοῦ διδάξαι βουληθέντος τοῦτο ἔγκλημα, τῶν δὲ οὐκ ἐθελησάντων μαθεῖν.