Declamatio 9
Libanius
Libanius, Declamatio 9, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909
ἀναμνήσθητι τοίνυν ὡς οὐκ εὐθὺς | συνῆψα ταῖς πρώταις αἰτίαις τὴν ἀποκήρυξιν, [*](RIV 382) ἀλλ’ ἠρξάμην μὲν ἐκ δεήσεων, προὔβην δὲ εἰς βλέμμα χαλεπόν, ἔπειτα εἰς ῥῆμα, τρίτον ἐπὶ τούτοις, οὐκ ἐκοινώνησα τραπέζης, οὐ προσεφθεγξάμην, εἶθ’ ὧς ἄν τις ἀπειπών, παρέδωκα τοῖς οἰκείοις τὰς νουθεσίας. τοῦ πράγματος δ’ οὐ λήγοντος ἦλθον ἐπὶ τὸ μόνον δυνάμενον κωλύσαι τὴν νόσον, οὐχ ἴνα ἀποστερήσαιμι τῶν πατρῴων τοῦτον, ἀλλ’ ἵνα ἀγαθὸς κληρονόμος φανείη.