Declamatio 9
Libanius
Libanius, Declamatio 9, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909
λέγεται δὲ καὶ τοὺς θεοὺς τοῖς ἀδικοῦσιν ἐπιπέμ- πειν ζημίας ὑφ’ ὧν ἐπὶ τὸ τὰ δίκαια τιμᾶν προτρέ- πονται. καίτοι τοὺς θεούς, ὧν ἄνθρωποι κτήματα, ποῦ προσῆκόν ἐστιν οἴεσθαι τὰ αὑτῶν ἐθέλειν φθείρειν; ἀλλ’ ὅμως κολάζουσιν. οὐκοῦν προνοουμένων ὁ λογι- σμός. οὐδεὶς δέ, οἶμαι, νοῦν ἔχων τοῖς οὕτω διακειμέ- νοις ἀφεὶς εἰδέναι χάριν ἐπιτιμᾷ.
29. Ναί φησιν, ἀλλ’ ἐξῆν ἄλλως ἐπανορθοῦν, ῥήμασι πικροῖς, λόγοις ἀνιαροῖς, ὀργῇ μεγάλῃ, θυμῷ πολλῷ. καὶ τί τούτων οὐκ ἀνάλωται; τί δὲ οὐ πέπρακται; τί δὲ παραλέλειπται; πόσαι μὲν ταῦτα ἔσχον ἡμ·έραι, πόσαι δὲ νύκτες βοῶντος, ἀγανακτοῦντος, ἀπειλοῦντος, στένοντος, ὡς ἀποκηρύξω λέγοντος μέν, μέλλοντος δέ; ἀλλὰ γὰρ οὐκ ἔχω τί χρήσωμαι. λυπεῖν τε γὰρ οὐκ ἐθέλω τουτονὶ καὶ δι’ ὧν ἀπολογοῦμαι, ἀνάγκη τοῦτο συμβαίνειν. ὅπερ οὖν ἐξ ἀρχῆς ἐδεήθην, ἴστω μοι παρρησία. μόνως γὰρ ἂν οὕτω τύχοιμι τῶν [*](1 αὑτοῖς scripsi e CBL sed in hoc ’ in ras m 2, I αὐτοῖς MaLau edd | τοῖς ante παισὶ I 5 δυναμένους CBILau 8 ζημίας scripsi e CBLLau ut coni Re ζημίαν Mal edd | ἐφ’ Lau I ἐπὶ τὸ om I 9 οἱ ante ἄνθρωποι C | κτήματά που C 10 αὐτῶν scripsi e C αὐτῶν reliqui libri sed ’ in ’ corr I 2, edd 11 κομίζουσιν Ma sed γρ κολάζουσιν in marg m 4 οὐκ οὖν Lau 12 οὕτως ἠδικημένοις Πα 17 καὶ post δὲ in ras I 2 18 ἐμοῦ post βοῶντος inserendum coni Gasda at cf. t. II 91, 12; 454, 14; IV 89, 18; 104, 11; 348, 17 20 χρή- σωμαι scripsi cum Gasda χρήσομαι libri edd 22 τοῦτο ἀν- άγκη CMaB | ἐξαρχῆς CMaBL edd 23 ἂν om C)