Oratio 40
Libanius
Libanius, Oratio 40, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
οὐδὲ γὰρ Διομήδης οὐδ’ εἴ τις ἕτερος ἐπετίμα ταῖς περὶ τοῦ δρασμοῦ γνώμαις Ἀγαμέμνονος, ἐχθρὸς ἦν τῷ τοιαῦτα ἐν τοῖς Ἀχαιοῖς εἰπόντι οὐδὲ Ὀδυσσεὺς Ἀχιλλεῖ διὰ τοῦ πατρὸς τοῦ Πηλέως, ὡς οὐ καλῶς ἐν τῇ φιλονεικίᾳ μένοντι. ἀλλὰ μὴν γνησιωτάτην γε ἀκούομεν φιλίαν τῷ τε Ἀχιλλεῖ τούτῳ καὶ Πατρόκλῳ γενέσθαι. καί μοι δοκεῖ μὴ χείρων ἂν ὁ Πάτροκλος εἰς Ἀχιλλέα φανῆναι, ἀλλὰ ταὐτὰ ἂν ὑπέρ τε τῆς τιμωρίας καὶ τῆς ἑαυτοῦ ψυχῆς βουλεύ- σασθαι.