Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
μείζω δὲ ἤδη περίνοιαν λαμβάνων ἐπιχειρεῖ κτήσασθαι τῇ πόλει τὴν Κυπρίων εὔνοιαν καὶ γαμεῖ τὴν θυγατέρα Σαλα- μίνου, ὃς ἐτυράννει Κυπρίων. πλεούσῃ δὲ τῇ παρθένῳ συνανήγετο στόλος παραπομπὴν τῇ νύμφῃ ποιοῦντες θαλάττιον. ὡς δὲ ἐγεύσαντο τῆς ἡμετέρας, ἀφεῖσαν τὴν νῆσον καὶ | ἐγένοντο μοῖρα τῇ πόλει.
ση- μεῖον δὴ ποιήσαιτ’ ἄν τις τοῦ κατ’ ἀρετὴν βεβοῆσθαι τὸν Κάσον τὸ τὸν ἄρχοντα νήσου τοσαύτης τὸ κῆδος ἀσμένως συνάψασθαι καὶ τῆς γε ἡμερότητος τοῦ Κάσου σημεῖον τὸ τοὺς ἄγοντας τὴν κόρην ἀνθελέσθαι τῶν φιλτάτων τὴν προστασίαν ἐκείνου.
λέγεται δὲ καὶ τῶν Ἡρακλειδῶν τινας κατὰ τὴν ἔλασιν ἣν ὑπ’ Εὐρυ- σθέως ἠλαύνοντο, πολλοὺς Ἠλείων ἄγοντας καὶ τὴν μὲν Εὐρώπην ἅπασαν, τῆς δὲ Ἀσίας τὴν ἄλλην ὑπερ- ιδόντας ἐνταῦθα στῆσαι τοὺς μόχθους καὶ αὐτοῦ τε ἱδρυθῆναι καὶ προσθήκην ἀνεγεῖραι τῇ πόλει τὴν Ἡράκλειαν.
σκοπείτω δή τις τὴν εὐγένειαν καὶ ὡς ὅτιπερ κράτιστον τῶν ἑκασταχοῦ, τοῦτο ἐνταυθοῖ [*](9 Her. III 39, 2 10 Thuc. II 29, 3 14 cf. Malal. p. 204, 9) [*](2 κασιώτην MCa Mor κασσιώτην Μο | ᾤκησε I ᾤκησε Μο 4 Σαλαμίνου scripsi e Pausania Damasc. fr. 4 apud. Malal. 1. 1. (Mueller fr. hist. IV 469) ὁ Κάσος βασιλεὺς ἠγάγετο Ἀμυκὴν τὴν καὶ Κιττίαν, θυγατέρα Σαλαμίνου (cod. Oxon.: σα|σαλαμί- νου) τοῦ Κυπρίων βασιλέως σαλαμῖνος libri edd 7 ,,malim ἀφῆκαν aut ἀφίεσαν“ Re 9 δὴ Ρ δὲ ΙΒ 10 Κάσον] ἄνδρα Μο 11 κάσσου Μο 13 λέγεται — 19 ἡράκλειαν citat Plan fol. 103 13 καὶ om UIBMMoCa Plan 16 δ’ Re 18 ἱδρυνθῆναι Ca | ἀεγεῖραι C sed ν suprascr. m2 ἐγεῖραι MMoCa ἀγεῖραι I sed γρ ἀνεγεῖραι suprascr. m2 B Plan 19 δέ Μ 20 ἕκαστον Β ἁπανταχοῦ Μο)
Ἀθήνηθεν δὲ οὓς ἐδεξάμεθα καὶ ὅσοις ἄλλοις Ἑλληνικοῖς γένεσιν ἀνεκράθημεν, ἐπειδὰν ὁ λόγος χωρῶν ἐπ’ ἐκείνους ἔλθῃ | τοὺς χρόνους, [*](R 291) εἰρήσεται.
59. Νυνὶ δὲ λεκτέον, ὡς καὶ τῇ Περσικῇ βασιλείᾳ τὸ χωρίον ἄνωθεν αἰδέσιμον. καὶ νὴ Δία γε καὶ τοῖς Περσῶν θεοῖς ἔντιμον καὶ πρό γε ἐκείνων Ἀσυρίοις. ἐστράτευε μὲν γὰρ ἐπ’ Αἴγυπτον ὁ Καμβύσης, γυνὴ δὲ αὐτῷ Μερόη παρῆν. σκηνώσαντες δὲ ἐν τῷ τόπῳ, ᾧ τὴν αὑτῆς ἔδωκε προσηγορίαν ἡ γυνή, ἡ μὲν ἦλθεν εἰς τὸν ναὸν τῆς Ἀρτέμιδος, ὡς θύσειε, Σεμίραμις δὲ ἡ Ἀσυρίων ἄρχουσα τῇ θεῷ τὸν νεὼν ἐπεποιήκει.
ἰδοῦσα δὲ τὴν ὀροφὴν ὑπὸ γήρως ἀπειρηκυῖαν δεῖται Καμβύσου θεραπεῦσαι τὸ πεπονηκός. ὁ δὲ μετεωρότερόν τε τὸν νεὼν ἦρεν ἐπιβολαῖς τοίχων καὶ περιήλασε περίβολον ἱκανὸν δέξασθαι πανήγυριν, αὐτῇ δὲ τῇ πανηγύρει τοὔνομα ἀπὸ τῆς γυναικὸς ἔθετο· ἡ [*](2 καὶ μόνοις — 6 ἀπορροήν citat Plan fol. 103 3 αἱ ῥίζαι excepto αἰ (2) eras U ἐρίζεται I sed γρ αἱ ῥίζαι suprascr. m2 4 τὴν (1)] τῶν Ca om B | Κρητῶν Plan 5 τὸ γένος Gasda 6 ὅσους Μο 12 ἀσσυρίοις MoCa edd formam constantem optimorum librorum hic et ubique reposui 13 ἐστράτευσε ΒΜΜο 14 τῷ om Mo 15 αὑτῆς ex αὐτῆς corr A2 | ἡ εἰ γυνή om U | ὁ Mo 16 εἰς in ras ὡς A ὡς Re | νεὼν UIBMMoCa | δ’ ΜΜο 17 ἀσσυρίων MoCa edd cf. ad 1. 12 18 ,,num ἀπερρυηκυῖαν?“ Iacobs 20 ναὸν U | ἐπιβολὴ Μο | τῶν τοίχων MoI sed in hoc τῶν inser m2, Re 21 τὴν πανήγυριν Ca 22 τῆς om Ca)
τούτων δὲ ἐπιτελεσθέντων ἐπῆλθε τοῖς τὴν Ἰώνην κατοικοῦσι καταβῆναι πρὸς Καμβύσην. ὡς δὲ εἰσήγγειλαν οἷς τοῦτο προσέκειτο, καλεῖ παρ’ | [*](R 292) αὑτὸν καὶ ἤρετο, τίνες ὄντες καὶ τί παθόντες τὴν ἐκείνου κατέχοιεν.
γνοὺς δέ, ὅθεν τε ὥρμηντο, καὶ τὰς τύχας ὑφ’ ὧν ἐκομίσθησαν, καὶ θαυμάσας τὸ συμμῖξαι βουληθῆναι μᾶλλον ἢ παριόντα λαθεῖν, οὐχ ὡς ἀπαιτεῖν δίκαιος ὢν χάριτας τοὺς τὴν αὑτοῦ χοντας, ἀλλ’ ὡς ἂν αὐτὸς ἐκείνοις ὀφείλων τῆς ἐνοι- κήσεως οὕτω διετέθη τὴν γνώμην. σημεῖον δέ, δῶρα δοὺς ὥσπερ εὐεργέτας ἀπέπεμψε.
λεγέτω τοίνυν ὁ βουλόμενος τὴν ἀγριότητα Καμβύσου καὶ ὡς οὐκ ἦν ἑαυτοῦ. μᾶλλον γὰρ τὸ μετὰ θεῶν τε καὶ ὑπὸ θεοῖς ζῆν τοὺς προγόνους φανεῖται. τὸ γὰρ τὸν Ὀργῇ χρώ- μενον εἰς ἅπαντα καὶ τὴν ὠμότητα ποιούμενον ἡδονὴν κρείττω γενέσθαι τῆς φύσεως πρὸς τὴν ἐκείνων θέαν καὶ μὴ παροξυνθῆναι πρὸς ἄνδρας Ἕλληνας τὴν λέως νεμομένους πῶς οὐ θεοῦ τινος ἦν ἄντικρυς ἐπὶ [*](15 Her. III 30 sq.) [*](2 περσικῆς ἐπιμελείας καὶ εὐδ. Μο 3 ἔπλησε BMCa 5 οἰκοῦσι Μο 6 πρὸς ΒΜ 7 αὐτὸν APUIBMCa Mor | ,,malim μαθόντες“ Re 8 κατάσχοιεν Μο 10 παρόντας? 11 αὑτοῦ ex αὐτοῦ corr A2 αὐτοῦ UBMMoCaP (οῦ in ras circumflex. e gravi m3 m3) I οῦ in ras m2) 15 ἦν ἐν Cobet Misc. 146 16 γὰρ] δὲ Β γὰρ οὕτω Gasda coll. 489, 13 | τὸ in τῷ corr Μ2 17 post προγόνους inser νικήσας Μ2 18 εἰς — 19 γενέσθαι om Ca 18 πρὸς Re | ἅπαντας U ἅπαντας I 19 κρείττω γενέσθαι τῆς excepto κρείττ in ras P3 | γινόμενον C sed ἕσθαι suprascr. s ABMMo Re | τῆς αὐτοῦ φύσεως U et (αὐτοῦ corr in αὑτοῦ) I 20 καὶ eras del Re)
καὶ τί δεῖ τεκμαιρόμενον λέγειν ἀφέντα ἔργον περιφα- νές; παρὰ θεοῖς ἄνωθεν ἐράσμιος ὁ χῶρος. ὃν γὰρ μέγιστον ἄγουσι θεὸν Πέρσαι τὸν Ἥλιον, καὶ τὰς [*](†) σατραπείας ὑπ’ αὐτῷ Πέρσιδι φωνῇ, οὗτος, ἐπειδὴ τὸν Καμβύσην ὕπνος ἔλαβεν, ἐπὶ τῷ πρώτῳ στὰς ὑπὲρ κεφαλῆς ἐν ὀνείρασιν αὐτῷ διελέγετο κελεύων αὐτὸν αὐτοῦ καταλιπεῖν μηδὲ εἰς Αἴγυπτον ἄγειν καὶ προεῖπέ γε, ὡς πόλιν ὁ τόπος δέξεται, νων ποίημα.