Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
καὶ μα- κρότερα μὲν δόξω τοῦ καιροῦ λέγειν, εἰρήσεται δὲ πολλοστὸν ὧν εἰπεῖν ἔξεστιν. αἴτιον δὲ τῶν ἀρχαίων τὸ πλῆθος, δι’ ὃ τῶν πολλῶν σιωπηθέντων τὸ ῥηθὲν τοῦ μήκους οὐ διαφεύξεται δόξαν. τὴν μὲν οὖν ἀκρί- βειαν αἱ συγγραφαὶ φυλάξουσιν, ἡμῖν δὲ ὅσα πρέπει πρὸς τὸ παρὸν ῥητέον.
[*](9 Her. I 72. 104. II 34. Thuc. II 97 22 Cf. Alb. Gratul. in hon. Herwerd. p. 47 sq.)[*](3 ψέγονται e ψεύδονται corr Mo2 | ὥστ’ Μο Plan | τὰ μὲν ἡττῶνται, τὰ δὲ πλεονεκτοῦσιν Plan 6 τε om Μο 8 τὸ om A 9 ὥστε — 10 ἑστώσης citat Plan fol. 103 10 εἴ Α sed acutus m2 13 περὶ τῶν προγόνων titulus in marg CB 14 κατεχόντων Β | χώραν I sed χώρα in ras m2 πόλιν U ἐπ,̓ ἐκείνοις 15 μετ᾿ ἐκείνους Ι μετ᾿ ἐκείνους U 16 ἡ in ras Cv om ΒΜο | ἐγίνετο Re 17 ὢ in πλωτήρων ex ὁ corr Μ2 20 διὸ libri Mor 23 ὁ in παρὸν in ras Ρ2)44. Ἴναχος ἦν υἱὸς μὲν τῆς Γῆς, Ἰοῦς δὲ πατήρ. τῇ δὲ Ἰοῖ ταύτῃ Ζεὺς ἐραστὴς γενόμενος συνῆν. ἐπεὶ δὲ οὐκ ἐλάνθανε τὴν Ἥραν, ποιεῖ τὴν ἄνθρωπον βοῦν καὶ οὕτω συνῆν. Ἥρα δέ, καὶ γὰρ τοῦτο ᾔσθετο, τει τὴν βοῦν οἴστρῳ, καὶ δρόμος ἦν αὐτῇ δι’ ἑκατέρας ἠπείρου.
Ἴναχος δὲ ζητῶν τὴν αὑτοῦ καὶ εὑρεῖν οὐκ ἔχων καὶ λαβεῖν ἐπιθυμῶν ναῦς καθέλκει καὶ ἐμ- βιβάσας ἄλλους τε Ἀργείων τοὺς ἐν λόγῳ καὶ Τριπτό- λεμον ἡγεμόνα εἶναι τοῦ παντὸς ἐξέπεμψεν ἐπὶ ζήτησίν τῆς ἠφανισμένης θυγατρός.
οἱ δὲ πάντα μὲν πόρον ἔτεμνον, πάντα δὲ πορθμὸν διέπλεον, πᾶσαν δὲ ἀκτὴν παρέπλεον, ἀπέβαινον δὲ εἰς νήσους, διηρευνῶντο δὲ παραλίαν, ἀνέβαινον δὲ καὶ πρὸς ἤπειρον μέσην γνώ- μην ἔχοντες πρότερον ἀποθανεῖν ἢ καταλῦσαι τὴν ζή- τησιν.
ὡς δὲ προσέσχον καὶ τῇδε τῇ γῇ, τῶν νεῶν ἐκβάντες, νὺξ δὲ ἦν, ἀνῄεσαν ἐπὶ τὸ ὄρος παρὰ τοὺς ἐνοικοῦντας ὀλίγους δή τινας καὶ προσιόντες ταῖς οἰκίαις θυροκοπίᾳ τε ἐχρῶντο καὶ ἐρωτήσει περὶ τῆς Ἰοῦς. τυχόντες δὲ ξενίων | καί τινα πόθον πρὸς [*](R 288) τὴν γῆν λαβόντες τοῦτο πέρας ἐποιήσαντο τοῦ πλοῦ μεταστήσαντες τὴν τῆς ζητήσεως σπουδὴν ἐπὶ τὴν μο- νήν, ἐφ’ ὃ μὲν ἠπείγοντο, τοῦτο ἀφέντες, ἣν δὲ ἐθαύ- μασαν γῆν ἐντιμοτέραν θέμενοι τοῦ σκοποῦ, καθ’ ὂν [*](1 cf. I 479, 21 R 9 Strab. XVI 5 p. 750 17 cf. Malal. p. 29,10 18 Antiatt. (Bekker Anecd.) p. 99, 17 Diphil. com. fr. IV 429, 46 Μ. II 2 p. 578, 128 Κ.) [*](1 υἱὸς μὲν] μὲν υἱὸς BMo 2 ι prius in ἰοῖ in ras Ρ2 4 οὕτως ACPMMo 6 ὢ in ζητῶν in ras Ρ2 | αὑτοῦ C sed αὐτοῦ in ras m2, et ex αὐτοῦ corr P3 I αὐτοῦ ACa 7 ἐμβιβάζει Mor 9 τοῦ παντὸς στόλου coni Re 10 οἱ δὲ — 13 μέσην citat Plan fol. 103 15 τῆς νεὸ,ς Μο 16 ἀνίεσαν Ca 21 μεταστή- σοντες Re 23 τοῦ σκοποῦ θέμενοι Μο | post θέμενοι ultimam folii 99r vocem rasura trium litterarum in C)
τοῦτο δὲ ἦν οὐκ Ἰοῦς ὑπεριδεῖν, ἀλλ’ ὑπεριδεῖν τῆς οἰκείας· προείρητο γὰρ αὐτοῖς ὑπὸ τοῦ πέμποντος ἢ τὴν ἄνθρωπον ἄγειν ἢ μηδὲ αὐτοὺς ἀναστρέφειν. ὥσθ’ οἱ τοῦ ζητεῖν παυόμενοι τῆς οἰκείας ἑκόντες ἐστέροντο.
εἰ μὲν οὖν ἐπ’ ἔσχατα τῆς οἰκουμένης ἐλθόντες οὐδενὸς εἰς ζήτησιν ἔτι λειπομένου μένειν ἔγνωσαν, εἰς τὴν ἀνάγκην, ἀλλ’ οὐ τὸν ἔρωτα τῆς χώρας τὸ τῆς αἰτίας ἤρχετ’ ἄν· ἐπειδὴ δὲ πολλῆς ὑπαρχούσης, ἐν ᾗ τινες ἦσαν τῆς εὑρέσεως ἐλπίδες, οὕτως ἐβούλευσαν, οἱ προτιθέντες τῶν ἐλπίδων τὴν μονὴν τῆς οἰκείας δήπου τὴν ξένην προὐτίθεσαν. οὕτως αὐτοὺς ἐγοήτευσεν ἡ χώρα.
καὶ ὡς ἥψαντο τῆς γῆς, κατάκρας εἴχοντο, καὶ τὸ τῆς πατρίδος ὑπεχώρει τῷ τῆς ᾑρηκυίας θαύματι. τὸν δὲ τούτων ὕστερον γενόμενον Ὅμηρον οὐκ ἠξίουν ἔγωγε μηδὲν εἶναι φῆσαι πατρίδος ἀνθρώποις ἥδιον, τῇ δὲ τῶν Ἀργείων ψήφῳ καὶ τοὐναντίον εἰπεῖν, ὅτι πολλάκις ἀμείνων χῶρος ἐπισπασάμενος γνώμας ἀνθρώπων ἐξέ- [*](2 cf. Malal. p. 30, 1 15 Od. ι 34) [*](10 βουλεύομαι οὐ μόνον ἐπὶ παθητικοῦ, ἀλλὰ καὶ βουλεύω Β2 (e Thom. M. 1. 1. οὐ μόνον βουλεύοιμαι, ἀλλὰ καὶ Λιβάνιος ἐν τῷ Ἀντιοχικῷ· ἐν ᾖ κτλ.) [*](4 ζῆν Ca 5 ἐς in ἑκόντες in ras Ρ2 ἑκόντος Ca | ἐστέ- ροντο ἑκόντες Μο 9 ἐν ᾗ — 10 ἐβούλευσαν citat Thom. M. p. 63, 15 10 αν in ἐβούλευσαν in ras Β2 ἐβουλεύσαντο ex ἐβούλευσαν corr Ι2, fortasse recte, si sequens οἱ deletur post ἐβούλευσαν interpunxi e ΡΜ, post μονὴν reliqui libri edd | τὴν μονὴν τῶν ἐλπίδων BMMoCa 13 κατάκρας e κατ’ ἄκρας γλύκιον corr Ι2 16 ἥδιον Β)
οὗτος τοίνυν ὁ Τριπτόλεμος ὁ κατὰ ζήτησιν τῆς Ἀργείας κόρης ἱδρύ- σας ὂν ἦγε λαὸν πόλιν τε ἐποίησεν ὑπὸ τῷ ὄρει καὶ Δῖός | ἱερὸν ἐν τῇ πόλει Νεμείου προσειπών, Ἰώνην [*](R 289) δὲ τῇ πόλει τοὔνομα ἀπὸ τῆς Ἰνάχου θυγατρός. ἦς γὰρ ἀφέντες τὴν ζήτησιν ᾤκισαν τὴν πόλιν, ταύτην ἐτίμησαν τῇ κλήσει τοῦ ἄστεος· ἤδη δὲ τὴν γῆν ζόμενοί τε καὶ καρπούμενοι μετονομάζουσι τὸν Νέμειον Ἐπικάρπιον.
Τριπτόλεμος μὲν οὖν τὰς πρώτας ὑποθέσεις βαλόμενος τῇ πόλει μεθίσταται καὶ διὰ τῶν τιμῶν ἐν τοῖς ἥρωσιν ἠριθμεῖτο· θεὸς δὲ ᾧ κατὰ νοῦν ἡ πόλις κατεσκευάζετο, βουλόμενος αὐτὴν ἐκ τῶν ἀρί- στων αὐξῆσαι γενῶν κινεῖ Κάσον ἐκ Κρήτης, ἄνδρα ἀγαθόν, καὶ δεῦρο ἄγει, τῷ δὲ ἄρα εἵπετο Κρητῶν τὸ δοκιμώτατον.
ἐλθόντες δὲ εὗρον τοὺς Ἀργείους ἀμείνους τῶν οἴκοι. Μίνως μὲν γὰρ φθονῶν ἐξέβαλεν, Ἀργεῖοι δὲ ἀσμένως ἐδέχοντο καὶ μετέδοσαν πόλεως τε καὶ χώρας καὶ ὅσων αὐτοῖς μετῆν. οὐ μὴν εὖ παθεῖν μᾶλλον ὁ Κάσος ἢ εὖ ποιεῖν ἠπίστατο. Ἄκαι κατιδὼν [*](5 cf. Steph. B. s. v. Ἰώνη· οὕτως ἐκαλεῖτο ἡ Ἀντιόχεια ἡ παρὰ Δάφνην, ἣν ᾤκησαν (corr ᾤκισαν) Ἀργεῖοι 11 Strab. XVI p. 750 13 cf. Malal. p. 201, 19) [*](1 μνήμην Ρ sed μνήμ in ras m2, I sed μν in ras m2, Β sed μηή in μνή in ras, et coni (sed postea abiecit) Re et Ν. 8. V 107 (Coll 103) γνώμην reliqui libri edd στοργήν Iacobs | οὗτος κτλ. in mente habet Euagrius h. eccl. I 20 cf. p. 466, 10 3 post ἦγε rasura 3 vel 4 litt in C | λεὼν IBMMoCa | δὲ Μο | ἐπὶ UI 4 ἴσως Νομίου“ Mor in marg | ἰώνη IMo 6 ante ζήτησιν rasura 6 litterarum I | ᾤκησαν UIMo | τῆ πόλει Μο 8 τε om Mo | τὸ Μο | νέμιον UBCa 10 λόμενος UI 13 κάσσον Μο 16 ἐξέβαλλεν Α (sed alterum λ erasum) CPMo Mor 18 καὶ (2) — 19 ἠπίστατο om Mo 18 ὅσον Α ὅσον C | τη in μετῆν in ras P2 19 μᾶλλον inser I2 om U)