Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ἄσμενος ἐδεξάμην σου τοὺς υἱεῖς. τί δὲ οὐκ ἔμελλον οὓς καὶ ἐμαυτοῦ νομίζω; περὶ δὲ τῆς προτέρας βουλῆς ἄμει- νον σιγᾶν ἢ ζητοῦντα ἀπολογήσασθαι μηδὲν ἔχειν ἰσχυρὸν εἰπεῖν. καὶ γὰρ εἰ δεινότατος σύ γε σοφιστῶν, ἀλλὰ τά γε τρὶς τέτταρα δώδεκα, κἂν Φιλάγριος ἄλλο τι περὶ αὐτῶν ἐπι- χειρῇ λέγειν.
ὃ μέντοι παθὼν οἶδα διὰ τὸ σὸν βούλευμα, φράσω καὶ οὐκ ἀποκρύψομαι πρὸς φίλον. ἐγὼ νέους φεύγον- τας οὐδεπώποτε ἐδίωξα, οὐδὲ γὰρ τὰς κρήνας ἑώρων χωρού- σὰς παρὰ τοὺς χρῄζοντας πιεῖν, ἀλλ’ ᾤμην δεῖν τοῖς μὲν προσιοῦσιν εὔνοιαν ὀφείλεσθαι, τοῖς δ’ ὑπερορῶσι τοῦτ’ αὐτὸ ὑπερορᾶσθαι.
καὶ δὴ καὶ διὰ τοῦτο δόξα μοι γέγονεν, ὡς εἵην σεμνότερος, ὅτι μηδὲν ὑπέμενον ταπεινόν. τῶν μέντοι παίδων ὡς ἕτερον τραπομένων τῶν σῶν δηχθῆναί τε ὁμολογῶ καὶ βουληθῆναι ταύτην κινηθῆναι τὴν ψῆφον, καίτοι πλείους ἦσαν οἱ τῆς σῆς ἐπιλαμβανόμενοι γνώμης ἢ οἱ τῆς ἐμῆς ἀμα- [*](1 VII α΄, ο΄. Vo α΄, ος΄. S δ΄, κβ΄. Vi ρν΄. Vind ρξέ. Be [πδ΄]. pr) [*](2 Seeck 237. 359. Silomon 30 10 cf. ad t. ΙΙ 395,17 Salzmann, Sprichörter 90) [*](2 Φιλαγρίῳ cultello absumptum Be 3 δ’ edd 5 ζηλοῦντα Vind | ἰσχυρὸν ἔχειν Vind Wolf Cent 6 τῶν ante Wolf 7 τρεῖς Vind | ἐπιχειρεῖ Vi 8 βούλημα Wolf 10 οὐδὲ πώποτε V sed in οὐδεπώποτε corr m5 Vo Vi 11 ζοντας libri edd | δεῖ Be | μὲν om Vi 12 τοῦτο Wolf 13 διατοῦτο V Vo Vind 14 ὑπέμεινα Vi 15 τῶν σῶν inserui e VBe om VoS Vind edd | δειχθῆναι Be 16 ληθῆναι — ψῆφον] κινηθῆναι ταύτην τὴν ψῆφον βουληθῆναι Vind Wolf) [*](7 ἔλεγε γὰρ ὁ Φιλάγριος τινὰς αἱρεσιλογίας, ὡς ἀμελοῦνται οἱ παῖδες <αὐτ> καὶ καταφρονοῦνται, καὶ τοιαῦτά τινα marg Be)
νῦν οὖν ἐπειδὴ σαυτῷ διελέχθης, ὡς ἄρα οὐκ ἄμεινον ἐμμένειν τοῖς δεδογμένοις, μηδὲν οἴου δεῖσθαι πρὸς ἡμᾶς παρακλήσεως, εἰ μὴ πρὸς σαυτὸν ὑπὲρ αὐτῶν. ἄνευ γὰρ τῶν ἄλλων αὐταὶ τῶν νέων αἱ μορφαὶ τῆς τοῦ πατρὸς ἀναμιμνήσκουσαι ποιοῦσιν ἐνεργόν.
καὶ μὴν καὶ Εὐτύχιος σοὶ μὲν φίλος, κηδεστὴς δὲ ἡμέτε- ρος, ᾧ μὴ χαριζόμενος ἀδικοίην ἄν. οὗτος ἄγων παρ’ ἐμὲ παῖδάς τε τοὺς σοὺς καὶ τὸν ἀδελφὸν τὸν αὑτοῦ οὐ ἔδειξεν ἐκεῖνον φιλῶν ἢ τούτους.
διὸ δὴ καὶ τοῦ θέρους ὁ νόμος ἐπὶ τούτων λέλυται μόνων, ὅπως ἐκεῖνός τε εὐφραί- νοιτο καί σοί τι τῶν δεόντων γίγνοιτο.