Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
πρὸς δὴ ταῦτα πάντα παραμυθία μία, ἡ σὴ γνώμη τε καὶ ἀρχὴ καὶ φιλία. δι’ ἃ πάντα θαρρεῖν αὐτῷ παρεκελευσάμην ὡς οὐ μόνον τῆς μητρός, ἀλλὰ καὶ τοῦ πατρὸς περιόντος
τὰ μὲν γὰρ περὶ τὸν φόνον κρινεῖς, ᾗ ἄν ὁ ἔλεγχος ἄγῃ· ἐπειδὰν δὲ ταῦτα πέρας ἔχῃ, ποίει μοι μέγαν τὸν Ἰουλιανὸν ἱν τι τῇ πόλει καὶ τῷ ἔθνει καὶ μιμοῦ τὴν τῆς Ἀθηνᾶς εὶς τὸν Ὀδυσ- σέα πρόνοιαν. πάντως δὲ οὐκ αἰσχυνῇ νεανίσκοι ὗς ἄμ· εἰσάγων νοῦν τε ἔχοντα καὶ σώφρονα καὶ δεινὸν εὶπεῖν κοὶ [*](4 Vii β΄, σλα΄. Va ζ΄, σκβ΄. Vo (ζ΄, σκβ΄). Mo S δ΄, πε·. Ath) [*](3 Salzmann 85 5 Sievers 248,9. Seeck 128. 398 8 Seeck 192 XV 18 Il. κ 278. Od. α 44 sq. ε 5 sq. ν 393 cf. ep. 855. 905) [*](1 βάλλη οι S βάιν VaAth 2 αις κινήσεις S κινήσαις Va | κυρ- εις γώσαις S πυργώσαις VVoMo Wolf 6 μου Va 7 κοιήσαντα γρ αὐτῷ Va 9 διπλῆ SAth | ἀπηλθεν Va 11 ᾧ] οἷς S 14 αὐτὸν S 16 φόβον Ath | ἢ Va | ἄγη S 17 ἔχει S | παίει Va 18 τὸν] τὴν V 19 αἰσχυνῇ scripsi cum Re αἰσχύνῃ libri Wolf γρ αγων 20 εἰσάγων S ἄγων Ath | δεινὸν del Ath | καὶ inserui e V om VaVoMoSAth Wolf)
λέγω δὲ ταῦτα οὐχ ἡγούμενος σὲ δεῖσθαι παρακλήσεως, ὅς γε καὶ ἀπόντος αὐτοῦ τὸν οἶκον συνέχεις ἀλλ’ οὐκ ἂν δυναίμην Ἰουλιανοῦ μεμνημένος ἢ μικρὰ εἰπεῖν ἢ ταχέως σιγῆσαι μεγάλα αὐτῷ καὶ πολλὰ συνειδώς· δι’ ὃ καὶ κορυφαῖον οὐκ ἂν ὀκνήσαιμι τοῦ παρ’ ἡμῖν προσειπεῖν χοροῦ.
μὴ τοίνυν εἰ μηκύνοιμι, θαύμαζε. κἂν πυκνά σοι γράμματα ἔρχηται, καὶ τούτου συγ- γνώμην δίδου. περὶ μὲν γὰρ τῆς παρὰ σοῦ βοηθείας μαντευσαίμην. τὸ δὲ ἄγαν φιλεῖν οὐκ ἐᾷ με μὴ φροντίζειν.
εἰ οὖν σοι μέλει τοῦ ὡς ἥδιστά με διάγειν, ἐπὶ τοῖς πρώ- τοις εὐθὺς ἐπίστελλε, καὶ πάλιν ἐπὶ τοῖς δευτέροις. καὶ προσ- έστω τῶν πραττομένων ἑκάστῳ γράμμα μηνῦον τὰς βοηθείας, ὥστε τὸν μὲν ἐκεῖ μακαρίζεσθαι, κοινωνεῖν δὲ καὶ ἐμὲ τῆς εὐ- θυμίας.
ωλς'.
Μεμορίῳ. (363)
Ἐγὼ φιλίας ἀρχὴν ἡμῖν τὴν ἡμέραν ἐκείνην γεγενῆσθαι νομίζω, ἐν ᾗ σε ἐκάλουν ἐπὶ φαύλην θοίνην, σοὶ δὲ ἐδόκει καὶ τὰ μικρὰ μεγάλα καὶ ἀπῄεις ἡδίων γενόμενος.
πράττω δὴ τὸ τῇ φιλίᾳ πρέπον καὶ ἐπιστέλλω πιστεύων ὅτι με μιμού- μενος ἀντεπιστελεῖς. παρ’ οὗ δὲ λήψῃ τὰ γράμματα, τῶι [*](15 Vii β΄, σλβ΄. Va ζ΄, σκγ΄. Vo (ζ΄), σκγ΄. Μο S α΄ μδ Vi ρπς΄]) [*](16 Amm. M. XXIII 2, 5. Sievers 102 not. 100. Seeck 212. 398 21 luliano cf. ep. 835) [*](1 αὐτῷ VVaVoMoAth Wolf 4 ἢ(2)] ἦ Va 5 διὸ libri Wolf | voco καὶ des Ath fol. 295v reliqua perierunt 7 θαυ- μάζη Μο | ἵκηται S 9 με inserui e S om VVaVoMo Wolf 10 μέλλει Va | τοῦ scripsi e VMoS sed in hoc ὁ supra οὐ τὸ VaVo Wolf 12 μηνῦον Μο fortasse recte at cf. ad t. II 10, 4 16 θεμορίφ V μεμερίῳ Μο 17 φιλίας μὲν μὲν ἀρχὴν SVi 20 δὲ τῶ Μο 21 δὲ reposui e libris ut coni Re δὴ Wolf)
ωλζ΄.
[*](W 757)Διονυσίῳ. (363)
Καὶ τῶν Τρωὸς καἰ τῶν Ἀχιλλέως ἵππων κοὶ αὐτοῦ γε τοῦ τὰ πτερὰ ἔχοντος Πηγάσου μεὶζον ἐμοί, Διονύσιε, τὸ σὲ κάλλους οὕτω γέμουσαν ἐπιστολὴν ἐπεσταλκέναι.
φασί δέ σε καὶ τὸν ἄρχοντα ἐγκεκωμιακέναι μετὰ τεχνης ἀπάσης καἰ ἐγὼ πείθομαι μαρτυρεῖ μαρτυρεῖ ἡ ἐπιστολή. καὶ μὴν καὶ κρατῆσαί σε 10 τῶν ἀντιδίκων λόγος οἷς ἐκτήσω λόγοις ἐν ᾧ σε ἠδίκουν χρό- νῷ.
σὺ μὲν οὖν γῆν τε ἐκομίσω καὶ ὅσα ἄλλα ἡρπάκεσαν· ἐμοὶ δὲ δόξα γεγένηται τῷ σὲ τὰ σαυτοῦ διὰ σαυτοῦ πάλιν ἔχειν. εἴτ᾿ οὖν ἔχειν ἐθέλοις τὸν ἵππον, ἀναβαίνων ἔλαυνε, εἴτ’ οὐκ ἂν δύναιο μὴ πέμψαι μοι τὸν ἵππον, λήψομαι χαίρων. 15 ὅτι νικῶν πέπομφας.