Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ἐπ’ ἄλλοις ἐχρῆν ἐπανιέναι τὸν φίλτατόν μοι Ἰουλιανὸν ὀψόμενόν τε τὴν μητέρα καὶ ποιήσοντα αὐτῇ γῆρας ἥδιστον τῇ τοῦ παιδὸς ἀρετῇ.
νῦν δὲ ἔρχεται δάκρυά τε ἐπαφήσων τῷ τάφῳ καὶ διπλῇ τὴν τεκοῦσαν πενθήσων, ὅτι τε ἀπῆλθε καὶ ὅτι οὕτως. καὶ τρίτον κακὸν τὸ ἠναγκάσθαι αὐτὸν πρὸς οὓς ἥκιστα ἐβούλετο περὶ τοιούτων ἀγωνίζεσθαι, ἐν ᾧ πᾶσα ἀνάγκη καὶ παλαιάν τινα τραγῳδίαν ἀποκαλυφθῆναι.
πρὸς δὴ ταῦτα πάντα παραμυθία μία, ἡ σὴ γνώμη τε καὶ ἀρχὴ καὶ φιλία. δι’ ἃ πάντα θαρρεῖν αὐτῷ παρεκελευσάμην ὡς οὐ μόνον τῆς μητρός, ἀλλὰ καὶ τοῦ πατρὸς περιόντος
τὰ μὲν γὰρ περὶ τὸν φόνον κρινεῖς, ᾗ ἄν ὁ ἔλεγχος ἄγῃ· ἐπειδὰν δὲ ταῦτα πέρας ἔχῃ, ποίει μοι μέγαν τὸν Ἰουλιανὸν ἱν τι τῇ πόλει καὶ τῷ ἔθνει καὶ μιμοῦ τὴν τῆς Ἀθηνᾶς εὶς τὸν Ὀδυσ- σέα πρόνοιαν. πάντως δὲ οὐκ αἰσχυνῇ νεανίσκοι ὗς ἄμ· εἰσάγων νοῦν τε ἔχοντα καὶ σώφρονα καὶ δεινὸν εὶπεῖν κοὶ [*](4 Vii β΄, σλα΄. Va ζ΄, σκβ΄. Vo (ζ΄, σκβ΄). Mo S δ΄, πε·. Ath) [*](3 Salzmann 85 5 Sievers 248,9. Seeck 128. 398 8 Seeck 192 XV 18 Il. κ 278. Od. α 44 sq. ε 5 sq. ν 393 cf. ep. 855. 905) [*](1 βάλλη οι S βάιν VaAth 2 αις κινήσεις S κινήσαις Va | κυρ- εις γώσαις S πυργώσαις VVoMo Wolf 6 μου Va 7 κοιήσαντα γρ αὐτῷ Va 9 διπλῆ SAth | ἀπηλθεν Va 11 ᾧ] οἷς S 14 αὐτὸν S 16 φόβον Ath | ἢ Va | ἄγη S 17 ἔχει S | παίει Va 18 τὸν] τὴν V 19 αἰσχυνῇ scripsi cum Re αἰσχύνῃ libri Wolf γρ αγων 20 εἰσάγων S ἄγων Ath | δεινὸν del Ath | καὶ inserui e V om VaVoMoSAth Wolf)
λέγω δὲ ταῦτα οὐχ ἡγούμενος σὲ δεῖσθαι παρακλήσεως, ὅς γε καὶ ἀπόντος αὐτοῦ τὸν οἶκον συνέχεις ἀλλ’ οὐκ ἂν δυναίμην Ἰουλιανοῦ μεμνημένος ἢ μικρὰ εἰπεῖν ἢ ταχέως σιγῆσαι μεγάλα αὐτῷ καὶ πολλὰ συνειδώς· δι’ ὃ καὶ κορυφαῖον οὐκ ἂν ὀκνήσαιμι τοῦ παρ’ ἡμῖν προσειπεῖν χοροῦ.