Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ἐλπίσιν ἔργα προστίθης, ὦ γενναῖε Μάξιμε, μᾶλλον δὲ παρῆλθες τοῖς ἔργοις τὰς ἐλπίδας, ὃς πρὸς τῷ τὰ ὄντα τοῖς ἑταίροις σεσωκέναι τῇ περὶ ταῦτα φρουρᾷ καὶ τὴν ἐκ λόγων αὐτοῖς δόξαν εἰργάσω.
τὸν γοῦν Ἀλβάνιον ὁμοῦ ῥήτορά τε καὶ πλούσιον ἔδειξας οὔτε σιγᾶν ἀφιεὶς καὶ λέγοντι βοηθῶν καὶ πανταχῆ κοσμῶν· ὥστε μοι δύ’ ἥδιστοι λόγοι κομίζονται διὰ τῶν ἀφικνουμένων, ὁ μὲν τῆς σῆς ἀρχῆς τὴν ἀκρίβειαν μηνύω, ὁ δὲ τὴν ἐκείνου δύναμιν, τὴν μὲν οὖσαν. τὴν δὲ προσδοκωμένην, καὶ ταῦτα οὐκ ἄλλοθεν ἢ παρὰ τῆς σῆς εἰς τὸ ἄρχειν ἀρετῆς.
ταῦτά μοι μείζω τῶν Ταντάλου ταλάν- των καὶ οὐδ’ ἂν τὸ μέσον πρὸς τοῖς ταλάντοις Κορίνθου καὶ Σικυῶνος ἐδεξάμην πρὸ τοῦ τὰ τοιαῦτα ἀκούειν ἔχειν.
γί- γνου δή μοι παραπλήσιος κἀν τοῖς ἄλλοις πρᾴως προσφερό- μενος Ἀλβανίῳ· περὶ δὲ λόγους εἰ ῥᾳθυμοῦντα λάβοις, χαλε- πὸς ἴσθι καὶ δίκην ἀπαίτει· κἂν δήσῃς ἐπὶ τούτῳ, τὸν δεσμὸν ἐπαινέσομαι.
δέομαι δέ δου καὶ τοὺς ἄλλους ἐπὶ τὰ αὐτὰ προτρέπειν, ὡς ἂν μή τις ἡμᾶς τῇ ἀπὸ τῆς μιᾶς χελιδόνος [*](1 VII β΄, σλ΄. Va ζ΄, σκά. Vo Vo ζ΄), σκα΄. Μο S δ΄, πδ΄. Ath) [*](2 Sievers 230, 9. Seeck 207. 398 6 cf. ep. 833 12 Salz- mann 11 13 cf. ep. 371 p. 358, 5 sq. Salzmann 34 19 Salz- manu 82) [*](3 προστίθης reposui e libris ut coni Dorvillius (Wolf Add 863) προσέθης Wolf | ante μᾶλλον ras 2 litt Vo 5 ἑτέροις V γρ α sed ε(2) in ras, SAth 6 ἀλβίνιον VVaVo ἀλβίνιον S 7 ἀφιεὶς scripsi ἀφεὶς libri sed γρ ἀφιεὶς suprascr S, Wolf 8 δύο Ath 13 πρὸς τοῖς ταλάντοις τὸ μέσον Re | ταντάλοις VaVo sed in hoc ταλ in λαντ corr m5 14 τὰ inserui e Μο SAth om VVaVo Wolf | ἔχοι Va 15 κἂν VaVoS καὶ Ath 15 sq. φερόμενος ἀλβινίῳ S 16 καὶ ante περὶ Μο, ᾦ Re „aut leg. erit περὶ λόγους δ᾿ '' | δὲ inserui e VS om VaVoMoAth χαλεπὸσ V sed ὁ ex οῖ ut videtur corr m5)