Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Οὐδὲν θαυμαστὸν μαθητὰς ὑπὸ διδασκάλων φιλεῖσθαι ὥσπερ οὐδ’ υἱεῖς ὑπὸ πατέρων, ἄλλως θ’ ὅταν οἱ μαθηταὶ μὴ κακοὶ περὶ τὸν παιδεύσαντα γένωνται. γίγνονται γὰρ δὴ καὶ κακοὶ καὶ γεγένηνταί γε. καὶ τοῦτο μᾶλλον ἑτέρων οἶδα πολλὰ μὲν περὶ πολλοὺς καμών, πολλὰ δὲ ὑπὸ πολλῶν παθών. [*](1 VII β΄, ρα΄. Va ζ΄, ρϥβ΄. Vo ζ΄), ρϥγ΄. Μο. Ath 14 VII β΄, σβ΄. Va ζ΄, ρϥγ΄. Vo (ζ΄), σϥγ΄. Μο. Ath) [*](2 Sievers 143 not. 56; 257, 4 et 5. Seeck 210 XII. 396 3 cf. ep. 239 et 731 6 cf. ep. 808 15 Seeck 80. 396) [*](3 τοιοῦτος scripsi e VaAth τοσοῦτος VVoMo Wolf 4 sq. μέρους τῶν ὄντων Ath 6 πράως Ath 9 καὶ πρὸς om Ath 10 εἶχε scripsi e Μο sed corr, Ath ἔχοι V Wolf ἔχει Va ἔχη Vo 12 ὑμὶν Va 15 Ἀπολιναρίῳ καὶ om Μο | ἀπολιναρίου V γεμέλῳ Μο 17 οὐδὲ Wolf 18 μὴ om Μο οὐ Wolf | γίνωνται D 19 γε om D | καὶ del Va)

728

ἀλλ’ ὑμεῖς γε χρηστοὶ καὶ τὸ τῶν πελαργῶν μᾶλλον ἢ τὸ τῶν κριῶν ἐπαινοῦντες. διόπερ ὑμῖν καὶ συμβούλομαι καὶ συνεύχομαι τὰ βελτίω. βέλτιστον δὲ ἐν τοῖς παροῦσιν ἃ δια- νενόησθε πρᾶξαι.

τοῦτο δὲ εἶπον εἰδὼς τὸν ὄκνον πολλά- κὶς ἐμποδίζοντα τὸ συμφέρον. ὑμῖν δὲ ἥ τε πατρὶς μεγάλη ὅ τε οἶκος τοιοῦτος. δέος οὖν μὴ τούτοις κατασχεθῆτε τοῖς φαρμάκοις.