Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ὅσα κατηγόρησα τῆς ὁδοῦ, καὶ γὰρ ἦν χαλεπή, τοσαῦτα ἐμαυτοῦ καὶ ἔτι πλείω ταχέως ἀναστρέψας, ἀλλ’ οὐκ ἐπ’ αὐτὸν ἐλθὼν τὸν σταθμὸν καὶ δοὺς ἐμαυτῷ τὸ καὶ τῆς ὑστεραίας ἅμα τῷ ἡλίῳ τὴν θείαν ἰδεῖν κεφαλήν.

καὶ γὰρ οὐδ’ ἡ [*](14 VII β΄, ρϥή. Va ζ΄, ρπθ΄. Vo ζ΄), ρπθ΄. Μο. S δ΄, οθ΄. W ρβ΄. Vind ρκε΄. D ία Ath) [*](2 Plut. Cam. 19 | Her. VII 16. Plat. Phaedr. p. 253 A 6 Eur. lon. 1296 sq. 8 sq. cf. ad ep. 278 p. 279, 7. Salzmann 24 15 Sievers 54 not. 2; 101 not. 94; 102 not. 102 Seeck 188. 396 16 lul. ep. 27 19 Plat. Phaedr. p. 234 D. Richtsteig 63) [*](2 μὲν ante τὸν inser Vo4 Wolf delevi | ταῖν Re 3 καλὴ Vo sed e ' corr m4 | γίγνεσθαι VaVo γενέσθαι Wolf | τῶν ante μυστηρίων inser Re 4 πατρῷον V 6 Παλλάδος scripsi e Va ἑλλάδος VVoMo Wolf 9 δ’ Wolf | φίλην Μο 10 οἱ V Va Wolf | ὑποκρινομένους vel ἑτέρους vel μὴ τοιούτους post τοὺς δὲ inser Re 12 πρότερον scripsi e V πρότερα VaVoMo Wolf 15 αὐτοκράτορι ante ἰουλιανῷ VaVoMo om VWVind Wolf βασιλεῖ S 18 τὸ καὶ om Vind 19 κεφαλὴν ἰδεῖν W VindD Wolf)

723
πόλις με εἶχε παραμυθεῖσθαι πράττουσ κακῶς. λέγω δὲ κα κοπραγίαν οὐ τὴν τῶν ὠνίων σπάνιν, ἀλλ’ ὅτι πονηρὰ κοὶ κακὴ καὶ ἀχάριστος κέκριται καὶ δοκεῖ τῷ τηλικαύτην μὶν ἂρ χήν, πλείω δὲ φρόνησιν κεκτημένῳ.

ἴως μὶν οὖν Ἄλκιμος μοι παρῆν, εἶχον τὸν δεχόμενον τοὺς λόγους, ἐν οἷς ἐμαυτόν τε ᾐτιώμην καὶ περὶ τῆς εἰς ἐμαυτὸν παρὰ σοῦ διεξηῄειν τιμῆς ὡς δὲ ἐκεῖνος ἀπῆρε, τὴν ὀροφὴν ἐποιούμην ἀντὶ τοῦ φίλου.

πρὸς ἣν ἀναβλέπων κείμενος ἐπὶ τῆς κλίνης νῦν, ἔλεγον, ὁ βασιλεὺς ἐκάλει· νῦν εἰσὼν ἐκαθήμην, καὶ γὰρ τοῦτο ἐδίδου, νῦν ὑπὲρ τῆς πόλεως ἠγωνιζόμην, καὶ γὰρ τοῦτο ἐξῆν ὑπὲρ τῶν βασιλέα λελυπηκότων πρὸς βασιλέα λέγειν· ὁ δὲ ἐκράτει μὲν δίκαιά τε ἐγκαλῶν καὶ δυνάμενος εἰπεῖν, ἐγὼ δὲ φιλονεικῶν οὔτε ἐμι- σούμην οὔτε ἐξεβαλλόμην.

τοιούτοις ἐμαυτὸν εὐωχῶ καὶ αἰτῶ παρὰ τῶν θεῶν πρῶτον μὲν σὲ ποιῆσαι κρείττω τῶν πολεμίων· ἔπειθ’ ἡμῖν ἐνταῦθα δεῖξαι καθάπερ ἔμπροσθεν.

ἔστι τι καὶ τρίτον ἐν ταῖς εὐχαῖς, ὃ ἐκεῖνοι μὲν ἀκηκόασι, πρὸς σὲ δὲ οὐκ ἐρῶ· ἴδει δὲ ἄρα μηδ’ αὐτὸ τοῦτ’ εἰπεῖν, τὸ ὡς οὐκ ἐρῶ. δεινὸς γὰρ σύ γε τὸ τρίτον τοῦθ’ εὑρεῖν ἀπὸ τοῦ τὸν εὐχόμενον ἐμὲ κρύπτειν ὅπερ ηὐξάμην, καὶ δέδοικα δὴ μὴ τοὐναντίον αἰτήσῃς.

ἀλλὰ νῦν μὲν διάβαινε τοὺς [*](2 cf. ep. 777. 785. 813. 815. 824 | cf. ep. 816. Amm. Marc. XXIII 2, 3 4 Seeck 52) [*](1 δὲ κακοπραγίαν] δυσπραγίαν Ath 3 τὴν ante τηλικαύ- την Μο 4 μὶν eras, οὖν om Μο | θάλκιμός VaVoD 5 δεόμε- vov Ath 5 sq. τε ἐμαυτὸν VVaVoMoSAth 6 τῆς inser Ath | εἰς om V 11 γὰρ inser V4 | τοῦτ’ WVind | τὸν ante βασιλέα V) [*](12 βασιλεῖ S | ὅ Vind ὅ D | δ’ W VindD Wolf | ἐκράτει in εἰ κρατεῖ corr W2 | μὲν om WVindD 13 καὶ — φιλονεικὼν om W | δὲ om Ath | οὔτε W sed in ἅτε corr m2 οὔτ᾿ VVa VoS οὔποτ᾿ Ath 14 οὔτ᾿ SWD | ἐξεβαλόμην ΜοD | τούτοις W 15 τε post αἰτῶ Va | τοῦ θεοῦ S 17 τί DAth | ἐκεῖνος μὲν ἀκήκοε S 18 μὴ δ’ Ath μὴ δὲ VoVindD μηδὲ W Wolf αὐτὸ inserui e VVaVoMoSAth om WVindD Wolf | τοῦτο VoMoSAth 19 ὡς om W | τοῦτο VVaVoSAth Wolf)

724
ποταμοὺς καὶ ποταμοῦ φοβερώτερος ἔμπιπτε τοῖς τοξόταις, μετὰ ταῦτα δὲ βουλεύσῃ περὶ ὧν βεβουλεύσεσθαι φής. ἐμὲ δὲ εὐφραίνων μὴ κάμῃς οἷς ἔξεστι τὸν ἀπόντα· ὡς ἔγωγε ἐπιστελῶ προκαλούμενος γράμματα τὰ σὰ ἀπὸ μέσης μάχης πιστεύων ὅτι καὶ ταῦτ’ ἂν εἴη τῆς σῆς φύσεως τάττειν τε ὁμοῦ στρατὸν καὶ τιτρώσκειν καὶ ἐπιστέλλειν.

οὕτως ὑπὸ τοῦ σώματος ἀδικοῦμαι μέλλων ἀκούειν ἃ χρῆν ὁρᾶν· Σέλευ- κος δὲ ὁ μακάριος ὄψεται καλῶς προθεὶς καὶ γυναικὸς ἀγα- θῆς καὶ παιδὸς ἀγαπητῆς τὴν ἀπὸ τοῦ τοιούτῳ βασιλεῖ δια- κονεῖν εὔκλειαν