Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

ὁ δὲ χαίρων ἐφθέγξατό τε οἷα τὸν ἡδόμενον εἰκός, καί τί που καὶ ἡμεῖς παρόντες ἠκούσαμεν καὶ συνήσθημέν τε καὶ συνεισηνέγκαμεν κρότον, ὃν ἐκεῖνός τε οἶδε καὶ σὺ δήπου τεκμαίρῃ.

[*](W 710)

ω΄.

Τῷ αὐτῷ. (362/63)

Ὤιμην σὲ ὑπὸ τῆς ἀρχῆς καὶ τῶν περικεχυμένων πραγ- μάτων οὐκέθ’ ὁμοίως ἀγαθὸν ἐπιστέλλειν εἶναι· σὺ δὲ ἄρα καὶ τοῦτο πράττεις κἀκεῖνο ἐφύλαξας. ἐμὲ γοῦν τὸν οὐδὲν ἄλλο ἢ γράφοντα νενίκηκας τῷ πλήθει.

τὸ δέ γε κάλλος ἴσον, καὶ [*](15 VII β΄, ρϥς'. ζ', ρπζ΄. Vo (ζ΄), ρπζ΄. Mo. SI γ΄, κς ε'. λβ΄. Αth) [*](8 Amm. M. XVIII 6, 3. Nonn. Dion. XVIII 1. cf. t. II 477, 2; VII 273, 16; ep. 142 p. 140,2; ep. 278 p. 263, 13; ep. 999 16 Sievers 83 not. 74; 252, 5. Seeck 160. 396) [*](3 ὡς] καὶ V 5 αὐτόν VaVo sed in hoc ' in ’ corr, Μο Ath | κἀκεῖνον Ath sed ὂν dilut 6 οἶδεν Va 7 ἡ] ἣ S 9 αὐτῆς libri Wolf 10 ἦλθεν Ath 11 ὁ δὲ] ὅτι δὲ VVaVo sed in hoc τι eras, S ὅτι δὲ καὶ Ath 12 καί που τί VaAth 13 κρότον συνεισηνέγκαμεν Ath | ὃν om VS | εἶδε VVoMoS | του S 16 Γαϊανῶ SII 17 ὑπὸ scripsi e VSI.II ἐπὶ VaVo Mo Ath 20 ἶσον VaVo Ath Wolf)

721
μικρός μοι σῖτος ἅπας καὶ χρυσὸς πρὸς τὴν ὥραν τῶν γραμ- μάτων, ἐν οἷς ἡμᾶς ἀναγκάζεις μὴ σιγᾶν ὡς δόξοντας χρὴ μάτων ἕνεκα ἐπεσταλκέναι, εἰ ἅμα τῷ τὰ χρήματα ἔχειν ἀπο- στησόμεθα τοῦ γράφειν.

αἰσθάνομαι δὲ ὅτι γελᾷς ὑπὸ σαυτῷ με λαβὼν καὶ γεγονὼς κύριος παίζειν τι καὶ τιμὰς τάττειν πυρῶν καὶ κριθῶν ἀλλ’, εὖ ἴσθι, μᾶλλον ἴσῃ μου κύ- ριος αὐτίκα καὶ δώσεις τι μεῖζον ὁ τὰ παρόντα θαυμάσας. τότε σύ τε ἐμοῦ λέγοντος ἀκούση καθήμενος, οὗ σοι πρέπει, καἰ ἐγὼ σοῦ τὰς ἴριδας τῶν ἐν ταῖς δίκαις ῥεούσῃ φωνῇ δια- λύοντος, καὶ ἐπαινεσόμεθα, σὺ μὲν εὐνοίᾳ τἀμά, ἐγὼ δὲ ἀλη- θεία τὰ σά.

ωα΄.

[*](W 711)

Ἰαμβλίχῳ (362/63)

Ὁ παῖς ᾔτει με γράμματα προσελθών, ἐγὼ δὲ ὤκνησα μέν, ἔδωκα δέ. ἐποίει δὲ τὸν μὲν ὄκνον, ὅτι σὺ τῶν Ἐρε- χθειδῶν εἰλημμένος καὶ ἀκροπόλεως ἐκείνης καὶ ἀνδρῶν καὶ τόπων καὶ θεῶν ἐδόκεις μοι τῶν προτέρων παιδικῶν ὑπὸ τῶν δευτέρων καταφρονεῖν· δοῦναι δὲ ἔπειθε, μᾶλλον δὲ ἠνάγκαζε τὸ ἐρᾶν. κωλύει γὰρ οὐδὲν ἐρᾶν τοῦ πρὸς ἕτερον ὡρμηκότος ἐγὼ δὲ κἂν ὑβριζόμενος ἤλεγξα τὴν παροιμίαν οὐ οὐδ᾿ [*](12 VII β΄, ρϥζ΄. Va ζ΄, ρπή. Vo ζ΄), ρπή. Μο) [*](6 cf. ep. 810 p. 731, 18 sq. 13 Sievers 75 not 29. Seeck 184. 396 20 cf. ep. 922. Salzmann 71) [*](2 δόξοντας Vo sed ο(2) in ras m5 δόξαντας VVaMoSl.II Ath 3 ἕνεκεν Μο 4 αἴσθομαι VVaVo sed in hoc αἰσυάνο- μαι in marg m4, SI.II Ath 5 γεγονὼς — 6 κριθῶν praemissis verbis τιμὴ καὶ ἡ δωρεά. λιβάνιος citat lex. Darmstad. cod. 2773 fol. 217r cf. ad p. 697, 17 sq. 5 γέγονας Darmst 6 πράττειν Ath 7 δώσει libri corr Wolf | μείζων SI 8 τότε, <ὅτε> punctum post τότε libri Wolf delevi 9 σοι VaVo 10 ἀλή- θεια V 14 Ὁ inserui e libris ut coni Re om Wolf | με scripsi e Va Vo Mo ut coni Re μοι V Wolf sed corr Add 863) [*](15 sq. ἐρεχθιδῶν VaVo sed in hoc ε ante ι inser m3 19 του VaVo Wolf | ὡρμηκότος V sed ο(2) ex α corr m4)

722
λύων τὸν ἔρωτα.

δεόμεθα δή σου τὸ σὸν γένος ἀναμεῖναι τὸν Βοηδρομιῶνα καὶ μετασχεῖν τοῖν θεοῖν, ἀλλὰ κἂν ἄλλη τις τελετὴ καλῇ, τρέχειν καὶ γίνεσθαι τοῖς δαίμοσι διὰ μυστηρίων ἑταῖρον, νομίσαι δὲ καὶ τοῦτο ἱερόν, τὸ τὸν πατρῷον οἶκον ἐπανελθόντα συνέχειν καὶ συνεῖναι μὲν τοῖς ζῶσι τῶν οἰκείων, τιμᾶν δὲ τοὺς οἰχομένους.

εἰ δὲ δεινὴ κατέχειν ἡ τῆς Παλ- λάδος γῆ, πάλιν δεόμεθά σου σπεῖραι παῖδας Ἀθήνησι καὶ τὸ γένος ἡμῖν ἐκτεῖναι. πάντως δὲ ἡ πόλις γέμει τῶν ἀπὸ Κόδρου, τὸ δὲ αὐτό σοι καὶ υἱεῖς οἴσει καὶ βάσανον φίλων· οἱ μὲν γὰρ ὄντως ἀγαπῶντες μενοῦσι φιλοῦντες, τοὺς δὲ ἀπο- πετομένους ὄψει.

ἀλλ’, ὦ γενναῖε καὶ ἐκ τοιούτων, μάλιστα μὲν τὰ πρότερον ποίει, δίκαιον γάρ· εἰ δὲ θάτερα νενίκηκε, κἀνταῦθά τι προσέστω τάχους.