Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Καὶ γὰρ ἐγὼ κτῆμα σόν· ὥστ’ οὐδὲν θαυμαστὸν εἰ καὶ σὺ κτῆμα ἐμόν. ἐκεῖνο μέντοι οὐκέτι πείθομαι τὴν τὴν τὸ ἄρχειν ἀρετὴν παρ’ ἡμῶν γεγενῆσθαί σοι.
κομίζων γὰρ αὐτὴν ἐκ Φοινίκης ἀφῖξο καὶ διὰ τοῦτο ἑτέρῳ παρεδρεύων μεῖζον ἴυγγος ἴσχυσας τῷ τρόπῳ. καὶ νῦν Φοινίκη μισθοὺς ὧν ἐδίδαξε κομίζεται ποιήσασά τε γενναῖον καὶ παρὰ τοῦ μα- θητοῦ σωζομένη τε καὶ θεραπευομένη.
σωτηρίαν δὲ καλῶ καὶ θεραπείαν οὐ τὸ ἐξεῖναι πάντα ποιεῖν ὡς ὂν ἑταίρου [*](10 VII β΄, ρϥε΄. Va ζ΄, ρπς΄. Vo ζ΄), ρπς΄. Μο . S γ΄, κε΄. Ath) [*](3 cf. ep. 738 11 cf. ep. 780. Sievers 252 5. Seeck 160. 396 16 Salzmann 82) [*](1 τἆλλα Vo τὰ ἄλλα Ath | ἀπειρήκασιν Va 4 num ὔ- πως scribendum? 5 ὅ γε scripsi e Mo Ath εἴγε VVaVoS Wolf ἅγε Re 6 καλῶς VS 7 τε VaVo sed in hoc τ in γ corr, S 9 ἀπελαύνοι Ath 18 ἐμόν scripsi e VS Ath ἠμῶ VaVoMo Wolf 14 ἀρετὴν scripsi e VSAth ἀρχὴν VaVo Wolf τέχνην Μο διδαχὴν ant ἐπιστήμην Re | γεγενήσθαί scripsi e V Mo S γεγενήσεσθαί Va γενήσεσθαί Vo ἐγγενέσθαι Ath γε- νέσθαι Wolf | σοι om V 15 Φοινίκης reposui e libris Φοι- νίκων Wolf 17 τοῦ om Μο 19 ἐξῆν Αth | ἑτέρου Ath)
ὡς ὅστις ἐν ἀρχῇ τοῖς πάλαι συνήθεσι δίδωσι παρανομεῖν, βλαβερὰν ἀμφοτέροις χα- ρίζεται χάριν καὶ δοκῶν αἰδεῖσθαι φιλίαν αὑτόν τε κἀκείνους μισῶν οὐκ οἶδε.
πολλὴν δὲ ἄρα βραδυτῆτα κατέγνως τῆς φήμης. εἰ ἀγνοοῦσι ταῦτα ᾠήθης γράφειν. ἡ δὲ πάλαι σου τὴν ἐπιστολὴν ἔφθη θεοῦ τε πρᾶγμα ποιοῦσα καὶ ὑποπτέρου καὶ οὐ τὴν ἀγοράν γε μόνον ἐνέπλησεν αὑτῆς, ἀλλ’ ἤδη καὶ εἰς τὸ βασίλειον εἰσῆλθεν ἡδονὴν φέρουσα τῷ βασιλεῖ καὶ μάντει.
ὁ δὲ χαίρων ἐφθέγξατό τε οἷα τὸν ἡδόμενον εἰκός, καί τί που καὶ ἡμεῖς παρόντες ἠκούσαμεν καὶ συνήσθημέν τε καὶ συνεισηνέγκαμεν κρότον, ὃν ἐκεῖνός τε οἶδε καὶ σὺ δήπου τεκμαίρῃ.