Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
οὐ μὴν ἀλλ’, εἰ καὶ σφό- δρα τις ἦν τῶν γε τοιούτων ἐξουσία, τῶν φευγόντων ἂν ἐγε- νόμην τὸν ὄγκον ὥσπερ τι φορτίον οὐ φορητόν. πιστεύοις δ’ ἄν μοι δικαίως, εἰ μὴ ὅπερ αἰτιᾷ πέπονθας καὶ ἐπιλέλησαί μου τοῦ τρόπου.
καὶ μὴν κἀκεῖνό γε ἄτοπον εὔχεσθαι μὲν ζῆν ἐν τοῖς αὐτοῖς πράγμασι, καινὰ δὲ ποιεῖν καὶ οἵα οὔπω πρότερον. ἀνάμνησον γάρ με, τί σου γράμμα πρὸ τοῦδε πρὸς ἡμ.ᾶς ἧκεν εἰς Συρίαν, ἀλλ’ οὐκ ἂν ἔχοις. οὐκοῦν ἕτερος γέ- γονας καὶ αἰτῶν παρὰ τῶν θεῶν ὁ αὐτὸς εἶναι τέμνεις ἄλλην ὁδὸν ἑκὼν ἡδίω μὲν ἐμοί, ταῖς δὲ σαῖς εὐχαῖς μαχομένην.
ἀλλὰ ταύτην μὲν ἰὼν καὶ γράφων μὴ παύσαιο, βουλοίμην δ’ ἄν σε καὶ περὶ ἡμῶν ἐπιεικεστέραν ζητεῖν αἰτίαν καὶ ὅταν γράμματα μὴ λάβῃς, μᾶλλον τοῖς διακόνοις ὡς ἠμεληκόσιν ἐγκαλεῖν ἢ τὸν φίλον νομίζειν εὐθὺς γεγονέναι κακόν, ὃς ἐβουλήθη μὲν σοὶ τὴν ἱερωσύνην γενέσθαι, τοῦ φθάσαντος δὲ ἡττήθη τοῦτ’ αὐτὸ δίκαιον ἔχοντος τὸ προειληφέναι.
φϥη΄.
Θεοδώρῳ. (362/63)
Τῇ μὲν μνήμῃ τετίμηκάς με, τῆς δὲ τῶν ὀφθαλμῶν ἀσθενείας οὐ μάλα ἐστοχάσω. ἔρρωται μὲν γὰρ οὐδέν μοι [*](17 VII β΄, ρϥδ΄. Va ζ΄, ρπε΄. Vo (ζ΄), ρπε΄. Μο . S ε΄, κε΄. Ath) [*](18 Seeck 307. 396) [*](2 τίς VVind τὶς Vi | γε τῶν Ath | ἐν ante ἐξουσία S 3 πιστεύεις Vi 4 ἐμὲ ante αἰτιᾷ inser Re | πέπονθας Vo sed ς add m5 7 γὰρ μή edd sed corr Wolf Add 863 | τί scripei e VoSViVindDAth τι VVaMo edd | πρὸ τοῦδε om Vind Benz 8 νῦν γράψας μὴ γράφων πρότερον in marg Vo5, post οὐκοῦν inser Wolf delevi 9 τοῦ θεοῦ S | ὁ om Vi 9 sq, ὁδὸν ἄλλην Vi 11 ταῦτα Μο 12 σε om Benz | ἴτε Benz 13 λάβοις VaAth | διακόνοις scripsi e VVaSViD διακονοῦσιν Vo sed) [*](12 καὶ(1)] ὥσπερ ἡμεῖς περὶ σοῦ αὐτοῦ πρόσθεν, ὅτε μὴ ἔγρα- φες in marg Vo5 e διακονεῖν corr m4, Μο sed οῦσιν corr, Vind Ath edd 14 εὐ- θὺς νομίζειν ViVindD edd 15 ἠβουλήθη VoMoSViVindD 18 Θεοδώρα VaVoMo Seeck 307. 896 80 μὲν om Ath)
σοὶ δ’ ἔστι μὶν βιβλία πολλὰ καὶ καλὰ κοὶ οἷα βοηθεῖν τοῖς οὅτω διακειμένοις, ἐγὼ δὲ οὔπω τῶν τοιούτων ἄξιος κοὶ οἶδα ἐνοχλήσας καὶ συγγνώμην αἰτῶ· ὡς ὅ γε ἔπεμφας, ἓν μόνον εἶχε καλὸν τὸ παρὰ σοῦ τε καὶ μετὰ σῶν κεκομίσθαι γραμμά- των, ὡς τῇ γε ἄλλῃ τὸ δῶρον οὐ σόν.
ἥκει οὖν αὖθις εὶς ταὐτὸ ταμιεῖον μετὰ τῶν καλῶν κεισόμενον, ὅπως βασκανίαν ἀπελαύνῃ τῶν καλῶν.