Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
παράπεμπε δὴ τὸν ἄρχοντα χοροὺς ἱστὰς καὶ μακάριζε τὴν δεξομένην πόλιν. ὁ δὲ πορεύσεται τοὺς σοὺς Γαλάτας μακα- ρίζων πανταχόθεν σοι μακρᾶς ἐγειρομένης εὐφημίας. Δῖός δὲ ὄμμα τούτῳ καὶ τὰ λοιπὰ προσθείη καὶ σὲ δι’ ἀρχῶν ἐπὶ τὸν τοῦδε θρόνον κομίσειεν.
φϥβ΄.
Ὑπερεχίῳ. (362/63)
Ἕνα σε τίθεμαι τῶν νῦν ἑορταζόντων ἐπὶ τῷ τὸν γε ναῖον Μόδεστον ὅστις ἐστὶ καὶ νομίζεσθαι· πρότερόν τε γὰρ αὐτοῦ τῆς δυνάμεως ἀπήλαυσας ἐγγραφεὶς εἰς οὕσπερ ἐβούλου νῦν τε οἶμαί σε τοὺς ἐν τῇ βουλῇ βαρεῖς οὐ φοβήσεσθαι τού- του τοὺς μὲν πείθοντος, τοὺς δὲ ἀναγκάζοντος τοῖς δικαίοις ἐμμένειν.
ὥστ’ οὐκ ἂν θαυμάσαιμι εἰ καὶ κοινωνεῖν αὐτῷ τῆς πορείας ἕλοιο καὶ καταστῆσαι σαυτὸν εἰς τὸ γνωρίζεσθαι [*](11 VII β΄, ρπή. Va ζ΄, ροθ΄. Vo ζ΄), ροθ΄. Μο. Vi [σνδ΄]. Ath) [*](3 Eur. Palam. fr. 588 N2. Hyg. fab. 105. Schol. Eur. Or. 432. Philostr. Her. Χ 7. Tzetz. Antehom. 385. cf. t. V 141, 7 sq. 12 Sievers 257, 5. Seeck 182. 396 14 cf. ep. 791) [*](6 παρέπεμπε Μο 8 δὲ del Va 9 καὶ(1) scripsi e V sed in ras m4, S δὲ VaVoAth Wolf om Μο τε Re | προσθείη scripsi γρ προσθείη e Μο προσθείη σε VaAth προσθήσει S προσθήσειε Vo Wolf προσθήσει V Re | καὶ inser Vo4S om Ath | σὲ inserui ut inser S Re om VVaVoMoAth Wolf 10 τῇδε Μο 14 νομίζεται V sed σθ supra τ m3, Vi sed ται in σθα corr | τε om Μο 15 ἀπέλαυσας Va 16 φοβηθήσεσθαι Ath 19 καταστήσεσθαι αὐτὸν VVo sed in hoc in καταστῆσαι σεαυτὸν corr m4 κατα- στήσαις αὐτὸν VaMo καταστήσαις σαυτὸν ViAth | σεαυτὸν Mo Wolf)
ὄντων δὲ οὐδὲ τούτων μικρῶν ἔτι μείζω προσδόκα παρὰ τῆς Μοδέστου καὶ φιλίας καὶ τύχης. ἐπιμελήσεται γὰρ τοῦ κοὶ σὲ μείζω γε- νέσθαι τὰ μὲν αὑτὸν παρακαλῶν τὰ δὲ ὑπ’ ἐμοῦ κινούμενος.
δώσει δέ μοι καὶ τεθνεῶτι χάριν τῷ σοί τι χαρίζεσθαι ποῖ λοῖς μὲν ἔργοις, πολλοῖς δὲ λόγοις, οὐκ ὀλίγοις δὲ ὅρκοις με- μαθηκὼς ὅτι μοι τὰ σὰ τῶν ἐμῶν οὐ δεύτερα.