Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἔγγραφε τῷ καταλόγῳ τῶν ἡμετέρων φίλων καὶ τὸν χρηστὸν Πομπηιανὸν ὄντα μὲν ἐμοὶ πάλαι συνήθη, νῦν δ ἔχοντα καὶ νεανίσκους παρ’ ἐμοὶ τά τε ἄλλα καὶ φιλοπάτορας. [*](4 VII β΄, ρπέ. Va ζ΄, ρος΄. Vo (ζ), ρος΄. Μο. S α΄, ξθ΄. Vi σιή]. Ath 17 VII β΄, ρπς΄. Va ζ΄, (ροζ΄). Vo (ζ΄), ροζ΄. Mo. Ath) [*](5 Seeck 104. 896 6 Seeck 149 8 Seeck 79 | Seeck 198 13 Seeck 163 III 18 Seeck 207 VI. 396 20 cf. ep. 768. Seeck 242 IV) [*](1 δ’ ἔοικε scripsi δέ σοι καὶ ἐν libri Wolf δὲ ἔοικε vel δ’ ἔοικεν ἐκεῖνος coni Re 5 κέλσω S Vi 8 ἀπελλίονι VaAth ἀπελλίων Vi 10 ἐκείνων Vi 11 ὑμῶ, S | μικρά SVi | τί V VoViAth 12 μ’ SVi 15 σὺ δὲ σαυτὸν παρασχὼν S Vi 20 πομ- πιανὸν Μο 21 καὶ(1) inserui ex Ath om VVaVoMo Wolf)

711

αὐτῶν νῦν ἔργον γέγονε καὶ ταυτὶ τὰ γράμματα κινούντων τε καὶ παρακαλούντων δεδιότων μὴ ταύτῃ γε αὐτοῖς ὁ πατὴρ ἔλαττον ἑτέρων ἔχῃ. 3, ἀμφοτέρους οὔ· ἐπαινέσας, κοὶ τοὺς ἐπεγείραντας καὶ τὸν ὑπακούσαντα, μᾶλλον ἢ πρότερον ἐν τιμῇ τὸν ἄνδρα ποιοῦ.

φϥα'.

[*](W 701)

Τῷ αὐτῷ. (362/63)

Εἴ σε καλοίην τοῦ καλοῦ Μοδέστου μαθητήν, ιὐδέτερον ἆν αἰσχύνοιμι· σύ τε γὰρ τῷ κρατίστῳ δόξεις ἀκολουθεῖν ἐκεῖ- νός τε γενναῖον τὸν μιμησάμενον ἀπειργάσθαι.

ἐμοὶ δὲ καὶ ταῦτα μὲν ἡδέα, πολλῷ δὲ ἥδιον τὸ τὸν βασιλέα τῇ τῶν αἱρι- θέντων φύσει κοσμεῖσθαι. καίτοι πολλοὶ μὲν οἱ πειρώμενοι πείθειν ὡς εἴη δίκης ὁ Μόδεστος ἄξιος· ὁ δὲ τῶν μὲν ἀκού- σας, εἰς δὲ τὰ πράγματα βλέψας, καὶ νομίζων μὲν πρὶν ἴν δεῦρο κακόν, εὑρὼν δὲ ἥκων ἀγαθὸν πρὸς ὃν εἶχε χαλεπῶς, τοῦτον ὕπαρχον ἀποφαίνει βραχὺ φροντίσας τῶν ἀθυμησόν- των καὶ ἅμα παιδεύων τοὺς αὑτῷ πάλαι συνόντας ἀσκεῖν ἀρε- τὴν δεικνὺς ὅτι κἂν τούτων τινὰς ἐκβάλοι πονηρευομένους, εἰ δὲ ἴδοι τὸν τῷ πολεμίῳ διακονοῦντα χρηστὸν ὄντα, καὶ νῦν [*](6 VII β΄, ρπζ΄. Va ζ΄, ροή. Vo (ζ΄), ροη΄. Μο . S δ΄, οε΄. Ath) [*](7 Sievers 229, 7. Seeck 207 VI. 396 8 Seeck 216 215 cf. ep. 804) [*](2 τε] σε Μο 4 ἐπεγείροντας Va 8 Εἴ] ὅτι Ath | οὐδ᾿ ἕτερον S 10 τὸν ante γενναῖον Wolf delevi cum Re | τὸν om Ath | ἀπειργάσθαι scripsi auctore Re ἀπείργασται libri Wolf 15 εὔρων V sed ν corr m3 | ἥκων scripsi e VaVo sed in hoc ex ἧκον corr m4, Μο ut coni Re ἥκοντα VS ἧκον Ath sed ΄ et τὰ suprascr m2 16 ἀθυμησάντων Mo 47 αὐτῷ libri Wolf | ξυνόντας S 18 τούτων) τοῦ τόπου Seeck 396 not. 2 | ἐκβάλοι scripsi e VaVoMoAth ἐκβάλῃ V Wolf Seeck ἐκβάλλῃ S sed ἐκβάλλει in marg | ἂν post ἐκβάλοι inser Vo4 | <οὓς> μένους Seeck 19 εἰ δὲ ἴδοι scripsi εἰ δὴ V sed εἰ et corr m2, Ath Wolf ἴδη VaVo sed ι ex η corr ἤδει ὅς S sed in marg ὃς δὴ Mo ἴδη Seeck | ἐπὶ ante τὸν inser Vo4)

712
εἰς σχῆμα κατέστησεν.

ὁ δὲ Ἀτρέως ἐκεῖνος ὁ μέγας, ὁ τῶν ἡμιθέων ἡγούμενος καὶ τῆς Ὁμήρου τυχὼν φωνῆς, ἀσθενέ- στερα λόγου ποιήσας ἔργα τὸν Παλαμήδην ἀπέκτεινεν. ἀλλὰ νῦν τῆς ἀληθείας τὸ κράτος καὶ μετὰ τοῦ βασιλέως καὶ αὐτὴ βασιλεύει τὰ μὲν λογισμοῖς τὰ δὲ μαντείαις εὑρισκομένη.