Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἐπῄνεσά σου τὴν γνώμην, καθ’ ἣν νῦν οἴκοι μεμένη- κας· καιροῦ γὰρ οὐ μετεῖχεν ἡ ὁδός, μεθ’ οὗ πάντα δεῖν καὶ λέγειν καὶ πράττειν παλαιὸς συμβουλεύει λόγος.

σοὶ τοίνυν συνεβούλευεν ὁ λιμός, ᾧ παλαίειν πορευόμενον ἔδει, κρατῆσαι τῆς ἐπιθυμίας μᾶλλον ἢ ὅπως ἴδοις ἐμὲ τοσαύτῃ συμπλέκεσθαι ταλαιπωρίᾳ· ἐγὼ δέ, εἰμὲν τοὐμὸν ἐσκόπουν, ἐπετίμων ἄν σοι μὴ καὶ διὰ πυρὸς ἑλομένῳ δραμεῖν· νῦν δέ, τὰ σὰ γὰρ οὐχ ὕστερα τῶν ἐμαυτοῦ ποιοῦμαι, καλὴν ἡγοῦμαι τὴν μονὴν καὶ χάριν ἐμοὶ φέρειν οὐχ ἥττω τῆς σῆς θέας, ὅτι σε κακῶν ἐξείλετο μυρίων.

τοῦ δὲ ἦρος ὑπολάμποντος ἢν ἴδῃς τὴν γῆν δι- ηλλαγμένην πρὸς ἡμᾶς καὶ τὴν πρὸ τοῦ θέρους ὥραν χρη- στόν τι περὶ τοῦ θέρους δηλοῦσαν, εἰς ἔργον ἄγε τὴν ἐπιθυ- μίαν. ὄψει γὰρ ποθῶν ποθοῦντα.

ποθεινὸς δέ μοι γέγο- νας ἀπὸ τῆς νίκης ἣν ἐνίκησας λέγων, διπλῇ τὸν πατέρα κοσμήσας, τῷ τε κρείττων γενέσθαι τῶν ἑλεῖν πειρωμένων τῷ τε μὴ διὰ φίλων, ἀλλὰ τῇ σαυτοῦ γλώττῃ.

τοῦ τροπαίου δὲ ἄγγελοι πολλοὶ μέν, ἐμοὶ δὲ ἀμείνους οἱ σὺν ἡδονῇ μηνύ- ονιες, Σουλπίκιός τε καὶ οὓς ἔπεμψας ἀδελφούς, οἷς τ’ εὐδο- κίμησας οἷς τε παρῄνεις, οἱ μισθὸν ὧν ἀπήγγειλαν εἰλήφασι τὸ προθυμοτέρῳ μοι χρῆσθαι περὶ τοὺς λόγους. οὕτως οὐ σὲ μόνον εὖ ποιεῖν οἶμαι δεῖν, ἀλλὰ καὶ οἷς ἐνορῶ πρὸς σέ τι φίλτρον.

ἀλλ’ ὅ γε ἔχω θαυμάσας, τί μαθών, ὦ χρηστέ, [*](1 VII β΄, ρογ΄. Va ζ΄, ρξδ΄. Vo (ζ΄), ρξδ΄. Μο S γ΄, κβ΄) [*](2 Sievers 258, 6. Seeck 182. 395 5 cf. t. IV 486, 2. Salzmann 73 6 cf. ep. 785. Seeck 383 11 cf. ep. 803) [*](3 νῦν inser V4 om S 4 δεῖ S 5 (??) S 7 ἴδης S Wolf 10 καλὸν S 11 θεᾶς VaVo 22 προθυμωτέρῳ VVa Wolf 24 ἀλλόγε Va)

701
γράμματα οὐκ ἔδωκας νεανίσκοις οὕτω φίλοι,; οὔτι γὰρ ὡς ἀμαθῶς ἔχεις τῆς περὶ ταῦτα τέχνης εἴποις ἂν οὔθ᾿ ὡς ἡμῖν οὐχ ἡδεῖαν ἔσεσθαι τὴν ἐπιστολὴν οὔθ’ ὡς οὐκ ᾔτησαι οὔθ᾿ ὡς οὐκ ἦν καλὸν καὶ πρὶν αἰτηθῆναι δοῦναι.

βούλει σοι βοηθήσω καὶ τὸν κατήγορον τὴν κατηγορίαν λίσαι; δει- νὸν ἐνόμιζες, εἰ δίκαιος ὢν συνεῖναι τὸν δεύτερον δόξεις ᾑρῆσθαι πλοῦν. εἶτα τοῦτον ἀφῆκας ὡς ἀποδώσων τὸ βέλτιον.