Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Οὐκ ἄρα τῇ τῶν νόμων φυλακῇ καὶ τῷ κάλλει τῶν ἀρ- χῶν μόνον ἀκολουθεῖς τῷ γένει, ἀλλ’ ἤδη καὶ τὴν περὶ ἐμὲ τῶν ἀνδρῶν διεδέξω σπουδήν, μᾶλλον δὲ καὶ παρελήλυθας.
οἱ μέν γε δικαιώμασιν ἀρχαίοις κατειλημμένοι καὶ συμπε- φοιτηγότες μόλις ὑπὸ πολλῶν ἐκινοῦντο παρακλήσεων, καὶ κινηθέντες δὲ ἐχαρίζοντο μικρά· σὺ δ’ ἔοικας καὶ τὸ προοί- μιον τῆς ἀρχῆς ἐμὲ πεποιῆσθαι καθάπερ διὰ πάσης τῆς ὁδοῦ σαυτὸν τῶν ἐμῶν ἀναμιμνήσκων ῥημάτων.
μεγάλου δὲ ὄν- τος τοῦ μὴ παραμελῆσαι τῆς τοῦ ἑταίρου μητρὸς μεῖζόν ἐστι τὸ μηδὲ ἰδεῖν ὀκνῆσαι. τούτου δὲ ὄντος λαμπροτέρου πολὺ κάλλιον τὸ φιλοτιμεῖσθαι τῷ ἔργῳ· ὡς ἤδη τινὲς δόντες χάριν αὑτῶν ὅτι ἔδοσαν κατηγόρησαν καὶ ἐμίσησαν ὁμοίως τούς τε πείσαντας καὶ τοὺς πεπεισμένους.
ἀλλὰ σύ γε δῆλος εἶ τερπόμενος οἷς ἔπραξας καὶ οὐδὲ παυσόμενος. οὕτω τις ἐκο- μίζετο διὰ τῶν γραμμάτων τοῦ πεποιηκότος ἡδονὴ. πῶς οὖν ἔστι τοὺς εὖ παθόντας ἡμᾶς ἢ πρὸς σὲ μὴ γράφειν ἢ πρὸς ἄλλους περὶ σοῦ σιγᾶν, ὧν τοὺς φίλους ἡδέως ὁρᾷς;
ζητῶν δὲ ἐμὰς ἐπιστολὰς ὡς έν αὐταῖς μνήμην ἀθάνατον ἔζων μικρὰ [*](1 VII β΄, (ρο΄). Va ζ΄, ρξ΄. Vo (ζ΄), ρξ΄. Μο. SI δ΄, οδ΄ et II ς΄, οα΄. Vi ρνδ΄]. Vind σξ΄) [*](2 Seeck 126. 395 3 cf. ep. 902) [*](2 Ἐντρεχίῳ scripsi e V Va Vo Mo SI. II Vi Vind αξίμῳ e Barocc. 9 et Med Β (LVII 19) Wolf 5 ἐδέξω Vi | παρεληλυθό- γρ γαρ τὰς Vi 6 γε SII 7 μόλις — 8 δὲ om Vind 8 δὲ om Μο Mo δ’] δὲ Vi 10 αὑτὸν Vo Mo αὐτὸν Va | δ᾿ V Wolf 12 μὴ δὲ V VoViVind 13 τὸ] τῶ Vi 14 αὐτῶν VaVoVi 15 τοὺς om VaVo 16 τερπόμενος in lac —10 litt om Va χαίρων in lac 18 litt Vo4 | ἔπραξα Sl | τοσαύτη SI sed γρ οὕτω supraacr, Vi γρ σιγᾶν Wolf | τίς Mo Vind τὶς Vi 18 τοῦ Wolf 19 μὴ λαλεῖν SI | ἡδέως V sed ΄ ω corr m4 20 ἰξῶν ἀθάνατον SII Vind)
εἴσονται δὲ οἱ ταῦτα ὑμνοῦντες πολλοὶ τῶν ἀκμαζόντων. εἰ δὲ δὴ καὶ γέροντας ὁ ἀγὼν δέχοιτο, τάχα τις ὄψεται καὶ ἐμὲ γυμνούμενον, ἄλλως θ’ ὅτε πάλαι μοι τὴν ψῆφον ἔδωκας, καὶ ταῦτα ὄντων οὓς ταῦτα ποιῶν ἐλύπεις, κοί τινα τρόπον Λα- κωνικοῦ κειμένου παρ’ Ἀθηναίοις νόμου μηδένα τῶν ἔξωθεν ἐπαινεῖν. ἀλλ’ ὅμως ᾤου δεῖν ἅπερ ἐφρόνεις λέγειν.
τού τῶν δὴ τῶν λόγων ἐπαίνους σοι συντιθέντων ἀκούσαις.