Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Οὐδὲν θαυμαστὸν εἴ τις ἐν Ἀγκύρᾳ τεχθεὶς ὥρμησεν ἐπὶ τέχνην τῶν σεμνοτέρων· ἀγαθῶν γὰρ φύσεων ἡ πόλις [*](7 VII β΄, (ρνγ΄). Va ζ΄, ρμβ΄. Vo (ζ΄), ρμβ΄. Μο 18 β΄, ρνδ΄. ζ΄, ρμγ΄. Vo (ζ΄), ρμγ΄. Μο. SI δ΄, οα΄ et II ς, β΄. Vi ρνγ΄. W ρα΄. Vind ρκη΄. Ath) [*](3 II. o 204 5 cf. ep. 1105 8 Seeck 112 I. 394 10 cf. ep. 754 | Acacius 19 Seeck 97. 394) [*](1 τοιαῦτ’ S οὐδὲ Με ante ἐγώ repet R Wolf delevi 2 καὶ ante σφόδρα repet S Wolf delevi 8 ἴδω... SViRD Wolf) [*](4 λεγέτω — μηδέν inser 5 om ViD 6 θραῦμα Wolf 9 περὶ Μο | σε reposui e libris τε Wolf | αὐτὸν et 10 αὐτοῦ libri Wolf 11 μέλλης Va 14 καθίστησοι V sed ο in ras, Μο) [*](17 ᾖ om Μο 19 Βοσπορίῳ scripsi e Vind coll ep. 1434 cum Seeckio ὴρακλείῳ S τῶ αὐτῶ (i. e. Κρατίνῳ) Vi βοσπόρῳ reliqui libri Wolf 21 τινα post ἐπὶ inser Μο2 21 sq. γὰρ εὔφορος φύσεων ἡ πόλις Vi)

681
ὑμῖν εὔφορος.

ἀπέδωκε δὴ καὶ Ἀχίλλιος οὑτοσὶ τὸ εἰκὸς ἀντὶ τοῦ τρυφᾶν οἴκοι γενέσθαι βουληθεὶς ἰατρός. καλὸν δὲ αὐτοῦ τὸ μηδεμίαν τῶν πόλεων — πολλαὶ δὲ αὗται καὶ ὅσαι μεταξὺ τῆς τε Ἀλεξάνδρου καὶ τῆς ἡμετέρας — τούτων τοι νυν οὐκ ἔστι μὲν ἥτις οὐκ ἠβουλήθη τὸν ἄνδρα κτήσασθαι καὶ τῆς τέχνης ἀπολαύειν, οὐκ ἔστι δὲ ἥτις ἠδυνήθη πειρω- μένη πεῖσαι.

χρηστοὺς μὲν γὰρ ἐκείνους ἡγεῖτο καὶ ἔχαιρεν ἐπαινούμενος, πάντα δὲ ὑμῶν δεύτερα· καίτοι φόβους μὲν ᾔδει παρὰ τῆς Τύχης ἐγηγερμένους οἴκοι — τοῦ πατρὸς γὰρ αὐτῷ τεθνεῶτος ἐπ’ αὐτὸν οἱ θόρυβοι χωροῦσιν — ἀλλ’ ὅμως τῆς παρ’ ἄλλοις εὐδαιμονίας τὰς παρ’ ὑμῖν φροντίδας ἡδίους ἔθετο.

εἴη ἂν οὖν τῆς σῆς φιλοτιμίας τε καὶ ἀν- δρίας καὶ ἡμερότητος πρᾶξαι ταῦτα δι’ ὧν ὅτι καλῶς ἐποίει πρὸς ὑμᾶς ἐπειγόμενος εἴσεται. καταφεύξεται μὲν γὰρ εὐθὺς ἐπὶ σέ, τοῦτο γὰρ αὐτός τε ᾖδε καὶ ἐγὼ παρῄνουν, σὺ δ’ εὐθὺς ἐνδείκνυσο τοῖς δυναμένοις λυπεῖν, ὅτι οὐκ ἐπιτρέψεις.

οἱδ’ [*](1 Seeck 48 III) [*](1 ἡμῖν SW ἡμῶν Ath | δὲ MoVi | ἀχίλλειος Vi | οὗτοσ ὢ Vind 3 αὐτοῦ S | τὸ om Mo | μὴ δὲ μίαν Vi 4 τ᾿ Ath 6 ἀπολαύειν S | ἠδηνήθη Vi sed ἤδη in ras ἠβφυλήθη Ath 7 σῶσαι ἡμῶν Ath 9 ἤδει VVaVoMoAth Wolf ἤδη W γὰρ om Ath 10 αὐτῷ] αὐτῶν Vi | χωροῦσι Vird 11 τὰς—12 φιλοτιμίας om Vi 11 ὑμῶν Ath 12 οὐ. om Ath | φιλοτιμίας reposui e libris φιλοσοφίας Wolf | τε om Μο Wolf | ἀνδρείας Μο Vi WVind Wolf 13 ταῦτα πρᾶξαι WVind 14 ἡμᾶς Μο γρ ἦδε Vi 15 ᾖδε scripsi ἦδε Vo ᾔτει S οἶδε VMoVi Wolf εἶδε WVindAth εἶδεν Va 16 ἐνεδείκνυσο W ἐνδεικνύντος S | δυ- ναμένοις scripsi e VVaVoSViAth βουλομένοις WVind Wolf ἀμυνομένοις Μο | οὐκ ἐπιτρέψεις scripsi e VVaVoMoSViAth ἱστᾶι τῷ δικαίῳ μείζων ἰσχύς WVind Wolf | οἱ ViVindAth οἱ Μο)

682
οὐχ οὕτως ἔσονται θρασεῖς ὥστ’ ἄκοντος Ἡρακλέους ἐπιχειρεῖν ἐλαύνειν Ἀχίλλιον. δῆλον γὰρ ὡς ἐπ’ αὐτοὺς ἥξει τὰ βέλη. αἱρήσονται οὖν μήτ’ ἀδικεῖν μήτε βάλλεσθαι.

εἰ δὲ οὕτω ταῦθ’ ἕξει, ὁ μὲν καθ’ ἡσυχίαν χρήσεται τῇ τέχνῃ, σοὶ δὲ ἔσται παρὰ μὲν ἡμῶν ἔπαινος, παρὰ δὲ Ἀσκληπιοῦ τὸ μηδὲν ἰατροῦ δεῖσθαι, τοῖς δὲ νέοις ἔρως τοῦ μανθάνειν τι σπου- δαῖον ὁρῶσι τοὺς μεμαθηκότας ἐκ δεινῶν σωζομένους. εἶναι δέ σε τοιούτων αἴτιον ἐν τῇ πόλει μεῖζον τῶν εἰς τὴν πόλιν ἀναλωμάτων.

ταύτην ἐγὼ δέδωκα τὴν ἐπιστολὴν πολλὰς ἐκ Παλαιστίνης Ἀχιλλίου πρὸς τὸν ἄρχοντα κομίζοντος. ἐννόει δή, τίνι γνώμῃ προσέθηκα ταῖς πολλαῖς τὴν μίαν· ὀρθῶς μὲν γὰρ ἡγοῦμαι βεβουλεῦσθαι, σιγᾶν δὲ τὴν αἰτίαν κρεῖττον ἢ γράφειν·