Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

οὗτος μὲν οὖν ἐν Θρᾴκη δείξει τὸν διδάσκαλον καλῶς, σὺ δέ μοι γνώμης τῆς αὐτῆς ἔχου κατὰ τὸν Ξαν- θίππου παῖδα πρὸς τὴν οἰκίαν τοῦ Μαξίμου. καὶ πολλὰ ἂν εἶπον εἰς παράκλησιν, εἰ μὴ βέλτιον ᾔδειν τοῦτο ποιήσοντα Μίκκαλον τοῦ γράφοντος ἐν ἐπιστολῇ.

[*](4 VII β΄, ρμθ΄. Va ζ΄, ρλη΄. Vo ζ΄, ρλη΄. Mo 11 VII β΄, ρν΄. Va ζ΄, ρλθ΄. Vo (ζ΄), ρλθ΄. Ath)[*](5 Seeck 119. 893 7 cf, ep. 788. 744 12 Sievers 275, 1. Seeck 39. 393 13 cf. ep. 643. 753 17 Periclem.apud Thuc. I 140, 1. cf. ep. 1441 19 Seeck 210 XII)[*](2 ἀγγύραν Μο | περὶ Μο 8 δὲ inser V4 | ἀπέραντος Va VoMo | 3 VVo sed in hoc in ὃς corr m3 ὂ Va ᾠ Μο 9 δε- δωκότος Μο 15 δεῖ inserui ex Ath, ut post ἄρχειν Re om V VaVo Wolf 17 θράκη V Ath 19 τοῦ scripsi ex Ath τὴν V VaVo Wolf 21 γράφειν Ath)
678
[*](W 665 )

ψνγ'.

Ὑπερεχίῳ. (362)

Τό τε μὴ προσειπεῖν σε διὰ τοῦ χρηστοῦ Μικκάλου δει- νὸν ἡγούμην τό τ’ αὖ μηκύνειν διὰ τούτου γράφοντα τῶν ἀτόπων· οἶδέ τε γὰρ ἃ φρονῶ καὶ λέγειν ἂν δύναιτο.

οὔκ- ουν ἠξίουν μακρὰν ποιεῖν ἐκείνῳ τὴν σιωπὴν ἐν τῷ μήκει τῆς ἐπιστολῆς, ἀλλ’ αὕτη μέν σοι πληρούτω τῆς προσρήσεως τὸν νόμον, παρ’ ἐκείνου δὲ πεύσῃ, τί ποιῶν οὐ μέμψῃ σαυτόν.

[*](W 666)

ψνδ΄.

Ἀκακίῳ. (362)

Τῶν πολλῶν ἐκείνων καὶ γενναίων λόγων, οὓς τὸ μὲν πρῶτον ἐν Φοινίκῃ, μετὰ ταῦτα δὲ τῇδε, νῦν δὲ πράττεις ἐν Παλαιστίνῃ τῇ καλῇ — πῶς γὰρ οὐ καλὴ τοῦ γε παρὰ σοὶ κάλλους ἐρῶσα; — τούτων δὴ τῶν γενναίων ἐγγόνων οὐχ ἥττω σοι δόξαν ἤνεγκαν οὓς Εὐτρόπιος ἐποίησε.

καὶ γὰρ οὗτοι σοὶ τοῦ γε σπείραντος, ὥστ’ ἔδοξεν οὐ μᾶλλον τῇ μορφῇ τὴν συγγένειαι μηνύειν ἡ τῷ τύπῳ τῶν λόγων, ἐν οἷς δει- κνύει μετὰ ῥώμης δρόμον, τοῦτο δὴ τὸ ὑμέτερον.

οὕτω δὲ ὢν ῥήτωρ ἀγαθὸς οὕτως ἐστὶ χρηστός, ὥστ’ αἰσθόμενος ὅτι [*](1 VII β΄, ρνα΄. Va ζ΄, ρμ΄. Vo ζ΄), ρμ΄. Ath 9 β΄, ρνβ΄. ζ΄, ρμα΄. Vo (ζ΄), ρμα΄. Mo. S α΄, κζ΄. Vi [ρ΄] R κ΄. D μὴ. Ath) [*](2 Sievers 283,2. Seeck 182. 393 10 Sievers 97 not. 69. Seeck 42. 394 15 cf. ep. 756. Seeck 151 IV) [*](3 σε] με Ath 5 οἶδεν Va | λέγει ἂν Va 6 ἠξίουν V sed ν add m4 8 τὸν τῆς προσρήσεως νόμον Ath | σαυτῶν Va sed ν eras 12 μεταταῦτα Ath | πλάττεις D et praeferendum censet Wolf 13 καλὴ Μο καλὴ D καλὰ Wolf sed corr Add 863 σοῦ R Ath 14 δὲ Vi | ἐκγόνων SViRD Ath Wolf | οὐχ — 15 ἐποίησε praemisso κείμενον in marg V4 15 ἀτρόπιος V4 ἐποίησεν 16 ἔδοξαν D 18 οὕτω δὲ om R 19 ὥστ’] τ᾿ R)

679
με βούλοιο τιμᾶσθαι πᾶσιν οἷς εἰς σέ, καὶ πρὸς ἐμὲ κίχρηται καθάπερ ἐμὸς ὢν ἀδελφιδοῦς τι καὶ μαθητής