Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
σὸν τοίνυν, ὦ ἄριστε, δι’ ἑνὸς τοῦ πρώτου φείσασθαι τοσούτων, τοῦ Γε τελευταίου καὶ φί- λου. καὶ μή με οἴου καθαρὸν αἰτίας ἡγεῖσθαι τὸν Ἀλέξανδρον εἶναι, καίτοι φησὶ καὶ κελεύει τῶν ἐσχάτων αὑτῷ τιμᾶν, εἴ τις ἐξελέγξειεν.
ἐγὼ τοίνυν ὁ ἐλέγχων εὑρέθην αὐτὸν τὸν φεύ- γοντα μάρτυρα καθ’ αὑτοῦ λαβών. ὡς γὰρ ἐν τῷ λόγῳ σῆς ὀργῆς ἐμνήσθη, τοῦτ’ ἔφην ὁμολογίαν εἶναι τῆς ἁμαρτίας ἐκείνου· σοῦ μὲν γὰρ οὐδεπώποτε τοῦτο ἅψασθαι τὸ νόσημα, τὸν δ’ ἴσως τι ῥᾳθυμήσαντα περιστῆσαί σοι τοῦ μέμφεσθαί τι τῶν ἐκείνῳ πεπραγμένων ἀνάγκην.
ἤδη τοίνυν Ἀλεξάν- δρου κατεψηφισμένος Ἀταρβίου δέομαι τοῦ καλοῦ γνώμην τοιαύτην λαβεῖν, ἣ τῶν παρόντων Ἀλέξανδρον ἀπαλλάξει φό- [*](1 VII β΄, ρμη΄. Va ζ΄, (ρλζ΄). Vo (ζ΄) ρλζ΄. Mo. S δ΄, ιβ΄. Ath) [*](2 Seeck 91. 393 3 Seeck 50 I. 141 XI 7 Seeck 56 XII) [*](4 τῶν Μο 5 τοῖς οἰκείας Μο sed οι(1) eras 6 ταράττοιντο Mo sed V eras 9 δ᾿ Ath 11 δὲ om V τῶν — 14 ἐξε- λέγξειεν praemissia verbis τιμῶ — τὸ τιμωρίαν ἐπιτίθημί τινι ἀπὸ δοτικῆς εἰς γενικήν. Λιβάνιος ἐν ἐπιστολῇ· citat Thomas Mag. s. V. τιμῶ p. 350, 3 R 13 τιμᾶν αὐτῷ τῶν ἐσχάτων Thom αὐτῷ VVa VoMo Ath Thom Wolf | τιμῶν Μο 14 ἐλέγξειεν Ath) [*](15 κατ’ αὐτοῦ VVo Wolf 16 τοῦτο Wolf 17 οὐδὲ πώποτε V οὐδὲ πώποτε VoAth 18 περιστήσασθαι Μο | σοι om Μο 21 τὸν ἀλέξανδρον τῶν παρόντων S | ἀλέξανδροσ Ath sed ν supra σ m2)
ψνα΄.
[*](W 663)Δημητρίῳ (362)
Ἀπείληφας ὃν ἐζήτεις, ζητῶ δὲ ὃν εἶχον ἐγώ. σὲ μὶν οὖν καὶ μὴ παρὼν Εὐκαρπίων σὸς ὢν παρεμυθεῖτο, παρεῖχε γὰρ ἐλπίζειν· ἐμὲ δὲ ἀπάραντος οὐκ ἔστιν ὃς πείσει θαρρεῖν.
ἀλλ’ οὐ πάντα γε ζημιοῦμαι διεστηκότος, ἀλλ’ ὅσον εἰς τοὐ- μὸν σῶμα βλάπτομαι, τοσοῦτον ἐν τῷ σῷ κερδαίνω.
ψνβ΄.
[*](W 664)Ἀκακίῳ (362)
Ὅταν τῷ Μικκάλῳ συνδειπνῇς, μὴ παραναλώσῃς τὸν τοῦ δείπνου χρόνον εἰς σκώμματα κοὶ τὸν ἀπὸ τούτων γέλωτα, ἀλλὰ γενέσθω τοῦ πῶς δεῖ ἄρχειν διδαχή. καὶ σὺ μὶν παίδευε, μανθανέτω δὲ ἐκεῖνος. μισθὸς δὲ ἔσται σοι τὸ τὸν Μίκκαλον εὐδοκιμεῖν.