Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἐμοὶ μὲν ἤρκει καὶ τὰ πρῶτα, δι’ ὧν τόν τι οἶκον διε- φύλαξας Μαξίμῳ καὶ τὸν υἱὸν αὐτοῦ τιμῶν οὐ μικρῶν ἠξk- σας· σὺ δὲ κατὰ τοὺς ἀγαθοὺς τῶν δρομέων ἀμείνων εἶ προϊών.

ὑπὲρ ὧν ἔγραψαν μὲν ἐκεῖνοι, μεμήνυκε δὲ Φι- λοκλῆς τήν τε ὅλην σου πρόνοιαν εἰς αὐτοὺς ἀπαγγέλλων κοὶ ὡς κοινωνήσειε τῷ νεανίσκῳ παρὰ σοὶ τραπέζης. πυκνὸν δἰ ἔφασκε τοῦτ’ εἶναι, φράσαι δὲ ἐκεῖνον πρὸς αὐτόν.

ἐγὼ δὲ ἀκούων τὰ δεῖπνα καὶ μετὰ τὴν τιμὴν καὶ πρὸ τῆς τιμῆς ἐνενόουν ὡς βελτίων τὴν διάνοιαν ὑπὸ τῆς <σῆς> [*](6 VII β, ρλ΄. Va ζ΄, ριη΄. Vo (ζ΄), ριη΄. Μο. S δ΄, ξς΄. Vi [ρπα΄]. W ρη΄. Vind ρλβ΄. D ρξβ΄. Ath) [*](7 Sievers 257, 3. Seeck 39. 392 8 sq. cf. ep. 731. Seeck 210 10 Plat. Hipp. min. p. 373 D cf. ep. 557, 1510 11 sq. cf. ep. 33) [*](2 τοῦ ante Μαξίμου Wolf delevi 8 λυσιτελήσειν V sed ἡ corr m4 λυσιτελεῖν Wolf Cent | δ’ Wolf 4 ἐπαινεῖσθαι Ath ἐπαινέσεσθαι Μο | ἡ 5 et coni Re ὅτι Ath | τὸν om Ath 5 οὐκ inserui e V om reliqui libri Wolf | δὲ ἐπαινοῦντα S ὀκνήσει Vo sed κ del m3 7 τῶ αὐτῶ (i. e. κακίω) WVind 8 οὐν post μὲν D | καὶ om D Wolf Cent | ἐφύλαξας Ath 9 τιμῶ, V sed ν corr m5 11 προιῶ ὑπὲρ Vi | κακεῖνοι SVi σοφοκλῆς S 12 καὶ ante εἰς e Barocc Wolf Cent | ἑσυτοὺς ἐπαγγέλλων, SVi 13 κοινωνήσειεν VaMoWVindAth Wolf Cent | ὁ νεανίσκος MoWVind Wolf Cent 14 δ’(1) VaVoW Wolf 15 καὶ πρὸ τῆς τιμῆς καὶ μετὰ τὴν τιμὴν τῆς τιμῆς 5) SVi | πρὸσ W sed σ add m2 | τῆς τιμῆς Va Vo Ath 16 ἐνόουν Ath | ἀπὸ VaAth σῆς inserui auctore Re om libri Wolf)

658
Ὑπερέχιος ἐγίνετο. ῥεῖ γὰρ ἐκ τῶν σῶν φρενῶν ἐπὶ τοὺς ὁμι- λοῦντας σύνεσις ὥσπερ ἀπὸ τῶν χασμωμένων ἐπὶ τοὺς ὁρῶν- τας ὕπνος.

κινδυνεύω δὲ οἷς χαίρω γιγνομένοις, διὰ ταῦτα φοβεῖσθαι. ταῖς μὲν γὰρ εὐεργεσίαις ταύταις οὐκ ἔστιν ἃς ἂν ἄλλας παραβάλλοιμι, καίτοι πολλοὶ καιροὶ πολλούς μοι πε- ποιήκασιν εὐεργέτας.

ἀλλ’ ἴως μὲν ἑώρων, ὡς τάχ’ ἄν σε ἀμειψαίμην, καθαρῶς ἡδόμην· ἐπεὶ δὲ πλείω καὶ μείζω δίδως ἢ ὥστε με ἀντεισενεγκεῖν ἔχειν, ἤδη τι συνεισέρχεται καὶ δέους, εἰ δεήσει με χρήστην ὄντα περινοστεῖν ἀδυνατοῦντα τὸ χρέος ἐκτῖσαι.

τὸ δὲ πάντων ἀτοπώτατον, οὐδὲ γὰρ λυθῆναι τοῦ- τον ἑλοίμην ἄν μοι τὸν φόβον, ἀλλὰ τὸν αὐτὸν καὶ δέδοικα καὶ μείζω γίγνεσθαι βούλομαι. βουλοίμην γὰρ ἂν εὖ πάσχειν τοὺς ἐμοὶ φιλτάτους.

ἀλλ᾿, εὗρον γὰρ ἐν τοῖς ἀπόροις παραμυθίαν τινά, πρᾷός ἐστιν Ἀκάκιος καὶ χρηστός, κἂν μὲν ἀπολάβῃ, εἰ δὲ μή, τὸν ὀφείλοντά γε οὐκ ἐλέγξει βοῶν ἃ δέδωκεν, ἀποχρήσει δὲ αὐτῷ τὸ μὴ πονηρῷ δεδωκέναι χάριν.