Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Τὸ μὲν ὀφείλημα τί ποτέ ἐστιν, ὃ φὴς οὐκ ἀποδοῦναί με, οὐκ οἶδα· τὸ δὲ τῆς κεφαλῆς κακὸν ἀρχαῖον ὄν, εἴκοσι γὰρ ἔτη γεγονὼς ἐπλήγην, ἔστι δὲ ἐκεῖθεν ὀκτὼ καὶ εἴκοσι, νῦν γέγονε περιβόητον ταῖς παρὰ τῶν θεῶν βοηθείαις. τὰ γὰρ ἐκ τῶν ἱερῶν φοιτῶντα τοῖς σώμασιν ἔχοντά τι καὶ τοῦ παραδόξου πολὺν ἐφ’ ἑαυτοῖς κινεῖ τὸν λόγον.
σὺ δὲ μὴ μόνον μοι συναλγεῖν, ἀλλὰ καὶ τὸν προβαλόντα σοι τὸν ἆθλον δαίμονα πείθειν φθέγξασθαί τι καὶ περὶ ἡμῶν. δίκαιος δέ ἐστι μισθὸν δυοῖν δοῦναι λόγοιν, ὧν καὶ Ζηνόβιος ἐμνήσθη μετ’ εὐφημίας. οὕτως ἄρα αὐτῶν ὁ δαίμων συνεφήπτετο. [*](10 VII β΄, ρκέ. Va ζ΄, ριγ΄. Vo ζ΄), ριγ΄. Mo) [*](6 II. τ 404 11 Sievers 300. 64 not. 11. Seeck 117. 392 13 cf, t. I 85, 2 sq. Sievers 15 18 cf. t. II 569, 1; IV 212,2 19 Ae- sculapium Tarsensem cf. ep. 706—708 α 20 Seeck 315) [*](1 λῃστοῦ Ath | ὄρων scripsi e VVaAth ut coni Re ὀρῶν VoMo Wolf 5 μοι reposui e libris μὲν Wolf 6 συνεῖναι VaAth 7 σοι post παροξύναιμί Ath 8 καὶ μὴ] μὴ καὶ Ath) [*](9 σοῦ scripsi e Mo Ath ut coni Re σοὶ VVaVo Wolf 12 φὴς libri Wolf 15 γέγονεν Va 17 αὑτοῖς VaVoMo 18 μόνον Va sed ὂν del | συναλγεῖς et 19 πείθεις Re 18 προβάλλοντα V) [*](19 φθέγξασθαίV sed αἰ corr m5 19 sq. δ εἰμὶ Re 20 ἐστιν Va | λόγοιν V sed οι ex ο corr m4 21 οὕτω Va)
βουλοίμην δ’ ἂν καὶ αὐτὸς τοι; σοῖς λόγοις τιμῆσαι τὸν θεόν· τοῦτο δ’ ἂν ποιοίην ἀναγιγνώσκων. πέμπε οὖν καὶ δίδασκε γείτονα πόλιν, ὅστις ἐστὶν οὗτος ὁ τὴν ὑμετέραν ἀνέχων.
ψκη΄.
[*](W 640)Ἀρείονι. (362)
Ἡδέως εἶδόν σου τοὺς υἱούς τὸν μὲν ὑπὲρ λόγων ἥκοντα, τὸν δὲ τὸν ἀδελφὸν ἐπὶ λόγους ἄγοντα· παντὶ μὶν γάρ, οἶμαι, τὸ πρᾶγμα καλόν, ὑμῖν δὲ ἤδη καὶ ἀναγκαῖον, εἰ δὴ τὸ τὴν γενομένην ὑμῖν δόξαν ἐκ τῆς Ἀγαθίου σοφίας φυλάττειν μὲν πρέπον, διαφθείρειν δὲ οὐχ ὅσιον.
ἐγὼ μὶν οὖν καὶ δι’ Ἄγκυραν, ᾗ πολλὰς ὀφείλω χάριτας, καὶ διὰ σὲ καὶ διὰ τὸν θεῖον τοῦ νέου πάσῃ μὲν προθυμίᾳ, πάσῃ δὲ παρακλήσει χρήσομαι· δεῖ δὲ καὶ τὸν σὸν υἱὸν τῶν κινούν- των με μᾶλλον ἢ τῶν κινεῖσθαι δεομένων γενέσθαι.
πείθο- μαι δὲ ὡς ἔσται τῶν ἐπιθυμούντων ὅ τε γὰρ οὐκ ἐῶν θαυ- μάζεσθαι λόγους καιρὸς παρελήλυθε τό τε ὄνομα τῷ παιδὶ παντὸς ἰσχυρότερον προτρεπτικοῦ.