Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Τί οὖν οὐκέτι περὶ τὸν Βόσπορον ἐκαθέζου μέλλων γε τοῦτο ποιήσειν ἐν Κιλικίᾳ; Κέλσῳ μὲν γὰρ ἐπανήκεις, ἡμὶν δὲ οὔπω.
καίτοι πάντα μὲν ἤλπιζον ἀκούσεσθαι παρὰ τοῦ δοκιμάζειν τε δυναμένου καὶ φενακίζειν οὐκ εἰδότος, πᾶσαν δὲ ἐκείνην ἀπολήψεσθαι τὴν εὐφροσύνην, ἣν εἶχον διὰ σοῦ μετὰ σοῦ τὸν ἵππον ἐλαύνων, ὅτε σοὶ μὶν οὑμὸς ὁ μικρὸς ἐπεβούλευε λακτίσαι θέλων, σὺ δ’ ὁμοῦ τε ἐφυλάττου καὶ διηγοῦ τι τῶν σαυτοῦ τῇ διηγήσει τὸν Ὀδυσσέα μιμούμενος.
καὶ γὰρ δὴ καὶ Κύκλωπα διεπεφεύγεις, οἶμαι. τινὰ κτεῖναι βουλόμενον καὶ τοῦτο ἔχοντα τέχνην, ξενίζειν, εἶτα φονεύειν διαφέρει δὲ τοσοῦτον, ὅτι ἐκεῖνος μὲν ἄκοντος ἐσώθη τοῦ Κύκλωπος τὸν ὀφθαλμὸν ἐκκόψας αὐτῷ, σὺ δὲ ὀρχήσει τὸν [*](5 VII β΄, ρκδ΄. Va ζ΄, ριβ΄. Vo (ζ), ριβ΄. Μο. Ath) [*](6 cf. ep. 735, Sievers 274. Seeck 253 IV. 392 14 Od. ι 363 sq. Plat. Hipp. min. p 370 E 16 Od. ι 369 sq.) [*](1 ἢ om aViAth Benz qui inserendum coni | κείνων VVa Wolf ἐκείνων SViAth 2 καὶ om VaVoAth Wolf 3 εἴ τι τι- μήσεις scripsi e V sed ΄ τι inser m4, SViAth εἰ τιμήσεις VaVo edd 4 τιμήσεις Va sed in ποιήσεις corr m5 | φιλεῖν θεοῦ Va Vo 7 παρὰ Μο | γε Scripsi e VMo Ath ut coni Re τι VaVo ted in hoc τ in γ corr m3, Wolf 9 πάντας Ath | περ Ath sed παρὰ suprascr m2 11 οὐκ ante άπολήψεσnαι Wolf delevi cumRe 13 λακτίσασθαι Ath | δὲ V sed in ras m4 14 τι in- serui e V ut coni Re om VaVoMoAth Wolf | τῶν] τὸν Ath 17 ἄκοντος Vo sed ex ἀκούοντος corr m5 18 ύκλωπος om Μο)
ᾤμην οὖν μοι τὴν κεφαλὴν τῶν αὐτῶν ἀπολαύσεσθαι φαρμάκων· σὺ δὲ φίλῳ μὲν σύνει, φίλου δὲ ἀμελεῖς, καὶ οὐκ ἐμέρισας τὸν χρόνον.
ἐβουλόμην μοι τὸν ἵππον τὸν μικρὸν μικρὰ τῆς ἐμῆς συνιέναι φωνῆς κατ’ ἐκεῖνον τὸν Ἀχιλλέως, ὅπως αὐτὸν παροξύναιμι καὶ ποιήσαιμί σοι χαλεπώτερον διδάξας ὅσα ἠδίκημαι.
ἀλλ’ εἰ καὶ μὴ τοῦτο ἔστι μοι, τῷ γε εἰωθό:ι θυμῷ λήψεται παρὰ σοῦ δίκην.