Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ὁ νόμος τοὺς ἰατροὺς μίαν ἀπαιτεῖ λειτουργίαν τὴν ἀπὸ τῆς τέχνης, Φίλων δὲ πρὸς τὸ βουλεύειν ὑπὸ τῶν Ῥωσὸν οἰκούντων ἕλκεται πάλαι πολλοὺς ἐκ νοσημάτων ἀναστήσας.
εἰ μὲν οὖν ἀγνοοῦσιν ὡς ἰατρὸς ὁ Φίλων, μαθόντες παυ- έσθωσαν· εἰ δὲ εἰδότες βιάζονται, Φίλων μὲν ἴσως ἀσθενής, ἰσχυρὸς δὲ ὁ νόμος.
ψκδ΄.
[*](W 636)Ἡσυχίῳ. (362)
Ὅτι μὶν οὐχ ἧττον τῶν ἱερέων ὑμῶν ἐπιθυμῶ τοὺς νεὼς κομίσασθαι τὸ κάλλος, οἶσθά που μᾶλλον ἑτέρων· οὐ μέντοι βουλοίμην ἂν οἰκιῶν καθαιρουμένων γενέσθαι τοῦθ’, [*](12 VII β΄, ρκα΄. Va ζ΄, ρθ΄. Vo (ζ΄), ρθ΄ 20 VII β΄, ρκβ΄. Va ζ΄, ρι΄. Vo (ζ΄), ρι΄. Μο. Αth) [*](1 Seeck 40 9 Phasganius 13 Sievers 90 not 29. Seeck 105. 392 14 Cod. Theodos. XIII 3, 1 et 2 21 Sievers 116 not. 71. Seeck 174 II. 392) [*](3 δ᾿ 6 παρέπεμπεν Va 9 ἐδύνατο Va 11 χρέως Va cf. ep. 1276 15 ῥῶσον libri Wolf 23 ἑτέρων Vo sed ε(2) ex αἰ corr m3)
τῆς δὲ οἰκίας Θεοδούλου κατηγο- ρῆσαι μὲν πρόχειρον, φείσασθαι δὲ ἄξιον οὔσης καλῆς τε καὶ μεγάλης καὶ ποιούσης ἑτέρων καλλίω τὴν ἡμετέραν, ἄλλως θ’ ὅτε Θεόδουλος οὐχ ὕβρει καὶ παροινίᾳ διέσπα τὸ ἱερόν, ἀλλ’ ὄντων τῶν πωλούντων ἐώνητο τιθεὶς τὰς τιμάς, πρᾶγμα ποιῶν, ὃ πᾶσιν ἐξῆν τοῖς δυναμένοις ὠνεῖσθαι.
λέγουσι δὲ οἱ πάντα εἰδότες τὰ Θεοδούλου πολλάκις αὐτὸν ἐωνῆσθαι τοιαῦτα καὶ ᾤοντο δεῖν χρῆσθαι δικαστηρίῳ γνοὺς δὲ ἐγὼ δικαστὰς ὑμῶν αὐτοῖς οὐκ ἐπέτρεψα ζητεῖν ἀμείνους εἰδὼς ὑμᾶς βουλεύσεσθαί τι τοιοῦτον, ᾧ καὶ τοῦ θεοῦ φροντίζοντες φανεῖσθε καὶ τῆς πόλεως οὐ καταμελοῦντες.